0086 035 Pol1252a
·
ΠΟΛΙΤΙΚΩΝ Α
·
Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ
·
πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ γὰρ
·
εἶναι δοκοῦντος ἀγαθοῦ χάριν πάντα πράττουσι πάντες), δῆ‐
·
λον ὡς πᾶσαι μὲν ἀγαθοῦ τινος στοχάζονται, μάλιστα δὲ
5
καὶ τοῦ κυριωτάτου πάντων ἡ πασῶν κυριωτάτη καὶ πάσας
·
περιέχουσα τὰς ἄλλας. αὕτη δ’ ἐστὶν ἡ καλουμένη πόλις
·
καὶ ἡ κοινωνία ἡ πολιτική. ὅσοι μὲν οὖν οἴονται πολιτικὸν
·
καὶ βασιλικὸν καὶ οἰκονομικὸν καὶ δεσποτικὸν εἶναι τὸν
·
αὐτὸν οὐ καλῶς λέγουσιν (πλήθει γὰρ καὶ ὀλιγότητι νομί‐
10
ζουσι διαφέρειν ἀλλ’ οὐκ εἴδει τούτων ἕκαστον, οἷον ἂν μὲν
·
ὀλίγων, δεσπότην, ἂν δὲ πλειόνων, οἰκονόμον, ἂν δ’ ἔτι
·
πλειόνων, πολιτικὸν ἢ βασιλικόν, ὡς οὐδὲν διαφέρουσαν
·
μεγάλην οἰκίαν ἢ μικρὰν πόλιν· καὶ πολιτικὸν δὲ καὶ
·
βασιλικόν, ὅταν μὲν αὐτὸς ἐφεστήκῃ, βασιλικόν, ὅταν
15
δὲ κατὰ τοὺς λόγους τῆς ἐπιστήμης τῆς τοιαύτης κατὰ μέρος
·
ἄρχων καὶ ἀρχόμενος, πολιτικόν· ταῦτα δ’ οὐκ ἔστιν ἀληθῆ)·
·
δῆλον δ’ ἔσται τὸ λεγόμενον ἐπισκοποῦσι κατὰ τὴν ὑφ‐
·
ηγημένην μέθοδον. ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις τὸ σύν‐
·
θετον μέχρι τῶν ἀσυνθέτων ἀνάγκη διαιρεῖν (ταῦτα γὰρ ἐλά‐
20
χιστα μόρια τοῦ παντός), οὕτω καὶ πόλιν ἐξ ὧν σύγκειται
·
σκοποῦντες ὀψόμεθα καὶ περὶ τούτων μᾶλλον, τί τε δια‐
·
φέρουσιν ἀλλήλων καὶ εἴ τι τεχνικὸν ἐνδέχεται λαβεῖν περὶ
·
ἕκαστον τῶν ῥηθέντων.
·
Εἰ δή τις ἐξ ἀρχῆς τὰ πράγματα φυόμενα βλέψειεν,
25
ὥσπερ ἐν τοῖς ἄλλοις, καὶ ἐν τούτοις κάλλιστ’ ἂν οὕτω
·
θεωρήσειεν. ἀνάγκη δὴ πρῶτον συνδυάζεσθαι τοὺς ἄνευ
·
ἀλλήλων μὴ δυναμένους εἶναι, οἷον θῆλυ μὲν καὶ ἄρρεν τῆς
·
γεννήσεως ἕνεκεν (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλ’ ὥσπερ
·
καὶ ἐν τοῖς ἄλλοις ζῴοις καὶ φυτοῖς φυσικὸν τὸ ἐφίεσθαι,
30
οἷον αὐτό, τοιοῦτον καταλιπεῖν ἕτερον), ἄρχον δὲ φύσει καὶ
·
ἀρχόμενον διὰ τὴν σωτηρίαν. τὸ μὲν γὰρ δυνάμενον τῇ
·
διανοίᾳ προορᾶν ἄρχον φύσει καὶ δεσπόζον φύσει, τὸ δὲ
·
δυνάμενον [ταῦτα] τῷ σώματι πονεῖν ἀρχόμενον καὶ φύσει
·
δοῦλον· διὸ δεσπότῃ καὶ δούλῳ ταὐτὸ συμφέρει. φύσει μὲν
0086 035 Pol1252b
·
οὖν διώρισται τὸ θῆλυ καὶ τὸ δοῦλον (οὐθὲν γὰρ ἡ φύσις
·
ποιεῖ τοιοῦτον οἷον οἱ χαλκοτύποι τὴν Δελφικὴν μάχαιραν,
·
πενιχρῶς, ἀλλ’ ἓν πρὸς ἕν· οὕτω γὰρ ἂν ἀποτελοῖτο κάλ‐
·
λιστα τῶν ὀργάνων ἕκαστον, μὴ πολλοῖς ἔργοις ἀλλ’ ἑνὶ
5
δουλεῦον)· ἐν δὲ τοῖς βαρβάροις τὸ θῆλυ καὶ τὸ δοῦλον τὴν
·
αὐτὴν ἔχει τάξιν. αἴτιον δ’ ὅτι τὸ φύσει ἄρχον οὐκ ἔχου‐
·
σιν, ἀλλὰ γίνεται ἡ κοινωνία αὐτῶν δούλης καὶ δούλου. διό
·
φασιν οἱ ποιηταὶ “βαρβάρων δ’ Ἕλληνας ἄρχειν εἰκός”,
·
ὡς ταὐτὸ φύσει βάρβαρον καὶ δοῦλον ὄν. ἐκ μὲν οὖν τού‐
10
των τῶν δύο κοινωνιῶν οἰκία πρώτη, καὶ ὀρθῶς Ἡσίοδος
·
εἶπε ποιήσας ”οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ’ ἀρο‐
·
τῆρα”· ὁ γὰρ βοῦς ἀντ’ οἰκέτου τοῖς πένησίν ἐστιν. ἡ μὲν
·
οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν
·
οἶκός ἐστιν, οὓς Χαρώνδας μὲν καλεῖ ὁμοσιπύους, Ἐπιμενίδης
15
δὲ ὁ Κρὴς ὁμοκάπους· ἡ δ’ ἐκ πλειόνων οἰκιῶν κοινωνία
·
πρώτη χρήσεως ἕνεκεν μὴ ἐφημέρου κώμη. μάλιστα δὲ
·
κατὰ φύσιν ἔοικεν ἡ κώμη ἀποικία οἰκίας εἶναι, οὓς κα‐
·
λοῦσί τινες ὁμογάλακτας, παῖδάς τε καὶ παίδων παῖδας.
·
διὸ καὶ τὸ πρῶτον ἐβασιλεύοντο αἱ πόλεις, καὶ νῦν ἔτι τὰ
20
ἔθνη· ἐκ βασιλευομένων γὰρ συνῆλθον· πᾶσα γὰρ οἰκία
·
βασιλεύεται ὑπὸ τοῦ πρεσβυτάτου, ὥστε καὶ αἱ ἀποικίαι, διὰ
·
τὴν συγγένειαν. καὶ τοῦτ’ ἐστὶν ὃ λέγει Ὅμηρος ”θεμιστεύει
·
δὲ ἕκαστος παίδων ἠδ’ ἀλόχων”. σποράδες γάρ· καὶ οὕτω
·
τὸ ἀρχαῖον ᾤκουν. καὶ τοὺς θεοὺς δὲ διὰ τοῦτο πάντες φασὶ
25
βασιλεύεσθαι, ὅτι καὶ αὐτοὶ οἱ μὲν ἔτι καὶ νῦν οἱ δὲ τὸ
·
ἀρχαῖον ἐβασιλεύοντο, ὥσπερ δὲ καὶ τὰ εἴδη ἑαυτοῖς ἀφ‐
·
ομοιοῦσιν οἱ ἄνθρωποι, οὕτω καὶ τοὺς βίους τῶν θεῶν.
·
ἡ δ’ ἐκ
·
πλειόνων κωμῶν κοινωνία τέλειος πόλις, ἤδη πάσης ἔχουσα
·
πέρας τῆς αὐταρκείας ὡς ἔπος εἰπεῖν, γινομένη μὲν τοῦ
30
ζῆν ἕνεκεν, οὖσα δὲ τοῦ εὖ ζῆν. διὸ πᾶσα πόλις φύσει ἔστιν,
·
εἴπερ καὶ αἱ πρῶται κοινωνίαι. τέλος γὰρ αὕτη ἐκείνων,
·
ἡ δὲ φύσις τέλος ἐστίν· οἷον γὰρ ἕκαστόν ἐστι τῆς γενέσεως
·
τελεσθείσης, ταύτην φαμὲν τὴν φύσιν εἶναι ἑκάστου, ὥσπερ
·
ἀνθρώπου ἵππου οἰκίας. ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος βέλ‐
0086 035 Pol1253a
·
τιστον· ἡ δ’ αὐτάρκεια καὶ τέλος καὶ βέλτιστον. ἐκ τούτων οὖν
·
φανερὸν ὅτι τῶν φύσει ἡ πόλις ἐστί, καὶ ὅτι ὁ ἄνθρωπος
·
φύσει πολιτικὸν ζῷον, καὶ ὁ ἄπολις διὰ φύσιν καὶ οὐ διὰ
·
τύχην ἤτοι φαῦλός ἐστιν, ἢ κρείττων ἢ ἄνθρωπος· ὥσπερ
5
καὶ ὁ ὑφ’ Ὁμήρου λοιδορηθεὶς “ἀφρήτωρ ἀθέμιστος ἀνέστιος”·
·
ἅμα γὰρ φύσει τοιοῦτος καὶ πολέμου ἐπιθυμητής, ἅτε περ
·
ἄζυξ ὢν ὥσπερ ἐν πεττοῖς. διότι δὲ πολιτικὸν ὁ ἄνθρωπος
·
ζῷον πάσης μελίττης καὶ παντὸς ἀγελαίου ζῴου μᾶλλον,
·
δῆλον. οὐθὲν γάρ, ὡς φαμέν, μάτην ἡ φύσις ποιεῖ· λόγον
10
δὲ μόνον ἄνθρωπος ἔχει τῶν ζῴων· ἡ μὲν οὖν φωνὴ τοῦ
·
λυπηροῦ καὶ ἡδέος ἐστὶ σημεῖον, διὸ καὶ τοῖς ἄλλοις ὑπ‐
·
άρχει ζῴοις (μέχρι γὰρ τούτου ἡ φύσις αὐτῶν ἐλήλυθε, τοῦ
·
ἔχειν αἴσθησιν λυπηροῦ καὶ ἡδέος καὶ ταῦτα σημαίνειν
·
ἀλλήλοις), ὁ δὲ λόγος ἐπὶ τῷ δηλοῦν ἐστι τὸ συμφέρον καὶ
15
τὸ βλαβερόν, ὥστε καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον· τοῦτο γὰρ
·
πρὸς τὰ ἄλλα ζῷα τοῖς ἀνθρώποις ἴδιον, τὸ μόνον ἀγαθοῦ
·
καὶ κακοῦ καὶ δικαίου καὶ ἀδίκου καὶ τῶν ἄλλων αἴσθησιν
·
ἔχειν· ἡ δὲ τούτων κοινωνία ποιεῖ οἰκίαν καὶ πόλιν. καὶ
·
πρότερον δὲ τῇ φύσει πόλις ἢ οἰκία καὶ ἕκαστος ἡμῶν ἐστιν.
20
τὸ γὰρ ὅλον πρότερον ἀναγκαῖον εἶναι τοῦ μέρους· ἀναιρου‐
·
μένου γὰρ τοῦ ὅλου οὐκ ἔσται ποὺς οὐδὲ χείρ, εἰ μὴ ὁμ‐
·
ωνύμως, ὥσπερ εἴ τις λέγοι τὴν λιθίνην (διαφθαρεῖσα γὰρ ἔσται
·
τοιαύτη), πάντα δὲ τῷ ἔργῳ ὥρισται καὶ τῇ δυνάμει, ὥστε
·
μηκέτι τοιαῦτα ὄντα οὐ λεκτέον τὰ αὐτὰ εἶναι ἀλλ’ ὁμ‐
25
ώνυμα. ὅτι μὲν οὖν ἡ πόλις καὶ φύσει καὶ πρότερον ἢ ἕκα‐
·
στος, δῆλον· εἰ γὰρ μὴ αὐτάρκης ἕκαστος χωρισθείς, ὁμοίως
·
τοῖς ἄλλοις μέρεσιν ἕξει πρὸς τὸ ὅλον, ὁ δὲ μὴ δυνάμε‐
·
νος κοινωνεῖν ἢ μηδὲν δεόμενος δι’ αὐτάρκειαν οὐθὲν μέρος
·
πόλεως, ὥστε ἢ θηρίον ἢ θεός.
·
φύσει μὲν οὖν ἡ ὁρμὴ ἐν
30
πᾶσιν ἐπὶ τὴν τοιαύτην κοινωνίαν· ὁ δὲ πρῶτος συστήσας
·
μεγίστων ἀγαθῶν αἴτιος. ὥσπερ γὰρ καὶ τελεωθεὶς βέλτι‐
·
στον τῶν ζῴων ἄνθρωπός ἐστιν, οὕτω καὶ χωρισθεὶς νόμου καὶ
·
δίκης χείριστον πάντων. χαλεπωτάτη γὰρ ἀδικία ἔχουσα
·
ὅπλα· ὁ δὲ ἄνθρωπος ὅπλα ἔχων φύεται φρονήσει καὶ
35
ἀρετῇ, οἷς ἐπὶ τἀναντία ἔστι χρῆσθαι μάλιστα. διὸ ἀνοσιώ‐
·
τατον καὶ ἀγριώτατον ἄνευ ἀρετῆς, καὶ πρὸς ἀφροδίσια
·
καὶ ἐδωδὴν χείριστον. ἡ δὲ δικαιοσύνη πολιτικόν· ἡ γὰρ
·
δίκη πολιτικῆς κοινωνίας τάξις ἐστίν, ἡ δὲ δικαιοσύνη τοῦ
·
δικαίου κρίσις.
0086 035 Pol1253b
·
Ἐπεὶ δὲ φανερὸν ἐξ ὧν μορίων ἡ πόλις συνέστηκεν,
·
ἀναγκαῖον πρῶτον περὶ οἰκονομίας εἰπεῖν· πᾶσα γὰρ σύγ‐
·
κειται πόλις ἐξ οἰκιῶν. οἰκονομίας δὲ μέρη ἐξ ὧν πάλιν οἰκία
·
συνέστηκεν· οἰκία δὲ τέλειος ἐκ δούλων καὶ ἐλευθέρων. ἐπεὶ
5
δ’ ἐν τοῖς ἐλαχίστοις πρῶτον ἕκαστον ζητητέον, πρῶτα δὲ
·
καὶ ἐλάχιστα μέρη οἰκίας δεσπότης καὶ δοῦλος, καὶ πόσις
·
καὶ ἄλοχος, καὶ πατὴρ καὶ τέκνα, περὶ τριῶν ἂν τούτων
·
σκεπτέον εἴη τί ἕκαστον καὶ ποῖον δεῖ εἶναι. ταῦτα δ’ ἐστὶ
·
δεσποτικὴ καὶ γαμική (ἀνώνυμον γὰρ ἡ γυναικὸς καὶ ἀν‐
10
δρὸς σύζευξις) καὶ τρίτον τεκνοποιητική (καὶ γὰρ αὕτη οὐκ
·
ὠνόμασται ἰδίῳ ὀνόματι). ἔστωσαν δὴ αὗται 〈αἱ〉 τρεῖς ἃς εἴπο‐
·
μεν. ἔστι δέ τι μέρος ὃ δοκεῖ τοῖς μὲν εἶναι οἰκονομία,
·
τοῖς δὲ μέγιστον μέρος αὐτῆς· ὅπως δ’ ἔχει, θεωρητέον·
·
λέγω δὲ περὶ τῆς καλουμένης χρηματιστικῆς. πρῶτον δὲ
15
περὶ δεσπότου καὶ δούλου εἴπωμεν, ἵνα τά τε πρὸς τὴν
·
ἀναγκαίαν χρείαν ἴδωμεν, κἂν εἴ τι πρὸς τὸ εἰδέναι περὶ
·
αὐτῶν δυναίμεθα λαβεῖν βέλτιον τῶν νῦν ὑπολαμβανομέ‐
·
νων. τοῖς μὲν γὰρ δοκεῖ ἐπιστήμη τέ τις εἶναι ἡ δεσποτεία,
·
καὶ ἡ αὐτὴ οἰκονομία καὶ δεσποτεία καὶ πολιτικὴ καὶ βα‐
20
σιλική, καθάπερ εἴπομεν ἀρχόμενοι· τοῖς δὲ παρὰ φύσιν
·
τὸ δεσπόζειν (νόμῳ γὰρ τὸν μὲν δοῦλον εἶναι τὸν δ’ ἐλεύ‐
·
θερον, φύσει δ’ οὐθὲν διαφέρειν)· διόπερ οὐδὲ δίκαιον· βίαιον
·
γάρ.
·
Ἐπεὶ οὖν ἡ κτῆσις μέρος τῆς οἰκίας ἐστὶ καὶ ἡ κτητικὴ
·
μέρος τῆς οἰκονομίας (ἄνευ γὰρ τῶν ἀναγκαίων ἀδύνατον
25
καὶ ζῆν καὶ εὖ ζῆν), ὥσπερ δὴ ταῖς ὡρισμέναις τέχναις
·
ἀναγκαῖον ἂν εἴη ὑπάρχειν τὰ οἰκεῖα ὄργανα, εἰ μέλλει
·
ἀποτελεσθήσεσθαι τὸ ἔργον, οὕτω καὶ τῷ οἰκονομικῷ. τῶν
·
δ’ ὀργάνων τὰ μὲν ἄψυχα τὰ δὲ ἔμψυχα (οἷον τῷ κυ‐
·
βερνήτῃ ὁ μὲν οἴαξ ἄψυχον ὁ δὲ πρῳρεὺς ἔμψυχον· ὁ
30
γὰρ ὑπηρέτης ἐν ὀργάνου εἴδει ταῖς τέχναις ἐστίν)· οὕτω καὶ
·
τὸ κτῆμα ὄργανον πρὸς ζωήν ἐστι, καὶ ἡ κτῆσις πλῆθος
·
ὀργάνων ἐστί, καὶ ὁ δοῦλος κτῆμά τι ἔμψυχον, καὶ ὥσπερ
·
ὄργανον πρὸ ὀργάνων πᾶς ὑπηρέτης. εἰ γὰρ ἠδύνατο
·
ἕκαστον τῶν ὀργάνων κελευσθὲν ἢ προαισθανόμενον ἀπο‐
35
τελεῖν τὸ αὑτοῦ ἔργον, 〈καὶ〉 ὥσπερ τὰ Δαιδάλου φασὶν ἢ τοὺς
·
τοῦ Ἡφαίστου τρίποδας, οὕς φησιν ὁ ποιητὴς αὐτομάτους θεῖον
·
δύεσθαι ἀγῶνα, οὕτως αἱ κερκίδες ἐκέρκιζον αὐταὶ καὶ τὰ
·
πλῆκτρα ἐκιθάριζεν, οὐδὲν ἂν ἔδει οὔτε τοῖς ἀρχιτέκτοσιν
0086 035 Pol1254a
·
ὑπηρετῶν οὔτε τοῖς δεσπόταις δούλων. τὰ μὲν οὖν λεγόμενα
·
ὄργανα ποιητικὰ ὄργανά ἐστι, τὸ δὲ κτῆμα πρακτικόν· ἀπὸ
·
μὲν γὰρ τῆς κερκίδος ἕτερόν τι γίνεται παρὰ τὴν χρῆσιν
·
αὐτῆς, ἀπὸ δὲ τῆς ἐσθῆτος καὶ τῆς κλίνης ἡ χρῆσις μό‐
5
νον. ἔτι δ’ ἐπεὶ διαφέρει ἡ ποίησις εἴδει καὶ ἡ πρᾶξις,
·
καὶ δέονται ἀμφότεραι ὀργάνων, ἀνάγκη καὶ ταῦτα τὴν
·
αὐτὴν ἔχειν διαφοράν. ὁ δὲ βίος πρᾶξις, οὐ ποίησις, ἐστιν·
·
διὸ καὶ ὁ δοῦλος ὑπηρέτης τῶν πρὸς τὴν πρᾶξιν. τὸ δὲ
·
κτῆμα λέγεται ὥσπερ καὶ τὸ μόριον. τό τε γὰρ μόριον οὐ
10
μόνον ἄλλου ἐστὶ μόριον, ἀλλὰ καὶ ὅλως ἄλλου· ὁμοίως δὲ
·
καὶ τὸ κτῆμα. διὸ ὁ μὲν δεσπότης τοῦ δούλου δεσπότης μό‐
·
νον, ἐκείνου δ’ οὐκ ἔστιν· ὁ δὲ δοῦλος οὐ μόνον δεσπότου δοῦ‐
·
λός ἐστιν, ἀλλὰ καὶ ὅλως ἐκείνου.
·
τίς μὲν οὖν ἡ φύσις τοῦ
·
δούλου καὶ τίς ἡ δύναμις, ἐκ τούτων δῆλον· ὁ γὰρ μὴ αὑτοῦ φύ‐
15
σει ἀλλ’ ἄλλου ἄνθρωπος ὤν, οὗτος φύσει δοῦλός ἐστιν, ἄλλου
·
δ’ ἐστὶν ἄνθρωπος ὃς ἂν κτῆμα ᾖ ἄνθρωπος ὤν, κτῆμα δὲ
·
ὄργανον πρακτικὸν καὶ χωριστόν.
