0007 139 Otht 1
·
ΟΤΙ ΟΥΔ’ ΗΔΕΩΣ ΖΗΝ ΕΣΤΙΝ ΚΑΤ’
·
ΕΠΙΚΟΥΡΟΝ
0007 139 Oth1086 C
·
Κωλώτης ὁ Ἐπικούρου συνήθης βιβλίον ἐξέδωκεν
·
ἐπιγράψας ‘Ὅτι κατὰ τὰ τῶν ἄλλων φιλοσόφων δόγματα
·
οὐδὲ ζῆν ἔστιν’. ὅσα τοίνυν ἡμῖν ἐπῆλθεν εἰπεῖν πρὸς
0007 139 Oth1086 D
·
αὐτὸν ὑπὲρ τῶν φιλοσόφων, ἐγράφη πρότερον. ἐπεὶ δὲ
·
καὶ τῆς σχολῆς διαλυθείσης ἐγένοντο 〈λόγοι〉 πλείονες ἐν
·
τῷ περιπάτῳ πρὸς τὴν αἵρεσιν, ἔδοξέ μοι καὶ τούτους
·
ἀναλαβεῖν, εἰ καὶ δι’ ἄλλο μηθὲν ἀλλ’ ἐνδείξεως ἕνεκα
5
τοῖς εὐθύνουσιν ἑτέρους, ὅτι δεῖ τοὺς λόγους ἕκαστον ὧν
·
ἐλέγχει καὶ τὰ γράμματα μὴ παρέργως διελθεῖν, μηδὲ
·
φωνὰς ἀλλαχόθεν ἄλλας ἀποσπῶντα καὶ ῥήμασιν ἄνευ
·
πραγμάτων ἐπιτιθέμενον παρακρούεσθαι τοὺς ἀπείρους.
·
Προελθόντων γὰρ ἡμῶν εἰς τὸ γυμνάσιον ὥσπερ
10
εἰώθειμεν ἐκ τῆς διατριβῆς, Ζεύξιππος ’ἐμοὶ μέν’ ἔφη
·
’δοκεῖ πολὺ τῆς προσηκούσης ὁ λόγος εἰρῆσθαι παρρη‐
0007 139 Oth1086 E
·
σίας μαλακώτερον· ἀπίασι δ’ ἡμῖν ἐγκαλοῦντες οἱ περὶ
·
Ἡρακλείδην 〈ὡς〉 τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου
·
[ἡμῶν] μηδὲν αἰτίων ὄντων θρασύτερον καθαψαμένοις.’
·
καὶ ὁ Θέων ’εἶτ’ οὐκ ἔλεγεσ’ εἶπεν ’ὅτι τοῖς ἐκείνων ὁ
5
Κωλώτης παραβαλλόμενος εὐφημότατος ἀνδρῶν φαίνε‐
·
ται; τὰ γὰρ ἐν ἀνθρώποις αἴσχιστα ῥήματα, βωμολοχίας
·
ληκυθισμοὺς ἀλαζονείας ἑταιρήσεις ἀνδροφονίας, βαρυ‐
·
στόνους πολυφθόρους βαρυεγκεφάλους συναγαγόντες Ἀρι‐
·
στοτέλους καὶ Σωκράτους καὶ Πυθαγόρου καὶ Πρωτα‐
10
γόρου καὶ Θεοφράστου καὶ Ἡρακλείδου καὶ Ἱππαρχίας
·
καὶ τίνος γὰρ οὐχὶ τῶν ἐπιφανῶν κατεσκέδασαν, ὥστ’,
0007 139 Oth1086 F
·
εἰ καὶ τἄλλα πάντα σοφῶς εἶχεν αὐτοῖς, διὰ τὰς βλασφη‐
·
μίας ταύτας καὶ κατηγορίας πορρωτάτω σοφίας ἂν εἴργε‐
·
σθαι· ’φθόνος γὰρ ἔξω θείου χοροῦ’ καὶ ζηλοτυπία δι’
·
ἀσθένειαν ἀποκρύψαι μὴ δυναμένη τὸ ἀλγοῦν.’ ὑπολαβὼν
5
οὖν ὁ Ἀριστόδημος ’Ἡρακλείδης οὖν’ ἔφη ’γραμματικὸς
0007 139 Oth1087 A
·
ὢν ἀντὶ τῆς ’ποιητικῆς τύρβησ’, | ὡς ἐκεῖνοι λέγουσι,
·
καὶ τῶν ’Ὁμήρου μωρολογημάτων’ ἀποτίνει ταύτας Ἐπι‐
·
κούρῳ χάριτας, ἢ ὅτι Μητρόδωρος ἐν γράμμασι τοσού‐
·
τοις 〈τῷ〉 ποιητῇ λελοιδόρηκεν; ἀλλ’ ἐκείνους μὲν ἐῶμεν,
5
ὦ Ζεύξιππε· τὸ δ’ ἐν ἀρχῇ τῶν λόγων ῥηθὲν πρὸς τοὺς
·
ἄνδρας, ὡς οὐκ ἔστιν 〈εὖ〉 ζῆν κατ’ αὐτούς, τί οὐ μᾶλλον,
·
ἐπεὶ κέκμηκεν οὗτος, αὐτοὶ δι’ ἑαυτῶν περαίνομεν ἅμα
·
καὶ Θέωνα παραλαβόντες;‘ καὶ ὁ Θέων πρὸς αὐτόν ’ἀλλ’
·
οὗτος μέν’ ἔφη ’ὁ ἆθλος ἑτέροις ἐκτετέλεσται πρὸ ἡμῶν,
10
’νῦν αὖτε σκοπὸν ἄλλον’ (χ 5. 6), εἰ δοκεῖ, θέμενοι τοι‐
·
αύτῃ τινὶ δίκῃ μετίωμεν ὑπὲρ τῶν φιλοσόφων τοὺς ἄν‐
0007 139 Oth1087 B
·
δρας· ἀποδεῖξαι γάρ, ἄνπερ ᾖ δυνατόν, ἐπιχειρήσωμεν,
·
ὅτι μηδὲ ζῆν ἡδέως ἔστιν κατ’ αὐτούς.’ ’παπαί’ εἶπον
·
ἔγωγε γελάσας, ’εἰς τὴν γαστέρα τοῖς ἀνδράσιν ἔοικας
·
ἐναλεῖσθαι καὶ τὴν περὶ τῶν κρεῶν ἐπάξειν, ἀφαιρούμενος
5
ἡδονὴν ἀνθρώπων βοώντων· ’οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύ‐
·
μονεσ’ οὐδὲ ῥήτορες οὐδὲ προστάται δήμων οὐδ’ ἄρχοντες,
·
’ἀεὶ δ’ ἡμῖν δαίς τε φίλη’ (θ 246. 248) καὶ πᾶσα διὰ σαρ‐
·
κὸς ἐπιτερπὴς κίνησις ἐφ’ ἡδονήν τινα καὶ χαρὰν ψυχῆς
·
ἀναπεμπομένη. δοκεῖς οὖν μοι μὴ τὸ ἔαρ ἐξαιρεῖν, ὥς
10
φασιν, ἀλλὰ τὸ ζῆν ἀφαιρεῖσθαι τοὺς ἄνδρας, εἰ τὸ ζῆν
·
ἡδέως μὴ ἀπολείψεις αὐτοῖς.’ ’τί οὖν’ εἶπεν ὁ Θέων, ’εἰ
0007 139 Oth1087 C
·
δοκιμάζεις τὸν λόγον, αὐτὸς οὐ χρῇ παρόν;’ ’χρήσομαι’
·
εἶπον ’ἀκροώμενος καὶ ἀποκρινόμενος, ἂν δέησθε· τὴν
·
δ’ ἡγεμονίαν ὑμῖν παραδίδωμι.’ μικρὰ δὴ προφασισαμέ‐
·
νου τοῦ Θέωνος Ἀριστόδημος ’ὡς σύντομον’ ἔφη ’καὶ
5
λείαν ἔχων ὁδὸν ἀπετάφρευσας ἡμῖν πρὸς τὸν λόγον, οὐκ
·
ἐάσας περὶ τοῦ καλοῦ πρότερον εὐθύνας ὑποσχεῖν τὴν
·
αἵρεσιν. ἀνθρώπους γὰρ ἡδονὴν ὑποτιθεμένους τέλος οὐκ
·
ἔστιν ἐξελάσαι τοῦ ἡδέως ζῆν ῥᾴδιον· τοῦ δὲ καλῶς ἐκ‐
·
πεσόντες ἅμ’ 〈ἂν〉 καὶ τοῦ ἡδέως συνεξέπιπτον, ἐπεὶ τὸ
10
ἡδέως ζῆν ἄνευ τοῦ καλῶς ἀνύπαρκτόν ἐστιν, ὡς αὐτοὶ
·
λέγουσι.’
·
Καὶ ὁ Θέων ’ἀλλὰ τοῦτο μέν’ εἶπεν, ’ἂν δόξῃ, τοῦ
0007 139 Oth1087 D
·
λόγου προϊόντος ἀναθησόμεθα· νῦν δὲ χρησώμεθα τοῖς
·
διδομένοις ὑπ’ αὐτῶν. οἴονται δὲ περὶ γαστέρα τἀγαθὸν
·
εἶναι καὶ τοὺς ἄλλους πόρους τῆς σαρκὸς ἅπαντας, δι’
·
ὧν ἡδονὴ καὶ μὴ ἀλγηδὼν ἐπεισέρχεται· καὶ πάντα 〈τὰ〉
5
καλὰ καὶ σοφὰ ἐξευρήματα τῆς περὶ γαστέρα ἡδονῆς
·
ἕνεκα γεγονέναι καὶ τῆς ὑπὲρ ταύτης ἐλπίδος ἀγαθῆς, ὡς
·
ὁ σοφὸς εἴρηκε Μητρόδωρος (fr. 7). αὐτόθεν μὲν οὖν,
·
ὦ ἑταῖρε, φαίνονται γλίσχρον τι καὶ σαθρὸν καὶ οὐ βέ‐
·
βαιον αἴτιον τοῦ ἀγαθοῦ λαμβάνοντες, ἀλλὰ τοῖς πόροις
10
τούτοις, δι’ ὧν ἡδονὰς ἐπεισάγονται, καὶ πρὸς ἀλγηδόνας
0007 139 Oth1087 E
·
ὁμοίως κατατετρημένον, μᾶλλον δ’ ἡδονὴν μὲν ὀλίγοις
·
ἀλγηδόνα δὲ πᾶσι τοῖς μορίοις δεχόμενον. ποία γὰρ ἡδονὴ
·
περὶ ἄρθρα καὶ νεῦρα καὶ πόδας καὶ χεῖρας, οἷς ἐνοι‐
·
κίζεται τὰ δεινὰ πάθη καὶ σχέτλια, ποδαγρικὰ καὶ ῥευ‐
5
ματικὰ καὶ φαγεδαινικὰ καὶ διαβρώσεις καὶ ἀποσήψεις;
·
ὀσμῶν τε καὶ χυμῶν τὰ ἥδιστα προσαγαγὼν τῷ σώματι
·
μικρὸν εὑρήσεις χωρίον ἐν αὐτῷ παντάπασι τὸ κινούμενον
·
λείως καὶ προσηνῶς, τὰ δ’ ἄλλα πολλάκις δυσχεραίνει
·
καὶ ἀγανακτεῖ· πυρὶ δὲ καὶ σιδήρῳ καὶ δήγματι καὶ ὑστρι‐
10
χίσιν οὐδὲν ἀπαθὲς οὐδ’ ἀναίσθητον ἀλγηδόνος, ἀλλὰ καὶ
·
καῦμα καὶ ῥῖγος εἰς ἅπαντα καταδύεται καὶ πυρετός, αἱ δ’
0007 139 Oth1087 F
·
ἡδοναὶ καθάπερ αὖραι πρὸς ἑτέραις ἕτεραι τοῦ σώματος
·
ἄκραις ἐπιγελῶσαι διαχέονται. καὶ χρόνος ὁ μὲν τού‐
·
των οὐ πολὺς ἀλλ’ ὥσπερ οἱ διᾴττοντες ἔξαψιν ἅμα καὶ
·
σβέσιν ἐν τῇ σαρκὶ λαμβάνουσιν, ἐκ〈είνων〉 δὲ τοῦ πόνου
5
μάρτυς ὁ Αἰσχύλου Φιλοκτήτης ἱκανός· οὐ γὰρ ὁ δράκων,
·
φησίν, ἀνῆκεν, ἀλλ’ ’ἐνῴκισε † δεινὴν στομάτων ἔμφυσιν,
0007 139 Oth1088 A
·
ποδὸς λαβεῖν’ (fr. 252). ὀλισθη... ἀλγηδὼν † | οὐδ’ ἕτερα
·
τοιαῦτα κινοῦσα καὶ γαργαλίζουσα τοῦ σώματος· ἀλλ’
·
ὥσπερ τὸ τῆς μηδικῆς σπέρμα πολυκαμπὲς καὶ σκαληνὸν
·
ἐμφύεται τῇ γῇ καὶ διαμένει πολὺν χρόνον ὑπὸ τραχύτη‐
5
τος, οὕτως ὁ πόνος ἄγκιστρα καὶ ῥίζας διασπείρων καὶ
·
συμπλεκόμενος τῇ σαρκὶ καὶ παραμένων οὐχ ἡμέρας οὐδὲ
·
νύκτας μόνον ἀλλὰ καὶ ὥρας ἐτῶν ἐνίοις καὶ περιόδους
·
ὀλυμπιακὰς μόλις ὑπ’ ἄλλων πόνων ὥσπερ ἥλων σφοδρο‐
·
τέρων ἐκκρουόμενος ἀπαλλάττεται. τίς γὰρ ἔπιε χρόνον
10
τοσοῦτον ἢ ἔφαγεν, ὅσον διψῶσιν οἱ πυρέττοντες καὶ πει‐
·
νῶσιν οἱ πολιορκούμενοι; ποῦ δ’ ἔστιν ἄνεσις καὶ συνουσία
0007 139 Oth1088 B
·
μετὰ φίλων, ἐφ’ ὅσον κολάζουσι καὶ στρεβλοῦσι τύραννοι;
·
καὶ γὰρ τοῦτο τῆς τοῦ σώματος φαυλότητος καὶ ἀφυί̈ας
·
πρὸς τὸ ἡδέως ζῆν ἐστιν, ὅτι τοὺς πόνους ὑπομένει μᾶλλον
·
ἢ τὰς ἡδονὰς καὶ πρὸς ἐκείνους ἔχει ῥώμην καὶ δύναμιν,
5
ἐν δὲ ταύταις ἀσθενές ἐστι καὶ ἁψίκορον. τὸ δ’ ἡδέως
·
ζῆν † ἂν ἅπτωνται †, πλείονα περὶ τούτου λέγειν οὐκ ἐῶσιν
·
ἡμᾶς, ὁμολογοῦντες αὐτοὶ μικρὸν εἶναι τὸ τῆς σαρκὸς
·
ἡδύ, μᾶλλον δ’ ἀκαρές, εἴ γε δὴ μὴ κενολογοῦσι μηδ’
·
ἀλαζονεύονται, Μητρόδωρος μὲν λέγων ὅτι ’πολλάκις
10
προσεπτύσαμεν ταῖς τοῦ σώματος ἡδοναῖσ’ (fr. 62), Ἐπί‐
0007 139 Oth1088 C
·
κουρος δὲ καὶ γελᾶν φησι ταῖς ὑπερβολαῖς τοῦ περὶ τὸ
·
σῶμα νοσήματος πολλάκις κάμνοντα τὸν σοφόν. οἷς οὖν
·
οἱ πόνοι τοῦ σώματος οὕτως εἰσὶν ἐλαφροὶ καὶ ῥᾴδιοι,
·
πῶς ἔνεστί τι ταῖς ἡδοναῖς ἀξιόλογον; καὶ γὰρ εἰ
5
μὴ χρόνῳ μηδὲ μεγέθει τῶν πόνων ἀποδέουσιν, ἀλλὰ περὶ
·
πόνους ἔχουσι, καὶ πέρας αὐταῖς κοινὸν Ἐπίκουρος τὴν
·
παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ἐπιτέθεικεν, ὡς τῆς
·
φύσεως ἄχρι τοῦ λῦσαι τὸ ἀλγεινὸν αὐξούσης τὸ ἡδύ,
·
περαιτέρω δὲ μὴ ἐώσης προελθεῖν κατὰ τὸ μέγεθος ἀλλὰ
10
ποικιλμούς τινας οὐκ ἀναγκαίους, ὅταν [οὐκ] ἐν τῷ μὴ
·
πονεῖν γένηται, δεχομένης· ἡ δ’ ἐπὶ τοῦτο μετ’ ὀρέξεως
0007 139 Oth1088 D
·
πορεία, μέτρον ἡδονῆς οὖσα, κομιδῇ βραχεῖα καὶ σύντο‐
·
μος. ὅθεν αἰσθόμενοι τῆς ἐνταῦθα γλισχρότητος ὥσπερ
·
ἐκ χωρίου λυπροῦ τοῦ σώματος μεταφέρουσι τὸ τέλος εἰς
·
τὴν ψυχήν, ὡς ἐκεῖ νομὰς καὶ λειμῶνας ἀμφιλαφεῖς ἡδο‐
5
νῶν ἕξοντες,
5
·
’ἐν δ’ Ἰθάκῃ οὔτ’ ἂρ δρόμοι εὐρέες 〈οὔτε τι λειμών〉’
·
(δ 605),
·
οὔτε λείη περὶ τὸ σαρκίδιον ἡ ἀπόλαυσις ἀλλὰ τραχεῖα,
·
μεμιγμένη πρὸς πολὺ τὸ ἀλλότριον καὶ σφυγματῶδες.’
10
Ὑπολαβὼν οὖν ὁ Ζεύξιππος ’εἶτ’ οὐ καλῶσ’ ἔφη ’δο‐
·
κοῦσί σοι ποιεῖν οἱ ἄνδρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ σώ‐
·
ματος, ἐν ᾧ πρῶτον ἐφάνη γένεσις *** ἐπὶ τὴν ψυχὴν
0007 139 Oth1088 E
·
ὡς βεβαιοτέραν καὶ τὸ πᾶν ἐν ταύτῃ τελειοῦντες;’ ’καλῶς
·
νὴ Δί’’ ἔφη Θέων ’καὶ κατὰ φύσιν, εἴ τι κρεῖττον ἐνταῦθα
·
μετιόντες καὶ τελειότερον ἀληθῶς ἀνευρίσκουσιν, ὥσπερ
·
οἱ θεωρητικοὶ καὶ πολιτικοὶ τῶν ἀνδρῶν. εἰ δ’ ἀκούεις
5
αὐτῶν μαρτυρομένων καὶ βοώντων, ὡς ἐπ’ οὐδενὶ ψυχὴ
·
τῶν ὄντων πέφυκε χαίρειν καὶ γαληνίζειν πλὴν ἐπὶ σώμα‐
·
τος ἡδοναῖς παρούσαις ἢ προσδοκωμέναις, καὶ τοῦτ’ αὐ‐
·
τῆς τὸ ἀγαθόν ἐστιν, ἆρ’ οὐ δοκοῦσί σοι διεράματι τοῦ
·
σώματος χρῆσθαι τῇ ψυχῇ, 〈καὶ〉 καθάπερ οἶνον ἐκ πονη‐
10
ροῦ καὶ μὴ στέγοντος ἀγγείου τὴν ἡδονὴν διαχέοντες
·
ἐνταῦθα καὶ παλαιοῦντες οἴεσθαι σεμνότερόν τι ποιεῖν καὶ
0007 139 Oth1088 F
·
τιμιώτερον; καίτοι γ’ οἶνον μὲν χρόνος διαχυθέντα
·
τηρεῖ καὶ συνηδύνει, τῆς δ’ ἡδονῆς ἡ ψυχὴ παραλαβοῦσα
·
τὴν μνήμην ὥσπερ ὀσμὴν ἄλλο δ’ οὐδὲν φυλάσσει· ζέσασα
·
γὰρ ἐπὶ σαρκὶ κατασβέννυται, καὶ τὸ μνημονευόμενον
5
αὐτῆς ἀμαυρόν ἐστι καὶ κνισῶδες, ὥσπερ ἑώλων ὧν τις
0007 139 Oth1089 A
·
ἔπιεν ἢ ἔφαγεν ἀποτιθεμένου καὶ ταμιεύοντος | ἐπινοίας
·
ἐν ἑαυτῷ καὶ χρωμένου δηλονότι ταύταις προσφάτων μὴ
·
παρόντων. ὅρα δ’ ὅσῳ μετριώτερον οἱ Κυρηναϊκοί,
·
καίπερ ἐκ μιᾶς οἰνοχόης Ἐπικούρῳ πεπωκότες, οὐδ’ ὁμι‐
5
λεῖν ἀφροδισίοις οἴονται δεῖν μετὰ φωτὸς ἀλλὰ σκότος
·
προθεμένους, ὅπως μὴ τὰ εἴδωλα τῆς πράξεως ἀναλαμβά‐
·
νουσα διὰ τῆς ὄψεως ἐναργῶς ἡ διάνοια πολλάκις ἀνακαίῃ
·
τὴν ὄρεξιν. οἱ δὲ τούτῳ μάλιστα τὸν σοφὸν ἡγούμενοι δια‐
·
φέρειν, τῷ μνημονεύειν ἐναργῶς καὶ συνέχειν ἐν ἑαυτῷ τὰ
10
περὶ τὰς ἡδονὰς φάσματα καὶ πάθη καὶ κινήσεις, εἰ μὲν
·
οὐθὲν ἄξιον σοφίας παρεγγυῶσιν, ὥσπερ ἐν ἀσώτων οἰκίᾳ
0007 139 Oth1089 B
·
τῇ ψυχῇ τοῦ σοφοῦ τὰ τῆς ἡδονῆς ἐκκλύσματα μένειν ἐῶν‐
·
τες, μὴ λέγωμεν· ὅτι δ’ οὐκ ἔστιν ἀπὸ τούτων ἡδέως ζῆν,
·
αὐτόθεν πρόδηλον. οὐ γὰρ εἰκὸς εἶναι μέγα τῆς ἡδονῆς τὸ
·
μνημονευόμενον, εἰ μικρὸν ἐδόκει τὸ παρόν· οὐδ’ οἷς συν‐
5
εξεφέρετο μετρίως γινομένοις, ὑπερχαίρειν γενομένων·
·
ὅπου οὐδὲ τοῖς ἐκπεπληγμένοις τὰ σωματικὰ καὶ θαυμά‐
·
ζουσιν ἐμμένει τὸ χαίρειν παυσαμένοις, ἀλλὰ σκιά τις
·
ὑπολείπεται καὶ ὄναρ ἐν τῇ ψυχῇ τῆς ἡδονῆς ἀποπταμέ‐
·
νης, οἷον ὑπέκκαυμα τῶν ἐπιθυμιῶν, ὥσπερ ἐν ὕπνοις
10
διψῶντος ἢ ἐρῶντος ἀτελεῖς ἡδοναὶ καὶ ἀπολαύσεις δρι‐
0007 139 Oth1089 C
·
μύτερον ἐγείρουσι τὸ ἀκόλαστον. οὔτε δὴ τούτοις ἐπι‐
·
τερπὴς ἡ μνήμη τῶν ἀπολελαυσμένων, ἀλλ’ ἐξ ὑπολείμ‐
·
ματος ἡδονῆς ἀμυδροῦ καὶ διακένου πολὺ τὸ οἰστρῶδες
·
καὶ νύττον ἐναργοῦς ἀναφέρουσα τῆς ὀρέξεως, οὔτε τοὺς
5
μετρίους καὶ σώφρονας εἰκὸς ἐνδιατρίβειν τῇ ἐπινοίᾳ τῶν
·
τοιούτων οὐδ’, ἅπερ ἔσκωπτε τὸν 〈Ἐπίκουρον〉 Καρνεά‐
·
δης, πράττοντας οἷον ἐξ ἐφημερίδων ἀναλέγεσθαι, ποσάκις
·
Ἡδείᾳ καὶ Λεοντίῳ συνῆλθον ἢ ποῦ Θάσιον ἔπιον 〈ἢ〉
·
ποίας εἰκάδος ἐδείπνησαν πολυτελέστατα. δεινὴν γὰρ ἐμ‐
10
φαίνει καὶ θηριώδη περὶ τὰ γινόμενα καὶ προσδοκώμενα
·
τῆς ἡδονῆς ἔργα ταραχὴν καὶ λύσσαν ἡ τοσαύτη πρὸς
0007 139 Oth1089 D
·
ἀναμνήσεις αὐτῆς βάκχευσις τῆς ψυχῆς καὶ πρόστηξις.
·
Ὅθεν αὐτοί μοι δοκοῦσι τούτων αἰσθόμενοι τῶν ἀτο‐
·
πημάτων εἰς τὴν ἀπονίαν καὶ τὴν εὐστάθειαν ὑποφεύγειν
·
τῆς σαρκός, ὡς ἐν τῷ ταύτην ἐπινοεῖν περί τινας ἐσομένην
5
καὶ γεγενημένην τοῦ ἡδέως ζῆν ὄντος· τὸ γὰρ εὐσταθὲς
·
σαρκὸς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα τὴν
·
ἀκροτάτην χαρὰν καὶ βεβαιοτάτην ἔχειν τοῖς ἐπιλογίζεσθαι
·
δυναμένοις. ὅρα δὴ πρῶτον μὲν οἷα ποιοῦσι, τὴν
·
εἴθ’ ἡδονὴν ταύτην εἴτ’ ἀπονίαν ἢ εὐστάθειαν ἄνω καὶ
10
κάτω μετερῶντες ἐκ τοῦ σώματος εἰς τὴν ψυχήν, εἶτα
·
πάλιν ἐκ ταύτης εἰς ἐκεῖνο τῷ μὴ στέγειν ἀπορρέουσαν
0007 139 Oth1089 E
·
καὶ διολισθάνουσαν ἀναγκαζόμενοι τῇ ἀρχῇ συνάπτειν, καί
·
‘τὸ μὲν ἡδόμενον’, ὥς φησι, ’τῆς σαρκὸς τῷ χαίροντι
·
τῆς ψυχῆς ὑπερείδοντες, αὖθις δ’ 〈ἐκ〉 τοῦ χαίροντος εἰς
·
τὸ ἡδόμενον τῇ ἐλπίδι τελευτῶντες.’ καὶ πῶς οἷόν τε τῆς
5
βάσεως τινασσομένης μὴ συντινάσσεσθαι τὸ ἐπὸν ἢ βέ‐
·
βαιον ἐλπίδα καὶ χαρὰν ἀσάλευτον εἶναι περὶ πράγματος
·
σάλον ἔχοντος τοσοῦτον καὶ μεταβολάς, ὅσαι σφάλλουσι τὸ
·
σῶμα, πολλαῖς μὲν ἔξωθεν ὑποκείμενον ἀνάγκαις καὶ πλη‐
·
γαῖς ἐν αὑτῷ δ’ ἔχον ἀρχὰς κακῶν, ἃς οὐκ ἀποτρέπει λο‐
10
γισμός; οὐδὲ γὰρ προσέπιπτεν 〈ἂν〉 ἀνδράσι νοῦν ἔχουσι
·
στραγγουρικὰ πάθη καὶ δυσεντερικὰ καὶ φθίσεις καὶ
0007 139 Oth1089 F
·
ὕδρωπες, ὧν τοῖς μὲν αὐτὸς Ἐπίκουρος συνηνέχθη τοῖς δὲ
·
Πολύαινος τὰ δὲ Νεοκλέα καὶ Ἀγαθόβουλον ἐξήγαγε. καὶ
·
ταῦτ’ οὐκ ὀνειδίζομεν, εἰδότες καὶ Φερεκύδην καὶ
·
Ἡράκλειτον ἐν νόσοις χαλεπαῖς γενομένους, ἀλλ’ ἀξιοῦμεν
5
αὐτούς, εἰ τοῖς πάθεσι βούλονται τοῖς ἑαυτῶν ὁμολογεῖν |
0007 139 Oth1090 A
·
καὶ μὴ κεναῖς φωναῖς θρασυνόμενοι καὶ δημαγωγοῦντες
·
ἀλαζονείαν προσοφλισκάνειν, ἢ μὴ λαμβάνειν χαρᾶς ἀρχὴν
·
ἁπάσης 〈τὴν〉 τῆς σαρκὸς εὐστάθειαν ἢ μὴ φάναι χαίρειν
·
καὶ ὑβρίζειν τοὺς ἐν πόνοις ὑπερβάλλουσι καὶ νόσοις γινο‐
5
μένους. κατάστημα μὲν γὰρ εὐσταθὲς σαρκὸς γίνεται
·
πολλάκις, ἔλπισμα δὲ πιστὸν ὑπὲρ σαρκὸς καὶ βέβαιον οὐκ
·
ἔστιν ἐν ψυχῇ νοῦν ἐχούσῃ γενέσθαι· ἀλλ’ ὥσπερ ἐν θαλάς‐
·
σῃ κατ’ Αἰσχύλον (Suppl. 770) ’ὠδῖνα τίκτει νὺξ κυβερ‐
·
νήτῃ σοφῷ’ καὶ γαληνή (τὸ γὰρ μέλλον ἄδηλον), οὕτως
10
ἐν σώματι ψυχὴν εὐσταθοῦντι καὶ ταῖς περὶ σώματος
0007 139 Oth1090 B
·
ἐλπίσι τἀγαθὸν θεμένην οὐκ ἔστιν ἄφοβον καὶ ἀκύμονα
·
διεξαγαγεῖν. οὐ γὰρ ἔξωθεν μόνον, ὥσπερ ἡ θάλασσα,
·
χειμῶνας ἴσχει καὶ καταιγισμοὺς τὸ σῶμα, πλείονας δὲ
·
ταραχὰς ἐξ ἑαυτοῦ καὶ μείζονας ἀναδίδωσιν· εὐδίαν δὲ
5
χειμερινὴν μᾶλλον ἄν τις ἢ σαρκὸς ἀβλάβειαν ἐλπίσειεν
·
αὑτῷ παραμενεῖν βεβαίως. τὸ γὰρ ἐφήμερα 〈τὰ ἡμέτερα〉
·
καλεῖν καὶ ἀβέβαια καὶ ἀστάθμητα φύλλοις τε γινομένοις
·
ἔτους ὥρᾳ καὶ φθίνουσιν εἰκάζειν τὸν βίον τί παρέσχηκεν
·
ἄλλο τοῖς ποηταῖς ἢ τὸ τῆς σαρκὸς ἐπίκηρον καὶ πολυ‐
10
βλαβὲς καὶ νοσῶδες, ἧς δὴ καὶ τὸ ἄκρον ἀγαθὸν δεδιέναι
·
καὶ κολούειν παρεγγυῶσι· ’σφαλερὸν γὰρ αἱ εἰς ἄκρον
0007 139 Oth1090 C
·
εὐεξίαι’ φησὶν Ἱπποκράτης (Aph. I 3), ’ὁ δ’ ἄρτι θάλ‐
·
λων σαρκὶ διοπετὴς ὅπως ἀστὴρ ἀπέσβη’ κατὰ τὸν Εὐρι‐
·
πίδην (fr. 971)· ὑπὸ δὲ βασκανίας καὶ φθόνου βλάπτεσθαι
·
προσορωμένους οἴονται τοὺς καλούς, ὅτι τάχιστα τὸ ἀκμά‐
5
ζον ἴσχει μεταβολὴν τοῦ σώματος δι’ ἀσθένειαν.
·
Ὅτι δ’ ὅλως μοχθηρὰ τὰ πράγματα [καὶ] πρὸς βίον
·
ἄλυπόν ἐστιν αὐτοῖς, σκόπει καὶ ἀφ’ ὧν πρὸς ἑτέρους λέ‐
·
γουσι. τοὺς γὰρ ἀδικοῦντας καὶ παρανομοῦντας ἀθλίως φασὶ
·
καὶ περιφόβως ζῆν τὸν πάντα χρόνον, ὅτι, κἂν λαθεῖν δύ‐
10
νωνται, πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατόν ἐστιν· ὅθεν
0007 139 Oth1090 D
·
ὁ τοῦ μέλλοντος ἀεὶ φόβος ἐγκείμενος οὐκ ἐᾷ χαίρειν οὐδὲ
·
θαρρεῖν ἐπὶ τοῖς παροῦσι. ταῦτα δὲ καὶ πρὸς ἑαυτοὺς εἰρη‐
·
κότες λελήθασιν. εὐσταθεῖν μὲν γὰρ ἔστι καὶ ὑγιαίνειν τῷ
·
σώματι πολλάκις, πίστιν δὲ λαβεῖν περὶ τοῦ διαμενεῖν
5
ἀμήχανον· ἀνάγκη δὴ ταράττεσθαι καὶ ὠδίνειν ἀεὶ πρὸς
·
τὸ μέλλον ὑπὲρ τοῦ σώματος, ἣν περιμένουσιν ἐλπίδα
·
πιστὴν ἀπ’ αὐτοῦ καὶ βέβαιον οὐδέποτε κτήσασθαι δυνα‐
·
μένους. τὸ δὲ μηδὲν ἀδικεῖν οὐδέν ἐστι πρὸς τὸ θαρρεῖν·
·
οὐ γὰρ τὸ δικαίως παθεῖν ἀλλὰ τὸ παθεῖν φοβερόν, οὐδὲ
10
συνεῖναι μὲν αὐτὸν ἀδικίαις ἀνιαρὸν περιπεσεῖν δὲ ταῖς
0007 139 Oth1090 E
·
ἄλλων οὐ χαλεπόν· ἀλλ’ εἰ μὴ μεῖζον, οὐκ ἔλαττόν γε τὸ
·
κακὸν ἦν Ἀθηναίοις ἡ Λαχάρους καὶ Συρακοσίοις ἡ Διο‐
·
νυσίου χαλεπότης ἤπερ αὐτοῖς ἐκείνοις· ταράττοντες γὰρ
·
ἐταράττοντο καὶ πείσεσθαι κακῶς προσεδόκων ἐκ τοῦ
5
προαδικεῖν καὶ προλυμαίνεσθαι τοὺς ἐντυγχάνοντας. ὄχλων
·
δὲ θυμοὺς καὶ λῃστῶν ὠμότητας καὶ κληρονόμων ἀδικίας,
·
ἔτι δὲ λοιμοὺς ἀέρων καὶ θάλασσαν † εὐβραγκήν, ὑφ’ ἧς
·
Ἐπίκουρος ὀλίγον ἐδέησε καταποθῆναι πλέων εἰς Λάμ‐
·
ψακον, ὡς γράφει, τί ἂν λέγοι τις; ἀρκεῖ γὰρ ἡ φύσις τῆς
10
σαρκός, ὕλην ἔχουσα νόσων ἐν ἑαυτῇ καὶ τοῦτο δὴ τὸ
0007 139 Oth1090 F
·
παιζόμενον ’ἐκ τοῦ βοὸς τοὺς ἱμάντασ’ λαμβάνουσα τὰς
·
ἀλγηδόνας ἐκ τοῦ σώματος, ὁμοίως τοῖς τε φαύλοις καὶ
·
τοῖς ἐπιεικέσι τὸν βίον ἐπισφαλῆ ποιεῖν καὶ φοβερόν,
·
ἄνπερ ἐπὶ σαρκὶ καὶ τῇ περὶ σάρκα ἐλπίδι μάθωσιν ἄλλῳ δὲ
0007 139 Oth1091 A
·
μηθενὶ χαίρειν καὶ θαρρεῖν, | ὡς Ἐπίκουρος ἔν τ’ ἄλλοις
·
πολλοῖς γέγραφε καὶ τούτοις ἃ ἔστι περὶ Τέλους.
·
Οὐ μόνον τοίνυν ἄπιστον καὶ ἀβέβαιον ἀρχὴν λαμβά‐
·
νουσι τοῦ ἡδέως ζῆν ἀλλὰ καὶ παντάπασιν εὐκαταφρόνη‐
5
τον καὶ μικράν, εἴπερ αὐτοῖς κακῶν ἀποφυγὴ τὸ χαρτόν
·
ἐστι καὶ τὸ ἀγαθόν, ἄλλο δ’ οὐδὲν διανοεῖσθαί φασιν, οὐδ’
·
ὅλως τὴν φύσιν ἔχειν ὅποι τεθήσεται τὸ ἀγαθόν, εἰ μὴ
·
μόνον, ὅθεν ἐξελαύνεται τὸ κακὸν αὐτῆς, ὥς φησι Μητρό‐
·
δωρος ἐν τοῖς πρὸς τοὺς Σοφιστάς (fr. 28)· ’ὥστε τοῦτ’
10
αὐτὸ 〈τὸ〉 ἀγαθόν ἐστι, τὸ φυγεῖν τὸ κακόν· ἔνθα γὰρ
·
τεθήσεται τἀγαθόν, οὐκ ἔστιν, ὅταν μηθὲν ἔτι ὑπεξίῃ μήτ’
0007 139 Oth1091 B
·
ἀλγεινὸν μήτε λυπηρόν.’ ὅμοια δὲ καὶ τὰ Ἐπικούρου
·
λέγοντος τὴν τοῦ ἀγαθοῦ φύσιν ἐξ αὐτῆς τῆς φυγῆς τοῦ
·
κακοῦ καὶ τῆς μνήμης καὶ ἐπιλογίσεως καὶ χάριτος, ὅτι
·
τοῦτο συμβέβηκεν αὐτῷ, γεννᾶσθαι· ’τὸ γὰρ ποιοῦν’ φησίν
5
’ἀνυπέρβλητον γῆθος τὸ † παρ’ αὐτὸν πεφυγμένον μέγα
·
κακόν· καὶ αὕτη φύσις ἀγαθοῦ, ἄν τις ὀρθῶς ἐπιβάλῃ,
·
ἔπειτα σταθῇ καὶ μὴ κενῶς περιπατῇ περὶ ἀγαθοῦ θρυ‐
·
λῶν.‘ φεῦ τῆς μεγάλης ἡδονῆς τῶν ἀνδρῶν καὶ μακαριότη‐
·
τος, ἣν καρποῦνται χαίροντες ἐπὶ τῷ μὴ κακοπαθεῖν μηδὲ
10
λυπεῖσθαι μηδ’ ἀλγεῖν. ἆρ’ οὐκ ἄξιόν ἐστιν ἐπὶ τούτοις καὶ
·
φρονεῖν καὶ λέγειν ἃ λέγουσιν, ἀφθάρτους καὶ ἰσοθέους
0007 139 Oth1091 C
·
ἀποκαλοῦντες αὑτοὺς καὶ δι’ ὑπερβολὰς καὶ ἀκρότητας
·
ἀγαθῶν εἰς βρόμους καὶ ὀλολυγμοὺς ἐκβακχεύοντες ὑπὸ
·
τῆς ἡδονῆς, ὅτι τῶν ἄλλων περιφρονοῦντες ἐξευρήκασι
·
μόνοι θεῖον ἀγαθὸν καὶ μέγα τὸ μηδὲν ἔχειν κακόν; ὥστε
5
μήτε συῶν ἀπολείπεσθαι μήτε προβάτων εὐδαιμονίᾳ, τὸ τῇ
·
σαρκὶ καὶ τῇ ψυχῇ περὶ τῆς σαρκὸς ἱκανῶς ἔχειν μακά‐
·
ριον τιθεμένους. ἐπεὶ τοῖς γε κομψοτέροις καὶ γλαφυρω‐
·
τέροις τῶν ζῴων οὐκ ἔστι φυγὴ κακοῦ τέλος, ἀλλὰ καὶ
·
πρὸς ᾠδὰς ἀπὸ κόρου τρέπεται καὶ νήξεσι χαίρει καὶ πτή‐
10
σεσι καὶ ἀπομιμεῖσθαι παίζοντα φωνάς τε παντοδαπὰς καὶ
0007 139 Oth1091 D
·
ψόφους ὑφ’ ἡδονῆς καὶ γαυρότητος ἐπιχειρεῖ· καὶ πρὸς
·
ἄλληλα χρῆται φιλοφροσύναις καὶ σκιρτήσεσιν, ὅταν ἐκ‐
·
φύγῃ τὸ κακόν, τἀγαθὸν πεφυκότα ζητεῖν, μᾶλλον δ’ ὅλως
·
πᾶν τὸ ἀλγεινὸν καὶ τὸ ἀλλότριον ὡς ἐμποδὼν ὄντα τῇ δι‐
5
ώξει τοῦ οἰκείου καὶ κρείττονος ἐξωθοῦντα τῆς φύσεως.