·
Πότερον δ’ ἔστι τις φύσει
·
τοιοῦτος ἢ οὔ, καὶ πότερον βέλτιον καὶ δίκαιόν τινι δουλεύειν
·
ἢ οὔ, ἀλλὰ πᾶσα δουλεία παρὰ φύσιν ἐστί, μετὰ ταῦτα
20
σκεπτέον. οὐ χαλεπὸν δὲ καὶ τῷ λόγῳ θεωρῆσαι καὶ ἐκ
·
τῶν γινομένων καταμαθεῖν. τὸ γὰρ ἄρχειν καὶ ἄρχεσθαι
·
οὐ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν συμφερόντων ἐστί,
·
καὶ εὐθὺς ἐκ γενετῆς ἔνια διέστηκε τὰ μὲν ἐπὶ τὸ ἄρχεσθαι
·
τὰ δ’ ἐπὶ τὸ ἄρχειν. καὶ εἴδη πολλὰ καὶ ἀρχόντων καὶ
25
ἀρχομένων ἔστιν (καὶ ἀεὶ βελτίων ἡ ἀρχὴ ἡ τῶν βελτιόνων
·
ἀρχομένων, οἷον ἀνθρώπου ἢ θηρίου· τὸ γὰρ ἀποτελούμενον
·
ὑπὸ τῶν βελτιόνων βέλτιον ἔργον· ὅπου δὲ τὸ μὲν ἄρχει
·
τὸ δ’ ἄρχεται, ἔστι τι τούτων ἔργον)· ὅσα γὰρ ἐκ πλειόνων
·
συνέστηκε καὶ γίνεται ἕν τι κοινόν, εἴτε ἐκ συνεχῶν εἴτε ἐκ
30
διῃρημένων, ἐν ἅπασιν ἐμφαίνεται τὸ ἄρχον καὶ τὸ ἀρχό‐
·
μενον, καὶ τοῦτο ἐκ τῆς ἁπάσης φύσεως ἐνυπάρχει τοῖς
·
ἐμψύχοις· καὶ γὰρ ἐν τοῖς μὴ μετέχουσι ζωῆς ἔστι τις
·
ἀρχή, οἷον ἁρμονίας. ἀλλὰ ταῦτα μὲν ἴσως ἐξωτερικωτέ‐
·
ρας ἐστὶ σκέψεως· τὸ δὲ ζῷον πρῶτον συνέστηκεν ἐκ ψυχῆς
35
καὶ σώματος, ὧν τὸ μὲν ἄρχον ἐστὶ φύσει τὸ δ’ ἀρχό‐
·
μενον. δεῖ δὲ σκοπεῖν ἐν τοῖς κατὰ φύσιν ἔχουσι μᾶλλον
·
τὸ φύσει, καὶ μὴ ἐν τοῖς διεφθαρμένοις· διὸ καὶ τὸν βέλ‐
·
τιστα διακείμενον καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἄν‐
·
θρωπον θεωρητέον, ἐν ᾧ τοῦτο δῆλον· τῶν γὰρ μοχθηρῶν ἢ
0086 035 Pol1254b
·
μοχθηρῶς ἐχόντων δόξειεν ἂν ἄρχειν πολλάκις τὸ σῶμα
·
τῆς ψυχῆς διὰ τὸ φαύλως καὶ παρὰ φύσιν ἔχειν.
·
ἔστι
·
δ’ οὖν, ὥσπερ λέγομεν, πρῶτον ἐν ζῴῳ θεωρῆσαι καὶ δε‐
·
σποτικὴν ἀρχὴν καὶ πολιτικήν· ἡ μὲν γὰρ ψυχὴ τοῦ σώ‐
5
ματος ἄρχει δεσποτικὴν ἀρχήν, ὁ δὲ νοῦς τῆς ὀρέξεως πολι‐
·
τικὴν ἢ βασιλικήν· ἐν οἷς φανερόν ἐστιν ὅτι κατὰ φύ‐
·
σιν καὶ συμφέρον τὸ ἄρχεσθαι τῷ σώματι ὑπὸ τῆς ψυ‐
·
χῆς, καὶ τῷ παθητικῷ μορίῳ ὑπὸ τοῦ νοῦ καὶ τοῦ μορίου τοῦ
·
λόγον ἔχοντος, τὸ δ’ ἐξ ἴσου ἢ ἀνάπαλιν βλαβερὸν πᾶσιν.
10
πάλιν ἐν ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις ὡσαύτως· τὰ
·
μὲν γὰρ ἥμερα τῶν ἀγρίων βελτίω τὴν φύσιν, τούτοις δὲ
·
πᾶσι βέλτιον ἄρχεσθαι ὑπ’ ἀνθρώπου· τυγχάνει γὰρ σω‐
·
τηρίας οὕτως. ἔτι δὲ τὸ ἄρρεν πρὸς τὸ θῆλυ φύσει τὸ μὲν
·
κρεῖττον τὸ δὲ χεῖρον, καὶ τὸ μὲν ἄρχον τὸ δ’ ἀρχόμενον. τὸν
15
αὐτὸν δὲ τρόπον ἀναγκαῖον εἶναι καὶ ἐπὶ πάντων ἀνθρώ‐
·
πων. ὅσοι μὲν οὖν τοσοῦτον διεστᾶσιν ὅσον ψυχὴ σώματος
·
καὶ ἄνθρωπος θηρίου (διάκεινται δὲ τοῦτον τὸν τρόπον ὅσων
·
ἐστὶν ἔργον ἡ τοῦ σώματος χρῆσις, καὶ τοῦτ’ ἐστ’ ἀπ’ αὐτῶν
·
βέλτιστον), οὗτοι μέν εἰσι φύσει δοῦλοι, οἷς βέλτιόν ἐστιν
20
ἄρχεσθαι ταύτην τὴν ἀρχήν, εἴπερ καὶ τοῖς εἰρημένοις. ἔστι
·
γὰρ φύσει δοῦλος ὁ δυνάμενος ἄλλου εἶναι (διὸ καὶ ἄλλου
·
ἐστίν), καὶ ὁ κοινωνῶν λόγου τοσοῦτον ὅσον αἰσθάνεσθαι ἀλλὰ
·
μὴ ἔχειν. τὰ γὰρ ἄλλα ζῷα οὐ λόγῳ [αἰσθανόμενα] ἀλλὰ
·
παθήμασιν ὑπηρετεῖ. καὶ ἡ χρεία δὲ παραλλάττει μικρόν·
25
ἡ γὰρ πρὸς τἀναγκαῖα τῷ σώματι βοήθεια γίνεται παρ’
·
ἀμφοῖν, παρά τε τῶν δούλων καὶ παρὰ τῶν ἡμέρων ζῴων.
·
βούλεται μὲν οὖν ἡ φύσις καὶ τὰ σώματα διαφέροντα
·
ποιεῖν τὰ τῶν ἐλευθέρων καὶ τῶν δούλων, τὰ μὲν ἰσχυρὰ
·
πρὸς τὴν ἀναγκαίαν χρῆσιν, τὰ δ’ ὀρθὰ καὶ ἄχρηστα πρὸς
30
τὰς τοιαύτας ἐργασίας, ἀλλὰ χρήσιμα πρὸς πολιτικὸν
·
βίον (οὗτος δὲ καὶ γίνεται διῃρημένος εἴς τε τὴν πολεμικὴν
·
χρείαν καὶ τὴν εἰρηνικήν), συμβαίνει δὲ πολλάκις καὶ τοὐ‐
·
ναντίον, τοὺς μὲν τὰ σώματα ἔχειν ἐλευθέρων τοὺς δὲ τὰς
·
ψυχάς· ἐπεὶ τοῦτό γε φανερόν, ὡς εἰ τοσοῦτον γένοιντο διά‐
35
φοροι τὸ σῶμα μόνον ὅσον αἱ τῶν θεῶν εἰκόνες, τοὺς ὑπο‐
·
λειπομένους πάντες φαῖεν ἂν ἀξίους εἶναι τούτοις δουλεύειν.
·
εἰ δ’ ἐπὶ τοῦ σώματος τοῦτ’ ἀληθές, πολὺ δικαιότερον ἐπὶ
·
τῆς ψυχῆς τοῦτο διωρίσθαι· ἀλλ’ οὐχ ὁμοίως ῥᾴδιον ἰδεῖν
·
τό τε τῆς ψυχῆς κάλλος καὶ τὸ τοῦ σώματος. ὅτι μὲν
0086 035 Pol1255a
·
τοίνυν εἰσὶ φύσει τινὲς οἱ μὲν ἐλεύθεροι οἱ δὲ δοῦλοι, φα‐
·
νερόν, οἷς καὶ συμφέρει τὸ δουλεύειν καὶ δίκαιόν ἐστιν.
·
Ὅτι δὲ καὶ οἱ τἀναντία φάσκοντες τρόπον τινὰ λέγουσιν
·
ὀρθῶς, οὐ χαλεπὸν ἰδεῖν. διχῶς γὰρ λέγεται τὸ δουλεύειν
5
καὶ ὁ δοῦλος. ἔστι γάρ τις καὶ κατὰ νόμον δοῦλος καὶ
·
δουλεύων· ὁ γὰρ νόμος ὁμολογία τίς ἐστιν ἐν ᾗ τὰ κατὰ
·
πόλεμον κρατούμενα τῶν κρατούντων εἶναί φασιν. τοῦτο δὴ
·
τὸ δίκαιον πολλοὶ τῶν ἐν τοῖς νόμοις ὥσπερ ῥήτορα γρά‐
·
φονται παρανόμων, ὡς δεινὸν 〈ὂν〉 εἰ τοῦ βιάσασθαι δυναμένου
10
καὶ κατὰ δύναμιν κρείττονος ἔσται δοῦλον καὶ ἀρχόμενον
·
τὸ βιασθέν. καὶ τοῖς μὲν οὕτως δοκεῖ τοῖς δ’ ἐκείνως, καὶ
·
τῶν σοφῶν. αἴτιον δὲ ταύτης τῆς ἀμφισβητήσεως, καὶ ὃ
·
ποιεῖ τοὺς λόγους ἐπαλλάττειν, ὅτι τρόπον τινὰ ἀρετὴ τυγ‐
·
χάνουσα χορηγίας καὶ βιάζεσθαι δύναται μάλιστα, καὶ
15
ἔστιν ἀεὶ τὸ κρατοῦν ἐν ὑπεροχῇ ἀγαθοῦ τινος, ὥστε δοκεῖν
·
μὴ ἄνευ ἀρετῆς εἶναι τὴν βίαν, ἀλλὰ περὶ τοῦ δικαίου μό‐
·
νον εἶναι τὴν ἀμφισβήτησιν (διὰ γὰρ τοῦτο τοῖς μὲν ἄνοια
·
δοκεῖ τὸ δίκαιον εἶναι, τοῖς δ’ αὐτὸ τοῦτο δίκαιον, τὸ τὸν
·
κρείττονα ἄρχειν)· ἐπεὶ διαστάντων γε χωρὶς τούτων τῶν λό‐
20
γων οὔτε ἰσχυρὸν οὐθὲν ἔχουσιν οὔτε πιθανὸν ἅτεροι λόγοι, ὡς
·
οὐ δεῖ τὸ βέλτιον κατ’ ἀρετὴν ἄρχειν καὶ δεσπόζειν. ὅλως
·
δ’ ἀντεχόμενοί τινες, ὡς οἴονται, δικαίου τινός (ὁ γὰρ νόμος
·
δίκαιόν τι) τὴν κατὰ πόλεμον δουλείαν τιθέασι δικαίαν,
·
ἅμα δ’ οὔ φασιν· τήν τε γὰρ ἀρχὴν ἐνδέχεται μὴ δι‐
25
καίαν εἶναι τῶν πολέμων, καὶ τὸν ἀνάξιον δουλεύειν οὐδα‐
·
μῶς ἂν φαίη τις δοῦλον εἶναι· εἰ δὲ μή, συμβήσεται τοὺς
·
εὐγενεστάτους εἶναι δοκοῦντας δούλους εἶναι καὶ ἐκ δούλων, ἐὰν
·
συμβῇ πραθῆναι ληφθέντας. διόπερ αὐτοὺς οὐ βούλονται
·
λέγειν δούλους, ἀλλὰ τοὺς βαρβάρους. καίτοι ὅταν τοῦτο λέ‐
30
γωσιν, οὐθὲν ἄλλο ζητοῦσιν ἢ τὸ φύσει δοῦλον ὅπερ ἐξ
·
ἀρχῆς εἴπομεν· ἀνάγκη γὰρ εἶναί τινας φάναι τοὺς μὲν
·
πανταχοῦ δούλους τοὺς δ’ οὐδαμοῦ. τὸν αὐτὸν δὲ τρόπον καὶ
·
περὶ εὐγενείας· αὑτοὺς μὲν γὰρ οὐ μόνον παρ’ αὑτοῖς εὐ‐
·
γενεῖς ἀλλὰ πανταχοῦ νομίζουσιν, τοὺς δὲ βαρβάρους οἴκοι μό‐
35
νον, ὡς ὄν τι τὸ μὲν ἁπλῶς εὐγενὲς καὶ ἐλεύθερον τὸ δ’
·
οὐχ ἁπλῶς, ὥσπερ καὶ ἡ Θεοδέκτου Ἑλένη φησὶ
·
“θείων δ’ ἀπ’ ἀμφοῖν ἔκγονον ῥιζωμάτων
·
τίς ἂν προσειπεῖν ἀξιώσειεν λάτριν;”
·
ὅταν δὲ τοῦτο λέγωσιν, οὐθενὶ ἀλλ’ ἢ ἀρετῇ καὶ κακίᾳ δι‐
40
ορίζουσι τὸ δοῦλον καὶ ἐλεύθερον, καὶ τοὺς εὐγενεῖς καὶ τοὺς
0086 035 Pol1255b
·
δυσγενεῖς. ἀξιοῦσι γάρ, ὥσπερ ἐξ ἀνθρώπου ἄνθρωπον καὶ
·
ἐκ θηρίων γίνεσθαι θηρίον, οὕτω καὶ ἐξ ἀγαθῶν ἀγαθόν.
·
ἡ δὲ φύσις βούλεται μὲν τοῦτο ποιεῖν πολλάκις, οὐ μέντοι
·
δύναται.
·
ὅτι μὲν οὖν ἔχει τινὰ λόγον ἡ ἀμφισβήτησις,
5
καὶ οὐκ 〈ἀεί〉 εἰσιν οἱ μὲν φύσει δοῦλοι οἱ δ’ ἐλεύθεροι, δῆλον,
·
καὶ ὅτι ἔν τισι διώρισται τὸ τοιοῦτον, ὧν συμφέρει τῷ μὲν τὸ
·
δουλεύειν τῷ δὲ τὸ δεσπόζειν [καὶ δίκαιον], καὶ δεῖ τὸ μὲν
·
ἄρχεσθαι τὸ δ’ ἄρχειν ἣν πεφύκασιν ἀρχὴν ἄρχειν, ὥστε
·
καὶ δεσπόζειν, τὸ δὲ κακῶς ἀσυμφόρως ἐστὶν ἀμφοῖν (τὸ
10
γὰρ αὐτὸ συμφέρει τῷ μέρει καὶ τῷ ὅλῳ, καὶ σώματι καὶ
·
ψυχῇ, ὁ δὲ δοῦλος μέρος τι τοῦ δεσπότου, οἷον ἔμψυχόν τι
·
τοῦ σώματος κεχωρισμένον δὲ μέρος· διὸ καὶ συμφέρον
·
ἐστί τι καὶ φιλία δούλῳ καὶ δεσπότῃ πρὸς ἀλλήλους τοῖς
·
φύσει τούτων ἠξιωμένοις, τοῖς δὲ μὴ τοῦτον τὸν τρόπον,
15
ἀλλὰ κατὰ νόμον καὶ βιασθεῖσι, τοὐναντίον).
·
Φανερὸν δὲ καὶ ἐκ τούτων ὅτι οὐ ταὐτόν ἐστι δεσποτεία
·
καὶ πολιτική, οὐδὲ πᾶσαι ἀλλήλαις αἱ ἀρχαί, ὥσπερ τινές
·
φασιν. ἡ μὲν γὰρ ἐλευθέρων φύσει ἡ δὲ δούλων ἐστίν, καὶ
·
ἡ μὲν οἰκονομικὴ μοναρχία (μοναρχεῖται γὰρ πᾶς οἶκος),
20
ἡ δὲ πολιτικὴ ἐλευθέρων καὶ ἴσων ἀρχή. ὁ μὲν οὖν δεσπό‐
·
της οὐ λέγεται κατ’ ἐπιστήμην, ἀλλὰ τῷ τοιόσδ’ εἶναι,
·
ὁμοίως δὲ καὶ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος. ἐπιστήμη δ’ ἂν
·
εἴη καὶ δεσποτικὴ καὶ δουλική, δουλικὴ μὲν οἵαν περ ὁ ἐν
·
Συρακούσαις ἐπαίδευεν· ἐκεῖ γὰρ λαμβάνων τις μισθὸν
25
ἐδίδασκε τὰ ἐγκύκλια διακονήματα τοὺς παῖδας· εἴη δ’
·
ἂν καὶ ἐπὶ πλεῖον τῶν τοιούτων μάθησις, οἷον ὀψοποιικὴ
·
καὶ τἆλλα τὰ τοιαῦτα γένη τῆς διακονίας. ἔστι γὰρ ἕτερα
·
ἑτέρων τὰ μὲν ἐντιμότερα ἔργα τὰ δ’ ἀναγκαιότερα, καὶ
·
κατὰ τὴν παροιμίαν ”δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δε‐
30
σπότου”. αἱ μὲν οὖν τοιαῦται πᾶσαι δουλικαὶ ἐπιστῆμαί εἰσι·
·
δεσποτικὴ δ’ ἐπιστήμη ἐστὶν ἡ χρηστικὴ δούλων. ὁ γὰρ δε‐
·
σπότης οὐκ ἐν τῷ κτᾶσθαι τοὺς δούλους, ἀλλ’ ἐν τῷ χρῆσθαι
·
δούλοις. ἔστι δ’ αὕτη ἡ ἐπιστήμη οὐδὲν μέγα ἔχουσα οὐδὲ
·
σεμνόν· ἃ γὰρ τὸν δοῦλον ἐπίστασθαι δεῖ ποιεῖν, ἐκεῖνον δεῖ
35
ταῦτα ἐπίστασθαι ἐπιτάττειν. διὸ ὅσοις ἐξουσία μὴ αὐτοὺς
·
κακοπαθεῖν, ἐπίτροπός 〈τις〉 λαμβάνει ταύτην τὴν τιμήν, αὐτοὶ
·
δὲ πολιτεύονται ἢ φιλοσοφοῦσιν. ἡ δὲ κτητικὴ ἑτέρα ἀμφο‐
·
τέρων τούτων, οἷον ἡ δικαία, πολεμική τις οὖσα ἢ θηρευ‐
·
τική. περὶ μὲν οὖν δούλου καὶ δεσπότου τοῦτον διωρίσθω τὸν
40
τρόπον.
0086 035 Pol1256a
·
Ὅλως δὲ περὶ πάσης κτήσεως καὶ χρηματιστικῆς θεω‐
·
ρήσωμεν κατὰ τὸν ὑφηγημένον τρόπον, ἐπείπερ καὶ ὁ δοῦ‐
·
λος τῆς κτήσεως μέρος τι ἦν. πρῶτον μὲν οὖν ἀπορήσειεν
·
ἄν τις πότερον ἡ χρηματιστικὴ ἡ αὐτὴ τῇ οἰκονομικῇ ἐστιν
5
ἢ μέρος τι, ἢ ὑπηρετική, καὶ εἰ ὑπηρετική, πότερον ὡς ἡ
·
κερκιδοποιικὴ τῇ ὑφαντικῇ ἢ ὡς ἡ χαλκουργικὴ τῇ ἀνδρι‐
·
αντοποιίᾳ (οὐ γὰρ ὡσαύτως ὑπηρετοῦσιν, ἀλλ’ ἡ μὲν ὄργανα
·
παρέχει, ἡ δὲ τὴν ὕλην· λέγω δὲ ὕλην τὸ ὑποκείμε‐
·
νον ἐξ οὗ τι ἀποτελεῖται ἔργον, οἷον ὑφάντῃ μὲν ἔρια
10
ἀνδριαντοποιῷ δὲ χαλκόν). ὅτι μὲν οὖν οὐχ ἡ αὐτὴ ἡ οἰκο‐
·
νομικὴ τῇ χρηματιστικῇ, δῆλον (τῆς μὲν γὰρ τὸ πορίσα‐
·
σθαι, τῆς δὲ τὸ χρήσασθαι· τίς γὰρ ἔσται ἡ χρησομένη
·
τοῖς κατὰ τὴν οἰκίαν παρὰ τὴν οἰκονομικήν;)· πότερον δὲ
·
μέρος αὐτῆς ἐστί τι ἢ ἕτερον εἶδος, ἔχει διαμφισβήτησιν·
15
εἰ γάρ ἐστι τοῦ χρηματιστικοῦ θεωρῆσαι πόθεν χρήματα καὶ
·
κτῆσις ἔσται, ἥ γε κτῆσις πολλὰ περιείληφε μέρη καὶ ὁ
·
πλοῦτος, ὥστε πρῶτον ἡ γεωργικὴ πότερον μέρος τι τῆς χρη‐
·
ματιστικῆς ἢ ἕτερόν τι γένος, καὶ καθόλου ἡ περὶ τὴν τρο‐
·
φὴν ἐπιμέλεια καὶ κτῆσις; ἀλλὰ μὴν εἴδη γε πολλὰ τρο‐
20
φῆς, διὸ καὶ βίοι πολλοὶ καὶ τῶν ζῴων καὶ τῶν ἀνθρώπων
·
εἰσίν· οὐ γὰρ οἷόν τε ζῆν ἄνευ τροφῆς, ὥστε αἱ διαφοραὶ
·
τῆς τροφῆς τοὺς βίους πεποιήκασι διαφέροντας τῶν ζῴων.
·
τῶν τε γὰρ θηρίων τὰ μὲν ἀγελαῖα τὰ δὲ σποραδικά ἐστιν,
·
ὁποτέρως συμφέρει πρὸς τὴν τροφὴν αὐτοῖς διὰ τὸ τὰ μὲν
25
ζῳοφάγα τὰ δὲ καρποφάγα τὰ δὲ παμφάγα αὐτῶν εἶναι,
·
ὥστε πρὸς τὰς ῥᾳστώνας καὶ τὴν αἵρεσιν τὴν τούτων ἡ φύσις τοὺς
·
βίους αὐτῶν διώρισεν, ἐπεὶ δ’ οὐ ταὐτὸ ἑκάστῳ ἡδὺ κατὰ φύ‐
·
σιν ἀλλὰ ἕτερα ἑτέροις, καὶ αὐτῶν τῶν ζῳοφάγων καὶ τῶν
·
καρποφάγων οἱ βίοι πρὸς ἄλληλα διεστᾶσιν· ὁμοίως δὲ
30
καὶ τῶν ἀνθρώπων. πολὺ γὰρ διαφέρουσιν οἱ τούτων βίοι.