·
Τὸ γὰρ ἀναγκαῖον οὐκ ἀγαθόν ἐστιν, ἀλλ’ ἐπέκεινα
·
τῆς φυγῆς τῶν κακῶν κεῖται τὸ ἐφετὸν καὶ τὸ αἱρετὸν καὶ
·
νὴ Δία τὸ ἡδὺ καὶ οἰκεῖον, ὡς Πλάτων ἔλεγε, καὶ ἀπηγό‐
·
ρευε τὰς λυπῶν καὶ πόνων ἀπαλλαγὰς ἡδονὰς μὴ νομίζειν,
10
ἀλλ’ οἷόν τινα σκιαγραφίαν ἢ μῖξιν οἰκείου καὶ ἀλλοτρίου,
·
καθάπερ λευκοῦ καὶ μέλανος, *** ἀπὸ τοῦ κάτω πρὸς τὸ
0007 139 Oth1091 E
·
μέσον ἀναφερομένων, ἀπειρίᾳ δὲ τοῦ ἄνω καὶ ἀγνοίᾳ τὸ
·
μέσον ἄκρον ἡγουμένων εἶναι καὶ πέρας· ὥσπερ Ἐπί‐
·
κουρος ἡγεῖται καὶ Μητρόδωρος, οὐσίαν τἀγαθοῦ καὶ
·
ἀκρότητα τὴν τοῦ κακοῦ φυγὴν τιθέμενοι καὶ χαίροντες
5
ἀνδραπόδων τινὰ χαρὰν ἢ δεσμίων ἐξ εἱργμοῦ λυθέντων
·
ἀσμένως ἀλειψαμένων καὶ ἀπολουσαμένων μετ’ αἰκίας καὶ
·
μάστιγας, ἐλευθέρας δὲ καὶ καθαρᾶς καὶ ἀμιγοῦς καὶ
·
ἀμωλωπίστου χαρᾶς ἀγεύστων καὶ ἀθεάτων. οὐ γάρ, εἰ
·
τὸ ψωριᾶν τὴν σάρκα καὶ λημᾶν τὸν ὀφθαλμὸν ἀλλότριον,
10
ἤδη καὶ τὸ κνᾶσθαι καὶ τὸ ἀπομάττεσθαι θαυμάσιον· οὐδ’
0007 139 Oth1091 F
·
εἰ τὸ ἀλγεῖν καὶ φοβεῖσθαι τὰ θεῖα καὶ ταράττεσθαι τοῖς
·
ἐν Ἅιδου κακόν, ἡ τούτων ἀποφυγὴ μακάριον καὶ ζηλω‐
·
τόν. ἀλλὰ μικρόν τινα τόπον καὶ γλίσχρον ἀποφαίνουσι
·
τῆς χαρᾶς, ἐν ᾧ στρέφεται καὶ κυλινδεῖται, μέχρι τοῦ μὴ
5
ταράττεσθαι τοῖς ἐν Ἅιδου κακοῖς [ἡ τούτων] παρὰ τὰς
·
κενὰς δόξας προϊοῦσα καὶ τοῦτο ποιουμένη τῆς σοφίας
0007 139 Oth1092 A
·
τέλος, | ὃ δόξειεν 〈ἂν〉 αὐτόθεν ὑπάρχειν τοῖς ἀλόγοις. εἰ
·
γὰρ πρὸς τὴν ἀπονίαν τοῦ σώματος οὐ διαφέρει πότερον
·
δι’ αὑτὸ ἢ φύσει τοῦ πονεῖν ἐκτός ἐστιν, οὐδὲ πρὸς τὴν
·
ἀταραξίαν τῆς ψυχῆς μεῖζόν ἐστι τὸ δι’ αὑτὴν ἢ κατὰ
5
φύσιν οὕτως ἔχειν ὥστε μὴ ταράττεσθαι. καίτοι φήσειεν
·
ἄν τις οὐκ ἀλόγως ἐρρωμενεστέραν εἶναι διάθεσιν τὴν φύ‐
·
σει μὴ δεχομένην τὸ ταράττον ἢ τὴν ἐπιμελείᾳ καὶ λόγῳ
·
διαφεύγουσαν. ἔστω δ’ ἔχειν ἐπίσης· καὶ γὰρ οὕτως φα‐
·
νοῦνται τῶν θηρίων πλέον οὐδὲν ἔχοντες ἐν τῷ μὴ ταράτ‐
10
τεσθαι τοῖς ἐν Ἅιδου καὶ 〈τοῖς〉 περὶ θεῶν λεγομένοις μηδὲ
0007 139 Oth1092 B
·
προσδοκᾶν λύπας μηδ’ ἀλγηδόνας ὅρον 〈οὐκ〉 ἐχούσας.
·
αὐτὸς γοῦν Ἐπίκουρος εἰπὼν ὡς ’εἰ μηδὲν ἡμᾶς αἱ ὑπὲρ
·
τῶν μετεώρων ὑποψίαι ἠνώχλουν ἔτι τε τὰ περὶ θανάτου
·
καὶ ἀλγηδόνων, οὐκ ἄν ποτε προσεδεόμεθα φυσιολογίασ’
5
(Κ. δ. 11) εἰς τοῦτ’ ἄγειν ἡμᾶς οἴεται τὸν λόγον, ἐν ᾧ τὰ
·
θηρία φύσει καθέστηκεν. οὔτε γὰρ ὑποψίας ἔχει φαύλας
·
περὶ θεῶν οὔτε δόξαις κεναῖς ἐνοχλεῖται 〈περὶ〉 τῶν μετὰ
·
θάνατον οὐδ’ ὅλως ἐπινοεῖ τι δεινὸν ἐν τούτοις οὐδ’ οἶδε.
·
καίτοι εἰ μὲν ἐν τῇ προλήψει τοῦ θεοῦ τὴν πρόνοιαν ἀπ‐
10
έλιπον, ἐφαίνοντ’ ἂν ἐλπίσι χρησταῖς πλέον ἔχοντες οἱ φρό‐
·
νιμοι τῶν θηρίων πρὸς τὸ ἡδέως ζῆν· ἐπεὶ δὲ τέλος ἦν τοῦ
·
περὶ θεῶν λόγου τὸ μὴ φοβεῖσθαι θεὸν ἀλλὰ παύσασθαι
0007 139 Oth1092 C
·
ταραττομένους, βεβαιότερον οἶμαι τοῦθ’ ὑπάρχειν τοῖς ὅλως
·
μὴ νοοῦσι θεὸν ἢ τοῖς νοεῖν μὴ βλάπτοντα μεμαθηκόσιν.
·
οὐ γὰρ ἀπήλλακται δεισιδαιμονίας ἀλλ’ οὐδὲ περιπέπτω‐
·
κεν, οὐδ’ ἀποτέθειται τὴν ταράττουσαν ἔννοιαν περὶ τῶν
5
θεῶν ἀλλ’ οὐδ’ εἴληφε. τὰ δ’ αὐτὰ περὶ τῶν ἐν Ἅιδου
·
λεκτέον· τὸ μὲν γὰρ ἐλπίζειν χρηστὸν ἀπ’ ἐκείνων οὐδε‐
·
τέροις ὑπάρχει, τοῦ δ’ ὑποπτεύειν καὶ φοβεῖσθαι 〈τὰ〉 μετὰ
·
θάνατον ἧττον μέτεστιν οἷς οὐ γίνεται θανάτου πρόληψις
·
ἢ τοῖς προλαμβάνουσιν ὡς οὐδὲν πρὸς ἡμᾶς ὁ θάνατος. πρὸς
10
μέν γε τούτους ἐστίν, ἐφ’ ὅσον διαλογίζονταί τι καὶ σκο‐
0007 139 Oth1092 D
·
ποῦσι, τὰ δ’ ὅλως ἀπήλλακται τοῦ φροντίζειν τῶν οὐ πρὸς
·
ἑαυτά, πληγὰς δὲ φεύγοντα καὶ τραύματα καὶ φόνους
·
τοῦτο τοῦ θανάτου δέδοικεν, ὃ καὶ τούτοις φοβερόν ἐστιν.
·
Ἃ μὲν οὖν λέγουσιν αὑτοῖς ὑπὸ σοφίας παρεσκευα‐
5
σμένα, τοιαῦτά ἐστιν· ὧν δ’ ἑαυτοὺς ἀφαιροῦνται καὶ
·
ἀπελαύνουσιν, ἤδη σκοπῶμεν. τὰς μὲν γὰρ ἐπὶ σαρκὸς
·
εὐπαθείᾳ τῆς ψυχῆς διαχύσεις, ἐὰν ὦσι μέτριαι, μηθὲν
·
ἐχούσας μέγα μηδ’ ἀξιόλογον, ἂν δ’ ὑπερβάλλωσι, πρὸς
·
τῷ κενῷ καὶ ἀβεβαίῳ φορτικὰς φαινομένας καὶ θρασείας
10
οὐδὲ ψυχικὰς ἄν τις οὐδὲ χαράς, ἀλλὰ σωματικὰς ἡδονὰς
0007 139 Oth1092 E
·
καὶ οἷον ἐπιμειδιάσεις καὶ συνεπιθρύψεις προσείποι τῆς
·
ψυχῆς. ἃς δ’ ἄξιον καὶ δίκαιον εὐφροσύνας καὶ χαρὰς
·
νομίζεσθαι, καθαραὶ μέν εἰσι τοῦ ἐναντίου καὶ σφυγμὸν
·
οὐδένα κεκραμένον οὐδὲ δηγμὸν οὐδὲ μετάνοιαν ἔχουσιν,
5
οἰκεῖον δὲ τῇ ψυχῇ καὶ ψυχικὸν ἀληθῶς καὶ γνήσιον καὶ
·
οὐκ ἐπείσακτον αὐτῶν τἀγαθόν ἐστιν οὐδ’ ἄλογον, ἀλλ’
·
εὐλογώτατον ἐκ τοῦ θεωρητικοῦ καὶ φιλομαθοῦς ἢ πρα‐
·
κτικοῦ καὶ φιλοκάλου τῆς διανοίας φυόμενον. ὧν ὅσας
·
ἑκάτερον καὶ ἡλίκας ἡδονὰς ἀναδίδωσιν, οὐκ ἄν τις ἀνύ‐
10
σειε διελθεῖν προθυμούμενος· ὑπομνῆσαι δὲ βραχέως 〈αἵ
·
τε μαθήσεις〉 αἵ θ’ ἱστορίαι πάρεισι πολλὰς μὲν ἐπιτερ‐
0007 139 Oth1092 F
·
πεῖς διατριβὰς ἔχουσαι τὸ δ’ ἐπιθυμοῦν ἀεὶ τῆς ἀληθοῦς
·
ἀκόρεστον καταλείπουσαι καὶ ἄπληστον ἡδονῆς· δι’ ἣν
·
οὐδὲ τὸ ψεῦδος ἀμοιρεῖ χάριτος, ἀλλὰ καὶ πλάσμασι καὶ
·
ποιήμασι τοῦ πιστεύεσθαι μὴ προσόντος ἔνεστιν ὅμως
0007 139 Oth1093 A
·
τὸ πεῖθον. | ἐννόει γάρ, ὡς δακνόμενοι τὸν Πλάτωνος
·
ἀναγινώσκομεν Ἀτλαντικὸν καὶ τὰ τελευταῖα τῆς Ἰλιά‐
·
δος, οἷον ἱερῶν κλειομένων ἢ θεάτρων ἐπιποθοῦντες τοῦ
·
μύθου τὸ λειπόμενον. αὐτῆς δὲ τῆς ἀληθείας ἡ μάθησις
5
οὕτως ἐράσμιόν ἐστι καὶ ποθεινὸν ὡς τὸ ζῆν καὶ τὸ εἶναι,
·
διὰ τὸ γινώσκειν· τοῦ δὲ θανάτου τὰ σκυθρωπότατα λήθη
·
καὶ ἄγνοια καὶ σκότος. ᾗ καὶ νὴ Δία μάχονται τοῖς φθεί‐
·
ρουσι τῶν ἀποθανόντων τὴν αἴσθησιν ὀλίγου δεῖν ἅπαν‐
·
τες, ὡς ἐν μόνῳ τῷ αἰσθανομένῳ καὶ γινώσκοντι τῆς
10
ψυχῆς τιθέμενοι τὸ ζῆν καὶ τὸ εἶναι καὶ τὸ χαίρειν. ἔστι
0007 139 Oth1093 B
·
γὰρ καὶ τοῖς ἀνιῶσι τὸ μεθ’ ἡδονῆς τινος ἀκούεσθαι· καὶ
·
ταραττόμενοι πολλάκις ὑπὸ τῶν λεγομένων καὶ κλαίοντες
·
ὅμως λέγειν κελεύομεν, ὥσπερ οὗτος·
·
·
’οἴμοι πρὸς αὐτῷ γ’ εἰμὶ τῷ δεινῷ λέγειν.’ —
5
’κἄγωγ’ ἀκούειν· ἀλλ’ ὅμως ἀκουστέον’
·
(Soph. O. R. 1169).
·
·
ἀλλὰ τοῦτο μὲν ἔοικε τῆς περὶ τὸ πάντα γινώσκειν ἡδονῆς
·
ἀκρασία τις εἶναι καὶ ῥύσις ἐκβιαζομένη τὸν λογισμόν,
·
ὅταν δὲ μηδὲν ἔχουσα βλαβερὸν ἢ λυπηρὸν ἱστορία καὶ
10
διήγησις ἐπὶ πράξεσι καλαῖς καὶ μεγάλαις προσλάβῃ λό‐
·
γον ἔχοντα δύναμιν καὶ χάριν, ὡς τὸν Ἡροδότου τὰ Ἑλλη‐
·
νικὰ καὶ τὰ Περσικὰ τὸν Ξενοφῶντος, ’ὅσσα θ’ Ὅμηρος
0007 139 Oth1093 C
·
ἐθέσπισε θέσκελα εἰδώσ’, ἢ ἃς Περιόδους Εὔδοξος ἢ
·
Κτίσεις καὶ Πολιτείας Ἀριστοτέλης ἢ Βίους ἀνδρῶν Ἀρι‐
·
στόξενος (fr. 10a W.) ἔγραψεν, οὐ μόνον μέγα καὶ πολὺ τὸ
·
εὐφραῖνον ἀλλὰ καὶ καθαρὸν καὶ ἀμεταμέλητόν ἐστι. τίς
5
δ’ ἂν φάγοι πεινῶν καὶ πίοι διψῶν τὰ Φαιάκων ἥδιον ἢ
·
διέλθοι τὸν Ὀδυσσέως ἀπόλογον τῆς πλάνης; τίς δ’ ἂν
·
ἡσθείη συναναπαυσάμενος τῇ καλλίστῃ γυναικὶ μᾶλλον ἢ
·
προσαγρυπνήσας οἷς γέγραφε περὶ Πανθείας Ξενοφῶν ἢ
·
περὶ Τιμοκλείας Ἀριστόβουλος ἢ Θήβης Θεόπομπος;
10
Ἀλλὰ ταῦτα *** τῆς ψυχῆς, ἐξωθοῦσι δὲ καὶ τὰς
0007 139 Oth1093 D
·
ἀπὸ τῶν μαθημάτων. καίτοι ταῖς μὲν ἱστορίαις ἁπλοῦν
·
τι καὶ λεῖον ἔστιν, αἱ δ’ ἀπὸ γεωμετρίας καὶ ἀστρολογίας
·
καὶ ἁρμονικῆς δριμὺ καὶ ποικίλον ἔχουσαι τὸ δέλεαρ οὐθὲν
·
τῶν ἀγωγίμων ἀποδέουσιν, ἕλκουσαι καθάπερ ἴυγξι τοῖς
5
διαγράμμασιν· ὧν ὁ γευσάμενος, ἄνπερ ἔμπειρος ᾖ, τὰ
·
Σοφοκλέους περίεισιν ᾄδων (fr. 224)
·
·
‘μουσομανεῖ † δὲ λάφθην δαν καὶ τὸ ποτιδειραν,
·
εὔχομαι δ’ ἔκ τε λύρας ἔκ τε νόμων,
·
οὓς Θαμύρας περίαλλα μουσοποιεῖ’
·
10
καὶ νὴ Δί’ Εὔδοξος καὶ Ἀρίσταρχος καὶ Ἀρχιμήδης. ὅπου
·
γὰρ οἱ φιλογραφοῦντες οὕτως ἄγονται τῇ πιθανότητι τῶν
0007 139 Oth1093 E
·
ἔργων, ὥστε Νικίαν γράφοντα τὴν Νεκυίαν ἐρωτᾶν πολ‐
·
λάκις τοὺς οἰκέτας εἰ ἠρίστηκε, Πτολεμαίου δὲ τοῦ βασι‐
·
λέως ἑξήκοντα τάλαντα τῆς γραφῆς συντελεσθείσης πέμ‐
·
ψαντος αὐτῷ, μὴ λαβεῖν μηδ’ ἀποδόσθαι τὸ ἔργον, τίνας
5
οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι
·
καὶ ἀστρολογίας Εὐκλείδην γράφοντα τὰ διοπτικὰ καὶ
·
Φίλιππον ἀποδεικνύντα περὶ τοῦ σχήματος τῆς σελήνης
·
καὶ Ἀρχιμήδην ἀνευρόντα τῇ γωνίᾳ τὴν διάμετρον τοῦ
·
ἡλίου τηλικοῦτον τοῦ μεγίστου κύκλου μέρος οὖσαν, ἡλί‐
10
κον ἡ γωνία τῶν τεσσάρων ὀρθῶν, καὶ Ἀπολλώνιον καὶ
·
Ἀρίσταρχον ἑτέρων τοιούτων εὑρετὰς γενομένους, ὧν νῦν
0007 139 Oth1093 F
·
ἡ θέα καὶ κατανόησις ἡδονάς τε μεγάλας καὶ φρόνημα
·
θαυμάσιον ἐμποιεῖ τοῖς μανθάνουσιν; καὶ οὐκ ἄξιον οὐ‐
·
δαμῇ τὰς ἐκ ’τῶν ὀπτανίων καὶ ματρυλείων ἡδονὰσ’
0007 139 Oth1094 A
·
ἐκείνας | παραβάλλοντα ταύταις καταισχύνειν τὸν Ἑλι‐
·
κῶνα καὶ τὰς Μούσας,
·
·
’ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
·
οὔτ’ ἦλθέ πω σίδαροσ’ (Eur. Hipp. 75)·
·
5
ἀλλ’ αὗται μέν εἰσιν ὡς ἀληθῶς ’ἀκήρατοι’ νομαὶ ’μελις‐
·
σῶν’, ἐκεῖνα δὲ συῶν καὶ τράγων κνησμοῖς ἔοικε, προς‐
·
αναπιμπλάντα τῆς ψυχῆς τὸ παθητικώτατον. ἔστι μὲν
·
οὖν ποικίλον καὶ ἰταμὸν τὸ φιλήδονον, οὔπω δέ τις ἐρωμέ‐
·
νῃ πλησιάσας ὑπὸ χαρᾶς ἐβουθύτησεν οὐδ’ ηὔξατό τις ἐμ‐
10
πλησθεὶς ὄψων ἢ πεμμάτων βασιλικῶν εὐθὺς ἀποθανεῖν·
·
Εὔδοξος δ’ ηὔχετο παραστὰς τῷ ἡλίῳ καὶ καταμαθὼν τὸ
0007 139 Oth1094 B
·
σχῆμα τοῦ ἄστρου καὶ τὸ μέγεθος καὶ τὸ εἶδος ὡς ὁ
·
Φαέθων καταφλεγῆναι, καὶ Πυθαγόρας ἐπὶ τῷ διαγράμ‐
·
ματι βοῦν ἔθυσεν, ὥς φησιν Ἀπολλόδωρος·
·
·
’ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα,
5
κεῖνος ἐφ’ ᾧ λαμπρὴν ἤγαγε βουθυσίην,’
5
·
εἴτε περὶ τῆς ὑποτεινούσης ὡς ἴσον δύναται ταῖς περι‐
·
εχούσαις τὴν ὀρθήν, εἴτε [πρόβλημα] περὶ τοῦ χωρίου τῆς
·
παραβολῆς. Ἀρχιμήδην δὲ βίᾳ τῶν διαγραμμάτων ἀπο‐
·
σπῶντες ὑπήλειφον οἱ θεράποντες· ὁ δ’ ἐπὶ τῆς κοιλίας
10
ἔγραφε τὰ σχήματα τῇ στλεγγίδι, καὶ λουόμενος ὥς
0007 139 Oth1094 C
·
φασιν ἐκ τῆς ὑπερχύσεως ἐννοήσας τὴν τοῦ στεφάνου
·
μέτρησιν οἷον ἔκ τινος κατοχῆς ἢ ἐπιπνοίας ἐξήλατο βοῶν
·
’εὕρηκα’, καὶ τοῦτο πολλάκις φθεγγόμενος ἐβάδιζεν. οὐ‐
·
δενὸς δ’ ἀκηκόαμεν οὔτε γαστριμάργου περιπαθῶς οὕτως
5
’βέβρωκα’ βοῶντος οὔτ’ ἐρωτικοῦ ’πεφίληκα’, μυρίων
·
μυριάκις ἀκολάστων γεγονότων καὶ ὄντων· ἀλλὰ καὶ
·
βδελυττόμεθα τοὺς μεμνημένους δείπνων ἐμπαθέστερον,
·
ὡς ἐφ’ ἡδοναῖς μικραῖς καὶ μηδενὸς ἀξίαις ὑπερασμενί‐
·
ζοντας. Εὐδόξῳ δὲ καὶ Ἀρχιμήδει καὶ Ἱππάρχῳ συνεν‐
10
θουσιῶμεν, καὶ Πλάτωνι πειθόμεθα περὶ τῶν μαθημά‐
0007 139 Oth1094 D
·
των, ὡς ἀμελούμενα δι’ ἄγνοιαν καὶ ἀπειρίαν ’ὅμως βίᾳ
·
ὑπὸ χάριτος αὐξάνεται’ (Rep. 528c).