·
οἱ μὲν οὖν ἀργότατοι νομάδες εἰσίν (ἡ γὰρ ἀπὸ τῶν ἡμέ‐
·
ρων τροφὴ ζῴων ἄνευ πόνου γίνεται σχολάζουσιν· ἀναγκαίου
·
δ’ ὄντος μεταβάλλειν τοῖς κτήνεσι διὰ τὰς νομὰς καὶ
·
αὐτοὶ ἀναγκάζονται συνακολουθεῖν, ὥσπερ γεωργίαν ζῶσαν
35
γεωργοῦντες)· οἱ δ’ ἀπὸ θήρας ζῶσι, καὶ θήρας ἕτεροι ἑ‐
·
τέρας, οἷον οἱ μὲν ἀπὸ λῃστείας, οἱ δ’ ἀφ’ ἁλιείας, ὅσοι λί‐
·
μνας καὶ ἕλη καὶ ποταμοὺς ἢ θάλατταν τοιαύτην προς‐
·
οικοῦσιν, οἱ δ’ ἀπ’ ὀρνίθων ἢ θηρίων ἀγρίων· τὸ δὲ πλεῖστον
·
γένος τῶν ἀνθρώπων ἀπὸ τῆς γῆς ζῇ καὶ τῶν ἡμέρων καρ‐
40
πῶν.
40
οἱ μὲν οὖν βίοι τοσοῦτοι σχεδόν εἰσιν, ὅσοι γε αὐτό‐
·
φυτον ἔχουσι τὴν ἐργασίαν καὶ μὴ δι’ ἀλλαγῆς καὶ καπη‐
0086 035 Pol1256b
·
λείας πορίζονται τὴν τροφήν, νομαδικὸς λῃστρικὸς ἁλιευ‐
·
τικὸς θηρευτικὸς γεωργικός. οἱ δὲ καὶ μιγνύντες ἐκ τού‐
·
των ἡδέως ζῶσι, προσαναπληροῦντες τὸν ἐνδεέστερον βίον, ᾗ
·
τυγχάνει ἐλλείπων πρὸς τὸ αὐτάρκης εἶναι, οἷον οἱ μὲν
5
νομαδικὸν ἅμα καὶ λῃστρικόν, οἱ δὲ γεωργικὸν καὶ θηρευ‐
·
τικόν· ὁμοίως δὲ καὶ περὶ τοὺς ἄλλους· ὡς ἂν ἡ χρεία
·
συναναγκάζῃ, τοῦτον τὸν τρόπον διάγουσιν. ἡ μὲν οὖν τοιαύτη
·
κτῆσις ὑπ’ αὐτῆς φαίνεται τῆς φύσεως διδομένη πᾶσιν,
·
ὥσπερ κατὰ τὴν πρώτην γένεσιν εὐθύς, οὕτω καὶ τελειω‐
10
θεῖσιν. καὶ γὰρ κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τὰ μὲν συνεκ‐
·
τίκτει τῶν ζῴων τοσαύτην τροφὴν ὥσθ’ ἱκανὴν εἶναι μέχρις
·
οὗ ἂν δύνηται αὐτὸ αὑτῷ πορίζειν τὸ γεννηθέν, οἷον ὅσα
·
σκωληκοτοκεῖ ἢ ᾠοτοκεῖ· ὅσα δὲ ζῳοτοκεῖ, τοῖς γεννωμένοις
·
ἔχει τροφὴν ἐν αὑτοῖς μέχρι τινός, τὴν τοῦ καλουμένου γά‐
15
λακτος φύσιν. ὥστε ὁμοίως δῆλον ὅτι καὶ γενομένοις οἰη‐
·
τέον τά τε φυτὰ τῶν ζῴων ἕνεκεν εἶναι καὶ τὰ ἄλλα ζῷα
·
τῶν ἀνθρώπων χάριν, τὰ μὲν ἥμερα καὶ διὰ τὴν χρῆσιν
·
καὶ διὰ τὴν τροφήν, τῶν δ’ ἀγρίων, εἰ μὴ πάντα, ἀλλὰ
·
τά γε πλεῖστα τῆς τροφῆς καὶ ἄλλης βοηθείας ἕνεκεν, ἵνα
20
καὶ ἐσθὴς καὶ ἄλλα ὄργανα γίνηται ἐξ αὐτῶν. εἰ οὖν ἡ
·
φύσις μηθὲν μήτε ἀτελὲς ποιεῖ μήτε μάτην, ἀναγκαῖον
·
τῶν ἀνθρώπων ἕνεκεν αὐτὰ πάντα πεποιηκέναι τὴν φύσιν.
·
διὸ καὶ ἡ πολεμικὴ φύσει κτητική πως ἔσται (ἡ γὰρ θη‐
·
ρευτικὴ μέρος αὐτῆς), ᾗ δεῖ χρῆσθαι πρός τε τὰ θηρία καὶ
25
τῶν ἀνθρώπων ὅσοι πεφυκότες ἄρχεσθαι μὴ θέλουσιν, ὡς
·
φύσει δίκαιον τοῦτον ὄντα τὸν πόλεμον.
·
ἓν μὲν οὖν εἶδος
·
κτητικῆς κατὰ φύσιν τῆς οἰκονομικῆς μέρος ἐστίν, ὅτι δεῖ
·
ἤτοι ὑπάρχειν ἢ πορίζειν αὐτὴν ὅπως ὑπάρχῃ ὧν ἔστι θη‐
·
σαυρισμὸς χρημάτων πρὸς ζωὴν ἀναγκαίων, καὶ χρησίμων
30
εἰς κοινωνίαν πόλεως ἢ οἰκίας. καὶ ἔοικεν ὅ γ’ ἀληθινὸς
·
πλοῦτος ἐκ τούτων εἶναι. ἡ γὰρ τῆς τοιαύτης κτήσεως
·
αὐτάρκεια πρὸς ἀγαθὴν ζωὴν οὐκ ἄπειρός ἐστιν, ὥσπερ Σό‐
·
λων φησὶ ποιήσας “πλούτου δ’ οὐθὲν τέρμα πεφασμένον ἀν‐
·
δράσι κεῖται”. κεῖται γὰρ ὥσπερ καὶ ταῖς ἄλλαις τέχναις·
35
οὐδὲν γὰρ ὄργανον ἄπειρον οὐδεμιᾶς ἐστι τέχνης οὔτε πλήθει
·
οὔτε μεγέθει, ὁ δὲ πλοῦτος ὀργάνων πλῆθός ἐστιν οἰκονο‐
·
μικῶν καὶ πολιτικῶν. ὅτι μὲν τοίνυν ἔστι τις κτητικὴ
·
κατὰ φύσιν τοῖς οἰκονόμοις καὶ τοῖς πολιτικοῖς, καὶ δι’
·
ἣν αἰτίαν, δῆλον.
40
Ἔστι δὲ γένος ἄλλο κτητικῆς, ἣν μάλιστα καλοῦσι, καὶ
·
δίκαιον αὐτὸ καλεῖν, χρηματιστικήν, δι’ ἣν οὐδὲν δοκεῖ
0086 035 Pol1257a
·
πέρας εἶναι πλούτου καὶ κτήσεως· ἣν ὡς μίαν καὶ τὴν
·
αὐτὴν τῇ λεχθείσῃ πολλοὶ νομίζουσι διὰ τὴν γειτνίασιν·
·
ἔστι δ’ οὔτε ἡ αὐτὴ τῇ εἰρημένῃ οὔτε πόρρω ἐκείνης. ἔστι δ’
·
ἡ μὲν φύσει ἡ δ’ οὐ φύσει αὐτῶν, ἀλλὰ δι’ ἐμπειρίας
5
τινὸς καὶ τέχνης γίνεται μᾶλλον. λάβωμεν δὲ περὶ αὐτῆς
·
τὴν ἀρχὴν ἐντεῦθεν. ἑκάστου γὰρ κτήματος διττὴ ἡ χρῆσίς
·
ἐστιν, ἀμφότεραι δὲ καθ’ αὑτὸ μὲν ἀλλ’ οὐχ ὁμοίως καθ’
·
αὑτό, ἀλλ’ ἡ μὲν οἰκεία ἡ δ’ οὐκ οἰκεία τοῦ πράγματος,
·
οἷον ὑποδήματος ἥ τε ὑπόδεσις καὶ ἡ μεταβλητική. ἀμ‐
10
φότεραι γὰρ ὑποδήματος χρήσεις· καὶ γὰρ ὁ ἀλλαττό‐
·
μενος τῷ δεομένῳ ὑποδήματος ἀντὶ νομίσματος ἢ τροφῆς
·
χρῆται τῷ ὑποδήματι ᾗ ὑπόδημα, ἀλλ’ οὐ τὴν οἰκείαν
·
χρῆσιν· οὐ γὰρ ἀλλαγῆς ἕνεκεν γέγονε. τὸν αὐτὸν δὲ
·
τρόπον ἔχει καὶ περὶ τῶν ἄλλων κτημάτων. ἔστι γὰρ ἡ
15
μεταβλητικὴ πάντων, ἀρξαμένη τὸ μὲν πρῶτον ἐκ τοῦ
·
κατὰ φύσιν, τῷ τὰ μὲν πλείω τὰ δὲ ἐλάττω τῶν ἱκανῶν
·
ἔχειν τοὺς ἀνθρώπους (ᾗ καὶ δῆλον ὅτι οὐκ ἔστι φύσει τῆς
·
χρηματιστικῆς ἡ καπηλική· ὅσον γὰρ ἱκανὸν αὐτοῖς, ἀναγ‐
·
καῖον ἦν ποιεῖσθαι τὴν ἀλλαγήν). ἐν μὲν οὖν τῇ πρώτῃ
20
κοινωνίᾳ (τοῦτο δ’ ἐστὶν οἰκία) φανερὸν ὅτι οὐδὲν ἔστιν ἔργον
·
αὐτῆς, ἀλλ’ ἤδη πλειόνων τῆς κοινωνίας οὔσης. οἱ μὲν γὰρ
·
τῶν αὐτῶν ἐκοινώνουν πάντων, οἱ δὲ κεχωρισμένοι πολλῶν
·
πάλιν καὶ ἑτέρων· ὧν κατὰ τὰς δεήσεις ἀναγκαῖον ποιεῖ‐
·
σθαι τὰς μεταδόσεις, καθάπερ ἔτι πολλὰ ποιεῖ καὶ τῶν
25
βαρβαρικῶν ἐθνῶν, κατὰ τὴν ἀλλαγήν. αὐτὰ γὰρ τὰ
·
χρήσιμα πρὸς αὑτὰ καταλλάττονται, ἐπὶ πλέον δ’ οὐθέν,
·
οἷον οἶνον πρὸς σῖτον διδόντες καὶ λαμβάνοντες, καὶ τῶν
·
ἄλλων τῶν τοιούτων ἕκαστον. ἡ μὲν οὖν τοιαύτη μεταβλη‐
·
τικὴ οὔτε παρὰ φύσιν οὔτε χρηματιστικῆς ἐστιν εἶδος οὐδέν
30
(εἰς ἀναπλήρωσιν γὰρ τῆς κατὰ φύσιν αὐταρκείας ἦν)· ἐκ
·
μέντοι ταύτης ἐγένετ’ ἐκείνη κατὰ λόγον. ξενικωτέρας γὰρ
·
γενομένης τῆς βοηθείας τῷ εἰσάγεσθαι ὧν ἐνδεεῖς 〈ἦσαν〉 καὶ
·
ἐκπέμπειν ὧν ἐπλεόναζον, ἐξ ἀνάγκης ἡ τοῦ νομίσματος ἐπο‐
·
ρίσθη χρῆσις. οὐ γὰρ εὐβάστακτον ἕκαστον τῶν κατὰ φύσιν
35
ἀναγκαίων· διὸ πρὸς τὰς ἀλλαγὰς τοιοῦτόν τι συνέθεντο
·
πρὸς σφᾶς αὐτοὺς διδόναι καὶ λαμβάνειν, ὃ τῶν χρησίμων
·
αὐτὸ ὂν εἶχε τὴν χρείαν εὐμεταχείριστον πρὸς τὸ ζῆν, οἷον
·
σίδηρος καὶ ἄργυρος κἂν εἴ τι τοιοῦτον ἕτερον, τὸ μὲν πρῶ‐
·
τον ἁπλῶς ὁρισθὲν μεγέθει καὶ σταθμῷ, τὸ δὲ τελευταῖον
40
καὶ χαρακτῆρα ἐπιβαλλόντων, ἵνα ἀπολύσῃ τῆς μετρή‐
·
σεως αὑτούς· ὁ γὰρ χαρακτὴρ ἐτέθη τοῦ ποσοῦ σημεῖον.
·
πο‐
0086 035 Pol1257b
·
ρισθέντος οὖν ἤδη νομίσματος ἐκ τῆς ἀναγκαίας ἀλλαγῆς
·
θάτερον εἶδος τῆς χρηματιστικῆς ἐγένετο, τὸ καπηλικόν, τὸ
·
μὲν πρῶτον ἁπλῶς ἴσως γινόμενον, εἶτα δι’ ἐμπειρίας ἤδη
·
τεχνικώτερον, πόθεν καὶ πῶς μεταβαλλόμενον πλεῖστον
5
ποιήσει κέρδος. διὸ δοκεῖ ἡ χρηματιστικὴ μάλιστα περὶ τὸ
·
νόμισμα εἶναι, καὶ ἔργον αὐτῆς τὸ δύνασθαι θεωρῆσαι πό‐
·
θεν ἔσται πλῆθος χρημάτων· ποιητικὴ γάρ ἐστι πλούτου
·
καὶ χρημάτων. καὶ γὰρ τὸν πλοῦτον πολλάκις τιθέασι νο‐
·
μίσματος πλῆθος, διὰ τὸ περὶ τοῦτ’ εἶναι τὴν χρηματιστικὴν
10
καὶ τὴν καπηλικήν. ὁτὲ δὲ πάλιν λῆρος εἶναι δοκεῖ τὸ
·
νόμισμα καὶ νόμος παντάπασι, φύσει δ’ οὐθέν, ὅτι μετα‐
·
θεμένων τε τῶν χρωμένων οὐθενὸς ἄξιον οὐδὲ χρήσιμον πρὸς
·
οὐδὲν τῶν ἀναγκαίων ἐστί, καὶ νομίσματος πλουτῶν πολλά‐
·
κις ἀπορήσει τῆς ἀναγκαίας τροφῆς· καίτοι ἄτοπον τοιοῦτον
15
εἶναι πλοῦτον οὗ εὐπορῶν λιμῷ ἀπολεῖται, καθάπερ καὶ τὸν
·
Μίδαν ἐκεῖνον μυθολογοῦσι διὰ τὴν ἀπληστίαν τῆς εὐχῆς
·
πάντων αὐτῷ γιγνομένων τῶν παρατιθεμένων χρυσῶν. διὸ
·
ζητοῦσιν ἕτερόν τι τὸν πλοῦτον καὶ τὴν χρηματιστικήν, ὀρθῶς
·
ζητοῦντες. ἔστι γὰρ ἑτέρα ἡ χρηματιστικὴ καὶ ὁ πλοῦτος ὁ
20
κατὰ φύσιν, καὶ αὕτη μὲν οἰκονομική, ἡ δὲ καπηλικὴ
·
ποιητικὴ χρημάτων οὐ πάντως, ἀλλὰ διὰ χρημάτων μετα‐
·
βολῆς. καὶ δοκεῖ περὶ τὸ νόμισμα αὕτη εἶναι· τὸ γὰρ
·
νόμισμα στοιχεῖον καὶ πέρας τῆς ἀλλαγῆς ἐστιν. καὶ ἄπει‐
·
ρος δὴ οὗτος ὁ πλοῦτος, ὁ ἀπὸ ταύτης τῆς χρηματιστικῆς.
25
ὥσπερ γὰρ ἡ ἰατρικὴ τοῦ ὑγιαίνειν εἰς ἄπειρόν ἐστι, καὶ
·
ἑκάστη τῶν τεχνῶν τοῦ τέλους εἰς ἄπειρον (ὅτι μάλιστα γὰρ
·
ἐκεῖνο βούλονται ποιεῖν), τῶν δὲ πρὸς τὸ τέλος οὐκ εἰς ἄπει‐
·
ρον (πέρας γὰρ τὸ τέλος πάσαις), οὕτω καὶ ταύτης τῆς
·
χρηματιστικῆς οὐκ ἔστι τοῦ τέλους πέρας, τέλος δὲ ὁ τοιοῦτος
30
πλοῦτος καὶ χρημάτων κτῆσις. τῆς δ’ οἰκονομικῆς αὖ χρη‐
·
ματιστικῆς ἔστι πέρας· οὐ γὰρ τοῦτο τῆς οἰκονομικῆς ἔργον.
·
διὸ τῇ μὲν φαίνεται ἀναγκαῖον εἶναι παντὸς πλούτου πέρας,
·
ἐπὶ δὲ τῶν γινομένων ὁρῶμεν συμβαῖνον τοὐναντίον· πάντες
·
γὰρ εἰς ἄπειρον αὔξουσιν οἱ χρηματιζόμενοι τὸ νόμισμα.
35
αἴτιον δὲ τὸ σύνεγγυς αὐτῶν. ἐπαλλάττει γὰρ ἡ χρῆσις,
·
τοῦ αὐτοῦ οὖσα, ἑκατέρας τῆς χρηματιστικῆς. τῆς γὰρ αὐτῆς
·
ἐστι κτήσεως χρῆσις, ἀλλ’ οὐ κατὰ ταὐτόν, ἀλλὰ τῆς μὲν
·
ἕτερον τέλος, τῆς δ’ ἡ αὔξησις. ὥστε δοκεῖ τισι τοῦτ’ εἶναι
·
τῆς οἰκονομικῆς ἔργον, καὶ διατελοῦσιν ἢ σῴζειν οἰόμενοι
40
δεῖν ἢ αὔξειν τὴν τοῦ νομίσματος οὐσίαν εἰς ἄπειρον. αἴτιον
·
δὲ ταύτης τῆς διαθέσεως τὸ σπουδάζειν περὶ τὸ ζῆν, ἀλλὰ
0086 035 Pol1258a
·
μὴ τὸ εὖ ζῆν· εἰς ἄπειρον οὖν ἐκείνης τῆς ἐπιθυμίας οὔσης,
·
καὶ τῶν ποιητικῶν ἀπείρων ἐπιθυμοῦσιν. ὅσοι δὲ καὶ τοῦ εὖ
·
ζῆν ἐπιβάλλονται τὸ πρὸς τὰς ἀπολαύσεις τὰς σωματι‐
·
κὰς ζητοῦσιν, ὥστ’ ἐπεὶ καὶ τοῦτ’ ἐν τῇ κτήσει φαίνεται ὑπάρ‐
5
χειν, πᾶσα ἡ διατριβὴ περὶ τὸν χρηματισμόν ἐστι, καὶ τὸ
·
ἕτερον εἶδος τῆς χρηματιστικῆς διὰ τοῦτ’ ἐλήλυθεν. ἐν ὑπερ‐
·
βολῇ γὰρ οὔσης τῆς ἀπολαύσεως, τὴν τῆς ἀπολαυστικῆς
·
ὑπερβολῆς ποιητικὴν ζητοῦσιν· κἂν μὴ διὰ τῆς χρηματιστι‐
·
κῆς δύνωνται πορίζειν, δι’ ἄλλης αἰτίας τοῦτο πειρῶνται,
10
ἑκάστῃ χρώμενοι τῶν δυνάμεων οὐ κατὰ φύσιν. ἀνδρείας
·
γὰρ οὐ χρήματα ποιεῖν ἐστιν ἀλλὰ θάρσος, οὐδὲ στρατηγικῆς
·
καὶ ἰατρικῆς, ἀλλὰ τῆς μὲν νίκην τῆς δ’ ὑγίειαν. οἱ δὲ
·
πάσας ποιοῦσι χρηματιστικάς, ὡς τοῦτο τέλος ὄν, πρὸς δὲ
·
τὸ τέλος ἅπαντα δέον ἀπαντᾶν.
·
περὶ μὲν οὖν τῆς τε μὴ
15
ἀναγκαίας χρηματιστικῆς, καὶ τίς, καὶ δι’ αἰτίαν τίνα ἐν
·
χρείᾳ ἐσμὲν αὐτῆς, εἴρηται, καὶ περὶ τῆς ἀναγκαίας, ὅτι
·
ἑτέρα μὲν αὐτῆς οἰκονομικὴ δὲ κατὰ φύσιν ἡ περὶ τὴν
·
τροφήν, οὐχ ὥσπερ αὐτὴ ἄπειρος ἀλλὰ ἔχουσα ὅρον.
·
Δῆλον δὲ καὶ τὸ ἀπορούμενον ἐξ ἀρχῆς, πότερον τοῦ
20
οἰκονομικοῦ καὶ πολιτικοῦ ἐστιν ἡ χρηματιστικὴ ἢ οὔ, ἀλλὰ
·
δεῖ τοῦτο μὲν ὑπάρχειν (ὥσπερ γὰρ καὶ ἀνθρώπους οὐ ποιεῖ
·
ἡ πολιτική, ἀλλὰ λαβοῦσα παρὰ τῆς φύσεως χρῆται
·
αὐτοῖς, οὕτω καὶ 〈πρὸς〉 τροφὴν τὴν φύσιν δεῖ παραδοῦναι γῆν ἢ
·
θάλατταν ἢ ἄλλο τι), ἐκ δὲ τούτων, ὡς δεῖ ταῦτα δια‐
25
θεῖναι προσήκει τὸν οἰκονόμον. οὐ γὰρ τῆς ὑφαντικῆς ἔρια
·
ποιῆσαι, ἀλλὰ χρήσασθαι αὐτοῖς, καὶ γνῶναι δὲ τὸ ποῖον
·
χρηστὸν καὶ ἐπιτήδειον, ἢ φαῦλον καὶ ἀνεπιτήδειον. καὶ γὰρ
·
ἀπορήσειεν ἄν τις διὰ τί ἡ μὲν χρηματιστικὴ μόριον τῆς
·
οἰκονομίας, ἡ δ’ ἰατρικὴ οὐ μόριον· καίτοι δεῖ ὑγιαίνειν τοὺς
30
κατὰ τὴν οἰκίαν, ὥσπερ ζῆν ἢ ἄλλο τι τῶν ἀναγκαίων.