·
Ταύτας μέντοι τὰς τηλικαύτας καὶ τοσαύτας ἡδο‐
·
νὰς ὥσπερ ἀεννάους 〈ποταμοὺς〉 ἐκτρέποντες οὗτοι καὶ
5
ἀποστρέφοντες οὐκ ἐῶσι γεύεσθαι τοὺς πλησιάσαντας
·
αὐτοῖς, ἀλλὰ τοὺς μὲν ’ἐπαραμένους τὰ ἀκάτια’ φεύγειν
·
ἀπ’ αὐτῶν κελεύουσι, Πυθοκλέους δὲ πάντες καὶ πᾶσαι
·
δέονται δι’ Ἐπικούρου καὶ ἀντιβολοῦσιν, ὅπως οὐ ζηλώ‐
·
σει τὴν ἐλευθέριον καλουμένην παιδείαν· Ἀπελλῆν δέ τινα
10
θαυμάζοντες καὶ ὑπερασπαζόμενοι γράφουσιν ὅτι τῶν
·
μαθημάτων ἀποσχόμενος ἐξ ἀρχῆς καθαρὸν ἑαυτὸν ἐτή‐
0007 139 Oth1094 E
·
ρησε. περὶ δὲ τῆς ἱστορίας, ἵνα τὴν ἄλλην ἀνηκοί̈αν ἐάσω,
·
παραθήσομαι μόνα τὰ Μητροδώρου, γράφοντος ἐν τοῖς
·
περὶ Ποιημάτων (fr. 24)· ’ὅθεν μηδ’ εἰδέναι φάσκων, μεθ’
·
ὁποτέρων ἦν ὁ Ἕκτωρ, ἢ τοὺς πρώτους στίχους τῆς
5
Ὁμήρου ποιήσεως ἢ πάλιν τὰ ἐν μέσῳ, μὴ ταρβήσῃς.’
·
Ὅτι τοίνυν αἱ τοῦ σώματος ἡδοναὶ καθάπερ οἱ ἐτησίαι
·
μαραίνονται μετὰ τὴν ἀκμὴν καὶ ἀπολήγουσιν, οὐ λέληθε
·
τὸν Ἐπίκουρον. διαπορεῖ γοῦν, εἰ γέρων ὁ σοφὸς ὢν καὶ
·
μὴ δυνάμενος πλησιάζειν ἔτι ταῖς τῶν καλῶν ἁφαῖς χαίρει
10
καὶ ψηλαφήσεσιν, οὐ τὰ αὐτὰ μέντοι Σοφοκλεῖ διανο‐
·
ούμενος ἀσμένως ἐκφυγόντι τὴν ἡδονὴν ταύτην ὥσπερ
0007 139 Oth1094 F
·
ἄγριον καὶ λυττῶντα δεσπότην. ἀλλ’ ἔδει γε τοὺς ἀπολαυ‐
·
στικοὺς ὁρῶντας ὅτι πολλὰς ἀφαυαίνει τῶν ἡδονῶν τὸ
·
γῆρας ’ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται’ κατ’ Εὐρι‐
0007 139 Oth1095 A
·
πίδην (fr. 23), | ταύτας μάλιστα συνάγειν τὰς ἡδονάς,
·
ὥσπερ εἰς πολιορκίαν ἄσηπτα σιτία καὶ ἄφθαρτα παρα‐
·
τιθεμένους, εἶτ’ ἄγειν ἀφροδίσια τοῦ βίου καὶ μεθεόρ‐
·
τους καλὰς ἐν ἱστορίαις καὶ ποιήμασι διατρίβοντας ἢ
5
προβλήμασι μουσικοῖς καὶ γεωμετρικοῖς. οὐ γὰρ ἂν ἐπῆλ‐
·
θεν αὐτοῖς εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς καὶ νωδὰς ἐκεί‐
·
νας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου μεμαθη‐
·
κόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐρι‐
·
πίδου, ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος.
10
ἀλλ’ οἶμαι τοιούτων ἐφοδίων μὴ φροντίσαντες, τῆς δ’
0007 139 Oth1095 B
·
ἄλλης αὐτῶν πραγματείας ἀτερποῦς καὶ ξηρᾶς, ὥσπερ
·
αὐτοὶ τὴν ἀρετὴν λέγουσιν, οὔσης ἥδεσθαι πάντως ἐθέ‐
·
λοντες, τοῦ δὲ σώματος ἀπαγορεύοντος, αἰσχρὰ καὶ ἄωρα
·
πράττειν ὁμολογοῦσι, τῶν τε προτέρων ἡδονῶν ἀναμι‐
5
μνήσκοντες ἑαυτοὺς καὶ χρώμενοι ταῖς παλαιαῖς ἀπορίᾳ
·
προσφάτων ὥσπερ τεταριχευμέναις, καὶ νεκρὰς ἄλλας
·
πάλιν καὶ τεθνηκυίας οἷον ἐν τέφρᾳ ψυχρᾷ τῇ σαρκὶ κι‐
·
νοῦντες παρὰ φύσιν καὶ ἀναζωπυροῦντες, ἅτε δὴ μηδὲν
·
οἰκεῖον ἡδὺ μηδὲ χαρᾶς ἄξιον ἔχοντες ἐν τῇ ψυχῇ παρ‐
10
εσκευασμένον.
·
Καίτοι τὰ ἄλλα μὲν ὡς ἡμῖν ἐπῆλθεν εἴρηται,
0007 139 Oth1095 C
·
μουσικὴν δ’ ὅσας ἡδονὰς καὶ χάριτας οἵας φέρουσαν ἀπο‐
·
στρέφονται καὶ φεύγουσι, 〈καὶ〉 βουλόμενος οὐκ ἄν τις
·
ἐκλάθοιτο, δι’ ἀτοπίαν ὧν Ἐπίκουρος λέγει, φιλοθέωρον
·
μὲν ἀποφαίνων τὸν σοφὸν ἐν ταῖς Διαπορίαις καὶ χαί‐
5
ροντα παρ’ ὁντινοῦν ἕτερον ἀκροάμασι καὶ θεάμασι Διο‐
·
νυσιακοῖς, προβλήμασι δὲ μουσικοῖς καὶ κριτικῶν φιλο‐
·
λόγοις ζητήμασιν οὐδὲ παρὰ πότον διδοὺς χώραν, ἀλλὰ
·
καὶ τοῖς φιλομούσοις τῶν βασιλέων παραινῶν στρατιω‐
·
τικὰ διηγήματα καὶ φορτικὰς βωμολοχίας ὑπομένειν μᾶλ‐
10
λον ἐν τοῖς συμποσίοις ἢ λόγους περὶ μουσικῶν καὶ ποιη‐
0007 139 Oth1095 D
·
τικῶν προβλημάτων περαινομένους. ταυτὶ γὰρ ἐτόλμησε
·
γράφειν ἐν τῷ περὶ Βασιλείας, ὥσπερ Σαρδαναπάλῳ
·
γράφων ἢ Νανάρῳ τῷ σατραπεύσαντι Βαβυλῶνος. οὐδὲ
·
γὰρ Ἱέρων γ’ ἂν οὐδ’ Ἄτταλος οὐδ’ Ἀρχέλαος ἐπείσθη‐
5
σαν Εὐριπίδην καὶ Σιμωνίδην καὶ Μελανιππίδην καὶ
·
Κράτητας καὶ Διοδότους ἀναστήσαντες ἐκ τῶν συμπο‐
·
σίων κατακλῖναι Κάρδακας καὶ Ἀγριάνας μεθ’ ἑαυτῶν
·
καὶ Καλλίας γελωτοποιοὺς καὶ Θρασωνίδας τινὰς καὶ
·
Θρασυλέοντας, ὀλολυγμοὺς καὶ κροτοθορύβους ποιοῦντας.
10
εἰ δὲ Πτολεμαῖος ὁ πρῶτος συναγαγὼν τὸ μουσεῖον τού‐
0007 139 Oth1095 E
·
τοις ἐνέτυχε τοῖς καλοῖς καὶ βασιλικοῖς παραγγέλμασιν,
·
ἆρ’ οὐκ ἂν εἶπε ‘τοῖς Σαμίοις, ὦ Μοῦσα, τίς ὁ φθόνος;’
·
Ἀθηναίων γὰρ οὐδενὶ πρέπει ταῖς Μούσαις οὕτως ἀπ‐
·
εχθάνεσθαι καὶ πολεμεῖν,
·
5
’ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
·
Πιερίδων ἀίοντα’ (Pind. Pyth. 1, 13).
·
·
τί λέγεις, ὦ Ἐπίκουρε; κιθαρῳδῶν καὶ αὐλητῶν ἕωθεν
·
ἀκροασόμενος εἰς τὸ θέατρον βαδίζεις, ἐν δὲ συμποσίῳ
·
Θεοφράστου περὶ συμφωνιῶν διαλεγομένου καὶ Ἀριστο‐
10
ξένου περὶ μεταβολῶν καὶ Ἀριστοτέλους περὶ Ὁμήρου τὰ
·
ὦτα καταλήψῃ ταῖς χερσὶ δυσχεραίνων καὶ βδελυττόμε‐
·
νος; εἶτ’ οὐκ ἐμμελέστερον ἀποφαίνουσι τὸν Σκύθην
0007 139 Oth1095 F
·
Ἀτέαν, ὃς Ἰσμηνίου τοῦ αὐλητοῦ ληφθέντος αἰχμαλώτου
·
καὶ παρὰ πότον αὐλήσαντος ὤμοσεν ἥδιον ἀκούειν τοῦ
·
ἵππου χρεμετίζοντος; οὐχ ὁμολογοῦσι δὲ τῷ καλῷ πολε‐
·
μεῖν τὸν ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον, εἰ μηδεμία
5
ἡδονὴ πρόσεστι; τί σεμνὸν καὶ καθάριον ἀσπάζονται καὶ
0007 139 Oth1096 A
·
ἀγαπῶσιν; | οὐκ ἦν δὲ πρὸς τὸ ἡδέως ζῆν ἐπιεικέστερον
·
μύρα καὶ θυμιάματα δυσχεραίνειν ὡς κάνθαροι καὶ γῦπες
·
ἢ κριτικῶν καὶ μουσικῶν λαλιὰν βδελύττεσθαι καὶ φεύ‐
·
γειν; ποῖος γὰρ ἂν αὐλὸς ἢ κιθάρα διηρμοσμένη πρὸς
5
ᾠδὴν ἢ τίς χορός ’εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμε‐
·
νον διὰ στομάτων’ φθεγγόμενος οὕτως εὔφρανεν Ἐπί‐
·
κουρον καὶ Μητρόδωρον, ὡς Ἀριστοτέλη καὶ Θεόφραστον
·
καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ
·
διδασκαλιῶν καὶ τὰ [δι’] αὐλῶν προβλήματα καὶ ῥυθμῶν
10
καὶ ἁρμονιῶν; οἷον διὰ τί τῶν ἴσων αὐλῶν ὁ στενότερος
·
〈ὀξύτερον, ὁ δ’ εὐρύτερος〉 βαρύτερον φθέγγεται· καὶ
0007 139 Oth1096 B
·
διὰ τί, τῆς σύριγγος ἀνασπωμένης, πᾶσιν ὀξύνεται τοῖς
·
φθόγγοις, κλινομένης δὲ πάλιν βαρύνεται, καὶ συναχθεὶς
·
πρὸς τὸν ἕτερον 〈βαρύτερον〉, διαχθεὶς δ’ ὀξύτερον ἠχεῖ·
·
καὶ τί δήποτε τῶν θεάτρων ἂν ἄχυρα τῆς ὀρχήστρας
5
κατασκεδάσῃς, ὁ ἦχος τυφλοῦται, καὶ χαλκοῦν Ἀλέξαν‐
·
δρον ἐν Πέλλῃ βουλόμενον ποιῆσαι τὸ προσκήνιον οὐκ
·
εἴασεν ὁ τεχνίτης ὡς διαφθεροῦντα τῶν ὑποκριτῶν τὴν
·
φωνήν· καὶ τί δήποτε τῶν γενῶν διαχεῖ τὸ χρωματικόν,
·
ἡ δ’ ἁρμονία συνίστησιν. ἤθη δὲ ποιητῶν καὶ πλάσματα
10
καὶ διαφοραὶ χαρακτήρων καὶ λύσεις ἀποριῶν ἐν τῷ
0007 139 Oth1096 C
·
πρέποντι καὶ γλαφυρῷ τὸ οἰκεῖον ἅμα καὶ πιθανὸν ἔχου‐
·
σαι τὸ τοῦ Ξενοφῶντος ἐκεῖνο μοι δοκοῦσι (Cyn. 5, 33)
·
καὶ τὸν ἐρῶντα ποιεῖν ἐπιλανθάνεσθαι· τοσοῦτον ἡδονῇ
·
κρατοῦσιν.
5
Ἧς οὐ μέτεστι τούτοις, ὡς δέ φασιν οὐδὲ βούλονται
·
μετεῖναι· κατατείναντες δὲ τὸ θεωρητικὸν εἰς τὸ σῶμα
·
καὶ κατασπάσαντες ὥσπερ μολιβδίσι ταῖς τῆς σαρκὸς
·
ἐπιθυμίαις οὐδὲν ἀπολείπουσιν ἱπποκόμων ἢ ποιμένων
·
χόρτον ἢ καλάμην ἤ τινα πόαν προβαλλόντων, ὡς ταῦτα
10
βόσκεσθαι καὶ τρώγειν προσῆκον αὐτῶν τοῖς θρέμμα‐
·
σιν. ἢ γὰρ οὐχ οὕτως ἀξιοῦσι τὴν ψυχὴν ταῖς τοῦ σώματος
0007 139 Oth1096 D
·
ἡδοναῖς κατασυβωτεῖν, ὅσον ἐλπίσαι τι περὶ σαρκὸς ἢ
·
παθεῖν ἢ μνημονεῦσαι χαίρουσαν, οἰκεῖον δὲ μηδὲν ἡδὺ
·
μηδὲ τερπνὸν ἐξ αὑτῆς λαμβάνειν μηδὲ ζητεῖν ἐῶντες;
·
καίτοι τί γένοιτ’ ἂν ἀλογώτερον ἢ δυοῖν ὄντοιν, ἐξ ὧν ὁ
5
ἄνθρωπος πέφυκε, σώματος καὶ ψυχῆς, ψυχῆς δὲ τάξιν
·
ἡγεμονικωτέραν ἐχούσης, σώματος μὲν ἴδιόν τι καὶ κατὰ
·
φύσιν καὶ οἰκεῖον ἀγαθὸν εἶναι, ψυχῆς δὲ μηθέν, ἀλλὰ τῷ
·
σώματι καθῆσθαι προσβλέπουσαν αὐτὴν καὶ τοῖς μὲν
·
τοῦ σώματος πάθεσιν ἐπιμειδιῶσαν καὶ συνηδομένην καὶ
10
συγχαίρουσαν, αὐτὴν δ’ ἀκίνητον ἐξ ἀρχῆς καὶ ἀπαθῆ
·
καὶ μηδὲν αἱρετὸν ἔχουσαν μηδ’ ὀρεκτὸν ὅλως μηδὲ χαρ‐
0007 139 Oth1096 E
·
τόν; ἢ γὰρ ἁπλῶς ἀποκαλυψαμένους ἔδει σαρκοποιεῖν
·
τὸν ἄνθρωπον ὅλον, ὥσπερ ἔνιοι ποιοῦσι τὴν τῆς ψυχῆς
·
οὐσίαν ἀναιροῦντες, ἢ δύο φύσεις ἐν ἡμῖν διαφόρους ἀπο‐
·
λιπόντας ἴδιον ἀπολιπεῖν ἑκατέρας καὶ ἀγαθὸν καὶ κακὸν
5
καὶ οἰκεῖον καὶ ἀλλότριον· ὥσπερ ἀμέλει καὶ τῶν αἰσθή‐
·
σεων ἑκάστη πρὸς ἴδιόν τι πέφυκεν αἰσθητόν, εἰ καὶ πάνυ
·
συμπαθοῦσιν ἀλλήλαις. ἔστι δὲ τῆς ψυχῆς ἴδιον αἰσθητή‐
·
ριον ὁ νοῦς, ᾧ μηθὲν οἰκεῖον ὑποκεῖσθαι, μὴ θέαμα μὴ
·
κίνημα μὴ πάθος συγγενὲς οὗ τυγχάνουσα χαίρειν πέ‐
10
φυκε, πάντων ἀλογώτατόν ἐστιν· εἰ μή τι νὴ Δία λέληθα
0007 139 Oth1096 F
·
συνεπισυκοφαντῶν τοὺς ἄνδρας.’