·
ἐπεὶ δὲ ἔστι μὲν ὡς τοῦ οἰκονόμου καὶ τοῦ ἄρχοντος καὶ περὶ
·
ὑγιείας ἰδεῖν, ἔστι δ’ ὡς οὔ, ἀλλὰ τοῦ ἰατροῦ, οὕτω καὶ περὶ
·
τῶν χρημάτων ἔστι μὲν ὡς τοῦ οἰκονόμου, ἔστι δ’ ὡς οὔ, ἀλλὰ
·
τῆς ὑπηρετικῆς· μάλιστα δέ, καθάπερ εἴρηται πρότερον, δεῖ
35
φύσει τοῦτο ὑπάρχειν. φύσεως γάρ ἐστιν ἔργον τροφὴν τῷ
·
γεννηθέντι παρέχειν· παντὶ γάρ, ἐξ οὗ γίνεται, τροφὴ τὸ
·
λειπόμενόν ἐστι. διὸ κατὰ φύσιν ἐστὶν ἡ χρηματιστικὴ
·
πᾶσιν ἀπὸ τῶν καρπῶν καὶ τῶν ζῴων. διπλῆς δ’ οὔσης
·
αὐτῆς, ὥσπερ εἴπομεν, καὶ τῆς μὲν καπηλικῆς τῆς δ’ οἰκο‐
40
νομικῆς, καὶ ταύτης μὲν ἀναγκαίας καὶ ἐπαινουμένης, τῆς
0086 035 Pol1258b
·
δὲ μεταβλητικῆς ψεγομένης δικαίως (οὐ γὰρ κατὰ φύσιν
·
ἀλλ’ ἀπ’ ἀλλήλων ἐστίν), εὐλογώτατα μισεῖται ἡ ὀβολο‐
·
στατικὴ διὰ τὸ ἀπ’ αὐτοῦ τοῦ νομίσματος εἶναι τὴν κτῆσιν
·
καὶ οὐκ ἐφ’ ὅπερ ἐπορίσθη. μεταβολῆς γὰρ ἐγένετο χάριν,
5
ὁ δὲ τόκος αὐτὸ ποιεῖ πλέον (ὅθεν καὶ τοὔνομα τοῦτ’ εἴληφεν·
·
ὅμοια γὰρ τὰ τικτόμενα τοῖς γεννῶσιν αὐτά ἐστιν, ὁ δὲ
·
τόκος γίνεται νόμισμα ἐκ νομίσματος)· ὥστε καὶ μάλιστα παρὰ
·
φύσιν οὗτος τῶν χρηματισμῶν ἐστιν.
·
Ἐπεὶ δὲ τὰ πρὸς τὴν γνῶσιν διωρίκαμεν ἱκανῶς, τὰ
10
πρὸς τὴν χρῆσιν δεῖ διελθεῖν. πάντα δὲ τὰ τοιαῦτα τὴν
·
μὲν θεωρίαν ἐλευθέραν ἔχει, τὴν δ’ ἐμπειρίαν ἀναγκαίαν.
·
ἔστι δὲ χρηματιστικῆς μέρη χρήσιμα· τὸ περὶ τὰ κτήματα
·
ἔμπειρον εἶναι, ποῖα λυσιτελέστατα καὶ ποῦ καὶ πῶς, οἷον
·
ἵππων κτῆσις ποία τις ἢ βοῶν ἢ προβάτων, ὁμοίως δὲ καὶ
15
τῶν λοιπῶν ζῴων (δεῖ γὰρ ἔμπειρον εἶναι πρὸς ἄλληλά
·
τε τούτων τίνα λυσιτελέστατα, καὶ ποῖα ἐν ποίοις τόποις·
·
ἄλλα γὰρ ἐν ἄλλαις εὐθηνεῖ χώραις), εἶτα περὶ γεωργίας,
·
καὶ ταύτης ἤδη ψιλῆς τε καὶ πεφυτευμένης, καὶ μελιτ‐
·
τουργίας, καὶ τῶν ἄλλων ζῴων τῶν πλωτῶν ἢ πτηνῶν, ἀφ’
20
ὅσων ἔστι τυγχάνειν βοηθείας. τῆς μὲν οὖν οἰκειοτάτης χρη‐
·
ματιστικῆς ταῦτα μόρια καὶ πρώτης, τῆς δὲ μεταβλητικῆς
·
μέγιστον μὲν ἐμπορία (καὶ ταύτης μέρη τρία, ναυκληρία
·
φορτηγία παράστασις· διαφέρει δὲ τούτων ἕτερα ἑτέρων τῷ
·
τὰ μὲν ἀσφαλέστερα εἶναι, τὰ δὲ πλείω πορίζειν τὴν ἐπι‐
25
καρπίαν), δεύτερον δὲ τοκισμός, τρίτον δὲ μισθαρνία (ταύ‐
·
της δ’ ἡ μὲν τῶν βαναύσων τεχνιτῶν, ἡ δὲ τῶν ἀτέχνων
·
καὶ τῷ σώματι μόνῳ χρησίμων)· τρίτον δὲ εἶδος χρημα‐
·
τιστικῆς μεταξὺ ταύτης καὶ τῆς πρώτης (ἔχει γὰρ καὶ τῆς
·
κατὰ φύσιν τι μέρος καὶ τῆς μεταβλητικῆς), ὅσα ἀπὸ γῆς
30
καὶ τῶν ἀπὸ γῆς γιγνομένων, ἀκάρπων μὲν χρησίμων δέ,
·
οἷον ὑλοτομία τε καὶ πᾶσα μεταλλευτική. αὕτη δὲ πολλὰ
·
ἤδη περιείληφε γένη· πολλὰ γὰρ εἴδη τῶν ἐκ γῆς μεταλ‐
·
λευομένων ἔστιν. περὶ ἑκάστου δὲ τούτων καθόλου μὲν εἴρηται
·
καὶ νῦν, τὸ δὲ κατὰ μέρος ἀκριβολογεῖσθαι χρήσιμον μὲν
35
πρὸς τὰς ἐργασίας, φορτικὸν δὲ τὸ ἐνδιατρίβειν. εἰσὶ δὲ
·
τεχνικώταται μὲν τῶν ἐργασιῶν ὅπου ἐλάχιστον τύχης,
·
βαναυσόταται δ’ ἐν αἷς τὰ σώματα λωβῶνται μάλιστα,
·
δουλικώταται δὲ ὅπου τοῦ σώματος πλεῖσται χρήσεις, ἀγεννέ‐
·
σταται δὲ ὅπου ἐλάχιστον προσδεῖ ἀρετῆς.
·
ἐπεὶ δ’ ἔστιν ἐνίοις
40
γεγραμμένα περὶ τούτων, οἷον Χαρητίδῃ τῷ Παρίῳ καὶ
0086 035 Pol1259a
·
Ἀπολλοδώρῳ τῷ Λημνίῳ περὶ γεωργίας καὶ ψιλῆς καὶ
·
πεφυτευμένης, ὁμοίως δὲ καὶ ἄλλοις περὶ ἄλλων, ταῦτα
·
μὲν ἐκ τούτων θεωρείτω ὅτῳ ἐπιμελές· ἔτι δὲ καὶ τὰ λεγό‐
·
μενα σποράδην, δι’ ὧν ἐπιτετυχήκασιν ἔνιοι χρηματιζό‐
5
μενοι, δεῖ συλλέγειν. πάντα γὰρ ὠφέλιμα ταῦτ’ ἐστὶ τοῖς
·
τιμῶσι τὴν χρηματιστικήν, οἷον καὶ τὸ Θάλεω τοῦ Μιλησίου·
·
τοῦτο γάρ ἐστι κατανόημά τι χρηματιστικόν, ἀλλ’ ἐκείνῳ
·
μὲν διὰ τὴν σοφίαν προσάπτουσι, τυγχάνει δὲ καθόλου τι
·
ὄν. ὀνειδιζόντων γὰρ αὐτῷ διὰ τὴν πενίαν ὡς ἀνωφελοῦς
10
τῆς φιλοσοφίας οὔσης, κατανοήσαντά φασιν αὐτὸν ἐλαιῶν
·
φορὰν ἐσομένην ἐκ τῆς ἀστρολογίας, ἔτι χειμῶνος ὄντος
·
εὐπορήσαντα χρημάτων ὀλίγων ἀρραβῶνας διαδοῦναι τῶν
·
ἐλαιουργίων τῶν τ’ ἐν Μιλήτῳ καὶ Χίῳ πάντων, ὀλίγου μι‐
·
σθωσάμενον ἅτ’ οὐθενὸς ἐπιβάλλοντος· ἐπειδὴ δ’ ὁ καιρὸς
15
ἧκε, πολλῶν ζητουμένων ἅμα καὶ ἐξαίφνης, ἐκμισθοῦντα ὃν
·
τρόπον ἠβούλετο, πολλὰ χρήματα συλλέξαντα ἐπιδεῖξαι
·
ὅτι ῥᾴδιόν ἐστι πλουτεῖν τοῖς φιλοσόφοις, ἂν βούλωνται, ἀλλ’
·
οὐ τοῦτ’ ἐστὶ περὶ ὃ σπουδάζουσιν. Θαλῆς μὲν οὖν λέγεται τοῦτον
·
τὸν τρόπον ἐπίδειξιν ποιήσασθαι τῆς σοφίας· ἔστι δ’, ὥσπερ
20
εἴπομεν, καθόλου τὸ τοιοῦτον χρηματιστικόν, ἐάν τις δύνηται
·
μονοπωλίαν αὑτῷ κατασκευάζειν. διὸ καὶ τῶν πόλεων ἔνιαι
·
τοῦτον ποιοῦνται τὸν πόρον, ὅταν ἀπορῶσι χρημάτων· μονο‐
·
πωλίαν γὰρ τῶν ὠνίων ποιοῦσιν. ἐν Σικελίᾳ δέ τις τεθέντος
·
παρ’ αὐτῷ νομίσματος συνεπρίατο πάντα τὸν σίδηρον ἐκ
25
τῶν σιδηρείων, μετὰ δὲ ταῦτα ὡς ἀφίκοντο ἐκ τῶν ἐμ‐
·
πορίων οἱ ἔμποροι, ἐπώλει μόνος, οὐ πολλὴν ποιήσας ὑπερ‐
·
βολὴν τῆς τιμῆς· ἀλλ’ ὅμως ἐπὶ τοῖς πεντήκοντα ταλάντοις
·
ἐπέλαβεν ἑκατόν. τοῦτο μὲν οὖν Διονύσιος αἰσθόμενος τὰ
·
μὲν χρήματα ἐκέλευσεν ἐκκομίσασθαι, μὴ μέντοι γε ἔτι
30
μένειν ἐν Συρακούσαις, ὡς πόρους εὑρίσκοντα τοῖς αὐτοῦ
·
πράγμασιν ἀσυμφόρους· τὸ μέντοι ὅραμα Θάλεω καὶ τοῦτο
·
ταὐτόν ἐστιν· ἀμφότεροι γὰρ ἑαυτοῖς ἐτέχνασαν γενέσθαι
·
μονοπωλίαν. χρήσιμον δὲ γνωρίζειν ταῦτα καὶ τοῖς πολι‐
·
τικοῖς. πολλαῖς γὰρ πόλεσι δεῖ χρηματισμοῦ καὶ τοιούτων
35
πόρων, ὥσπερ οἰκίᾳ, μᾶλλον δέ· διόπερ τινὲς καὶ πολι‐
·
τεύονται τῶν πολιτευομένων ταῦτα μόνον.
·
Ἐπεὶ δὲ τρία μέρη τῆς οἰκονομικῆς ἦν, ἓν μὲν δε‐
·
σποτική, περὶ ἧς εἴρηται πρότερον, ἓν δὲ πατρική, τρίτον δὲ
·
γαμική (καὶ γὰρ γυναικὸς ἄρχει καὶ τέκνων, ὡς ἐλευθέ‐
40
ρων μὲν ἀμφοῖν, οὐ τὸν αὐτὸν δὲ τρόπον τῆς ἀρχῆς, ἀλλὰ
0086 035 Pol1259b
·
γυναικὸς μὲν πολιτικῶς τέκνων δὲ βασιλικῶς· τό τε γὰρ
·
ἄρρεν φύσει τοῦ θήλεος ἡγεμονικώτερον, εἰ μή που συν‐
·
έστηκε παρὰ φύσιν, καὶ τὸ πρεσβύτερον καὶ τέλειον τοῦ νεω‐
·
τέρου καὶ ἀτελοῦς)—ἐν μὲν οὖν ταῖς πολιτικαῖς ἀρχαῖς ταῖς
5
πλείσταις μεταβάλλει τὸ ἄρχον καὶ τὸ ἀρχόμενον (ἐξ ἴσου
·
γὰρ εἶναι βούλεται τὴν φύσιν καὶ διαφέρειν μηδέν), ὅμως
·
δέ, ὅταν τὸ μὲν ἄρχῃ τὸ δ’ ἄρχηται, ζητεῖ διαφορὰν εἶναι
·
καὶ σχήμασι καὶ λόγοις καὶ τιμαῖς, ὥσπερ καὶ Ἄμασις
·
εἶπε τὸν περὶ τοῦ ποδανιπτῆρος λόγον· τὸ δ’ ἄρρεν ἀεὶ πρὸς
10
τὸ θῆλυ τοῦτον ἔχει τὸν τρόπον. ἡ δὲ τῶν τέκνων ἀρχὴ
·
βασιλική· τὸ γὰρ γεννῆσαν καὶ κατὰ φιλίαν ἄρχον καὶ
·
κατὰ πρεσβείαν ἐστίν, ὅπερ ἐστὶ βασιλικῆς εἶδος ἀρχῆς. διὸ
·
καλῶς Ὅμηρος τὸν Δία προσηγόρευσεν εἰπὼν “πατὴρ ἀν‐
·
δρῶν τε θεῶν τε” τὸν βασιλέα τούτων ἁπάντων. φύσει γὰρ
15
τὸν βασιλέα διαφέρειν μὲν δεῖ, τῷ γένει δ’ εἶναι τὸν αὐτόν·
·
ὅπερ πέπονθε τὸ πρεσβύτερον πρὸς τὸ νεώτερον καὶ ὁ γεν‐
·
νήσας πρὸς τὸ τέκνον.
·
Φανερὸν τοίνυν ὅτι πλείων ἡ σπουδὴ τῆς οἰκονομίας
·
περὶ τοὺς ἀνθρώπους ἢ περὶ τὴν τῶν ἀψύχων κτῆσιν, καὶ
20
περὶ τὴν ἀρετὴν τούτων ἢ περὶ τὴν τῆς κτήσεως, ὃν καλοῦμεν
·
πλοῦτον, καὶ τῶν ἐλευθέρων μᾶλλον ἢ δούλων. πρῶτον μὲν
·
οὖν περὶ δούλων ἀπορήσειεν ἄν τις, πότερον ἔστιν ἀρετή τις
·
δούλου παρὰ τὰς ὀργανικὰς καὶ διακονικὰς ἄλλη τιμιωτέρα
·
τούτων, οἷον σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ 〈ἑκάστη〉
25
τῶν ἄλλων τῶν τοιούτων ἕξεων, ἢ οὐκ ἔστιν οὐδεμία παρὰ τὰς
·
σωματικὰς ὑπηρεσίας (ἔχει γὰρ ἀπορίαν ἀμφοτέρως· εἴτε
·
γὰρ ἔστιν, τί διοίσουσι τῶν ἐλευθέρων; εἴτε μὴ ἔστιν, ὄντων
·
ἀνθρώπων καὶ λόγου κοινωνούντων ἄτοπον). σχεδὸν δὲ
·
ταὐτόν ἐστι τὸ ζητούμενον καὶ περὶ γυναικὸς καὶ παιδός,
30
πότερα καὶ τούτων εἰσὶν ἀρεταί, καὶ δεῖ τὴν γυναῖκα εἶναι
·
σώφρονα καὶ ἀνδρείαν καὶ δικαίαν, καὶ παῖς ἔστι καὶ ἀκό‐
·
λαστος καὶ σώφρων, ἢ οὔ; καθόλου δὴ τοῦτ’ ἐστὶν ἐπισκε‐
·
πτέον περὶ ἀρχομένου φύσει καὶ ἄρχοντος, πότερον ἡ αὐτὴ
·
ἀρετὴ ἢ ἑτέρα. εἰ μὲν γὰρ δεῖ ἀμφοτέρους μετέχειν καλο‐
35
καγαθίας, διὰ τί τὸν μὲν ἄρχειν δέοι ἂν τὸν δὲ ἄρχεσθαι
·
καθάπαξ; οὐδὲ γὰρ τῷ μᾶλλον καὶ ἧττον οἷόν τε δια‐
·
φέρειν· τὸ μὲν γὰρ ἄρχεσθαι καὶ ἄρχειν εἴδει διαφέρει, τὸ
·
δὲ μᾶλλον καὶ ἧττον οὐδέν. εἰ δὲ τὸν μὲν δεῖ τὸν δὲ μή,
·
θαυμαστόν. εἴτε γὰρ ὁ ἄρχων μὴ ἔσται σώφρων καὶ δί‐
40
καιος, πῶς ἄρξει καλῶς; εἴθ’ ὁ ἀρχόμενος, πῶς ἀρχθή‐
0086 035 Pol1260a
·
σεται καλῶς; ἀκόλαστος γὰρ ὢν καὶ δειλὸς οὐδὲν ποιήσει
·
τῶν προσηκόντων. φανερὸν τοίνυν ὅτι ἀνάγκη μὲν μετέχειν
·
ἀμφοτέρους ἀρετῆς, ταύτης δ’ εἶναι διαφοράς, ὥσπερ καὶ
·
τῶν φύσει ἀρχόντων. καὶ τοῦτο εὐθὺς ὑφήγηται 〈τὰ〉 περὶ τὴν
5
ψυχήν· ἐν ταύτῃ γάρ ἐστι φύσει τὸ μὲν ἄρχον τὸ δ’
·
ἀρχόμενον, ὧν ἑτέραν φαμὲν εἶναι ἀρετήν, οἷον τοῦ λόγον
·
ἔχοντος καὶ τοῦ ἀλόγου. δῆλον τοίνυν ὅτι τὸν αὐτὸν τρόπον
·
ἔχει καὶ ἐπὶ τῶν ἄλλων, ὥστε φύσει τὰ πλείω ἄρχοντα
·
καὶ ἀρχόμενα. ἄλλον γὰρ τρόπον τὸ ἐλεύθερον τοῦ δούλου
10
ἄρχει καὶ τὸ ἄρρεν τοῦ θήλεος καὶ ἀνὴρ παιδός, καὶ πᾶσιν
·
ἐνυπάρχει μὲν τὰ μόρια τῆς ψυχῆς, ἀλλ’ ἐνυπάρχει δια‐
·
φερόντως. ὁ μὲν γὰρ δοῦλος ὅλως οὐκ ἔχει τὸ βουλευτικόν,
·
τὸ δὲ θῆλυ ἔχει μέν, ἀλλ’ ἄκυρον, ὁ δὲ παῖς ἔχει μέν,
·
ἀλλ’ ἀτελές. ὁμοίως τοίνυν ἀναγκαίως ἔχειν καὶ περὶ τὰς
15
ἠθικὰς ἀρετὰς ὑποληπτέον, δεῖν μὲν μετέχειν πάντας, ἀλλ’ οὐ
·
τὸν αὐτὸν τρόπον, ἀλλ’ ὅσον 〈ἱκανὸν〉 ἑκάστῳ πρὸς τὸ αὑτοῦ
·
ἔργον· διὸ τὸν μὲν ἄρχοντα τελέαν ἔχειν δεῖ τὴν ἠθικὴν
·
ἀρετήν (τὸ γὰρ ἔργον ἐστὶν ἁπλῶς τοῦ ἀρχιτέκτονος, ὁ δὲ
·
λόγος ἀρχιτέκτων), τῶν δ’ ἄλλων ἕκαστον ὅσον ἐπιβάλλει
20
αὐτοῖς. ὥστε φανερὸν ὅτι ἔστιν ἠθικὴ ἀρετὴ τῶν εἰρημένων
·
πάντων, καὶ οὐχ ἡ αὐτὴ σωφροσύνη γυναικὸς καὶ ἀνδρός,
·
οὐδ’ ἀνδρεία καὶ δικαιοσύνη, καθάπερ ᾤετο Σωκράτης, ἀλλ’
·
ἡ μὲν ἀρχικὴ ἀνδρεία ἡ δ’ ὑπηρετική, ὁμοίως δ’ ἔχει καὶ
·
περὶ τὰς ἄλλας.
·
δῆλον δὲ τοῦτο καὶ κατὰ μέρος μᾶλλον
25
ἐπισκοποῦσιν· καθόλου γὰρ οἱ λέγοντες ἐξαπατῶσιν ἑαυτοὺς
·
ὅτι τὸ εὖ ἔχειν τὴν ψυχὴν ἀρετή, ἢ τὸ ὀρθοπραγεῖν, ἤ τι
·
τῶν τοιούτων· πολὺ γὰρ ἄμεινον λέγουσιν οἱ ἐξαριθμοῦντες
·
τὰς ἀρετάς, ὥσπερ Γοργίας, τῶν οὕτως ὁριζομένων. διὸ δεῖ,
·
ὥσπερ ὁ ποιητὴς εἴρηκε περὶ γυναικός, οὕτω νομίζειν ἔχειν
30
περὶ πάντων· ”γυναικὶ κόσμον ἡ σιγὴ φέρει”, ἀλλ’ ἀνδρὶ
·
οὐκέτι τοῦτο. ἐπεὶ δ’ ὁ παῖς ἀτελής, δῆλον ὅτι τούτου μὲν καὶ
·
ἡ ἀρετὴ οὐκ αὐτοῦ πρὸς αὑτόν ἐστιν, ἀλλὰ πρὸς τὸ τέλος
·
καὶ τὸν ἡγούμενον· ὁμοίως δὲ καὶ δούλου πρὸς δεσπότην. ἔθε‐
·
μεν δὲ πρὸς τἀναγκαῖα χρήσιμον εἶναι τὸν δοῦλον, ὥστε δῆ‐
35
λον ὅτι καὶ ἀρετῆς δεῖται μικρᾶς, καὶ τοσαύτης ὅπως μήτε
·
δι’ ἀκολασίαν μήτε διὰ δειλίαν ἐλλείψῃ τῶν ἔργων. ἀπορή‐
·
σειε δ’ ἄν τις, τὸ νῦν εἰρημένον εἰ ἀληθές, ἆρα καὶ τοὺς
·
τεχνίτας δεήσει ἔχειν ἀρετήν· πολλάκις γὰρ δι’ ἀκολασίαν
·
ἐλλείπουσι τῶν ἔργων. ἢ διαφέρει τοῦτο πλεῖστον; ὁ μὲν γὰρ
40
δοῦλος κοινωνὸς ζωῆς, ὁ δὲ πορρώτερον, καὶ τοσοῦτον ἐπι‐
·
βάλλει ἀρετῆς ὅσον περ καὶ δουλείας· ὁ γὰρ βάναυσος τε‐
0086 035 Pol1260b
·
χνίτης ἀφωρισμένην τινὰ ἔχει δουλείαν, καὶ ὁ μὲν δοῦλος
·
τῶν φύσει, σκυτοτόμος δ’ οὐθείς, οὐδὲ τῶν ἄλλων τεχνιτῶν.
·
φανερὸν τοίνυν ὅτι τῆς τοιαύτης ἀρετῆς αἴτιον εἶναι δεῖ τῷ
·
δούλῳ τὸν δεσπότην, ἀλλ’ οὐ 〈τὸν〉 τὴν διδασκαλικὴν ἔχοντα τῶν
5
ἔργων [δεσποτικήν]. διὸ λέγουσιν οὐ καλῶς οἱ λόγου τοὺς δούλους
·
ἀποστεροῦντες καὶ φάσκοντες ἐπιτάξει χρῆσθαι μόνον· νου‐
·
θετητέον γὰρ μᾶλλον τοὺς δούλους ἢ τοὺς παῖδας.
·
ἀλλὰ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον· περὶ
·
δ’ ἀνδρὸς καὶ γυναικός, καὶ τέκνων καὶ πατρός, τῆς τε περὶ
10
ἕκαστον αὐτῶν ἀρετῆς καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμιλίας,
·
τί τὸ καλῶς καὶ μὴ καλῶς ἐστι, καὶ πῶς δεῖ τὸ μὲν εὖ δι‐
·
ώκειν τὸ δὲ κακῶς φεύγειν, ἐν τοῖς περὶ τὰς πολιτείας ἀναγ‐
·
καῖον ἐπελθεῖν. ἐπεὶ γὰρ οἰκία μὲν πᾶσα μέρος πόλεως,
·
ταῦτα δ’ οἰκίας, τὴν δὲ τοῦ μέρους πρὸς τὴν τοῦ ὅλου δεῖ βλέ‐
15
πειν ἀρετήν, ἀναγκαῖον πρὸς τὴν πολιτείαν βλέποντας παι‐
·
δεύειν καὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας, εἴπερ τι διαφέρει πρὸς
·
τὸ τὴν πόλιν εἶναι σπουδαίαν καὶ 〈τὸ〉 τοὺς παῖδας εἶναι σπου‐
·
δαίους καὶ τὰς γυναῖκας σπουδαίας. ἀναγκαῖον δὲ διαφέρειν· αἱ
·
μὲν γὰρ γυναῖκες ἥμισυ μέρος τῶν ἐλευθέρων, ἐκ δὲ τῶν παίδων οἱ
20
κοινωνοὶ γίνονται τῆς πολιτείας. ὥστ’, ἐπεὶ περὶ μὲν τούτων
·
διώρισται, περὶ δὲ τῶν λοιπῶν ἐν ἄλλοις λεκτέον, ἀφέντες ὡς τέλος
·
ἔχοντας τοὺς νῦν λόγους, ἄλλην ἀρχὴν ποιησάμενοι λέγωμεν,
·
καὶ πρῶτον ἐπισκεψώμεθα περὶ τῶν ἀποφηναμένων περὶ τῆς
·
πολιτείας τῆς ἀρίστης.
·
Β
·
Ἐπεὶ δὲ προαιρούμεθα θεωρῆσαι περὶ τῆς κοινωνίας τῆς
·
πολιτικῆς, τίς κρατίστη πασῶν τοῖς δυναμένοις ζῆν ὅτι μάλι‐
·
στα κατ’ εὐχήν, δεῖ καὶ τὰς ἄλλας ἐπισκέψασθαι πολι‐
30
τείας, αἷς τε χρῶνταί τινες τῶν πόλεων τῶν εὐνομεῖσθαι
·
λεγομένων, κἂν εἴ τινες ἕτεραι τυγχάνουσιν ὑπὸ τινῶν εἰρη‐
·
μέναι καὶ δοκοῦσαι καλῶς ἔχειν, ἵνα τό τ’ ὀρθῶς ἔχον ὀφθῇ
·
καὶ τὸ χρήσιμον, ἔτι δὲ τὸ ζητεῖν τι παρ’ αὐτὰς ἕτερον μὴ
·
δοκῇ πάντως εἶναι σοφίζεσθαι βουλομένων, ἀλλὰ διὰ τὸ μὴ
35
καλῶς ἔχειν ταύτας τὰς νῦν ὑπαρχούσας, διὰ τοῦτο ταύτην
·
δοκῶμεν ἐπιβαλέσθαι τὴν μέθοδον. ἀρχὴν δὲ πρῶτον ποιη‐
·
τέον ἥπερ πέφυκεν ἀρχὴ ταύτης τῆς σκέψεως. ἀνάγκη
·
γὰρ ἤτοι πάντας πάντων κοινωνεῖν τοὺς πολίτας, ἢ μηδενός,
·
ἢ τινῶν μὲν τινῶν δὲ μή. τὸ μὲν οὖν μηδενὸς κοινωνεῖν φα‐
40
νερὸν ὡς ἀδύνατον (ἡ γὰρ πολιτεία κοινωνία τίς ἐστι, καὶ
·
πρῶτον ἀνάγκη τοῦ τόπου κοινωνεῖν· ὁ μὲν γὰρ τόπος εἷς ὁ τῆς
0086 035 Pol1261a
·
μιᾶς πόλεως, οἱ δὲ πολῖται κοινωνοὶ τῆς μιᾶς πόλεως)·
·
ἀλλὰ πότερον ὅσων ἐνδέχεται κοινωνῆσαι, πάντων βέλτιον
·
κοινωνεῖν τὴν μέλλουσαν οἰκήσεσθαι πόλιν καλῶς, ἢ τινῶν
·
μὲν τινῶν δ’ οὒ βέλτιον; ἐνδέχεται γὰρ καὶ τέκνων καὶ γυ‐
5
ναικῶν καὶ κτημάτων κοινωνεῖν τοὺς πολίτας ἀλλήλοις, ὥς‐
·
περ ἐν τῇ Πολιτείᾳ τῇ Πλάτωνος· ἐκεῖ γὰρ ὁ Σωκράτης
·
φησὶ δεῖν κοινὰ τὰ τέκνα καὶ τὰς γυναῖκας εἶναι καὶ τὰς
·
κτήσεις. τοῦτο δὴ πότερον ὡς νῦν οὕτω βέλτιον ἔχειν, ἢ κατὰ
·
τὸν ἐν τῇ Πολιτείᾳ γεγραμμένον νόμον;
10
Ἔχει δὴ δυσχερείας ἄλλας τε πολλὰς τὸ πάντων εἶναι τὰς
·
γυναῖκας κοινάς, καὶ δι’ ἣν αἰτίαν φησὶ δεῖν νενομοθετῆσθαι τὸν
·
τρόπον τοῦτον ὁ Σωκράτης, οὐ φαίνεται συμβαῖνον ἐκ τῶν λόγων.
·
ἔτι δὲ πρός, τὸ τέλος ὅ φησι τῇ πόλει δεῖν ὑπάρχειν, ὡς μὲν
·
εἴρηται νῦν, ἀδύνατον, πῶς δὲ δεῖ διελεῖν, οὐδὲν διώρισται.
15
λέγω δὲ τὸ μίαν εἶναι τὴν πόλιν ὡς ἄριστον ὂν ὅτι μάλιστα
·
πᾶσαν· λαμβάνει γὰρ ταύτην 〈τὴν〉 ὑπόθεσιν ὁ Σωκράτης. καίτοι
·
φανερόν ἐστιν ὡς προϊοῦσα καὶ γινομένη μία μᾶλλον οὐδὲ πόλις
·
ἔσται· πλῆθος γάρ τι τὴν φύσιν ἐστὶν ἡ πόλις, γινομένη τε
·
μία μᾶλλον οἰκία μὲν ἐκ πόλεως ἄνθρωπος δ’ ἐξ οἰκίας
20
ἔσται· μᾶλλον γὰρ μίαν τὴν οἰκίαν τῆς πόλεως φαίημεν ἄν,
·
καὶ τὸν ἕνα τῆς οἰκίας· ὥστ’ εἰ καὶ δυνατός τις εἴη τοῦτο
·
δρᾶν, οὐ ποιητέον· ἀναιρήσει γὰρ τὴν πόλιν.
·
οὐ μόνον δ’ ἐκ
·
πλειόνων ἀνθρώπων ἐστὶν ἡ πόλις, ἀλλὰ καὶ ἐξ εἴδει δια‐
·
φερόντων. οὐ γὰρ γίνεται πόλις ἐξ ὁμοίων. ἕτερον γὰρ συμ‐
25
μαχία καὶ πόλις· τὸ μὲν γὰρ τῷ ποσῷ χρήσιμον, κἂν ᾖ
·
τὸ αὐτὸ τῷ εἴδει (βοηθείας γὰρ χάριν ἡ συμμαχία πέφυ‐
·
κεν), ὥσπερ ἂν εἰ σταθμὸς πλεῖον ἑλκύσειε (διοίσει δὲ τῷ
·
τοιούτῳ καὶ πόλις ἔθνους, ὅταν μὴ κατὰ κώμας ὦσι κεχωρι‐
·
σμένοι τὸ πλῆθος, ἀλλ’ οἷον Ἀρκάδες)· ἐξ ὧν δὲ δεῖ ἓν
30
γενέσθαι, εἴδει διαφέρει. διόπερ τὸ ἴσον τὸ ἀντιπεπονθὸς
·
σῴζει τὰς πόλεις, ὥσπερ ἐν τοῖς Ἠθικοῖς εἴρηται πρότερον·
·
ἐπεὶ καὶ ἐν τοῖς ἐλευθέροις καὶ ἴσοις ἀνάγκη τοῦτ’ εἶναι· ἅμα
·
γὰρ οὐχ οἷόν τε πάντας ἄρχειν, ἀλλ’ ἢ κατ’ ἐνιαυτὸν ἢ
·
κατά τινα ἄλλην τάξιν [ἢ] χρόνου. καὶ συμβαίνει δὴ τὸν
35
τρόπον τοῦτον ὥστε πάντας ἄρχειν, ὥσπερ ἂν εἰ μετέβαλλον
·
οἱ σκυτεῖς καὶ οἱ τέκτονες καὶ μὴ ἀεὶ οἱ αὐτοὶ σκυτοτόμοι
·
καὶ τέκτονες ἦσαν. ἐπεὶ δὲ βέλτιον οὕτως ἔχει καὶ τὰ περὶ
·
τὴν κοινωνίαν τὴν πολιτικήν, δῆλον ὡς τοὺς αὐτοὺς ἀεὶ βέλ‐
·
τιον ἄρχειν, εἰ δυνατόν, ἐν οἷς δὲ μὴ δυνατὸν διὰ τὸ τὴν
0086 035 Pol1261b
·
φύσιν ἴσους εἶναι πάντας, ἅμα δὲ καὶ δίκαιον, εἴτ’ ἀγαθὸν
·
εἴτε φαῦλον τὸ ἄρχειν. πάντας αὐτοῦ μετέχειν, τοῦτό γε
·
μιμεῖται τὸ ἐν μέρει τοὺς ἴσους εἴκειν τό θ’ ὁμοίους εἶναι
·
ἔξω ἀρχῆς· οἱ μὲν γὰρ ἄρχουσιν οἱ δ’ ἄρχονται κατὰ μέρος
5
ὥσπερ ἂν ἄλλοι γενόμενοι. τὸν αὐτὸν δὴ τρόπον ἀρχόντων
·
ἕτεροι ἑτέρας ἄρχουσιν ἀρχάς. φανερὸν τοίνυν ἐκ τούτων ὡς
·
οὔτε πέφυκε μίαν οὕτως εἶναι τὴν πόλιν ὥσπερ λέγουσί τινες,
·
καὶ τὸ λεχθὲν ὡς μέγιστον ἀγαθὸν ἐν ταῖς πόλεσιν ὅτι τὰς
·
πόλεις ἀναιρεῖ· καίτοι τό γε ἑκάστου ἀγαθὸν σῴζει ἕκαστον.
10
ἔστι δὲ καὶ κατ’ ἄλλον τρόπον φανερὸν ὅτι τὸ λίαν ἑνοῦν ζη‐
·
τεῖν τὴν πόλιν οὐκ ἔστιν ἄμεινον. οἰκία μὲν γὰρ αὐταρκέστε‐
·
ρον ἑνός, πόλις δ’ οἰκίας, καὶ βούλεταί γ’ ἤδη τότε εἶναι πόλις
·
ὅταν αὐτάρκη συμβαίνῃ τὴν κοινωνίαν εἶναι τοῦ πλήθους·
·
εἴπερ οὖν αἱρετώτερον τὸ αὐταρκέστερον, καὶ τὸ ἧττον ἓν τοῦ
15
μᾶλλον αἱρετώτερον.
·
Ἀλλὰ μὴν οὐδ’ εἰ τοῦτο ἄριστόν ἐστι, τὸ μίαν ὅτι μά‐
·
λιστ’ εἶναι τὴν κοινωνίαν, οὐδὲ τοῦτο ἀποδείκνυσθαι φαίνεται
·
κατὰ τὸν λόγον, ἐὰν πάντες ἅμα λέγωσι τὸ ἐμὸν καὶ τὸ
·
μὴ ἐμόν· τοῦτο γὰρ οἴεται ὁ Σωκράτης σημεῖον εἶναι τοῦ τὴν
20
πόλιν τελέως εἶναι μίαν. τὸ γὰρ πάντες διττόν. εἰ μὲν οὖν
·
ὡς ἕκαστος, τάχ’ ἂν εἴη μᾶλλον ὃ βούλεται ποιεῖν ὁ Σω‐
·
κράτης (ἕκαστος γὰρ υἱὸν ἑαυτοῦ φήσει τὸν αὐτὸν καὶ γυ‐
·
ναῖκα δὴ τὴν αὐτήν, καὶ περὶ τῆς οὐσίας καὶ περὶ ἑκάστου
·
δὴ τῶν συμβαινόντων ὡσαύτως)· νῦν δ’ οὐχ οὕτως φήσουσιν οἱ
25
κοιναῖς χρώμενοι ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις, ἀλλὰ πάν‐
·
τες μέν, οὐχ ὡς ἕκαστος δ’ αὐτῶν, ὁμοίως δὲ καὶ τὴν οὐσίαν
·
πάντες μέν, οὐχ ὡς ἕκαστος δ’ αὐτῶν. ὅτι μὲν τοίνυν παρα‐
·
λογισμός τίς ἐστι τὸ λέγειν πάντας, φανερόν (τὸ γὰρ πάν‐
·
τες καὶ ἀμφότεροι, καὶ περιττὰ καὶ ἄρτια, διὰ τὸ διττὸν καὶ
30
ἐν τοῖς λόγοις ἐριστικοὺς ποιεῖ συλλογισμούς· διό ἐστι τὸ πάν‐
·
τας τὸ αὐτὸ λέγειν ὡδὶ μὲν καλὸν ἀλλ’ οὐ δυνατόν, ὡδὶ
·
δ’ οὐδὲν ὁμονοητικόν)· πρὸς δὲ τούτοις ἑτέραν ἔχει βλάβην τὸ
·
λεγόμενον. ἥκιστα γὰρ ἐπιμελείας τυγχάνει τὸ πλείστων
·
κοινόν· τῶν γὰρ ἰδίων μάλιστα φροντίζουσιν, τῶν δὲ κοινῶν
35
ἧττον, ἢ ὅσον ἑκάστῳ ἐπιβάλλει· πρὸς γὰρ τοῖς ἄλλοις ὡς
·
ἑτέρου φροντίζοντος ὀλιγωροῦσι μᾶλλον, ὥσπερ ἐν ταῖς οἰκε‐
·
τικαῖς διακονίαις οἱ πολλοὶ θεράποντες ἐνίοτε χεῖρον ὑπηρε‐
·
τοῦσι τῶν ἐλαττόνων. γίνονται δ’ ἑκάστῳ χίλιοι τῶν πολιτῶν
·
υἱοί, καὶ οὗτοι οὐχ ὡς ἑκάστου, ἀλλὰ τοῦ τυχόντος ὁ τυχὼν
40
ὁμοίως ἐστὶν υἱός· ὥστε πάντες ὁμοίως ὀλιγωρήσουσιν.
0086 035 Pol1262a
·
ἔτι οὕτως
·
ἕκαστος “ἐμὸς” λέγει τὸν εὖ πράττοντα τῶν πολιτῶν ἢ κακῶς,
·
ὁπόστος τυγχάνει τὸν ἀριθμὸν ὤν, οἷον ἐμὸς ἢ τοῦ δεῖνος, τοῦ‐
·
τον τὸν τρόπον λέγων καθ’ ἕκαστον τῶν χιλίων, ἢ ὅσων ἡ
5
πόλις ἐστί, καὶ τοῦτο διστάζων· ἄδηλον γὰρ ᾧ συνέβη γενέ‐
·
σθαι τέκνον καὶ σωθῆναι γενόμενον. καίτοι πότερον οὕτω
·
κρεῖττον τὸ ἐμὸν λέγειν ἕκαστον, τὸ αὐτὸ [μὲν] προσαγορεύον‐
·
τας δισχιλίων καὶ μυρίων, ἢ μᾶλλον ὡς νῦν ἐν ταῖς πόλεσι
·
τὸ ἐμὸν λέγουσιν; ὁ μὲν γὰρ υἱὸν αὑτοῦ ὁ δὲ ἀδελφὸν αὑτοῦ
10
προσαγορεύει τὸν αὐτόν, ὁ δ’ ἀνεψιόν, ἢ κατ’ ἄλλην τινὰ
·
συγγένειαν [ἢ] πρὸς αἵματος ἢ κατ’ οἰκειότητα καὶ κηδείαν
·
αὑτοῦ πρῶτον ἢ τῶν αὑτοῦ, πρὸς δὲ τούτοις ἕτερος φράτορα
·
φυλέτην. κρεῖττον γὰρ ἴδιον ἀνεψιὸν εἶναι ἢ τὸν τρόπον τοῦ‐
·
τον υἱόν. οὐ μὴν ἀλλ’ οὐδὲ διαφυγεῖν δυνατὸν τὸ μή τινας
15
ὑπολαμβάνειν ἑαυτῶν ἀδελφούς τε καὶ παῖδας καὶ πατέρας
·
καὶ μητέρας· κατὰ γὰρ τὰς ὁμοιότητας αἳ γίνονται τοῖς
·
τέκνοις πρὸς τοὺς γεννήσαντας ἀναγκαῖον λαμβάνειν περὶ
·
ἀλλήλων τὰς πίστεις. ὅπερ φασὶ καὶ συμβαίνειν τινὲς τῶν
·
τὰς τῆς γῆς περιόδους πραγματευομένων· εἶναι γάρ τισι
20
τῶν ἄνω Λιβύων κοινὰς τὰς γυναῖκας, τὰ μέντοι γινόμενα
·
τέκνα διαιρεῖσθαι κατὰ τὰς ὁμοιότητας. εἰσὶ δέ τινες καὶ
·
γυναῖκες καὶ τῶν ἄλλων ζῴων, οἷον ἵπποι καὶ βόες, αἳ
·
σφόδρα πεφύκασιν ὅμοια ἀποδιδόναι τὰ τέκνα τοῖς γονεῦ‐
·
σιν, ὥσπερ ἡ ἐν Φαρσάλῳ κληθεῖσα Δικαία ἵππος.
25
Ἔτι δὲ καὶ τὰς τοιαύτας δυσχερείας οὐ ῥᾴδιον εὐλαβηθῆναι
·
τοῖς ταύτην κατασκευάζουσι τὴν κοινωνίαν, οἷον αἰκίας καὶ
·
φόνους ἀκουσίους τοὺς δὲ ἑκουσίους, καὶ μάχας καὶ λοιδορίας·
·
ὧν οὐδὲν ὅσιόν ἐστι γίνεσθαι πρὸς πατέρας καὶ μητέρας καὶ τοὺς
·
μὴ πόρρω τῆς συγγενείας ὄντας, ὥσπερ πρὸς τοὺς ἄπωθεν·
30
ἃ καὶ πλεῖον συμβαίνειν ἀναγκαῖον ἀγνοούντων ἢ γνω‐
·
ριζόντων, καὶ γενομένων τῶν μὲν γνωριζομένων ἐνδέχεται τὰς
·
νομιζομένας γίνεσθαι λύσεις, τῶν δὲ μή, οὐδεμίαν. ἄτοπον δὲ
·
καὶ τὸ κοινοὺς ποιήσαντα τοὺς υἱοὺς τὸ συνεῖναι μόνον ἀφ‐
·
ελεῖν τῶν ἐρώντων, τὸ δ’ ἐρᾶν μὴ κωλῦσαι, μηδὲ τὰς χρή‐
35
σεις τὰς ἄλλας ἃς πατρὶ πρὸς υἱὸν εἶναι πάντων ἐστὶν
·
ἀπρεπέστατον καὶ ἀδελφῷ πρὸς ἀδελφόν, ἐπεὶ καὶ τὸ ἐρᾶν
·
μόνον. ἄτοπον δὲ καὶ τὸ τὴν συνουσίαν ἀφελεῖν δι’ ἄλλην
·
μὲν αἰτίαν μηδεμίαν, ὡς λίαν δὲ ἰσχυρᾶς τῆς ἡδονῆς γινο‐
·
μένης, ὅτι δ’ ὁ μὲν πατὴρ ἢ υἱός, οἱ δ’ ἀδελφοὶ ἀλλήλων,
40
μηδὲν οἴεσθαι διαφέρειν.