·
Κἀγὼ πρὸς αὐτόν ’οὐχ ἡμῖν γε κριταῖσ’ ἔφην,
·
’ἀλλὰ πάσης ἀφεῖσαι τῆς ἐπηρείας, ὥστε θαρρῶν τὰ
·
λοιπὰ τοῦ λόγου πέραινε.’ ’πῶς;’ εἶπεν· ’οὐ γὰρ Ἀριστό‐
5
δημος ἡμᾶς, εἰ σὺ παντάπασιν ἀπηγόρευκας, διαδέξεται;’ |
0007 139 Oth1097 A
·
’πάνυ μὲν οὖν’ εἶπεν ὁ Ἀριστόδημος, ’ὅταν ἀποκάμῃς
·
ὥσπερ οὗτος· ἔτι δ’ ἀκμάζων, ὦ μακάριε, χρῆσαι σεαυτῷ,
·
[καὶ] μὴ δοκῇς ἀπομαλθακίζεσθαι.’ ’καὶ μήν’ ὁ Θέων
·
εἶπε ’πάνυ ῥᾴδιόν ἐστι τὸ λειπόμενον· λείπεται δὲ τὸ πρα‐
5
κτικὸν ὅσας ἡδονὰς ἔχει διελθεῖν. αὐτοὶ δὲ δήπου λέγου‐
·
σιν ὡς τὸ εὖ ποιεῖν ἥδιόν ἐστι τοῦ 〈εὖ〉 πάσχειν. εὖ δὲ
·
ποιεῖν ἔστι μὲν ἀμέλει καὶ διὰ λόγων, τὸ δὲ πλεῖστον ἐν
·
πράξει καὶ μέγιστον, ὡς τοὔνομα τῆς εὐεργεσίας ὑφηγεῖ‐
·
ται καὶ μαρτυροῦσιν αὐτοί. μικρῷ γὰρ ἔμπροσθεν ἠκούο‐
10
μεν’ ἔφη ’τούτου λέγοντος, οἵας φωνὰς ἀφῆκεν Ἐπίκου‐
0007 139 Oth1097 B
·
ρος, οἷα δὲ γράμματα τοῖς φίλοις ἔπεμψεν, ὑμνῶν καὶ
·
μεγαλύνων Μητρόδωρον, ὡς εὖ τε καὶ νεανικῶς ἐξ ἄστεως
·
ἅλαδε κατέβη Μιθρῇ τῷ Σύρῳ βοηθήσων, καὶ ταῦτα
·
πράξαντος οὐθὲν τότε τοῦ Μητροδώρου. τίνας οὖν οἰό‐
5
μεθα καὶ πηλίκας ἡδονὰς εἶναι τὰς Πλάτωνος, ὁπηνίκα
·
Δίων ὁρμήσας ἀπ’ αὐτοῦ κατέλυσε Διονύσιον καὶ Σικε‐
·
λίαν ἠλευθέρωσε; τίνας δ’ Ἀριστοτέλους, ὅτε τὴν πα‐
·
τρίδα κειμένην ἐν ἐδάφει πάλιν ἀνέστησε καὶ κατήγαγε
·
τοὺς πολίτας; τίνας δὲ Θεοφράστου καὶ Φαινίου τοὺς τῆς
10
πατρίδος ἐκκοψάντων τυράννους; ἰδίᾳ μὲν γὰρ ὅσοις ἐβοή‐
0007 139 Oth1097 C
·
θησαν ἀνδράσιν, οὐ πυροὺς διαπέμποντες οὐδ’ ἀλφίτων
·
μέδιμνον, ὡς Ἐπίκουρος ἐνίοις ἔπεμψεν, ἀλλὰ φεύγοντας
·
διαπραξάμενοι κατελθεῖν καὶ δεδεμένους λυθῆναι καὶ
·
τέκνα καὶ γυναῖκας ἐστερημένους ἀπολαβεῖν, τί ἂν λέγοι
5
τις ὑμῖν ἀκριβῶς εἰδόσιν; ἀλλὰ τὴν ἀτοπίαν οὐδὲ βουλό‐
·
μενον ἔστι τοῦ ἀνθρώπου παρελθεῖν, τὰς μὲν Θεμιστο‐
·
κλέους καὶ Μιλτιάδου πράξεις ὑπὸ πόδας τιθεμένου καὶ
·
κατευτελίζοντος, ὑπὲρ ἑαυτοῦ δὲ ταυτὶ τοῖς φίλοις γρά‐
·
φοντος· ’δαιμονίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελή‐
10
θητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδὴν καὶ οὐρανο‐
·
μήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας.’ ὥστ’,
0007 139 Oth1097 D
·
εἴ τις ἐξεῖλε τὸ σιτάριον ἐκ τῆς ἐπιστολῆς τοῦ φιλοσόφου,
·
δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος ὡς ὑπὲρ
·
τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερω‐
·
θέντος ἢ σωθέντος γραφομένης.
5
Ὅτι μὲν οὖν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς ἡ
·
φύσις δεῖται χορηγίας πολυτελοῦς καὶ οὐκ ἔστιν ἐν μάζῃ
·
καὶ φακῇ τὸ ἥδιστον, ἀλλ’ ὄψα καὶ Θάσια καὶ μύρα ’καὶ
·
πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης
·
ἀφθόνως δεδευμένα’ (Eur. fr. 467) ζητοῦσιν αἱ τῶν
10
ἀπολαυστικῶν ὀρέξεις, καὶ πρός γε τούτοις εὐπρεπεῖς καὶ
·
νέας γυναῖκας, οἷα Λεόντιον καὶ Βοίδιον καὶ Ἡδεῖα καὶ
0007 139 Oth1097 E
·
Νικίδιον ἐνέμοντο περὶ τὸν κῆπον, ἀφῶμεν. ταῖς μέντοι
·
τῆς ψυχῆς χαραῖς ὁμολογουμένως μέγεθος ὑποκεῖσθαι δεῖ
·
πράξεων καὶ κάλλος ἔργων ἀξιολόγων, εἰ μέλλουσι μὴ
·
διάκενοι μηδ’ ἀγεννεῖς καὶ κορασιώδεις ἀλλ’ ἐμβριθεῖς
5
ἔσεσθαι καὶ βέβαιοι καὶ μεγαλοπρεπεῖς. τὸ δὲ † περὶ τοῦ
·
πρὸς εὐπαθείας ἐπαίρεσθαι ναυτῶν δίκην ἀφροδίσια ἀγόν‐
·
των καὶ μέγα φρονεῖν, ’ὅτι νοσῶν νόσον ἀσκίτην τινὰς
·
ἑστιάσεις φίλων συνῆγε καὶ οὐκ ἐφθόνει τῆς προσαγωγῆς
·
τοῦ ὑγροῦ τῷ ὕδρωπι καὶ τῶν ἐσχάτων Νεοκλέους λόγων
0007 139 Oth1097 F
·
μεμνημένος ἐτήκετο τῇ μετὰ δακρύων ἰδιοτρόπῳ ἡδονῇ’,
·
ταῦτ’ οὐδεὶς ἂν ὑγιαινόντων εὐφροσύνας ἀληθεῖς ἢ χαρὰς
·
ὀνομάσειεν, ἀλλ’ εἴ τις ἔστι καὶ ψυχῆς Σαρδάνιος γέλως,
·
ἐν τούτοις ἔστι τοῖς παραβιασμοῖς καὶ κλαυσιγέλωσιν. εἰ
5
δ’ οὖν ταῦτα φήσει τις εὐφροσύνας καὶ χαράς, σκόπει τὰς
·
ὑπερβολὰς τῶν ἡδονῶν ἐκείνων· |
·
0007 139 Oth1098 A
·
‘ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν’
·
καί
·
·
’οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ’
·
·
καί
·
5
’δίζω, ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον.’
5
·
ὅταν δὲ λάβω τὰ Θρασυβούλου καὶ Πελοπίδου πρὸ
·
ὀφθαλμῶν κατορθώματα καὶ τὸν ἐν Πλαταιαῖς Ἀριστεί‐
·
δην ἢ τὸν ἐν Μαραθῶνι Μιλτιάδην, ἐνταῦθα κατὰ τὸν
·
Ἡρόδοτον (VII 139) ’ἐξείργομαι’ γνώμην εἰπεῖν, ὅτι τῷ
10
πρακτικῷ βίῳ τὸ ἡδὺ πλέον ἢ τὸ καλὸν ἔστι. μαρτυρεῖ
·
δέ μοι καὶ Ἐπαμεινώνδας εἰπών, ὥς φασιν, ἥδιστον αὐτῷ
·
γενέσθαι τὸ τοὺς τεκόντας ζῶντας ἐπιδεῖν τὸ ἐν Λεύκ‐
·
τροις τρόπαιον αὐτοῦ στρατηγοῦντος. παραβάλωμεν οὖν
0007 139 Oth1098 B
·
τῇ Ἐπαμεινώνδου μητρὶ τὴν Ἐπικούρου, χαίρουσαν ὅτι
·
τὸν υἱὸν ἐπεῖδεν εἰς τὸ κηπίδιον ἐνδεδυκότα καὶ κοινῇ
·
μετὰ τοῦ Πολυαίνου παιδοποιούμενον ἐκ τῆς Κυζικηνῆς
·
ἑταίρας. τὴν μὲν γὰρ Μητροδώρου μητέρα καὶ τὴν ἀδελ‐
5
φὴν ὡς ὑπερέχαιρον ἐπὶ τοῖς γάμοις αὐτοῦ 〈καὶ〉 ταῖς
·
πρὸς τὸν ἀδελφὸν ἀντιγραφαῖς, ἐκ τῶν βιβλίων δήπου
·
δῆλόν ἐστιν. ’ἀλλ’ ἡδέως τε βεβιωκέναι καὶ βρυάζειν καὶ
·
καθυμνεῖν τὸν ἑαυτῶν βίον ἐκκραυγάζοντες λέγουσι.’ καὶ
·
γὰρ οἱ θεράποντες ὅταν Κρόνια δειπνῶσιν ἢ Διονύσια κατ’
10
ἀγρὸν ἄγωσι περιιόντες, οὐκ ἂν αὐτῶν τὸν ὀλολυγμὸν
0007 139 Oth1098 C
·
ὑπομείναις καὶ τὸν θόρυβον, ὑπὸ χαρμονῆς καὶ ἀπειρο‐
·
καλίας τοιαῦτα ποιούντων καὶ φθεγγομένων
·
·
’’κλίθητι καὶ πίωμεν· οὐ καὶ σιτία
·
πάρεστιν; ὦ δύστηνε, μὴ σαυτῷ φθόνει.’
5
οἱ δ’ εὐθὺς ἠλάλαξαν, ἐν δ’ ἐκίρνατο
·
οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις·
·
ὑμνεῖτο δ’ αἰσχρῶς κλῶνα πρὸς καλὸν δάφνης
·
ὁ Φοῖβος οὐ προσῳδά· † τήν τ’ ἐναύλιον
·
ὠθῶν τις ἐξέκλαγξε † σύγκοιτον φίλην.’
·
10
ἦ γὰρ οὐ τούτοις ἔοικε τὰ Μητροδώρου πρὸς τὸν ἀδελ‐
·
φὸν γράφοντος (fr. 41)· ’οὐδὲν δεῖ σῴζειν τοὺς Ἕλληνας
·
οὐδ’ ἐπὶ σοφίᾳ στεφάνων παρ’ αὐτῶν τυγχάνειν, ἀλλ’
·
ἐσθίειν καὶ πίνειν οἶνον, ὦ Τιμόκρατες, ἀβλαβῶς τῇ
0007 139 Oth1098 D
·
γαστρὶ καὶ κεχαρισμένως.’ καὶ πάλιν πού φησιν ἐν τοῖς
·
αὐτοῖς γράμμασιν ὡς ’καὶ ἐχάρην καὶ ἐθαρσυνάμην, ὅτι
·
ἔμαθον παρ’ Ἐπικούρου ὀρθῶς γαστρὶ χαρίζεσθαι’ (fr. 42)·
·
καί ’περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, τὸ
5
ἀγαθόν’ (fr. 40). καὶ γὰρ ὅλον οἱ ἄνθρωποι τῆς
·
ἡδονῆς τὸ μέγεθος καθάπερ κέντρῳ καὶ διαστήματι τῇ
·
γαστρὶ περιγράφουσι, λαμπρᾶς δὲ καὶ βασιλικῆς καὶ φρό‐
·
νημα ποιούσης μέγα καὶ φῶς καὶ γαλήνην ἀληθῶς εἰς
·
ἅπαντας ἀναχεομένην χαρᾶς οὐκ ἔστι μετασχεῖν βίον ἀν‐
10
έξοδον καὶ ἀπολίτευτον καὶ ἀφιλάνθρωπον καὶ ἀνενθου‐
·
σίαστον εἰς τιμὴν καὶ χάριν ἀνελομένους. οὐ γάρ τι φαῦ‐
0007 139 Oth1098 E
·
λον ἡ ψυχὴ καὶ μικρὸν οὐδ’ ἀγεννές ἐστιν οὐδ’ ὥσπερ οἱ
·
πολύποδες ἄχρι τῶν ἐδωδίμων ἐκτείνει τὰς 〈πλεκτάνας
·
τῆς〉 ἐπιθυμίας, ἀλλὰ ταύτην μὲν ὀξύτατος ἀποκόπτει
·
κόρος ἀκαρὲς ὥρας μόριον ἀκμάσασαν, τῶν δὲ πρὸς τὸ κα‐
5
λὸν ὁρμῶν καὶ τὴν ἐπὶ τῷ καλῷ τιμὴν καὶ χάριν ’οὐκ ἔστιν
·
αὐτῶν μέτρον ὁ τοῦ βίου χρόνοσ’, ἀλλὰ τοῦ παντὸς αἰῶνος
·
ἐπιδραττόμενον τὸ φιλότιμον καὶ φιλάνθρωπον ἐξαμιλλᾶ‐
·
ται ταῖς πράξεσι καὶ ταῖς χάρισιν ἡδονὰς ἀμηχάνους ἐχού‐
·
σαις, ἃς οὐδὲ φεύγοντες οἱ χρηστοὶ διαφεύγειν δύνανται,
10
πανταχόθεν αὐτοῖς ἀπαντώσας καὶ περιεχομένας, ὅταν
·
εὐφραίνωσι πολλοὺς εὐεργετοῦντες,
·
0007 139 Oth1098 F
·
’ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν’ (θ 173).
·
·
ὁ γὰρ οὕτω διαθεὶς ἑτέρους, ὥστε καὶ χαίρειν καὶ γάνυ‐
·
σθαι καὶ ποθεῖν ἅψασθαι καὶ προσαγορεῦσαι, δῆλός ἐστι
·
καὶ τυφλῷ μεγάλας ἔχων ἐν ἑαυτῷ καὶ καρπούμενος
0007 139 Oth1099 A
·
ἡδονάς. | ὅθεν οὐδὲ κάμνουσιν ὠφελοῦντες οὐδ’ ἀπαγο‐
·
ρεύουσιν, ἀλλὰ τοιαύτας αὐτῶν ἀκούομεν φωνάς ’πολλοῦ
·
σε θνητοῖς ἄξιον τίκτει πατήρ’ καί ’μή γε παυσώμεσθα
·
δρῶντες εὖ βροτούσ’ (Trag. adesp. 410). καὶ τί δεῖ περὶ
5
τῶν ἄκρως ἀγαθῶν λέγειν; εἰ γάρ τινι τῶν μέσως φαύ‐
·
λων μέλλοντι θνήσκειν ὁ κύριος, ἤτοι θεὸς ἢ βασιλεύς,
·
ὥραν ἐπιδοίη μίαν, ὥστε χρησάμενον αὐτῇ πρός τινα κα‐
·
λὴν πρᾶξιν ἢ πρὸς ἀπόλαυσιν εὐθὺς τελευτᾶν, τίς ἂν ἐν
·
τῷ χρόνῳ τούτῳ βούλοιτο μᾶλλον Λαί̈δι συγγενέσθαι καὶ
10
πιεῖν οἶνον Ἀριούσιον ἢ κτείνας Ἀρχίαν ἐλευθερῶσαι τὰς
0007 139 Oth1099 B
·
Θήβας; ἐγὼ μὲν οὐδένα νομίζω. καὶ γὰρ τῶν μονομάχων
·
ὁρῶ τοὺς μὴ παντάπασι θηριώδεις ἀλλ’ Ἕλληνας, ὅταν
·
εἰσιέναι μέλλωσι, προκειμένων πολλῶν ἐδεσμάτων καὶ
·
πολυτελῶν ἥδιον τὰ γύναια τοῖς φίλοις ἐν τῷ χρόνῳ τούτῳ
5
παρακατατιθεμένους καὶ τοὺς οἰκέτας ἐλευθεροῦντας ἢ
·
τῇ γαστρὶ χαριζομένους.
·
Ἀλλὰ καί, εἴ τι μέγα περὶ τὰς τοῦ σώματος ἡδονάς,
·
κοινόν ἐστι δήπου τοῦτο τοῖς πρακτικῶν πράγμασι· καὶ
·
γὰρ ’σῖτον ἔδουσιν’ καὶ ’πίνουσιν αἴθοπα οἶνον’ καὶ μετὰ
10
φίλων ἑστιῶνται πολύ γ’ οἶμαι προθυμότερον ἀπὸ τῶν
·
ἀγώνων καὶ τῶν ἔργων, ὡς Ἀλέξανδρος καὶ Ἀγησίλαος
0007 139 Oth1099 C
·
καὶ νὴ Δία Φωκίων καὶ Ἐπαμεινώνδας, ἢ καθάπερ οὗτοι
·
πρὸς πῦρ ἀλειψάμενοι καὶ τοῖς φορείοις ἀτρέμα διασει‐
·
σθέντες, ἀλλὰ καταφρονοῦσι τούτων ἐν ἐκείναις ταῖς μεί‐
·
ζοσιν ὄντες. τί γὰρ ἂν λέγοι τις Ἐπαμεινώνδαν οὐκ ἐθε‐
5
λήσαντα δειπνεῖν, ὡς ἑώρα πολυτελέστερον τῆς οὐσίας
·
τὸ δεῖπνον, ἀλλ’ εἰπόντα πρὸς τὸν φίλον ’ἐγώ σ’ ᾤμην
·
θύειν οὐχ ὑβρίζειν’; ὅπου καὶ Ἀλέξανδρος ἀπεώσατο τῆς
·
Ἄδας τοὺς μαγείρους αὐτὸς εἰπὼν ἔχειν ἀμείνονας ὀψο‐
·
ποιούς, πρὸς μὲν ἄριστον τὴν νυκτοπορίαν πρὸς δὲ δεῖ‐
10
πνον τὴν ὀλιγαριστίαν· Φιλόξενον δὲ γράψαντα περὶ παί‐
0007 139 Oth1099 D
·
δων καλῶν, εἰ πρίηται, μικρὸν ἐδέησε τῆς ἐπιτροπῆς
·
ἀποστῆσαι. καίτοι τίνι μᾶλλον ἐξῆν; ἀλλ’, ὥσπερ φησὶν
·
Ἱπποκράτης (Aph. II 46) δυοῖν πόνων τὸν ἥττονα ὑπὸ
·
τοῦ μείζονος ἀμαυροῦσθαι, καὶ τῶν ἡδονῶν τὰς σωματι‐
5
κὰς αἱ πρακτικαὶ καὶ φιλότιμοι τῷ χαίροντι τῆς ψυχῆς
·
δι’ ὑπερβολὴν καὶ μέγεθος ἐναφανίζουσι καὶ κατασβεν‐
·
νύουσιν.
·
Εἰ τοίνυν, ὥσπερ λέγουσι, τὸ μεμνῆσθαι τῶν προ‐
·
τέρων ἀγαθῶν μέγιστόν ἐστι πρὸς τὸ ἡδέως ζῆν, Ἐπι‐
10
κούρῳ μὲν οὐδ’ ἂν εἷς ἡμῶν πιστεύσειεν ὅτι ταῖς μεγί‐
·
σταις ἀλγηδόσι καὶ νόσοις ἐναποθνήσκων ἀντιπαρεπέμ‐
0007 139 Oth1099 E
·
πετο τῇ μνήμῃ τῶν ἀπολελαυσμένων πρότερον ἡδονῶν.
·
εἰκόνα γὰρ ὄψεως ἐν βυθῷ συνταραχθέντι καὶ κλύδωνι
·
μᾶλλον ἄν τις ἢ μνήμην ἡδονῆς διαμειδιῶσαν ἐν σφυγμῷ
·
τοσούτῳ καὶ σπαραγμῷ σώματος ἐπινοήσειε. τὰς δὲ τῶν
5
πράξεων μνήμας οὐδεὶς ἂν οὐδὲ βουληθεὶς ἐκστήσειεν
·
ἑαυτοῦ. πότε[ρον] γὰρ ἢ πῶς οἷόν τ’ ἦν ἐπιλαθέσθαι τῶν
·
Ἀρβήλων τὸν Ἀλέξανδρον ἢ τοῦ Λεοντιάδου τὸν Πελο‐
·
πίδαν ἢ τῆς Σαλαμῖνος τὸν Θεμιστοκλέα; τὴν μὲν γὰρ ἐν
·
Μαραθῶνι μάχην ἄχρι νῦν Ἀθηναῖοι καὶ τὴν ἐν Λεύκτροις
10
Θηβαῖοι καὶ νὴ Δί’ ἡμεῖς τὴν Δαϊφάντου περὶ Ὑάμπολιν
·
ἑορτάζομεν, ὡς ἴστε, καὶ θυσιῶν καὶ τιμῶν ἡ Φωκὶς ἐμ‐
0007 139 Oth1099 F
·
πέπλησται, καὶ οὐδεὶς ἔστιν ἡμῶν, ἐφ’ οἷς αὐτὸς βέβρω‐
·
κεν ἢ πέπωκεν οὕτως ἡδόμενος ὡς ἐφ’ οἷς ἐκεῖνοι κατώρ‐
·
θωσαν. ἐννοεῖν οὖν πάρεστι, πόση τις εὐφροσύνη καὶ χαρὰ
·
καὶ γηθοσύνη συνεβίωσεν αὐτοῖς τοῖς τούτων δημιουργοῖς,
5
ὧν ἐν ἔτεσι πεντακοσίοις καὶ πλείοσιν οὐκ ἀποβέβληκεν
·
ἡ μνήμη τὸ εὐφραῖνον.
·
’Καὶ μὴν ἀπὸ δόξης γίνεσθαί τινας ἡδονὰς Ἐπίκουρος
0007 139 Oth1100 A
·
ὡμολόγει.’ | τί δ’ οὐκ ἔμελλεν αὐτὸς οὕτως σπαργῶν
·
περιμανῶς καὶ σφαδάζων πρὸς δόξαν, ὥστε μὴ μόνον ἀπο‐
·
λέγεσθαι τοὺς καθηγητὰς μηδὲ Δημοκρίτῳ τῷ τὰ δόγματα
·
ῥήμασιν αὐτοῖς ἀφαιρουμένῳ ζυγομαχεῖν περὶ συλλαβῶν
5
καὶ κεραιῶν, σοφὸν δὲ μηδένα φάναι πλὴν αὑτοῦ γεγονέναι
·
καὶ τῶν μαθητῶν, ἀλλὰ γράφειν ὡς Κωλώτης μὲν αὐτὸν
·
φυσιολογοῦντα προσκυνήσειε γονάτων ἁψάμενος, Νεοκλῆς
·
δ’ ὁ ἀδελφὸς εὐθὺς ἐκ παίδων ἀποφαίνοιτο μηδένα σο‐
·
φώτερον Ἐπικούρου γεγονέναι μηδ’ εἶναι, ἡ δὲ μήτηρ
10
ἀτόμους ἔσχεν ἐν ἑαυτῇ τοιαύτας, οἷαι συνελθοῦσαι σοφὸν
0007 139 Oth1100 B
·
ἂν ἐγέννησαν; εἶτ’ οὐχ ὥσπερ Καλλικρατίδας ἔλεγε τὸν
·
Κόνωνα μοιχεύειν τὴν θάλασσαν, οὕτως ἄν τις εἴποι τὸν
·
Ἐπίκουρον αἰσχρῶς καὶ κρύφα πειρᾶν καὶ παραβιάζεσθαι
·
τὴν δόξαν, οὐ τυγχάνοντα φανερῶς ἀλλ’ ἐρῶντα καὶ κατα‐
5
τεινόμενον; ὥσπερ γὰρ ὑπὸ λιμοῦ τὰ σώματα τροφῆς μὴ
·
παρούσης ἀναγκάζεται παρὰ φύσιν ὑφ’ αὑτῶν τρέφεσθαι,
·
τοιοῦτον ἡ φιλοδοξία ποιεῖ κακὸν ἐν ταῖς ψυχαῖς, ὅταν
·
ἐπαίνων πεινῶντες παρ’ ἑτέρων μὴ τυγχάνωσιν, αὐτοὺς
·
ἑαυτοὺς ἐπαινεῖν· ἀλλ’ οἵ γε πρὸς ἔπαινον οὕτως καὶ
10
δόξαν ἔχοντες ἆρ’ οὐχ ὁμολογοῦσι μεγάλας ἡδονὰς προί̈ε‐
·
σθαι δι’ ἀσθένειαν ἢ μαλακίαν φεύγοντες ἀρχὰς καὶ πολι‐
0007 139 Oth1100 C
·
τείας καὶ φιλίας βασιλέων, ἀφ’ ὧν τὰ μεγάλα καὶ λαμπρὰ
·
εἰς τὸν βίον γίνεσθαι ἔφη Δημόκριτος; οὐ γὰρ ἄν τινα
·
πείσειεν ἀνθρώπων ὁ τὴν Νεοκλέους μαρτυρίαν καὶ τὴν
·
Κωλώτου προσκύνησιν ἐν τοσούτῳ λόγῳ τιθέμενος καὶ
5
ἀγαπῶν, ὡς οὐκ ἂν ὑπὸ τῶν Ἑλλήνων κροτηθεὶς Ὀλυμ‐
·
πίασιν ἐξεμάνη καὶ ἀνωλόλυξε, μᾶλλον δ’ ὄντως ὑπὸ χαρᾶς
·
ἤρθη κατὰ τὸν Σοφοκλέα (fr. 784) ‘γραίας ἀκάνθης πάπ‐
·
πος ὣς φυσώμενοσ’. εἴ γε μὴν τὸ εὐδοξεῖν ἡδύ, τὸ ἀδοξεῖν
·
δήπου λυπηρόν· ἀδοξότερον δ’ ἀφιλίας ἀπραξίας ἀθεότη‐
10
τος ἡδυπαθείας ὀλιγωρίας οὐθέν ἐστι. ταῦτα δὲ πάντες
·
ἄνθρωποι πλὴν αὐτῶν ἐκείνων τῇ αἱρέσει προσεῖναι νομί‐
0007 139 Oth1100 D
·
ζουσιν. ’ἀδίκωσ’ φήσει τις. ἀλλὰ τὴν δόξαν οὐ τὴν ἀλή‐
·
θειαν σκοποῦμεν. καὶ βιβλία μὲν μὴ λέγωμεν μηδὲ ψηφί‐
·
σματα βλάσφημα πόλεων, ὅσα γέγραπται πρὸς αὐτούς
·
(φιλαπεχθῆμον γάρ). εἰ δὲ χρησμοὶ καὶ μαντικὴ καὶ θεῶν
5
πρόνοια καὶ γονέων πρὸς ἔκγονα στοργὴ καὶ ἀγάπησις καὶ
·
πολιτεία καὶ ἡγεμονία καὶ τὸ ἄρχειν ἔνδοξόν ἐστι καὶ
·
εὐκλεές, οὕτως ἀνάγκη τοὺς λέγοντας, ὡς οὐ δεῖ σῴζειν
·
τοὺς Ἕλληνας ἀλλ’ ἐσθίειν καὶ πίνειν ἀβλαβῶς τῇ γαστρὶ
·
καὶ κεχαρισμένως, ἀδοξεῖν καὶ κακοὺς νομίζεσθαι, νομι‐
10
ζομένους δὲ τοιούτους ἀνιᾶσθαι καὶ ζῆν ἀτερπῶς, εἴ γε δὴ
·
τὸ καλὸν ἡδὺ καὶ τὴν εὐδοξίαν ἡγοῦνται.’
0007 139 Oth1100 E
·
Ταῦτ’ εἰπόντος τοῦ Θέωνος, ἐδόκει καταπαῦσαι τὸν
·
περίπατον, καὶ καθάπερ εἰώθειμεν ἐπὶ τῶν βάθρων καθε‐
·
ζόμενοι πρὸς τοῖς εἰρημένοις ἦμεν σιωπῇ, χρόνον οὐ πολύν.
·
ὁ γὰρ Ζεύξιππος ἀπὸ τῶν εἰρημένων ἐννοήσας ’τίσ’ ἔφη
5
’τὰ λειπόμενα τῷ λόγῳ προσαποδίδωσι; καὶ γὰρ οὔπω
·
〈τὸ〉 προσῆκον ἔχει τέλος. αὐτὸς 〈δ’〉 ἄρτι μαντικῆς μνη‐
·
σθεὶς καὶ προνοίας ὑποβέβληκε *** ταῦτα γὰρ οὐχ ἥκιστά
·
φασιν οἱ ἄνδρες ἡδονὴν καὶ γαλήνην καὶ θάρσος αὐτοῖς
·
παρασκευάζειν εἰς τὸν βίον, ὥστε δεῖ τι λεχθῆναι καὶ περὶ
10
τούτων.’ ὑπολαβὼν δ’ ὁ Ἀριστόδημος ’ἀλλὰ περὶ ἡδονῆς
·
μὲν εἴρηται σχεδόν’ εἶπεν, ’ὡς εὐτυχῶν καὶ κατορθῶν ὁ
0007 139 Oth1100 F
·
λόγος αὐτῶν φόβον ἀφαιρεῖ τινα καὶ δεισιδαιμονίαν,
·
εὐφροσύνην δὲ καὶ χαρὰν ἀπὸ τῶν θεῶν οὐκ ἐνδίδωσιν·
·
ἀλλ’ οὕτως ἔχειν ποιεῖ πρὸς αὐτοὺς τῷ μὴ ταράττεσθαι
0007 139 Oth1101 A
·
μηδὲ χαίρειν, | ὡς πρὸς τοὺς Ὑρκανοὺς ἢ Ἰχθυοφάγους
·
ἔχομεν, οὔτε χρηστὸν οὐθὲν οὔτε φαῦλον ἀπ’ αὐτῶν προς‐
·
δοκῶντες. εἰ δὲ δεῖ προσθεῖναί τι τοῖς εἰρημένοις, ἐκεῖνό
·
μοι δοκῶ λήψεσθαι παρ’ αὐτῶν πρῶτον, ὅτι τοῖς ἀναι‐
5
ροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν
·
φίλων τελευταῖς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς
·
καθεστῶσαν ἀλυπίαν ἀφ’ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν,
·
ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης· διὸ πάσχειν
·
τι βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς
10
ὀφθαλμοὺς καὶ τήκεσθαι, καὶ ὅσα δὴ παθαινομένοις γρά‐
0007 139 Oth1101 B
·
φοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ
·
ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς
·
Ἡγησιάνακτος τελευτῆς πρὸς Σωσίθεον τὸν πατέρα γρά‐
·
φων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκότος. ἔναγχος
5
γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ· καὶ λέγω
·
μιμούμενος, ὡς οὐχ ἧττόν ἐστι κακὸν ἀθεότης ὠμότητος καὶ
·
δοξοκοπίας, εἰς ἣν ἄγουσιν ἡμᾶς οἱ τὴν χάριν ἐκ τοῦ θείου
·
μετὰ τῆς ὀργῆς ἀναιροῦντες. βέλτιον γὰρ ἐνυπάρχειν τι
·
καὶ συγκεκρᾶσθαι τῇ περὶ θεῶν δόξῃ κοινὸν αἰδοῦς καὶ
10
φόβου πάθος, ἢ [που] τοῦτο φεύγοντας μήτ’ ἐλπίδα μήτε
0007 139 Oth1101 C
·
χάριν ἑαυτοῖς μήτε θάρσος ἀγαθῶν παρόντων μήτε τινὰ
·
δυστυχοῦσιν ἀποστροφὴν πρὸς τὸ θεῖον ἐναπολείπεσθαι.
·
Δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης ὥσπερ
·
ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν· εἰ δὲ τοῦτ’
5
ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν τὴν πίστιν, ἣν
·
οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν. αὕτη δ’ ἐστὶν οὐ φοβερά τις
·
οὐδὲ σκυθρωπή, καθάπερ οὗτοι πλάττουσι, διαβάλλοντες
·
τὴν πρόνοιαν ὥσπερ παισὶν Ἔμπουσαν ἢ Ποινὴν ἀλιτη‐
·
ριώδη καὶ τραγικὴν ἐπικρεμαμένην. ἀλλ’ 〈οὐκ〉 ὀλίγοι
10
μὲν τῶν ἀνθρώπων δεδίασι τὸν θεόν, οἷς οὐκ ἄμεινον μὴ
0007 139 Oth1101 D
·
δεδιέναι· δεδιότες γὰρ ὥσπερ ἄρχοντα χρηστοῖς ἤπιον
·
ἐπαχθῆ δὲ φαύλοις ἑνὶ φόβῳ, δι’ ὃν οὐκ ἀδικοῦσι, πολλῶν
·
ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν, καὶ παρ’ αὑτοῖς ἀτρέμα
·
τὴν κακίαν ἔχοντες οἷον ἀπομαραινομένην ἧττον ταράτ‐
5
τονται τῶν χρωμένων αὐτῇ καὶ τολμώντων εἶτ’ εὐθὺς
·
δεδιότων καὶ μεταμελομένων. ἡ δὲ τῶν πολλῶν καὶ
·
ἀμαθῶν καὶ οὐ πάνυ μοχθηρῶν διάθεσις πρὸς τὸν θεὸν
·
ἔχει μὲν ἀμέλει τῷ σεβομένῳ καὶ τιμῶντι μεμιγμένον
·
τινὰ σφυγμὸν καὶ φόβον, ᾗ καὶ δεισιδαιμονία κέκληται,
10
μυριάκις δὲ πλεῖόν ἐστι καὶ μεῖζον αὐτῇ τὸ εὔελπι καὶ
·
περιχαρὲς καὶ πᾶσαν εὐπραξίας ὄνησιν ὡς ἐκ θεῶν οὖσαν
0007 139 Oth1101 E
·
εὐχόμενον καὶ δεχόμενον. δῆλον δὲ τεκμηρίοις τοῖς μεγί‐
·
στοις· οὔτε γὰρ διατριβαὶ τῶν ἐν ἱεροῖς οὔτε καιροὶ τῶν
·
ἑορτασμῶν οὔτε πράξεις οὔτ’ ὄψεις εὐφραίνουσιν ἕτεραι
·
μᾶλλον ὧν ὁρῶμεν ἢ δρῶμεν αὐτοὶ περὶ τοὺς θεούς, ὀργιά‐
5
ζοντες ἢ χορεύοντες ἢ θυσίαις παρόντες καὶ τελεταῖς. οὐ
·
γὰρ ὡς τυράννοις τισὶν ἢ δεινοῖς κολασταῖς ὁμιλοῦσα τηνι‐
·
καῦτα ἡ ψυχὴ περίλυπός ἐστι καὶ ταπεινὴ καὶ δύσθυμος,
·
ὅπερ εἰκὸς ἦν· ἀλλ’ ὅπου μάλιστα δοξάζει καὶ διανοεῖται
·
παρεῖναι τὸν θεόν, ἐκεῖ μάλιστα λύπας καὶ φόβους καὶ τὸ
10
φροντίζειν ἀπωσαμένη τῷ ἡδομένῳ μέχρι μέθης καὶ
·
παιδιᾶς καὶ γέλωτος ἀφίησιν ἑαυτήν. ἐν τοῖς ἐρωτικοῖς,
0007 139 Oth1101 F
·
ὡς ὁ ποιητὴς εἴρηκε (Callim. fr. an. 386 Schn.)
·
·
’καί τε γέρων καὶ γρῆυς, ἐπὴν χρυσῆς Ἀφροδίτης
·
μνήσωνται, καὶ τοῖσιν ἐπηέρθη φίλον ἦτορ,’
·
·
ἐν δὲ πομπαῖς καὶ θυσίαις οὐ μόνον γέρων καὶ γρῆυς οὐδὲ
5
πένης καὶ ἰδιώτης ἀλλὰ ’καὶ παχυσκελὴς ἀλετρὶς πρὸς
0007 139 Oth1102 A
·
μύλην κινουμένη’ (fr. iamb. adesp. 28 D.) | καὶ οἰκότριβες
·
καὶ θῆτες ὑπὸ γήθους καὶ χαρμοσύνης ἀναφέρονται· πλου‐
·
σίοις τε καὶ βασιλεῦσιν ἑστιάσεις καὶ πανδαισίαι τινὲς
·
πάρεισιν 〈ἀεί〉, αἱ δ’ ἐφ’ ἱεροῖς καὶ θυηπολίαις, καὶ ὅταν
5
ἔγγιστα τοῦ θείου τῇ ἐπινοίᾳ ψαύειν δοκῶσι μετὰ τιμῆς
·
καὶ σεβασμοῦ, πολὺ διαφέρουσαν ἡδονὴν καὶ χάριν ἔχουσι.
·
ταύτης οὐδὲν ἀνδρὶ μέτεστιν ἀπεγνωκότι τῆς προνοίας.