40
ἔοικε δὲ μᾶλλον τοῖς γεωργοῖς
·
εἶναι χρήσιμον τὸ κοινὰς εἶναι τὰς γυναῖκας καὶ τοὺς παῖ‐
0086 035 Pol1262b
·
δας ἢ τοῖς φύλαξιν· ἧττον γὰρ ἔσται φιλία κοινῶν ὄντων
·
τῶν τέκνων καὶ τῶν γυναικῶν, δεῖ δὲ τοιούτους εἶναι τοὺς ἀρ‐
·
χομένους πρὸς τὸ πειθαρχεῖν καὶ μὴ νεωτερίζειν. ὅλως δὲ
·
συμβαίνειν ἀνάγκη τοὐναντίον διὰ τὸν τοιοῦτον νόμον ὧν προς‐
5
ήκει τοὺς ὀρθῶς κειμένους νόμους αἰτίους γίνεσθαι, καὶ δι’ ἣν
·
αἰτίαν ὁ Σωκράτης οὕτως οἴεται δεῖν τάττειν τὰ περὶ τὰ τέ‐
·
κνα καὶ τὰς γυναῖκας. φιλίαν τε γὰρ οἰόμεθα μέγιστον
·
εἶναι τῶν ἀγαθῶν ταῖς πόλεσιν (οὕτως γὰρ ἂν ἥκιστα στασιά‐
·
ζοιεν), καὶ τὸ μίαν εἶναι τὴν πόλιν ἐπαινεῖ μάλισθ’ ὁ Σω‐
10
κράτης, ὃ καὶ δοκεῖ κἀκεῖνος εἶναί φησι τῆς φιλίας ἔργον,
·
καθάπερ ἐν τοῖς ἐρωτικοῖς λόγοις ἴσμεν λέγοντα τὸν Ἀριστο‐
·
φάνην ὡς τῶν ἐρώντων διὰ τὸ σφόδρα φιλεῖν ἐπιθυμούν‐
·
των συμφῦναι καὶ γενέσθαι ἐκ δύο ὄντων ἀμφοτέρους ἕνα·
·
ἐνταῦθα μὲν οὖν ἀνάγκη ἀμφοτέρους ἐφθάρθαι ἢ τὸν ἕνα,
15
ἐν δὲ τῇ πόλει τὴν φιλίαν ἀναγκαῖον ὑδαρῆ γίνεσθαι διὰ τὴν
·
κοινωνίαν τὴν τοιαύτην, καὶ ἥκιστα λέγειν τὸν ἐμὸν ἢ υἱὸν
·
πατέρα ἢ πατέρα υἱόν. ὥσπερ γὰρ μικρὸν γλυκὺ εἰς πολὺ
·
ὕδωρ μειχθὲν ἀναίσθητον ποιεῖ τὴν κρᾶσιν, οὕτω συμβαίνει
·
καὶ τὴν οἰκειότητα τὴν πρὸς ἀλλήλους τὴν ἀπὸ τῶν ὀνομά‐
20
των τούτων, διαφροντίζειν ἥκιστα ἀναγκαῖον ὂν ἐν τῇ πολιτείᾳ
·
τῇ τοιαύτῃ ἢ πατέρα ὡς υἱῶν ἢ υἱὸν ὡς πατρός, ἢ ὡς
·
ἀδελφοὺς ἀλλήλων. δύο γάρ ἐστιν ἃ μάλιστα ποιεῖ κήδεσθαι
·
τοὺς ἀνθρώπους καὶ φιλεῖν, τό τε ἴδιον καὶ τὸ ἀγαπητόν· ὧν
·
οὐδέτερον οἷόν τε ὑπάρχειν τοῖς οὕτω πολιτευομένοις. ἀλλὰ
25
μὴν καὶ περὶ τοῦ μεταφέρειν τὰ γινόμενα τέκνα, τὰ μὲν ἐκ
·
τῶν γεωργῶν καὶ τεχνιτῶν εἰς τοὺς φύλακας, τὰ δ’ ἐκ τού‐
·
των εἰς ἐκείνους, πολλὴν ἔχει ταραχὴν τίνα ἔσται τρόπον·
·
καὶ γινώσκειν ἀναγκαῖον τοὺς διδόντας καὶ μεταφέροντας
·
τίσι τίνας διδόασιν. ἔτι δὲ καὶ τὰ πάλαι λεχθέντα μᾶλλον
30
ἐπὶ τούτων ἀναγκαῖον συμβαίνειν, οἷον αἰκίας ἔρωτας φόνους·
·
οὐ γὰρ ἔτι προσαγορεύσουσιν ἀδελφοὺς καὶ τέκνα καὶ πατέρας
·
καὶ μητέρας τοὺς φύλακας οἵ τε εἰς τοὺς ἄλλους πολίτας δο‐
·
θέντες καὶ πάλιν οἱ παρὰ τοῖς φύλαξι τοὺς ἄλλους πολί‐
·
τας, ὥστ’ εὐλαβεῖσθαι τῶν τοιούτων τι πράττειν διὰ τὴν
35
συγγένειαν.
35
περὶ μὲν οὖν τῆς περὶ τὰ τέκνα καὶ τὰς γυναῖκας
·
κοινωνίας διωρίσθω τὸν τρόπον τοῦτον.
·
Ἐχόμενον δὲ τούτων ἐστὶν ἐπισκέψασθαι περὶ τῆς κτή‐
·
σεως, τίνα τρόπον δεῖ κατασκευάζεσθαι τοῖς μέλλουσι πολι‐
·
τεύεσθαι τὴν ἀρίστην πολιτείαν, πότερον κοινὴν ἢ μὴ κοινὴν
40
εἶναι τὴν κτῆσιν. τοῦτο δ’ ἄν τις καὶ χωρὶς σκέψαιτο ἀπὸ
·
τῶν περὶ τὰ τέκνα καὶ τὰς γυναῖκας νενομοθετημένων, λέγω
0086 035 Pol1263a
·
δὲ τὰ περὶ τὴν κτῆσιν πότερον (κἂν ᾖ ἐκεῖνα χωρίς, καθ’
·
ὃν νῦν τρόπον ἔχει πᾶσι) τάς γε κτήσεις κοινὰς εἶναι βέλ‐
·
τιον, ἢ τὰς χρήσεις, οἷον τὰ μὲν γήπεδα χωρίς, τοὺς δὲ
·
καρποὺς εἰς τὸ κοινὸν φέροντας ἀναλίσκειν (ὅπερ ἔνια ποιεῖ
5
τῶν ἐθνῶν), ἢ τοὐναντίον τὴν μὲν γῆν κοινὴν εἶναι καὶ γεωρ‐
·
γεῖν κοινῇ, τοὺς δὲ καρποὺς διαιρεῖσθαι πρὸς τὰς ἰδίας χρή‐
·
σεις (λέγονται δέ τινες καὶ τοῦτον τὸν τρόπον κοινωνεῖν τῶν
·
βαρβάρων), ἢ καὶ τὰ γήπεδα καὶ τοὺς καρποὺς κοινούς. ἑ‐
·
τέρων μὲν οὖν ὄντων τῶν γεωργούντων ἄλλος ἂν εἴη τρόπος καὶ
10
ῥᾴων, αὐτῶν δ’ αὑτοῖς διαπονούντων τὰ περὶ τὰς κτήσεις
·
πλείους ἂν παρέχοι δυσκολίας. καὶ γὰρ ἐν ταῖς ἀπολαύσεσι
·
καὶ ἐν τοῖς ἔργοις μὴ γινομένων ἴσων ἀλλ’ ἀνίσων ἀναγκαῖον
·
ἐγκλήματα γίνεσθαι πρὸς τοὺς ἀπολαύοντας μὲν ἢ λαμβάνον‐
·
τας πολλά, ὀλίγα δὲ πονοῦντας, τοῖς ἐλάττω μὲν λαμβάνουσι,
15
πλείω δὲ πονοῦσιν. ὅλως δὲ τὸ συζῆν καὶ κοινωνεῖν τῶν ἀν‐
·
θρωπικῶν πάντων χαλεπόν, καὶ μάλιστα τῶν τοιούτων.
·
δηλοῦσι δ’ αἱ τῶν συναποδήμων κοινωνίαι· σχεδὸν γὰρ οἱ
·
πλεῖστοι διαφέρονται, ἐκ τῶν ἐν ποσὶ καὶ ἐκ μικρῶν προς‐
·
κρούοντες ἀλλήλοις. ἔτι δὲ τῶν θεραπόντων τούτοις μάλιστα
20
προσκρούομεν οἷς πλεῖστα προσχρώμεθα πρὸς τὰς διακονίας
·
τὰς ἐγκυκλίους.
·
τὸ μὲν οὖν κοινὰς εἶναι τὰς κτήσεις ταύτας
·
τε καὶ ἄλλας τοιαύτας ἔχει δυσχερείας· ὃν δὲ νῦν τρόπον
·
ἔχει, ἐπικοσμηθὲν ἔθεσι καὶ τάξει νόμων ὀρθῶν, οὐ μι‐
·
κρὸν ἂν διενέγκαι. ἕξει γὰρ τὸ ἐξ ἀμφοτέρων ἀγαθόν·
25
λέγω δὲ τὸ ἐξ ἀμφοτέρων τὸ ἐκ τοῦ κοινὰς εἶναι τὰς κτή‐
·
σεις καὶ τὸ ἐκ τοῦ ἰδίας. δεῖ γὰρ πὼς μὲν εἶναι κοινάς, ὅλως
·
δ’ ἰδίας. αἱ μὲν γὰρ ἐπιμέλειαι διῃρημέναι τὰ ἐγκλήματα
·
πρὸς ἀλλήλους οὐ ποιήσουσιν, μᾶλλον δ’ ἐπιδώσουσιν ὡς πρὸς
·
ἴδιον ἑκάστου προσεδρεύοντος· δι’ ἀρετὴν δ’ ἔσται πρὸς τὸ χρῆ‐
30
σθαι, κατὰ τὴν παροιμίαν, κοινὰ τὰ φίλων. ἔστι δὲ καὶ νῦν
·
τὸν τρόπον τοῦτον ἐν ἐνίαις πόλεσιν οὕτως ὑπογεγραμμένον,
·
ὡς οὐκ ὂν ἀδύνατον, καὶ μάλιστα ἐν ταῖς καλῶς οἰκουμέναις
·
τὰ μὲν ἔστι τὰ δὲ γένοιτ’ ἄν· ἰδίαν γὰρ ἕκαστος τὴν κτῆσιν
·
ἔχων τὰ μὲν χρήσιμα ποιεῖ τοῖς φίλοις, τοῖς δὲ χρῆται
35
κοινοῖς, οἷον καὶ ἐν Λακεδαίμονι τοῖς τε δούλοις χρῶνται
·
τοῖς ἀλλήλων ὡς εἰπεῖν ἰδίοις, ἔτι δ’ ἵπποις καὶ κυσίν, κἂν
·
δεηθῶσιν ἐφοδίων, [ἐν] τοῖς ἀγροῖς κατὰ τὴν χώραν. φανερὸν
·
τοίνυν ὅτι βέλτιον εἶναι μὲν ἰδίας τὰς κτήσεις, τῇ δὲ χρή‐
·
σει ποιεῖν κοινάς· ὅπως δὲ γίνωνται τοιοῦτοι, τοῦ νομοθέτου
40
τοῦτ’ ἔργον ἴδιόν ἐστιν. ἔτι δὲ καὶ πρὸς ἡδονὴν ἀμύθητον ὅσον
·
διαφέρει τὸ νομίζειν ἴδιόν τι. μὴ γὰρ οὐ μάτην τὴν πρὸς
0086 035 Pol1263b
·
αὑτὸν αὐτὸς ἔχει φιλίαν ἕκαστος, ἀλλ’ ἔστι τοῦτο φυσικόν.
·
τὸ δὲ φίλαυτον εἶναι ψέγεται δικαίως· οὐκ ἔστι δὲ τοῦτο τὸ
·
φιλεῖν ἑαυτόν, ἀλλὰ τὸ μᾶλλον ἢ δεῖ φιλεῖν, καθάπερ
·
καὶ τὸ φιλοχρήματον, ἐπεὶ φιλοῦσί γε πάντες ὡς εἰπεῖν
5
ἕκαστον τῶν τοιούτων. ἀλλὰ μὴν καὶ τὸ χαρίσασθαι καὶ
·
βοηθῆσαι φίλοις ἢ ξένοις ἢ ἑταίροις ἥδιστον· ὃ γίνεται τῆς
·
κτήσεως ἰδίας οὔσης. ταῦτά τε δὴ οὐ συμβαίνει τοῖς λίαν ἓν
·
ποιοῦσι τὴν πόλιν, καὶ πρὸς τούτοις ἀναιροῦσιν ἔργα δυοῖν
·
ἀρεταῖν φανερῶς, σωφροσύνης μὲν τὸ περὶ τὰς γυναῖκας
10
(ἔργον γὰρ καλὸν ἀλλοτρίας οὔσης ἀπέχεσθαι διὰ σωφρο‐
·
σύνην), ἐλευθεριότητος δὲ τὸ περὶ τὰς κτήσεις· οὔτε γὰρ ἔσται
·
φανερὸς ἐλευθέριος ὤν, οὔτε πράξει πρᾶξιν ἐλευθέριον οὐδε‐
·
μίαν· ἐν τῇ γὰρ χρήσει τῶν κτημάτων τὸ τῆς ἐλευθεριότη‐
·
τος ἔργον ἐστίν.
15
εὐπρόσωπος μὲν οὖν ἡ τοιαύτη νομοθεσία καὶ φιλάν‐
·
θρωπος ἂν εἶναι δόξειεν· ὁ γὰρ ἀκροώμενος ἄσμενος ἀπο‐
·
δέχεται, νομίζων ἔσεσθαι φιλίαν τινὰ θαυμαστὴν πᾶσι πρὸς
·
ἅπαντας, ἄλλως τε καὶ ὅταν κατηγορῇ τις τῶν νῦν ὑπαρχόν‐
·
των ἐν ταῖς πολιτείαις κακῶν ὡς γινομένων διὰ τὸ μὴ
20
κοινὴν εἶναι τὴν οὐσίαν, λέγω δὲ δίκας τε πρὸς ἀλλήλους
·
περὶ συμβολαίων καὶ ψευδομαρτυριῶν κρίσεις καὶ πλουσίων
·
κολακείας· ὧν οὐδὲν γίνεται διὰ τὴν ἀκοινωνησίαν ἀλλὰ
·
διὰ τὴν μοχθηρίαν, ἐπεὶ καὶ τοὺς κοινὰ κεκτημένους καὶ κοι‐
·
νωνοῦντας πολλῷ διαφερομένους μᾶλλον ὁρῶμεν ἢ τοὺς χωρὶς
25
τὰς οὐσίας ἔχοντας· ἀλλὰ θεωροῦμεν ὀλίγους τοὺς ἐκ τῶν κοι‐
·
νωνιῶν διαφερομένους, πρὸς πολλοὺς συμβάλλοντες τοὺς κεκτη‐
·
μένους ἰδίᾳ τὰς κτήσεις. ἔτι δὲ δίκαιοιν μὴ μόνον λέγειν
·
ὅσων στερήσονται κακῶν κοινωνήσαντες, ἀλλὰ καὶ ὅσων
·
ἀγαθῶν· φαίνεται δ’ εἶναι πάμπαν ἀδύνατος ὁ βίος.
·
αἴτιον
30
δὲ τῷ Σωκράτει τῆς παρακρούσεως χρὴ νομίζειν τὴν ὑπό‐
·
θεσιν οὐκ οὖσαν ὀρθήν. δεῖ μὲν γὰρ εἶναί πως μίαν καὶ τὴν
·
οἰκίαν καὶ τὴν πόλιν, ἀλλ’ οὐ πάντως. ἔστι μὲν γὰρ ὡς οὐκ
·
ἔσται προϊοῦσα πόλις, ἔστι δ’ ὡς ἔσται μέν, ἐγγὺς δ’ οὖσα
·
τοῦ μὴ πόλις εἶναι χείρων πόλις, ὥσπερ κἂν εἴ τις τὴν
35
συμφωνίαν ποιήσειεν ὁμοφωνίαν ἢ τὸν ῥυθμὸν βάσιν μίαν.
·
ἀλλὰ δεῖ πλῆθος ὄν, ὥσπερ εἴρηται πρότερον, διὰ τὴν παι‐
·
δείαν κοινὴν καὶ μίαν ποιεῖν· καὶ τόν γε μέλλοντα παιδείαν
·
εἰσάγειν καὶ νομίζοντα διὰ ταύτης ἔσεσθαι τὴν πόλιν σπου‐
·
δαίαν ἄτοπον τοῖς τοιούτοις οἴεσθαι διορθοῦν, ἀλλὰ μὴ τοῖς
40
ἔθεσι καὶ τῇ φιλοσοφίᾳ καὶ τοῖς νόμοις, ὥσπερ τὰ περὶ
·
τὰς κτήσεις ἐν Λακεδαίμονι καὶ Κρήτῃ τοῖς συσσιτίοις ὁ
0086 035 Pol1264a
·
νομοθέτης ἐκοίνωσε. δεῖ δὲ μηδὲ τοῦτο αὐτὸ ἀγνοεῖν, ὅτι χρὴ
·
προσέχειν τῷ πολλῷ χρόνῳ καὶ τοῖς πολλοῖς ἔτεσιν, ἐν οἷς
·
οὐκ ἂν ἔλαθεν, εἰ ταῦτα καλῶς εἶχεν· πάντα γὰρ σχεδὸν
·
εὕρηται μέν, ἀλλὰ τὰ μὲν οὐ συνῆκται, τοῖς δ’ οὐ χρῶνται
5
γινώσκοντες. μάλιστα δ’ ἂν γένοιτο φανερὸν εἴ τις τοῖς ἔρ‐
·
γοις ἴδοι τὴν τοιαύτην πολιτείαν κατασκευαζομένην· οὐ γὰρ
·
δυνήσεται μὴ μερίζων αὐτὰ καὶ χωρίζων ποιῆσαι τὴν πό‐
·
λιν, τὰ μὲν εἰς συσσίτια τὰ δὲ εἰς φατρίας καὶ φυλάς.
·
ὥστε οὐδὲν ἄλλο συμβήσεται νενομοθετημένον πλὴν μὴ γεωρ‐
10
γεῖν τοὺς φύλακας· ὅπερ καὶ νῦν Λακεδαιμόνιοι ποιεῖν ἐπι‐
·
χειροῦσιν.
·
οὐ μὴν ἀλλ’ οὐδὲ ὁ τρόπος τῆς ὅλης πολιτείας τίς
·
ἔσται τοῖς κοινωνοῦσιν, οὔτ’ εἴρηκεν ὁ Σωκράτης οὔτε ῥᾴδιον
·
εἰπεῖν. καίτοι σχεδὸν τό γε πλῆθος τῆς πόλεως τὸ τῶν ἄλ‐
·
λων πολιτῶν γίνεται πλῆθος, περὶ ὧν οὐδὲν διώρισται, πότε‐
15
ρον καὶ τοῖς γεωργοῖς κοινὰς εἶναι δεῖ τὰς κτήσεις ἢ
·
καθ’ ἕκαστον ἰδίας, ἔτι δὲ καὶ γυναῖκας καὶ παῖδας ἰδίους
·
ἢ κοινούς. εἰ μὲν γὰρ τὸν αὐτὸν τρόπον κοινὰ πάντα πάν‐
·
των, τί διοίσουσιν οὗτοι ἐκείνων τῶν φυλάκων; ἢ τί πλεῖον
·
τοῖς ὑπομένουσι τὴν ἀρχὴν αὐτῶν, ἢ τί μαθόντες ὑπομενοῦσι
20
τὴν ἀρχήν, ἐὰν μή τι σοφίζωνται τοιοῦτον οἷον Κρῆτες;
·
ἐκεῖνοι γὰρ τἆλλα ταὐτὰ τοῖς δούλοις ἐφέντες μόνον ἀπειρή‐
·
κασι τὰ γυμνάσια καὶ τὴν τῶν ὅπλων κτῆσιν. εἰ δέ, καθ‐
·
άπερ ἐν ταῖς ἄλλαις πόλεσι, καὶ παρ’ ἐκείνοις ἔσται τὰ
·
τοιαῦτα, τίς ὁ τρόπος ἔσται τῆς κοινωνίας; ἐν μιᾷ γὰρ πό‐
25
λει δύο πόλεις ἀναγκαῖον εἶναι, καὶ ταύτας ὑπεναντίας
·
ἀλλήλαις. ποιεῖ γὰρ τοὺς μὲν φύλακας οἷον φρουρούς, τοὺς δὲ
·
γεωργοὺς καὶ τοὺς τεχνίτας καὶ τοὺς ἄλλους πολίτας· ἐγκλή‐
·
ματα δὲ καὶ δίκαι, καὶ ὅσα ἄλλα ταῖς πόλεσιν ὑπάρχειν
·
φησὶ κακά, πάνθ’ ὑπάρξει καὶ τούτοις. καίτοι λέγει ὁ Σω‐
30
κράτης ὡς οὐ πολλῶν δεήσονται νομίμων διὰ τὴν παιδείαν,
·
οἷον ἀστυνομικῶν καὶ ἀγορανομικῶν καὶ τῶν ἄλλων τῶν
·
τοιούτων, ἀποδιδοὺς μόνον τὴν παιδείαν τοῖς φύλαξιν. ἔτι δὲ
·
κυρίους ποιεῖ τῶν κτημάτων τοὺς γεωργοὺς 〈τοὺς〉 ἀποφορὰν
·
φέροντας· ἀλλὰ πολὺ μᾶλλον εἰκὸς εἶναι χαλεποὺς καὶ φρονη‐
35
μάτων πλήρεις, ἢ τὰς παρ’ ἐνίοις εἱλωτείας τε καὶ πενεστείας
·
καὶ δουλείας. ἀλλὰ γὰρ εἴτ’ ἀναγκαῖα ταῦθ’ ὁμοίως εἴτε
·
μή, νῦν γε οὐδὲν διώρισται. καὶ περὶ τῶν ἐχομένων τίς ἡ
·
τούτων τε πολιτεία καὶ παιδεία καὶ νόμοι τίνες. ἔστι δ’ οὔθ’
·
εὑρεῖν ῥᾴδιον, οὔτε τὸ διαφέρον μικρὸν τὸ ποιούς τινας εἶναι
40
τούτους πρὸς τὸ σῴζεσθαι τὴν τῶν φυλάκων κοινωνίαν. ἀλλὰ
0086 035 Pol1264b
·
μὴν εἴ γε τὰς μὲν γυναῖκας ποιήσει κοινὰς τὰς δὲ κτήσεις
·
ἰδίας, τίς οἰκονομήσει ὥσπερ τὰ ἐπὶ τῶν ἀγρῶν οἱ ἄνδρες
·
αὐτῶν—κἂν εἰ κοιναὶ αἱ κτήσεις καὶ αἱ τῶν γεωργῶν γυ‐
·
ναῖκες; ἄτοπον δὲ καὶ τὸ ἐκ τῶν θηρίων ποιεῖσθαι τὴν παρα‐
5
βολήν, ὅτι δεῖ τὰ αὐτὰ ἐπιτηδεύειν τὰς γυναῖκας τοῖς
·
ἀνδράσιν, οἷς οἰκονομίας οὐδὲν μέτεστιν.