·
οὐ γὰρ οἴνου πλῆθος οὐδ’ ὄπτησις κρεῶν τὸ εὐφραῖνόν
·
ἐστιν ἐν ταῖς ἑορταῖς, ἀλλ’ ἐλπὶς ἀγαθὴ καὶ δόξα τοῦ
10
παρεῖναι τὸν θεὸν εὐμενῆ καὶ δέχεσθαι τὰ γινόμενα κεχα‐
0007 139 Oth1102 B
·
ρισμένως. αὐλὸν μὲν γὰρ ἐνίων ἑορτῶν καὶ στέφανον
·
ἀφαιροῦμεν, θεοῦ δὲ θυσίᾳ μὴ παρόντος πρὸς ἱερῶν ἀποδο‐
·
χὴν ἄθεόν ἐστι καὶ ἀνεόρταστον καὶ ἀνενθουσίαστον τὸ λει‐
·
πόμενον· μᾶλλον δὲ 〈τὸ〉 ὅλον ἀτερπὲς αὐτῷ καὶ λυπηρόν·
5
ὑποκρίνεται γὰρ εὐχὰς καὶ προσκυνήσεις οὐθὲν δεόμενος
·
διὰ φόβον τῶν πολλῶν καὶ φθέγγεται φωνὰς ἐναντίας οἷς
·
φιλοσοφεῖ· καὶ θύων μὲν ὡς μαγείρῳ παρέστηκε τῷ ἱερεῖ
·
σφάττοντι, θύσας δ’ ἄπεισι λέγων τὸ Μενάνδρειον (fr. 750)
·
·
‘ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖσ’·
·
10
οὕτως γὰρ Ἐπίκουρος οἴεται δεῖν σχηματίζεσθαι καὶ μὴ
0007 139 Oth1102 C
·
καταφρονεῖν μηδ’ ἀπεχθάνεσθαι τοῖς πολλοῖς, οἷς χαίρου‐
·
σιν ἕτεροι πράττοντας, αὐτοὺς δυσχεραίνοντας·
·
·
’πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ’ ὀδυνηρὸν ἔφυ’
·
·
κατὰ τὸν Εὔηνον (fr. 8). ᾗ καὶ τοὺς δεισιδαίμονας οὐ
5
χαίροντας ἀλλὰ φοβουμένους οἴονται θυσίαις καὶ τελεταῖς
·
ὁμιλεῖν, μηθὲν ἐκείνων αὐτοὶ διαφέροντες, εἴ γε δὴ διὰ
·
φόβον τὰ αὐτὰ δρῶσιν, οὐδ’ ἐλπίδος χρηστῆς ὅσον ἐκεῖνοι
·
μεταλαγχάνοντες, ἀλλὰ μόνον δεδιότες καὶ ταραττόμενοι
·
μὴ φανεροὶ γένωνται τοὺς πολλοὺς παραλογιζόμενοι καὶ
10
φενακίζοντες· ἐφ’ οὓς καὶ τὰ περὶ θεῶν καὶ ὁσιότητος
·
αὐτοῖς βιβλία συντέτακται, ’ἑλικτὰ καὶ οὐδὲν ὑγιὲς ἀλλὰ
·
πᾶν πέριξ’ (Eur. Andr. 448) ἐπαμπεχομένοις καὶ ἀπο‐
0007 139 Oth1102 D
·
κρυπτομένοις διὰ φόβον ἃς ἔχουσι δόξας. καὶ
·
μὴν μετά γε τοὺς πονηροὺς καὶ τοὺς πολλοὺς τρίτον ἤδη
·
σκεψώμεθα τὸ βέλτιστον ἀνθρώπων καὶ θεοφιλέστατον
·
γένος ἐν ἡλίκαις ἡδοναῖς 〈καθεστᾶσιν〉 καθαραῖς περὶ θεοῦ
5
δόξαις συνόντες, ὡς πάντων μὲν ἡγεμὼν ἀγαθῶν πάντων
·
δὲ πατὴρ καλῶν ἐκεῖνός ἐστι, καὶ φαῦλον οὐθὲν ποιεῖν
·
αὐτῷ θέμις ὥσπερ οὐδὲ πάσχειν. ’ἀγαθὸς γάρ ἐστιν,
·
ἀγαθῷ δὲ περὶ οὐδενὸς ἐγγίνεται φθόνοσ’, οὔτε φόβος οὔτ’
·
ὀργὴ ἢ μῖσος· οὐδὲ γὰρ θερμοῦ τὸ ψύχειν ἀλλὰ 〈τὸ〉
10
θερμαίνειν, ὥσπερ οὐδ’ ἀγαθοῦ τὸ βλάπτειν. ὀργὴ δὲ χά‐
0007 139 Oth1102 E
·
ριτος καὶ χόλος εὐμενείας καὶ τοῦ φιλανθρώπου καὶ φιλό‐
·
φρονος τὸ δυσμενὲς καὶ ταρακτικὸν ἀπωτάτω τῇ φύσει
·
τέτακται· τὰ μὲν γὰρ ἀρετῆς καὶ δυνάμεως τὰ δ’ ἀσθενείας
·
ἐστὶ καὶ φαυλότητος. οὐ τοίνυν ὀργαῖς, 〈ὅτι〉 καὶ χάρισι,
5
συνέχεται τὸ θεῖον, ἀλλ’ ὅτι χαρίζεσθαι καὶ βοηθεῖν πέ‐
·
φυκεν, ὀργίζεσθαι καὶ κακῶς ποιεῖν οὐ πέφυκεν. ἀλλ’ ’ὁ
·
μὲν μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων ἄνω
·
πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενοσ’,
·
τῶν δ’ ἄλλων θεῶν ὁ μέν ἐστιν Ἐπιδώτης ὁ δὲ Μειλίχιος
10
ὁ δ’ Ἀλεξίκακος· ὁ δ’ Ἀπόλλων ’κατεκρίθη θνατοῖς ἀγα‐
·
νώτατος ἔμμεν’ ὡς Πίνδαρός φησι (fr. 149). πάντα δὲ
0007 139 Oth1102 F
·
τῶν θεῶν κατὰ τὸν Διογένη, καὶ κοινὰ τὰ τῶν φίλων, καὶ
·
φίλοι τοῖς θεοῖς οἱ ἀγαθοί, καὶ τὸν θεοφιλῆ μή τι εὖ πράτ‐
·
τειν ἢ θεοφιλῆ 〈μὴ〉 εἶναι τὸν σώφρονα καὶ δίκαιον ἀδύνα‐
·
τόν ἐστιν. ἆρά γε δίκης ἑτέρας οἴεσθε δεῖσθαι τοὺς ἀναι‐
0007 139 Oth1103 A
·
ροῦντας τὴν πρόνοιαν, | οὐχ ἱκανὴν ἔχειν ἐκκόπτοντας
·
ἑαυτῶν ἡδονὴν καὶ χαρὰν τοσαύτην, ὅση πάρεστι τοῖς
·
οὕτω διακειμένοις πρὸς τὸ δαιμόνιον; ἢ τῷ μὲν Ἐπικούρῳ
·
καὶ Μητρόδωρος καὶ Πολύαινος καὶ Ἀριστόβουλος ’ἐκ‐
5
θάρσημα’ καὶ ’γῆθοσ’ ἦσαν, ὧν τοὺς πλείστους θερα‐
·
πεύων νοσοῦντας ἢ καταθρηνῶν ἀποθνήσκοντας διετέλεσε,
·
Λυκοῦργος δ’ ὑπὸ τῆς Πυθίας προσαγορευθείς ’Ζηνὶ φίλος
·
καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι’ καὶ Σωκράτης οἰό‐
·
μενος αὑτῷ διαλέγεσθαι τὸ δαιμόνιον ὑπ’ εὐμενείας καὶ
10
Πίνδαρος ἀκούων ὑπὸ τοῦ Πανὸς ᾄδεσθαί τι μέλος ὧν αὐτὸς
0007 139 Oth1103 B
·
ἐποίησε μετρίως ἔχαιρεν; ἢ Φορμίων τοὺς Διοσκόρους ἢ
·
τὸν Ἀσκληπιὸν Σοφοκλῆς ξενίζειν αὐτός τε πειθόμενος
·
καὶ τῶν ἄλλων οὕτως ἐχόντων διὰ τὴν γενομένην ἐπιφά‐
·
νειαν; ἃ δ’ Ἑρμογένης ἐφρόνει περὶ τῶν θεῶν, ἄξιόν ἐστιν
5
αὐτοῖς ὀνόμασι διαμνημονεῦσαι. ’οὗτοι γάρ’ φησίν ’οἱ
·
πάντα μὲν εἰδότες πάντα δὲ δυνάμενοι θεοὶ οὕτω μοι φίλοι
·
εἰσίν, ὡς διὰ τὸ ἐπιμελεῖσθαί μου οὔποτε λήθω αὐτοὺς
·
οὔτε νυκτὸς οὔθ’ ἡμέρας ὅποι ἂν ὁρμῶμαι οὔθ’ ὅ τι ἂν
·
μέλλω πράττειν· διὰ δὲ τὸ προειδέναι καὶ ὅ τι ἐξ ἑκάστου
10
ἀποβήσεται σημαίνουσι, πέμποντες ἀγγέλους φήμας καὶ
·
ἐνύπνια καὶ οἰωνούς.’
·
Καλὰ μὲν οὖν εἰκὸς εἶναι καὶ τὰ γινόμενα παρὰ τῶν
0007 139 Oth1103 C
·
θεῶν· τὸ δὲ γίνεσθαι διὰ τῶν θεῶν ταῦτ’ αὐτὸ μεγάλην
·
ἡδονὴν ποιεῖ καὶ θάρσος ἀμήχανον καὶ φρόνημα καὶ χαρὰν
·
οἷον αὐγὴν ἐπιγελῶσαν τοῖς ἀγαθοῖς. οἱ δ’ ἄλλως ἔχοντες
·
τῆς μὲν εὐτυχίας τὸ ἥδιστον κολούουσι, ταῖς δὲ δυστυχίαις
5
ἀποστροφὴν οὐκ ἀπολείπουσιν, ἀλλ’ εἰς μίαν καταφυγὴν
·
καὶ λιμένα πράττοντες κακῶς τὴν διάλυσιν καὶ τὴν ἀναι‐
·
σθησίαν ἀποβλέπουσιν· ὥσπερ εἴ τις ἐν πελάγει καὶ χει‐
·
μῶνι θαρρυνῶν ἐπιστὰς λέγοι μήτε τινὰ τὴν ναῦν ἔχειν
·
κυβερνήτην μήτε τοὺς Διοσκόρους αὐτοῖς ἀφίξεσθαι ’ἐπερ‐
10
χόμενόν τε μαλάξοντας βίαιον πόντον ὠκείας τ’ ἀνέμων
0007 139 Oth1103 D
·
ῥιπάσ’, οὐδὲν δ’ ὅμως εἶναι δεινόν, ἀλλ’ ὅσον οὐδέπω
·
καταποθήσεσθαι τὴν ναῦν ὑπὸ τῆς θαλάττης ἢ συντριβή‐
·
σεσθαι ταχὺ πρὸς πέτρας ἐκπεσοῦσαν. οὗτος γάρ ἐστιν ὁ
·
Ἐπικούρειος λόγος ἐν νόσοις δειναῖς καὶ πόνοις ὑπερβάλ‐
5
λουσιν· ’ἐλπίζεις τι χρηστὸν παρὰ θεῶν δι’ εὐσέβειαν;
·
τετύφωσαι· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον οὔτ’ ὀργαῖς
·
οὔτε χάρισι συνέχεται. βέλτιόν τι τῶν ἐν τῷ βίῳ μετὰ τὸν
·
βίον ἐπινοεῖς; ἐξηπάτησαι· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ
·
τὸ δ’ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.’ πῶς οὖν, ἄνθρωπε,
10
φαγεῖν με καὶ χαίρειν κελεύεις; ὅτι νὴ Δία χειμαζομένῳ
·
τὸ ναυάγιον ἐγγύς ἐστιν· ’ὁ γὰρ πόνος ὁ ὑπερβάλλων συν‐
0007 139 Oth1103 E
·
άψει θανάτῳ.’ καίτοι νεὼς μὲν ἐκπεσὼν ἐπιβάτης δια‐
·
λυθείσης ἐπ’ ἐλπίδος ὀχεῖταί τινος ὡς γῇ προσέξων τὸ
·
σῶμα καὶ διανηξόμενος, τῆς δὲ τούτων φιλοσοφίας ’ἔκβα‐
·
σις οὔπη φαίνεθ’ ἁλὸς πολιοῖο θύραζε’ (ε 410) τῇ ψυχῇ,
5
ἀλλ’ εὐθὺς ἠφάνισται καὶ διέσπαρται καὶ προαπόλωλε τοῦ
·
σώματος· ὥσθ’ ὑπερχαίρειν τὸ πάνσοφον τοῦτο δόγμα καὶ
·
θεῖον παραλαβοῦσαν, ὅτι τοῦ κακῶς πράττειν πέρας ἐστὶν
·
αὐτῇ τὸ ἀπολέσθαι καὶ φθαρῆναι καὶ μηδὲν εἶναι.
·
Ἀλλὰ γάρ’ ἔφη πρὸς ἐμὲ βλέψας ’εὔηθές ἐστι καὶ
10
περὶ τούτου λέγειν ἡμᾶς, σοῦ πρῴην ἀκηκοότας ἱκανῶς
0007 139 Oth1103 F
·
διαλεγομένου πρὸς τοὺς ἀξιοῦντας τὸν Ἐπικούρου λόγον
·
τοῦ Πλάτωνος περὶ ψυχῆς ῥᾴονας καὶ ἡδίους ἡμᾶς ποιεῖν
·
πρὸς θάνατον.’ ὑπολαβὼν οὖν ὁ Ζεύξιππος ’εἶθ’ οὗτοσ’ ἔφη
·
’δι’ ἐκεῖνον ἀτελὴς ὁ λόγος ἔσται, καὶ φοβηθησόμεθα
5
ταυτολογεῖν πρὸς Ἐπίκουρον λέγοντες;’ ’ἥκιστα’ ἔφην
·
ἐγώ· ’καὶ δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι κατ’ Ἐμπε‐
0007 139 Oth1104 A
·
δοκλέα (B 25). | πάλιν οὖν ὁ Θέων ἡμῖν παρακλητέος· οὐ
·
γὰρ αὐτὸν οἶμαι 〈παρέργως〉 παρεῖναι τοῖς τότε λεχθεῖσιν,
·
ἀλλὰ καὶ νέος ἐστὶ καὶ οὐ δέδιε μὴ λήθης εὐθύνας ὑπόσχῃ
·
τοῖς νέοις.’
5
Καὶ ὁ Θέων ὥσπερ ἐκβιασθείς ’ἀλλ’ εἰ δοκεῖ ταῦτα’
·
ἔφη ’ποιεῖν, οὐ μιμήσομαί σε, ὦ Ἀριστόδημε. σὺ μὲν γὰρ
·
ἐφοβήθης τὰ τούτου λέγειν, ἐγὼ δὲ χρήσομαι τοῖς σοῖς.
·
ὀρθῶς γάρ μοι διαιρεῖν ἔδοξας εἰς τρία γένη τοὺς ἀνθρώ‐
·
πους, τὸ τῶν ἀδίκων καὶ πονηρῶν, δεύτερον δὲ τὸ τῶν
10
πολλῶν καὶ ἰδιωτῶν, τρίτον δὲ τὸ τῶν ἐπιεικῶν καὶ νοῦν
·
ἐχόντων. οἱ μὲν οὖν ἄδικοι καὶ πονηροὶ τὰς καθ’ Ἅιδου
0007 139 Oth1104 B
·
δίκας καὶ τιμωρίας δεδιότες καὶ φοβούμενοι κακουργεῖν
·
καὶ διὰ τοῦτο μᾶλλον ἡσυχίαν ἄγοντες ἥδιον βιώσονται
·
καὶ ἀταρακτότερον. οὐ γὰρ Ἐπίκουρος ἄλλῳ τινὶ τῆς
·
ἀδικίας οἴεται δεῖν ἀπείργειν ἢ φόβῳ κολάσεων. ὥστε καὶ
5
προσεμφορητέον ἐκείνοις τῆς δεισιδαιμονίας καὶ κινητέον
·
ἐπ’ αὐτοὺς ἅμα τὰ ἐξ οὐρανοῦ καὶ γῆς δείματα καὶ χάσματα
·
καὶ φόβους καὶ ὑπονοίας, εἰ μέλλουσιν ἐκπλαγέντες ὑπὸ
·
τούτων ἐπιεικέστερον ἔχειν καὶ πραότερον. λυσιτελεῖ γὰρ
·
αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις μὴ ἀδικεῖν ἢ
10
ἀδικοῦσιν ἐπισφαλῶς ἐν τῷ βίῳ διάγειν καὶ περιφόβως.
·
τοῖς δὲ πολλοῖς 〈ἱκανὴ〉 καὶ ἄνευ φόβου περὶ τῶν ἐν
0007 139 Oth1104 C
·
Ἅιδου ἡ παρὰ τὸ μυθῶδες τῆς ἀιδιότητος ἐλπίς. καὶ ὁ
·
πόθος τοῦ εἶναι, πάντων ἐρώτων πρεσβύτατος ὢν καὶ
·
μέγιστος, ἡδοναῖς ὑπερβάλλει καὶ γλυκυθυμίαις τὸ παιδι‐
·
κὸν ἐκεῖνο δέος. ᾗ καὶ τέκνα καὶ γυναῖκας καὶ φίλους
5
ἀποβάλλοντες εἶναί που μᾶλλον ἐθέλουσι καὶ διαμένειν
·
κακοπαθοῦντας ἢ παντάπασιν ἐξῃρῆσθαι καὶ διεφθάρθαι
·
καὶ γεγονέναι τὸ μηθέν· ἡδέως δὲ τῶν ὀνομάτων τοῦ μεθ‐
·
ίστασθαι τὸν θνήσκοντα καὶ μεταλλάττειν καὶ ὅσα δηλοῖ
·
μεταβολὴν ὄντα τῆς ψυχῆς οὐ φθορὰν τὸν θάνατον ἀκροῶν‐
10
ται καὶ λέγουσιν οὕτως
·
‘αὐτὰρ ἐγὼ κἀκεῖθι φίλου μεμνήσομ’ ἑταίρου’ (Χ 390)
·
·
καί
·
0007 139 Oth1104 D
·
’τί σοι πρὸς Ἕκτορ’ ἢ γέροντ’ εἴπω πόσιν;’ (Eur. Hec. 422).
·
·
ἐκ δὲ τούτου παρατροπῆς γενομένης καὶ ὅπλα καὶ σκεύη
·
καὶ ἱμάτια συνήθη τοῖς τεθνηκόσι καὶ ὡς ὁ Μίνως τῷ
·
Γλαύκῳ, ’Κρητικοὺς αὐλοὺς θανοῦσι κῶλα ποικίλης
5
νεβροῦ’ (Trag. adesp. 419) συνθάπτοντες ἥδιον ἔχουσι.
·
κἄν τι δόξωσιν αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπι‐
·
διδόντες· ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον ὡς
·
δεομένῃ καὶ ῥιγοῦν λεγούσῃ συγκατέκαυσεν. οἱ δ’ Αἰακοὶ
·
καὶ Ἀσκάλαφοι καὶ Ἀχέροντες οὐ πάνυ διαταράττουσιν,
10
οἷς γε καὶ χοροὺς καὶ θέατρα καὶ μοῦσαν † ἡδομένοις
·
παντοδαπὴν γενομένου δεδώκασιν. ἀλλ’ ἐκεῖνο τοῦ θανά‐
0007 139 Oth1104 E
·
του τὸ πρόσωπον ὡς φοβερὸν καὶ σκυθρωπὸν καὶ σκοτει‐
·
νὸν ἅπαντες ὑποδειμαίνουσι, τὸ τῆς ἀναισθησίας καὶ λή‐
·
θης καὶ ἀγνοίας· καὶ πρὸς τό ’ἀπόλωλε’ καὶ τό ’ἀνῄρηται’
·
καὶ τό ’οὐκ ἔστι’ ταράσσονται καὶ δυσανασχετοῦσι τού‐
5
των λεγομένων· (fr. mel. chor. adesp. 16 D.)
5
·
’τὸ ἔπειτα κείσεται βαθυδένδρῳ
·
ἐν χθονὶ συμποσίων τε καὶ λυρᾶν ἄμοιρος
·
ἰαχᾶς τε παντερπέος αὐλῶν·’
·
·
καί (Ι 408)
·
10
’ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
·
οὔθ’ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων’.