·
ἐπισφαλὲς δὲ καὶ
·
τοὺς ἄρχοντας ὡς καθίστησιν ὁ Σωκράτης. ἀεὶ γὰρ ποιεῖ τοὺς
·
αὐτοὺς ἄρχοντας· τοῦτο δὲ στάσεως αἴτιον γίνεται καὶ παρὰ
·
τοῖς μηδὲν ἀξίωμα κεκτημένοις, ἦ που δῆθεν παρά γε θυμο‐
10
ειδέσι καὶ πολεμικοῖς ἀνδράσιν. ὅτι δ’ ἀναγκαῖον αὐτῷ
·
ποιεῖν τοὺς αὐτοὺς ἄρχοντας, φανερόν· οὐ γὰρ ὁτὲ μὲν ἄλλοις
·
ὁτὲ δὲ ἄλλοις μέμεικται ταῖς ψυχαῖς ὁ παρὰ τοῦ θεοῦ χρυ‐
·
σός, ἀλλ’ ἀεὶ τοῖς αὐτοῖς. φησὶ δὲ τοῖς μὲν εὐθὺς γινομέ‐
·
νοις μεῖξαι χρυσόν, τοῖς δ’ ἄργυρον, χαλκὸν δὲ καὶ σίδηρον
15
τοῖς τεχνίταις μέλλουσιν ἔσεσθαι καὶ γεωργοῖς. ἔτι δὲ καὶ
·
τὴν εὐδαιμονίαν ἀφαιρούμενος τῶν φυλάκων, ὅλην φησὶ δεῖν
·
εὐδαίμονα ποιεῖν τὴν πόλιν τὸν νομοθέτην. ἀδύνατον δὲ
·
εὐδαιμονεῖν ὅλην, μὴ πάντων ἢ μὴ τῶν πλείστων μερῶν ἢ
·
τινῶν ἐχόντων τὴν εὐδαιμονίαν. οὐ γὰρ τῶν αὐτῶν τὸ εὐδαι‐
20
μονεῖν ὧνπερ τὸ ἄρτιον· τοῦτο μὲν γὰρ ἐνδέχεται τῷ ὅλῳ
·
ὑπάρχειν, τῶν δὲ μερῶν μηδετέρῳ, τὸ δὲ εὐδαιμονεῖν ἀδύ‐
·
νατον. ἀλλὰ μὴν εἰ οἱ φύλακες μὴ εὐδαίμονες, τίνες ἕτε‐
·
ροι; οὐ γὰρ δὴ οἵ γε τεχνῖται καὶ τὸ πλῆθος τὸ τῶν βαναύ‐
·
σων. ἡ μὲν οὖν πολιτεία περὶ ἧς ὁ Σωκράτης εἴρηκεν ταύτας
25
τε τὰς ἀπορίας ἔχει καὶ τούτων οὐκ ἐλάττους ἑτέρας.
·
Σχεδὸν δὲ παραπλησίως καὶ τὰ περὶ τοὺς Νόμους ἔχει τοὺς
·
ὕστερον γραφέντας, διὸ καὶ περὶ τῆς ἐνταῦθα πολιτείας ἐπι‐
·
σκέψασθαι μικρὰ βέλτιον. καὶ γὰρ ἐν τῇ Πολιτείᾳ περὶ
·
ὀλίγων πάμπαν διώρικεν ὁ Σωκράτης, περί τε γυναικῶν
30
καὶ τέκνων κοινωνίας, πῶς ἔχειν δεῖ, καὶ περὶ κτήσεως, καὶ
·
τῆς πολιτείας τὴν τάξιν (διαιρεῖται γὰρ εἰς δύο μέρη τὸ
·
πλῆθος τῶν οἰκούντων, τὸ μὲν εἰς τοὺς γεωργούς, τὸ δὲ εἰς τὸ
·
προπολεμοῦν μέρος· τρίτον δ’ ἐκ τούτων τὸ βουλευόμενον καὶ
·
κύριον τῆς πόλεως), περὶ δὲ τῶν γεωργῶν καὶ τῶν τεχνιτῶν,
35
πότερον οὐδεμιᾶς μεθέξουσιν ἤ τινος ἀρχῆς, καὶ πότερον ὅπλα
·
δεῖ κεκτῆσθαι καὶ τούτους καὶ συμπολεμεῖν ἢ μή, περὶ τού‐
·
των οὐδὲν διώρικεν ὁ Σωκράτης, ἀλλὰ τὰς μὲν γυναῖκας
·
οἴεται δεῖν συμπολεμεῖν καὶ παιδείας μετέχειν τῆς αὐτῆς
·
τοῖς φύλαξιν, τὰ δ’ ἄλλα τοῖς ἔξωθεν πεπλήρωκε
40
τὸν λόγον καὶ περὶ τῆς παιδείας, ποίαν τινὰ δεῖ γίνεσθαι
0086 035 Pol1265a
·
τῶν φυλάκων. τῶν δὲ Νόμων τὸ μὲν πλεῖστον μέρος νόμοι
·
τυγχάνουσιν ὄντες, ὀλίγα δὲ περὶ τῆς πολιτείας εἴρηκεν, καὶ
·
ταύτην βουλόμενος κοινοτέραν ποιεῖν ταῖς πόλεσι κατὰ μι‐
·
κρὸν περιάγει πάλιν πρὸς τὴν ἑτέραν πολιτείαν. ἔξω γὰρ
5
τῆς τῶν γυναικῶν κοινωνίας καὶ τῆς κτήσεως, τὰ ἄλλα
·
ταὐτὰ ἀποδίδωσιν ἀμφοτέραις ταῖς πολιτείαις· καὶ γὰρ
·
παιδείαν τὴν αὐτήν, καὶ τὸ τῶν ἔργων τῶν ἀναγκαίων ἀπ‐
·
εχομένους ζῆν, καὶ περὶ συσσιτίων ὡσαύτως· πλὴν ἐν ταύτῃ
·
φησὶ δεῖν εἶναι συσσίτια καὶ γυναικῶν, καὶ τὴν μὲν χιλίων
10
τῶν ὅπλα κεκτημένων, ταύτην δὲ πεντακισχιλίων.
10
τὸ μὲν
·
οὖν περιττὸν ἔχουσι πάντες οἱ τοῦ Σωκράτους λόγοι καὶ τὸ
·
κομψὸν καὶ τὸ καινοτόμον καὶ τὸ ζητητικόν, καλῶς δὲ
·
πάντα ἴσως χαλεπόν, ἐπεὶ καὶ τὸ νῦν εἰρημένον πλῆθος δεῖ
·
μὴ λανθάνειν ὅτι χώρας δεήσει τοῖς τοσούτοις Βαβυλωνίας
15
ἤ τινος ἄλλης ἀπεράντου τὸ πλῆθος, ἐξ ἧς ἀργοὶ πεντακις‐
·
χίλιοι θρέψονται, καὶ περὶ τούτους γυναικῶν καὶ θεραπόν‐
·
των ἕτερος ὄχλος πολλαπλάσιος. δεῖ μὲν οὖν ὑποτίθεσθαι
·
κατ’ εὐχήν, μηδὲν μέντοι ἀδύνατον. λέγεται δ’ ὡς δεῖ τὸν
·
νομοθέτην πρὸς δύο βλέποντα τιθέναι τοὺς νόμους, πρός τε
20
τὴν χώραν καὶ τοὺς ἀνθρώπους. ἔτι δὲ καλῶς ἔχει προσθεῖναι
·
καὶ πρὸς τοὺς γειτνιῶντας τόπους, πρῶτον μὲν εἰ δεῖ τὴν πόλιν
·
ζῆν βίον πολιτικόν, μὴ μονωτικόν (οὐ γὰρ μόνον ἀναγκαῖόν ἐστιν
·
αὐτὴν τοιούτοις χρῆσθαι πρὸς τὸν πόλεμον ὅπλοις ἃ
·
χρήσιμα κατὰ τὴν οἰκείαν χώραν ἐστίν, ἀλλὰ καὶ πρὸς τοὺς ἔξω
25
τόπους)· εἰ δέ τις μὴ τοιοῦτον ἀποδέχεται βίον, μήτε τὸν ἴδιον
·
μήτε τὸν κοινὸν τῆς πόλεως, ὅμως οὐδὲν ἧττον δεῖ φοβεροὺς
·
εἶναι τοῖς πολεμίοις, μὴ μόνον ἐλθοῦσιν εἰς τὴν χώραν ἀλλὰ καὶ
·
ἀπελθοῦσιν.
·
καὶ τὸ πλῆθος δὲ τῆς κτήσεως ὁρᾶν δεῖ, μή ποτε
·
βέλτιον ἑτέρως διορίσαι τῷ σαφῶς μᾶλλον. τοσαύτην γὰρ
30
εἶναί φησι δεῖν ὥστε ζῆν σωφρόνως, ὥσπερ ἂν εἴ τις εἶπεν
·
ὥστε ζῆν εὖ. τοῦτο γάρ ἐστι καθόλου μᾶλλον. ἔτι δ’ ἔστι σω‐
·
φρόνως μὲν ταλαιπώρως δὲ ζῆν, ἀλλὰ βελτίων ὅρος τὸ
·
σωφρόνως καὶ ἐλευθερίως (χωρὶς γὰρ ἑκατέρῳ τῷ μὲν τὸ
·
τρυφᾶν ἀκολουθήσει, τῷ δὲ τὸ ἐπιπόνως), ἐπεὶ μόναι γ’
35
εἰσὶν ἕξεις αἱρεταὶ περὶ τὴν τῆς οὐσίας χρῆσιν αὗται, οἷον
·
οὐσίᾳ πράως μὲν ἢ ἀνδρείως χρῆσθαι οὐκ ἔστιν, σωφρόνως δὲ
·
καὶ ἐλευθερίως ἔστιν, ὥστε καὶ τὰς ἕξεις ἀναγκαῖον περὶ
·
αὐτὴν εἶναι ταύτας. ἄτοπον δὲ καὶ τὸ τὰς κτήσεις ἰσάζοντα τὸ
·
περὶ τὸ πλῆθος τῶν πολιτῶν μὴ κατασκευάζειν, ἀλλ’ ἀφ‐
40
εῖναι τὴν τεκνοποιίαν ἀόριστον ὡς ἱκανῶς ἀνομαλισθησομένην
·
εἰς τὸ αὐτὸ πλῆθος διὰ τὰς ἀτεκνίας ὁσωνοῦν γεννωμένων,
0086 035 Pol1265b
·
ὅτι δοκεῖ τοῦτο καὶ νῦν συμβαίνειν περὶ τὰς πόλεις. δεῖ δὲ
·
τοῦτ’ οὐχ ὁμοίως ἀκριβῶς ἔχειν περὶ τὰς πόλεις τότε καὶ νῦν·
·
νῦν μὲν γὰρ οὐδεὶς ἀπορεῖ, διὰ τὸ μερίζεσθαι τὰς οὐσίας εἰς
·
ὁποσονοῦν πλῆθος, τότε δὲ ἀδιαιρέτων οὐσῶν ἀνάγκη τοὺς παρά‐
5
ζυγας μηδὲν ἔχειν, ἐάν τ’ ἐλάττους ὦσι τὸ πλῆθος ἐάν τε
·
πλείους. μᾶλλον δὲ δεῖν ὑπολάβοι τις ἂν ὡρίσθαι τῆς οὐσίας
·
τὴν τεκνοποιίαν, ὥστε ἀριθμοῦ τινὸς μὴ πλείονα γεννᾶν, τοῦτο
·
δὲ τιθέναι τὸ πλῆθος ἀποβλέποντα πρὸς τὰς τύχας, ἂν
·
συμβαίνῃ τελευτᾶν τινας τῶν γεννηθέντων, καὶ πρὸς τὴν
10
τῶν ἄλλων ἀτεκνίαν. τὸ δ’ ἀφεῖσθαι, καθάπερ ἐν ταῖς
·
πλείσταις πόλεσι, πενίας ἀναγκαῖον αἴτιον γίνεσθαι τοῖς πο‐
·
λίταις, ἡ δὲ πενία στάσιν ἐμποιεῖ καὶ κακουργίαν. Φείδων
·
μὲν οὖν ὁ Κορίνθιος, ὢν νομοθέτης τῶν ἀρχαιοτάτων, τοὺς
·
οἴκους ἴσους ᾠήθη δεῖν διαμένειν καὶ τὸ πλῆθος τῶν πολιτῶν,
15
καὶ εἰ τὸ πρῶτον τοὺς κλήρους ἀνίσους εἶχον πάντες κατὰ μέ‐
·
γεθος· ἐν δὲ τοῖς νόμοις τούτοις τοὐναντίον ἐστίν. ἀλλὰ περὶ
·
μὲν τούτων πῶς οἰόμεθα βέλτιον ἂν ἔχειν, λεκτέον ὕστερον·
·
ἐλλέλειπται δ’ ἐν τοῖς νόμοις τούτοις καὶ τὰ περὶ τοὺς ἄρχον‐
·
τας πῶς ἔσονται διαφέροντες τῶν ἀρχομένων. φησὶ γὰρ
20
δεῖν, ὥσπερ ἐξ ἑτέρου τὸ στημόνιον ἐρίου γίνεται τῆς κρόκης,
·
οὕτω καὶ τοὺς ἄρχοντας ἔχειν δεῖν πρὸς τοὺς ἀρχομένους. ἐπεὶ
·
δὲ τὴν πᾶσαν οὐσίαν ἐφίησι γίνεσθαι μείζονα μέχρι πεντα‐
·
πλασίας, διὰ τί τοῦτ’ οὐκ ἂν εἴη ἐπὶ τῆς γῆς μέχρι τινός;
·
καὶ τὴν τῶν οἰκοπέδων δὲ διαίρεσιν δεῖ σκοπεῖν, μή ποτ’ οὐ
25
συμφέρει πρὸς οἰκονομίαν· δύο γὰρ οἰκόπεδα ἑκάστῳ ἔνειμε
·
διελὼν χωρίς, χαλεπὸν δὲ οἰκίας δύο οἰκεῖν.
·
ἡ δὲ σύνταξις
·
ὅλη βούλεται μὲν εἶναι μήτε δημοκρατία μήτε ὀλιγαρχία,
·
μέση δὲ τούτων, ἣν καλοῦσι πολιτείαν· ἐκ γὰρ τῶν ὁπλι‐
·
τευόντων ἐστίν. εἰ μὲν οὖν ὡς κοινοτάτην ταύτην κατασκευά‐
30
ζει ταῖς πόλεσι τῶν ἄλλων πολιτειῶν, καλῶς εἴρηκεν ἴσως·
·
εἰ δ’ ὡς ἀρίστην μετὰ τὴν πρώτην πολιτείαν, οὐ καλῶς. τάχα
·
γὰρ τὴν τῶν Λακώνων ἄν τις ἐπαινέσειε μᾶλλον, ἢ κἂν
·
ἄλλην τινὰ ἀριστοκρατικωτέραν. ἔνιοι μὲν οὖν λέγουσιν ὡς δεῖ
·
τὴν ἀρίστην πολιτείαν ἐξ ἁπασῶν εἶναι τῶν πολιτειῶν μεμει‐
35
γμένην, διὸ καὶ τὴν τῶν Λακεδαιμονίων ἐπαινοῦσιν (εἶναι
·
γὰρ αὐτὴν οἱ μὲν ἐξ ὀλιγαρχίας καὶ μοναρχίας καὶ δημο‐
·
κρατίας φασίν, λέγοντες τὴν μὲν βασιλείαν μοναρχίαν, τὴν
·
δὲ τῶν γερόντων ἀρχὴν ὀλιγαρχίαν, δημοκρατεῖσθαι δὲ
·
κατὰ τὴν τῶν ἐφόρων ἀρχὴν διὰ τὸ ἐκ τοῦ δήμου εἶναι τοὺς
40
ἐφόρους· οἱ δὲ τὴν μὲν ἐφορείαν εἶναι τυραννίδα, δημοκρα‐
·
τεῖσθαι δὲ κατά τε τὰ συσσίτια καὶ τὸν ἄλλον βίον τὸν
0086 035 Pol1266a
·
καθ’ ἡμέραν)· ἐν δὲ τοῖς νόμοις εἴρηται τούτοις ὡς δέον συγ‐
·
κεῖσθαι τὴν ἀρίστην πολιτείαν ἐκ δημοκρατίας καὶ τυραννί‐
·
δος, ἃς ἢ τὸ παράπαν οὐκ ἄν τις θείη πολιτείας ἢ χειρίστας
·
πασῶν. βέλτιον οὖν λέγουσιν οἱ πλείους μιγνύντες· ἡ γὰρ ἐκ
5
πλειόνων συγκειμένη πολιτεία βελτίων. ἔπειτ’ οὐδ’ ἔχουσα
·
φαίνεται μοναρχικὸν οὐδέν, ἀλλ’ ὀλιγαρχικὰ καὶ δημοκρα‐
·
τικά· μᾶλλον δ’ ἐγκλίνειν βούλεται πρὸς τὴν ὀλιγαρχίαν.
·
δῆλον δὲ ἐκ τῆς τῶν ἀρχόντων καταστάσεως· τὸ μὲν γὰρ
·
ἐξ αἱρετῶν κληρωτοὺς κοινὸν ἀμφοῖν, τὸ δὲ τοῖς μὲν εὐπορω‐
10
τέροις ἐπάναγκες ἐκκλησιάζειν εἶναι καὶ φέρειν ἄρχοντας
·
ἤ τι ποιεῖν ἄλλο τῶν πολιτικῶν, τοὺς δ’ ἀφεῖσθαι, τοῦτο δ’
·
ὀλιγαρχικόν, καὶ τὸ πειρᾶσθαι πλείους ἐκ τῶν εὐπόρων εἶναι
·
τοὺς ἄρχοντας, καὶ τὰς μεγίστας ἐκ τῶν μεγίστων τιμημά‐
·
των. ὀλιγαρχικὴν δὲ ποιεῖ καὶ τὴν τῆς βουλῆς αἵρεσιν. αἱροῦν‐
15
ται μὲν γὰρ πάντες ἐπάναγκες ἀλλ’ ἐκ τοῦ πρώτου τιμή‐
·
ματος, εἶτα πάλιν ἴσους ἐκ τοῦ δευτέρου· εἶτ’ ἐκ τῶν τρίτων,
·
πλὴν οὐ πᾶσιν ἐπάναγκες ἦν τοῖς ἐκ τῶν τρίτων ἢ τετάρτων,
·
ἐκ δὲ [τοῦ τετάρτου] τῶν τετάρτων μόνοις ἐπάναγκες τοῖς πρώ‐
·
τοις καὶ τοῖς δευτέροις· εἶτ’ ἐκ τούτων ἴσον ἀφ’ ἑκάστου τιμή‐
20
ματος ἀποδεῖξαί φησι δεῖν ἀριθμόν. ἔσονται δὴ πλείους οἱ
·
ἐκ τῶν μεγίστων τιμημάτων καὶ βελτίους διὰ τὸ ἐνίους μὴ
·
αἱρεῖσθαι τῶν δημοτικῶν διὰ τὸ μὴ ἐπάναγκες. ὡς μὲν οὖν
·
οὐκ ἐκ δημοκρατίας καὶ μοναρχίας δεῖ συνιστάναι τὴν τοι‐
·
αύτην πολιτείαν, ἐκ τούτων φανερὸν καὶ τῶν ὕστερον ῥηθησομέ‐
25
νων, ὅταν ἐπιβάλλῃ περὶ τῆς τοιαύτης πολιτείας ἡ σκέψις·
·
ἔχει δὲ καὶ περὶ τὴν αἵρεσιν τῶν ἀρχόντων τὸ ἐξ αἱρετῶν
·
αἱρετοὺς ἐπικίνδυνον. εἰ γάρ τινες συστῆναι θέλουσι καὶ μέτριοι
·
τὸ πλῆθος, αἰεὶ κατὰ τὴν τούτων αἱρεθήσονται βούλησιν. τὰ
·
μὲν οὖν περὶ τὴν πολιτείαν τὴν ἐν τοῖς Νόμοις τοῦτον ἔχει
30
τὸν τρόπον.