·
·
ἣν καὶ προεπισφάττουσιν οἱ ταυτὶ λέγοντες ’ἅπαξ
·
ἄνθρωποι γεγόναμεν, δὶς δ’ οὐκ ἔστι γενέσθαι· δεῖ δὲ τὸν
0007 139 Oth1104 F
·
αἰῶνα μηκέτ’ εἶναι.’ καὶ γὰρ τὸ παρὸν ὡς μικρὸν μᾶλ‐
·
λον δὲ μηδ’ ὁτιοῦν πρὸς τὸ σύμπαν ἀτιμάσαντες ἀναπό‐
·
λαυστον προί̈ενται, καὶ ὀλιγωροῦσιν ἀρετῆς καὶ πράξεως
·
οἷον ἐξαθυμοῦντες καὶ καταφρονοῦντες ἑαυτῶν ὡς ἐφημέ‐
5
ρων καὶ ἀβεβαίων καὶ πρὸς οὐθὲν ἀξιόλογον γεγονότων. |
0007 139 Oth1105 A
·
τὸ γάρ ’ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηθὲν εἶναι πρὸς
·
ἡμᾶς τὸ ἀναισθητοῦν’ οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος
·
ἀλλ’ ὥσπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν. αὐτὸ γὰρ τοῦτ’
·
ἐστὶν ὃ δέδοικεν ἡ φύσις·
·
5
’ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε’ (Η 99),
5
·
τὴν εἰς τὸ μὴ φρονοῦν μηδ’ αἰσθανόμενον διάλυσιν τῆς
·
ψυχῆς, ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν
·
ποιῶν ἔτι μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα τῆς ἀφθαρσίας, δι’
·
ἣν ὀλίγου δέω λέγειν πάντας εἶναι καὶ πάσας προθύμους
10
τῷ Κερβέρῳ διαδάκνεσθαι καὶ φορεῖν εἰς τὸν τρητόν,
·
ὅπως ἐν τῷ εἶναι μόνον διαμένωσι μηδ’ ἀναιρεθῶσι. καίτοι
0007 139 Oth1105 B
·
ταῦτα μέν, ὥσπερ ἔφην, οὐ πάνυ πολλοὶ δεδίασι, μητέρων
·
ὄντα καὶ τιτθῶν δόγματα καὶ λόγους μυθώδεις, οἱ δὲ καὶ
·
δεδιότες τελετάς τινας αὖ πάλιν καὶ καθαρμοὺς οἴονται
·
βοηθεῖν, οἷς ἁγνισάμενοι διατελεῖν ἐν Ἅιδου παίζοντες
5
καὶ χορεύοντες ἐν τόποις αὐγὴν καὶ πνεῦμα καθαρὸν καὶ
·
φέγγος ἔχουσιν. ἡ δὲ τοῦ ζῆν στέρησις ἐνοχλεῖ καὶ νέους
·
καὶ γέροντας·
·
·
’δυσέρωτες γὰρ φαινόμεθ’ ὄντες
·
τοῦδ’, ὅ τι τόδε στίλβει κατὰ γῆν’
10
ὡς Εὐριπίδης φησίν (Hipp. 193). οὐδὲ ῥᾳδίως οὐδ’ ἀλύ‐
·
πως ἀκούομεν
·
·
’ὣς ἄρ’ εἰπόντα μιν τηλαυγὲς ἀμβρόσιον
·
ἐλασίππου πρόσωπον
·
ἀπέλιπεν ἁμέρασ’ (fr. mel. chor. adesp. 29 D.).
·
0007 139 Oth1105 C
·
διὸ τῇ δόξῃ τῆς ἀθανασίας συναναιροῦσι τὰς ἡδί‐
·
στας ἐλπίδας καὶ μεγίστας τῶν πολλῶν. τί δῆτα τῶν
·
ἀγαθῶν οἰόμεθα καὶ βεβιωκότων ὁσίως καὶ δικαίως, 〈οἳ〉
·
κακὸν μὲν οὐθὲν ἐκεῖ τὰ δὲ κάλλιστα καὶ θειότατα προς‐
5
δοκῶσι; πρῶτον μὲν γάρ, 〈ὡς〉 ἀθληταὶ στέφανον οὐκ
·
ἀγωνιζόμενοι λαμβάνουσιν ἀλλ’ ἀγωνισάμενοι καὶ νική‐
·
σαντες, οὕτως ἡγούμενοι τοῖς ἀγαθοῖς τὰ νικητήρια τοῦ
·
βίου μετὰ τὸν βίον ὑπάρχειν θαυμάσιον οἷον φρονοῦσι τῇ
·
ἀρετῇ πρὸς ἐκείνας τὰς ἐλπίδας· ἐν αἷς ἐστι καὶ τοὺς νῦν
10
ὑβρίζοντας ὑπὸ πλούτου καὶ δυνάμεως καὶ καταγελῶντας
·
ἀνοήτως τῶν κρειττόνων ἐπιδεῖν ἀξίαν δίκην τίνοντας.
0007 139 Oth1105 D
·
ἔπειτα τῆς ἀληθείας καὶ θέας τοῦ ὄντος οὐδεὶς ἐνταῦθα
·
τῶν ἐρώντων ἐνέπλησεν ἑαυτὸν ἱκανῶς, οἷον δι’ ὁμίχλης
·
ἢ νέφους τοῦ σώματος ὑγρῷ καὶ ταραττομένῳ τῷ λογι‐
·
σμῷ χρώμενος, ἀλλ’ ὄρνιθος δίκην ἄνω βλέποντες ὡς
5
ἐκπτησόμενοι τοῦ σώματος εἰς μέγα τι καὶ λαμπρόν,
·
εὐσταλῆ καὶ ἐλαφρὰν ποιοῦσι τὴν ψυχὴν ἀπὸ τῶν θνητῶν,
·
τῷ φιλοσοφεῖν μελέτῃ χρώμενοι τοῦ ἀποθνήσκειν. οὕτως
·
μέγα τι καὶ τέλεον ὄντως ἀγαθὸν ἡγοῦνται τὴν τελευτήν,
·
ὡς βίον ἀληθῆ βιωσομένην ἐκεῖ τὴν ψυχήν, οὐχ ὕπαρ νῦν
10
ζῶσαν ἀλλ’ ὀνείρασιν ὅμοια πάσχουσαν. εἰ τοίνυν ’ἡδὺ
0007 139 Oth1105 E
·
πανταχόθεν ἡ φίλου μνήμη τεθνηκότοσ’, ὥσπερ Ἐπίκου‐
·
ρος εἶπε, καὶ ἤδη νοεῖν πάρεστιν ἡλίκης ἑαυτοὺς χαρᾶς
·
ἀποστεροῦσι φάσματα 〈μὲν〉 καὶ εἴδωλα τεθνηκότων ἑταί‐
·
ρων οἰόμενοι δέχεσθαι καὶ θηρεύειν, οἷς οὔτε νοῦς ἐστιν
5
οὔτ’ αἴσθησις, αὐτοῖς δὲ συνέσεσθαι πάλιν ἀληθῶς καὶ
·
τὸν φίλον πατέρα καὶ τὴν φίλην μητέρα καί που γυναῖκα
·
χρηστὴν ὄψεσθαι μὴ προσδοκῶντες μηδ’ ἔχοντες ἐλπίδα
·
τῆς ὁμιλίας ἐκείνης καὶ φιλοφροσύνης, ἣν ἔχουσιν οἱ τὰ
·
αὐτὰ Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὁμήρῳ περὶ ψυχῆς
10
δοξάζοντες. ᾧ δ’ ὅμοιόν ἐστιν αὐτῶν τὸ πάθος, Ὅμηρος
0007 139 Oth1105 F
·
ὑποδεδήλωκεν, εἴδωλον τοῦ Αἰνείου καταβαλὼν εἰς μέ‐
·
σον τοῖς μαχομένοις ὡς τεθνηκότος, εἶθ’ ὕστερον αὐτὸν
·
ἐκεῖνον ἀναδείξας ’ζωὸν καὶ ἀρτεμέα προσιόντα καὶ μένος
·
ἐσθλὸν ἔχοντα’ τοῖς φίλοις, ’οἱ δ’ ἐχάρησαν’ φησί, καὶ
0007 139 Oth1106 A
·
τὸ εἴδωλον μεθέμενοι περιέσχον αὐτόν. | οὐκοῦν καὶ ἡμεῖς
·
τοῦ λόγου δεικνύοντος, ὡς ἔστιν ἐντυχεῖν ἀληθῶς τοῖς
·
τεθνεῶσι καὶ τῷ 〈φρονοῦντι καὶ〉 φιλοῦντι τοῦ φρονοῦν‐
·
τος αὐτοῦ καὶ φιλοῦντος ἅψασθαι καὶ συγγενέσθαι, *** μὴ
5
δυναμένους μηδ’ ἀπορρῖψαι τὰ εἴδωλα πάντα καὶ τοὺς
·
φλοιούς, ἐφ’ οἷς ὀδυρόμενοι καὶ κενοπαθοῦντες διατε‐
·
λοῦσιν.
·
Ἄνευ δὲ τούτου, οἱ μὲν ἑτέρου βίου τὸν θάνατον
·
ἀρχὴν κρείττονος νομίζοντες, ἐάν τ’ ἐν ἀγαθοῖς ὦσι, μᾶλ‐
10
λον ἥδονται μείζονα προσδοκῶντες· ἄν τε μὴ κατὰ γνώ‐
·
μην τῶν ἐνταῦθα τυγχάνωσιν, οὐ πάνυ δυσχεραίνουσιν,
·
ἀλλ’ αἱ τῶν μετὰ τὸν θάνατον ἀγαθῶν καὶ καλῶν ἐλπίδες
0007 139 Oth1106 B
·
ἀμηχάνους ἡδονὰς καὶ προσδοκίας ἔχουσαι πᾶν μὲν ἔλ‐
·
λειμμα πᾶν δὲ πρόσκρουσμα τῆς ψυχῆς ἐξαλείφουσι καὶ
·
ἀφανίζουσιν ὥσπερ ἐν ὁδῷ μᾶλλον δ’ ὁδοῦ παρατροπῇ
·
βραχείᾳ ῥᾳδίως τὰ συντυγχάνοντα καὶ μετρίως φερούσης.
5
οἷς δ’ ὁ βίος εἰς ἀναισθησίαν περαίνει καὶ διάλυσιν, τού‐
·
τοις ὁ θάνατος οὐ τῶν κακῶν μεταβολὴν 〈ἀλλὰ τῶν ἀγα‐
·
θῶν ἀποβολὴν〉 ἐπιφέρων, ἀμφοτέροις μέν ἐστι λυπηρός,
·
μᾶλλον 〈δὲ〉 τοῖς εὐτυχοῦσιν ἢ τοῖς ἐπιπόνως ζῶσι; τού‐
·
των μὲν γὰρ ἀποκόπτει τὴν ἄδηλον ἐλπίδα τοῦ πράξειν
10
ἄμεινον, ἐκείνων δὲ βέβαιον ἀγαθόν, τὸ ἡδέως ζῆν, ἀφαι‐
·
ρεῖται. καὶ καθάπερ οἶμαι τὰ μὴ χρηστὰ τῶν φαρμάκων
0007 139 Oth1106 C
·
† ἀλλ’ ἀναγκαῖα, κουφίζοντα τοὺς νοσοῦντας ἐπιτρίβει
·
καὶ λυμαίνεται τοὺς ὑγιαίνοντας, οὕτως ὁ Ἐπικούρου
·
λόγος τοῖς μὲν ἀθλίως ζῶσιν οὐκ εὐτυχῆ τοῦ κακῶς πράς‐
·
σειν τελευτὴν ἐπαγγέλλεται τὴν διάλυσιν καὶ ἀναίρεσιν
5
τῆς ψυχῆς, τῶν δὲ φρονίμων καὶ σοφῶν καὶ βρυόντων
·
ἀγαθοῖς παντάπασι κολούει τὸ εὔθυμον, ἐκ τοῦ ζῆν μακα‐
·
ρίως εἰς τὸ μὴ ζῆν μηδ’ εἶναι καταστρέφων. αὐτό‐
·
θεν μὲν 〈οὖν〉 ἐστι δῆλον, ὡς ἀγαθῶν ἀποβολῆς ἐπίνοια
·
λυπεῖν πέφυκεν, ὅσον ἐλπίδες βέβαιοι καὶ ἀπολαύσεις
10
εὐφραίνουσι παρόντων. οὐ μὴν ἀλλὰ καὶ λέγουσιν
·
αὑτοῖς κακῶν ἀπαύστων 〈καὶ〉 ἀορίστων λυθεῖσαν ὑπο‐
0007 139 Oth1106 D
·
ψίαν ἀγαθὸν βεβαιότατον καὶ ἥδιστον ἀπολιπεῖν τὴν ἐπί‐
·
νοιαν τοῦ λελύσθαι· καὶ τοῦτο ποιεῖν τὸν Ἐπικούρου
·
λόγον, ἱστάντα τοῦ θανάτου τὸ δέος ἐν τῇ διαλύσει τῆς
·
ψυχῆς. εἴπερ οὖν ἥδιστόν ἐστιν ἀπαλλαγὴ προσδοκίας
5
κακῶν ἀπείρων, πῶς οὐκ ἀνιαρὸν αἰωνίων ἀγαθῶν ἐλπί‐
·
δος στερεῖσθαι καὶ τὴν ἀκροτάτην εὐδαιμονίαν ἀποβα‐
·
λεῖν; ἀγαθὸν μὲν γὰρ οὐδετέροις, ἀλλὰ πᾶσι τοῖς οὖσι τὸ
·
μὴ εἶναι παρὰ φύσιν καὶ ἀλλότριον· ὧν δ’ ἀφαιρεῖ τὰ τοῦ
·
βίου κακὰ τῷ τοῦ θανάτου κακῷ, τὸ ἀναίσθητον ἔχουσι
10
παραμύθιον ὥσπερ ἀποδιδράσκοντες, καὶ τοὐναντίον, οἷς
0007 139 Oth1106 E
·
ἐξ ἀγαθῶν εἰς τὸ μηδὲν μεταβολή, φοβερώτατον ὁρῶσι
·
τέλος, ἐν ᾧ παύσεται τὸ μακάριον. οὐ γὰρ ὡς ἀρχὴν ἑτέ‐
·
ρου τὴν ἀναισθησίαν δέδιεν ἡ φύσις, ἀλλ’ ὅτι τῶν παρόν‐
·
των ἀγαθῶν στέρησίς ἐστι. τὸ γάρ ‘οὐ πρὸς ἡμᾶσ’ παντὸς
5
ἀναιρέσει τοῦ ἡμετέρου γινόμενον ἤδη πρὸς ἡμᾶς ἐστι τῇ
·
ἐπινοίᾳ, καὶ τὸ ἀναίσθητον οὐ λυπεῖ τότε τοὺς μὴ ὄντας,
·
ἀλλὰ τοὺς ὄντας εἰς τὸ μὴ εἶναι βαπτομένους ὑπ’ αὐτοῦ
·
καὶ μηδαμῶς ἐκδυσομένους. ὅθεν οὐδ’ ὁ Κέρβερος οὐδ’ ὁ
·
Κωκυτὸς ἀόριστον ἐποίησε τοῦ θανάτου τὸ δέος, ἀλλ’
10
ἡ τοῦ μὴ ὄντος ἀπειλή, μεταβολὴν εἰς τὸ εἶναι πάλιν οὐκ
·
ἔχουσα τοῖς φθαρεῖσι· ’δὶς γὰρ οὐκ ἔστι γενέσθαι, δεῖ
0007 139 Oth1106 F
·
δὲ τὸν αἰῶνα μὴ εἶναι’ κατ’ Ἐπίκουρον. εἰ γάρ ἐστι πέρας
·
τῷ 〈εἶναι τὸ〉 μὴ εἶναι, τοῦτο δ’ ἀπέραντον καὶ ἀμετάστα‐
·
τον, εὕρηται κακὸν αἰώνιον ἡ τῶν ἀγαθῶν στέρησις ἀναι‐
·
σθησίᾳ μηδέποτε παυσομένῃ. καὶ σοφώτερος Ἡρόδοτος
5
εἰπὼν ὡς ’ὁ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν
0007 139 Oth1107 A
·
αὐτῷ ὢν φαίνεται’ (VII 46), | καὶ μάλιστα τοῖς εὐδαι‐
·
μονεῖν δοκοῦσιν, οἷς δέλεάρ ἐστι λύπης τὸ ἡδύ, γευομέ‐
·
νοις ὧν στερήσονται. τίνα γὰρ εὐφροσύνην ἢ ἀπόλαυσιν
·
καὶ βρυασμὸν οὐκ ἂν ἐκκρούσειε καὶ καταποντίσειεν
5
ἐμπίπτουσα συνεχῶς ἡ ἐπίνοια τῆς ψυχῆς ὥσπερ εἰς
·
πέλαγος ἀχανὲς τὸ ἄπειρον ἐκχεομένης, τῶν ἐν ἡδονῇ
·
τιθεμένων τὸ καλὸν καὶ μακάριον; εἰ δὲ δὴ καὶ μετ’
·
ἀλγηδόνος, ὥσπερ Ἐπίκουρος οἴεται, τοῖς πλείστοις ἀπόλ‐
·
λυσθαι συμβαίνει, παντάπασιν ἀπαρηγόρητός ἐστιν ὁ τοῦ
10
θανάτου φόβος, εἰς ἀγαθῶν στέρησιν διὰ κακῶν ἄγοντος.
·
Καὶ πρὸς ταῦτα μὲν οὐκ ἀποκαμοῦνται μαχόμενοι
0007 139 Oth1107 B
·
καὶ βιαζόμενοι πάντας ἀνθρώπους, ἀγαθὸν μὲν ἡγεῖσθαι
·
τὴν τῶν κακῶν ἀποφυγήν, κακὸν δὲ μηκέτι νομίζειν τὴν
·
τῶν ἀγαθῶν στέρησιν· ἐκεῖνο δ’ ὁμολογοῦσι, τὸ μηδεμίαν
·
ἐλπίδα μηδὲ χαρὰν ἔχειν τὸν θάνατον ἀλλ’ ἀποκεκόφθαι
5
πᾶν τὸ ἡδὺ καὶ τὸ ἀγαθόν. ἐν ᾧ χρόνῳ πολλὰ καλὰ καὶ
·
μεγάλα καὶ θεῖα προσδοκῶσιν οἱ τὰς ψυχὰς ἀνωλέθρους
·
εἶναι διανοούμενοι καὶ ἀφθάρτους ἢ μακράς τινας χρόνων
·
περιόδους νῦν μὲν ἐν γῇ νῦν δ’ ἐν οὐρανῷ περιπολούσας,
·
ἄχρις οὗ συνδιαλυθῶσι τῷ κόσμῳ, μεθ’ ἡλίου καὶ σελή‐
10
νης εἰς πῦρ νοερὸν ἀναφθεῖσαι. τοιαύτην χώραν ἡδονῶν
0007 139 Oth1107 C
·
τοσούτων Ἐπίκουρος ἐκτέμνεται, καὶ ἐπὶ ταῖς ἐκ θεῶν
·
ἐλπίσιν, ὥσπερ εἴρηται, καὶ χάρισιν ἀναιρεθείσαις τοῦ
·
θεωρητικοῦ τὸ φιλομαθὲς καὶ τοῦ πρακτικοῦ τὸ φιλότι‐
·
μον ἀποτυφλώσας εἰς στενόν τι κομιδῇ καὶ οὐδὲ καθαρὸν
5
τὸ ἐπὶ τῇ σαρκὶ τῆς ψυχῆς χαῖρον συνέστειλε καὶ κατέ‐
·
βαλε τὴν φύσιν, ὡς μεῖζον ἀγαθὸν τοῦ τὸ κακὸν φεύγειν
·
οὐδὲν ἔχουσαν.’