·
Εἰσὶ δέ τινες πολιτεῖαι καὶ ἄλλαι, αἱ μὲν ἰδιωτῶν αἱ
·
δὲ φιλοσόφων καὶ πολιτικῶν, πᾶσαι δὲ τῶν καθεστηκυιῶν
·
καὶ καθ’ ἃς πολιτεύονται νῦν ἐγγύτερόν εἰσι τούτων ἀμφο‐
·
τέρων. οὐδεὶς γὰρ οὔτε τὴν περὶ τὰ τέκνα κοινότητα καὶ τὰς
35
γυναῖκας ἄλλος κεκαινοτόμηκεν, οὔτε περὶ τὰ συσσίτια τῶν
·
γυναικῶν, ἀλλ’ ἀπὸ τῶν ἀναγκαίων ἄρχονται μᾶλλον.
·
δοκεῖ γάρ τισι τὸ περὶ τὰς οὐσίας εἶναι μέγιστον τετάχθαι
·
καλῶς· περὶ γὰρ τούτων ποιεῖσθαί φασι τὰς στάσεις πάν‐
·
τας. διὸ Φαλέας ὁ Χαλκηδόνιος τοῦτ’ εἰσήνεγκε πρῶτος·
40
φησὶ γὰρ δεῖν ἴσας εἶναι τὰς κτήσεις τῶν πολιτῶν. τοῦτο
0086 035 Pol1266b
·
δὲ κατοικιζομέναις μὲν εὐθὺς οὐ χαλεπὸν ᾤετο ποιεῖν, τὰς
·
δ’ ἤδη κατοικουμένας ἐργωδέστερον μέν, ὅμως δὲ τάχιστ’ ἂν
·
ὁμαλισθῆναι τῷ τὰς προῖκας τοὺς μὲν πλουσίους διδόναι μὲν
·
λαμβάνειν δὲ μή, τοὺς δὲ πένητας μὴ διδόναι μὲν λαμβά‐
5
νειν δέ. Πλάτων δὲ τοὺς Νόμους γράφων μέχρι μέν τινος
·
ᾤετο δεῖν ἐᾶν, πλεῖον δὲ τοῦ πενταπλασίαν εἶναι τῆς ἐλα‐
·
χίστης μηδενὶ τῶν πολιτῶν ἐξουσίαν εἶναι κτήσασθαι, καθ‐
·
άπερ εἴρηται καὶ πρότερον. δεῖ δὲ μηδὲ τοῦτο λανθάνειν τοὺς
·
οὕτω νομοθετοῦντας, ὃ λανθάνει νῦν, ὅτι τὸ τῆς οὐσίας τάττον‐
10
τας πλῆθος προσήκει καὶ τῶν τέκνων τὸ πλῆθος τάττειν·
·
ἐὰν γὰρ ὑπεραίρῃ τῆς οὐσίας τὸ μέγεθος ὁ τῶν τέκνων ἀρι‐
·
θμός, ἀνάγκη τόν γε νόμον λύεσθαι, καὶ χωρὶς τῆς λύσεως
·
φαῦλον τὸ πολλοὺς ἐκ πλουσίων γίνεσθαι πένητας· ἔργον
·
γὰρ μὴ νεωτεροποιοὺς εἶναι τοὺς τοιούτους. διότι μὲν οὖν ἔχει
15
τινὰ δύναμιν εἰς τὴν πολιτικὴν κοινωνίαν ἡ τῆς οὐσίας ὁμα‐
·
λότης, καὶ τῶν πάλαι τινὲς φαίνονται διεγνωκότες, οἷον καὶ
·
Σόλων ἐνομοθέτησεν, καὶ παρ’ ἄλλοις ἔστι νόμος ὃς κωλύει
·
κτᾶσθαι γῆν ὁπόσην ἂν βούληταί τις, ὁμοίως δὲ καὶ τὴν
·
οὐσίαν πωλεῖν οἱ νόμοι κωλύουσιν, ὥσπερ ἐν Λοκροῖς νόμος
20
ἐστὶ μὴ πωλεῖν ἐὰν μὴ φανερὰν ἀτυχίαν δείξῃ συμβεβη‐
·
κυῖαν, ἔτι δὲ τοὺς παλαιοὺς κλήρους διασῴζειν (τοῦτο δὲ λυθὲν
·
καὶ περὶ Λευκάδα δημοτικὴν ἐποίησε λίαν τὴν πολιτείαν
·
αὐτῶν· οὐ γὰρ ἔτι συνέβαινεν ἀπὸ τῶν ὡρισμένων τιμημά‐
·
των εἰς τὰς ἀρχὰς βαδίζειν)· ἀλλ’ ἔστι τὴν ἰσότητα μὲν
25
ὑπάρχειν τῆς οὐσίας, ταύτην δ’ ἢ λίαν εἶναι πολλήν, ὥστε
·
τρυφᾶν, ἢ λίαν ὀλίγην, ὥστε ζῆν γλίσχρως. δῆλον οὖν ὡς
·
οὐχ ἱκανὸν τὸ τὰς οὐσίας ἴσας ποιῆσαι τὸν νομοθέτην, ἀλλὰ
·
τοῦ μέσου στοχαστέον. ἔτι δ’ εἴ τις καὶ τὴν μετρίαν τάξειεν
·
οὐσίαν πᾶσιν, οὐδὲν ὄφελος· μᾶλλον γὰρ δεῖ τὰς ἐπιθυμίας
30
ὁμαλίζειν ἢ τὰς οὐσίας, τοῦτο δ’ οὐκ ἔστι μὴ παιδευομένοις
·
ἱκανῶς ὑπὸ τῶν νόμων. ἀλλ’ ἴσως ἂν εἴπειεν ὁ Φαλέας ὅτι
·
ταῦτα τυγχάνει λέγων αὐτός· οἴεται γὰρ δυοῖν τούτοιν ἰσό‐
·
τητα δεῖν ὑπάρχειν ταῖς πόλεσιν, κτήσεως καὶ παιδείας.
·
ἀλλὰ τήν τε παιδείαν ἥτις ἔσται δεῖ λέγειν, καὶ τὸ μίαν
35
εἶναι καὶ τὴν αὐτὴν οὐδὲν ὄφελος· ἔστι γὰρ τὴν αὐτὴν μὲν
·
εἶναι καὶ μίαν, ἀλλὰ ταύτην εἶναι τοιαύτην ἐξ ἧς ἔσονται
·
προαιρετικοὶ τοῦ πλεονεκτεῖν ἢ χρημάτων ἢ τιμῆς ἢ συναμ‐
·
φοτέρων.
·
ἔτι στασιάζουσιν οὐ μόνον διὰ τὴν ἀνισότητα τῆς
·
κτήσεως, ἀλλὰ καὶ διὰ τὴν τῶν τιμῶν, τοὐναντίον δὲ περὶ
40
ἑκάτερον· οἱ μὲν γὰρ πολλοὶ διὰ τὸ περὶ τὰς κτήσεις ἄν‐
0086 035 Pol1267a
·
ισον, οἱ δὲ χαρίεντες περὶ τῶν τιμῶν, ἐὰν ἴσαι· ὅθεν καὶ “ἐν
·
δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός”. οὐ μόνον δ’ οἱ
·
ἄνθρωποι διὰ τἀναγκαῖα ἀδικοῦσιν, ὧν ἄκος εἶναι νομίζει
·
τὴν ἰσότητα τῆς οὐσίας, ὥστε μὴ λωποδυτεῖν διὰ τὸ ῥιγοῦν ἢ
5
πεινῆν, ἀλλὰ καὶ ὅπως χαίρωσι καὶ μὴ ἐπιθυμῶσιν· ἐὰν
·
γὰρ μείζω ἔχωσιν ἐπιθυμίαν τῶν ἀναγκαίων, διὰ τὴν
·
ταύτης ἰατρείαν ἀδικήσουσιν· οὐ τοίνυν διὰ ταύτην μόνον,
·
ἀλλὰ καὶ ἄνευ ἐπιθυμιῶν, ἵνα χαίρωσι ταῖς ἄνευ λυπῶν
·
ἡδοναῖς. τί οὖν ἄκος τῶν τριῶν τούτων; τοῖς μὲν οὐσία βρα‐
10
χεῖα καὶ ἐργασία, τοῖς δὲ σωφροσύνη· τρίτον δ’, εἴ τινες
·
βούλοιντο δι’ αὑτῶν χαίρειν, οὐκ ἂν ἐπιζητοῖεν εἰ μὴ παρὰ
·
φιλοσοφίας ἄκος. αἱ γὰρ ἄλλαι ἀνθρώπων δέονται· ἐπεὶ
·
ἀδικουσί γε τὰ μέγιστα διὰ τὰς ὑπερβολάς, ἀλλ’ οὐ διὰ
·
τὰ ἀναγκαῖα (οἷον τυραννοῦσιν οὐχ ἵνα μὴ ῥιγῶσιν· διὸ καὶ
15
αἱ τιμαὶ μεγάλαι, ἂν ἀποκτείνῃ τις οὐ κλέπτην ἀλλὰ
·
τύραννον)· ὥστε πρὸς τὰς μικρὰς ἀδικίας βοηθητικὸς μόνον
·
ὁ τρόπος τῆς Φαλέου πολιτείας. ἔτι τὰ πολλὰ βούλεται
·
κατασκευάζειν ἐξ ὧν τὰ πρὸς αὑτοὺς πολιτεύσονται καλῶς,
·
δεῖ δὲ καὶ πρὸς τοὺς γειτνιῶντας καὶ τοὺς ἔξωθεν πάντας.
20
ἀναγκαῖον ἄρα τὴν πολιτείαν συντετάχθαι πρὸς τὴν πολε‐
·
μικὴν ἰσχύν, περὶ ἧς ἐκεῖνος οὐδὲν εἴρηκεν. ὁμοίως δὲ καὶ
·
περὶ τῆς κτήσεως. δεῖ γὰρ οὐ μόνον πρὸς τὰς πολιτικὰς
·
χρήσεις ἱκανὴν ὑπάρχειν, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν κιν‐
·
δύνους· διόπερ οὔτε τοσοῦτον δεῖ πλῆθος ὑπάρχειν ὅσου οἱ
25
πλησίον καὶ κρείττους ἐπιθυμήσουσιν, οἱ δὲ ἔχοντες ἀμύνειν
·
οὐ δυνήσονται τοὺς ἐπιόντας, οὔθ’ οὕτως ὀλίγην ὥστε μὴ δύνα‐
·
σθαι πόλεμον ὑπενεγκεῖν μηδὲ τῶν ἴσων καὶ τῶν ὁμοίων.
·
ἐκεῖνος μὲν οὖν οὐδὲν διώρικεν, δεῖ δὲ τοῦτο μὴ λανθάνειν, ὅ τι
·
συμφέρει πλῆθος οὐσίας. ἴσως οὖν ἄριστος ὅρος τὸ μὴ λυσι‐
30
τελεῖν τοῖς κρείττοσι διὰ τὴν ὑπερβολὴν πολεμεῖν, ἀλλ’
·
οὕτως ὡς ἂν καὶ μὴ ἐχόντων τοσαύτην οὐσίαν. οἷον Εὔβου‐
·
λος Αὐτοφραδάτου μέλλοντος Ἀταρνέα πολιορκεῖν ἐκέλευ‐
·
σεν αὐτόν, σκεψάμενον ἐν πόσῳ χρόνῳ λήψεται τὸ χωρίον,
·
λογίσασθαι τοῦ χρόνου τούτου τὴν δαπάνην· ἐθέλειν γὰρ ἔλατ‐
35
τον τούτου λαβὼν ἐκλιπεῖν ἤδη τὸν Ἀταρνέα· ταῦτα δ’
·
εἰπὼν ἐποίησε τὸν Αὐτοφραδάτην σύννουν γενόμενον παύσα‐
·
σθαι τῆς πολιορκίας.
·
ἔστι μὲν οὖν τι τῶν συμφερόντων τὸ
·
τὰς οὐσίας ἴσας εἶναι τοῖς πολίταις πρὸς τὸ μὴ στασιάζειν
·
πρὸς ἀλλήλους, οὐ μὴν μέγα οὐδὲν ὡς εἰπεῖν. καὶ γὰρ [ἂν] οἱ
40
χαρίεντες ἀγανακτοῖεν ἂν ὡς οὐκ ἴσων ὄντες ἄξιοι, διὸ καὶ
·
φαίνονται πολλάκις ἐπιτιθέμενοι καὶ στασιάζοντες· ἔτι δ’
0086 035 Pol1267b
·
ἡ πονηρία τῶν ἀνθρώπων ἄπληστον, καὶ τὸ πρῶτον μὲν ἱκα‐
·
νὸν διωβελία μόνον, ὅταν δ’ ἤδη τοῦτ’ ᾖ πάτριον, ἀεὶ δέον‐
·
ται τοῦ πλείονος, ἕως εἰς ἄπειρον ἔλθωσιν. ἄπειρος γὰρ ἡ
·
τῆς ἐπιθυμίας φύσις, ἧς πρὸς τὴν ἀναπλήρωσιν οἱ πολλοὶ
5
ζῶσιν. τῶν οὖν τοιούτων ἀρχή, μᾶλλον τοῦ τὰς οὐσίας ὁμα‐
·
λίζειν, τὸ τοὺς μὲν ἐπιεικεῖς τῇ φύσει τοιούτους παρασκευά‐
·
ζειν ὥστε μὴ βούλεσθαι πλεονεκτεῖν, τοὺς δὲ φαύλους ὥστε μὴ
·
δύνασθαι· τοῦτο δ’ ἐστίν, ἂν ἥττους τε ὦσι καὶ μὴ ἀδικῶν‐
·
ται. οὐ καλῶς δὲ οὐδὲ τὴν ἰσότητα τῆς οὐσίας εἴρηκεν. περὶ
10
γὰρ τὴν τῆς γῆς κτῆσιν ἰσάζει μόνον, ἔστι δὲ καὶ δούλων
·
καὶ βοσκημάτων πλοῦτος καὶ νομίσματος, καὶ κατασκευὴ
·
πολλὴ τῶν καλουμένων ἐπίπλων· ἢ πάντων οὖν τούτων ἰσό‐
·
τητα ζητητέον ἢ τάξιν τινὰ μετρίαν, ἢ πάντα ἐατέον. φαί‐
·
νεται δ’ ἐκ τῆς νομοθεσίας κατασκευάζων τὴν πόλιν μι‐
15
κράν, εἴ γ’ οἱ τεχνῖται πάντες δημόσιοι ἔσονται καὶ μὴ
·
πλήρωμά τι παρέξονται τῆς πόλεως. ἀλλ’ εἴπερ δεῖ δη‐
·
μοσίους εἶναι τοὺς τὰ κοινὰ ἐργαζομένους, δεῖ (καθάπερ ἐν
·
Ἐπιδάμνῳ τε, καὶ Διόφαντός ποτε κατεσκεύαζεν Ἀθή‐
·
νησι) τοῦτον ἔχειν τὸν τρόπον. περὶ μὲν οὖν τῆς Φαλέου πο‐
20
λιτείας σχεδὸν ἐκ τούτων ἄν τις θεωρήσειεν, εἴ τι τυγχά‐
·
νει καλῶς εἰρηκὼς ἢ μὴ καλῶς.
·
Ἱππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν
·
πόλεων διαίρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γενόμενος
·
καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως
25
ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ
·
κόσμῳ πολυτελεῖ, ἔτι δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δέ,
·
οὐκ ἐν τῷ χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινοὺς χρό‐
·
νους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος)
·
πρῶτος τῶν μὴ πολιτευομένων ἐνεχείρησέ τι περὶ πολιτείας
30
εἰπεῖν τῆς ἀρίστης. κατεσκεύαζε δὲ τὴν πόλιν τῷ πλήθει
·
μὲν μυρίανδρον, εἰς τρία δὲ μέρη διῃρημένην· ἐποίει γὰρ
·
ἓν μὲν μέρος τεχνίτας, ἓν δὲ γεωργούς, τρίτον δὲ τὸ προ‐
·
πολεμοῦν καὶ τὰ ὅπλα ἔχον. διῄρει δ’ εἰς τρία μέρη τὴν
·
χώραν, τὴν μὲν ἱερὰν τὴν δὲ δημοσίαν τὴν δ’ ἰδίαν· ὅθεν
35
μὲν τὰ νομιζόμενα ποιήσουσι πρὸς τοὺς θεούς, ἱεράν, ἀφ’ ὧν
·
δ’ οἱ προπολεμοῦντες βιώσονται, κοινήν, τὴν δὲ τῶν γεωργῶν
·
ἰδίαν. ᾤετο δ’ εἴδη καὶ τῶν νόμων εἶναι τρία μόνον· περὶ
·
ὧν γὰρ αἱ δίκαι γίνονται, τρία ταῦτ’ εἶναι τὸν ἀριθμόν,
·
ὕβριν βλάβην θάνατον. ἐνομοθέτει δὲ καὶ δικαστήριον ἓν τὸ
40
κύριον, εἰς ὃ πάσας ἀνάγεσθαι δεῖν τὰς μὴ καλῶς κεκρί‐
·
σθαι δοκούσας δίκας· τοῦτο δὲ κατεσκεύαζεν ἐκ τινῶν γε‐
0086 035 Pol1268a
·
ρόντων αἱρετῶν. τὰς δὲ κρίσεις ἐν τοῖς δικαστηρίοις οὐ διὰ
·
ψηφοφορίας ᾤετο γίγνεσθαι δεῖν, ἀλλὰ φέρειν ἕκαστον πι‐
·
νάκιον, ἐν ᾧ γράφειν, εἰ καταδικάζοι ἁπλῶς, τὴν δίκην, εἰ
·
δ’ ἀπολύοι ἁπλῶς, κενόν, εἰ δὲ τὸ μὲν τὸ δὲ μή, τοῦτο
5
διορίζειν. νῦν γὰρ οὐκ ᾤετο νενομοθετῆσθαι καλῶς· ἀναγκά‐
·
ζειν γὰρ ἐπιορκεῖν ἢ ταῦτα ἢ ταῦτα δικάζοντας. ἔτι δὲ
·
νόμον ἐτίθει περὶ τῶν εὑρισκόντων τι τῇ πόλει συμφέρον, ὅπως
·
τυγχάνωσι τιμῆς, καὶ τοῖς παισὶ τῶν ἐν τῷ πολέμῳ τε‐
·
λευτώντων ἐκ δημοσίου γίνεσθαι τὴν τροφήν, ὡς οὔπω τοῦτο
10
παρ’ ἄλλοις νενομοθετημένον (ἔστι δὲ καὶ ἐν Ἀθήναις οὗτος
·
ὁ νόμος νῦν καὶ ἐν ἑτέραις τῶν πόλεων)· τοὺς δ’ ἄρχοντας
·
αἱρετοὺς ὑπὸ τοῦ δήμου εἶναι πάντας. δῆμον δ’ ἐποίει τὰ
·
τρία μέρη τῆς πόλεως· τοὺς δ’ αἱρεθέντας ἐπιμελεῖσθαι κοι‐
·
νῶν καὶ ξενικῶν καὶ ὀρφανικῶν.
·
τὰ μὲν οὖν πλεῖστα καὶ
15
τὰ μάλιστα ἀξιόλογα τῆς Ἱπποδάμου τάξεως ταῦτ’ ἐστίν·
·
ἀπορήσειε δ’ ἄν τις πρῶτον μὲν τὴν διαίρεσιν τοῦ πλήθους
·
τῶν πολιτῶν. οἵ τε γὰρ τεχνῖται καὶ οἱ γεωργοὶ καὶ οἱ
·
τὰ ὅπλα ἔχοντες κοινωνοῦσι τῆς πολιτείας πάντες, οἱ μὲν
·
γεωργοὶ οὐκ ἔχοντες ὅπλα, οἱ δὲ τεχνῖται οὔτε γῆν οὔτε ὅπλα,
20
ὥστε γίνονται σχεδὸν δοῦλοι τῶν τὰ ὅπλα κεκτημένων. μετ‐
·
έχειν μὲν οὖν πασῶν τῶν τιμῶν ἀδύνατον (ἀνάγκη γὰρ ἐκ
·
τῶν τὰ ὅπλα ἐχόντων καθίστασθαι καὶ στρατηγοὺς καὶ πο‐
·
λιτοφύλακας καὶ τὰς κυριωτάτας ἀρχὰς ὡς εἰπεῖν)· μὴ
·
μετέχοντας δὲ τῆς πολιτείας πῶς οἷόν τε φιλικῶς ἔχειν
25
πρὸς τὴν πολιτείαν; “ἀλλὰ δεῖ καὶ κρείττους εἶναι τοὺς τὰ ὅπλα
·
γε κεκτημένους ἀμφοτέρων τῶν μερῶν”. τοῦτο δ’ οὐ ῥᾴδιον μὴ
·
πολλοὺς ὄντας· εἰ δὲ τοῦτ’ ἔσται, τί δεῖ τοὺς ἄλλους μετέχειν
·
τῆς πολιτείας καὶ κυρίους εἶναι τῆς τῶν ἀρχόντων καταστά‐
·
σεως; ἔτι οἱ γεωργοὶ τί χρήσιμοι τῇ πόλει; τεχνίτας μὲν
30
γὰρ ἀναγκαῖον εἶναι (πᾶσα γὰρ δεῖται πόλις τεχνιτῶν),
·
καὶ δύνανται διαγίγνεσθαι καθάπερ ἐν ταῖς ἄλλαις πόλε‐
·
σιν ἀπὸ τῆς τέχνης· οἱ δὲ γεωργοὶ πορίζοντες μὲν τοῖς τὰ
·
ὅπλα κεκτημένοις τὴν τροφὴν εὐλόγως ἂν ἦσάν τι τῆς
·
πόλεως μέρος, νῦν δ’ ἰδίαν ἔχουσιν καὶ ταύτην ἰδίᾳ γεωρ‐
35
γήσουσιν. ἔτι δὲ τὴν κοινήν, ἀφ’ ἧς οἱ προπολεμοῦντες ἕξουσι
·
τὴν τροφήν, εἰ μὲν αὐτοὶ γεωργήσουσιν, οὐκ ἂν εἴη τὸ μά‐
·
χιμον ἕτερον καὶ τὸ γεωργοῦν, βούλεται δ’ ὁ νομοθέτης· εἰ
·
δ’ ἕτεροί τινες ἔσονται τῶν τε τὰ ἴδια γεωργούντων καὶ τῶν
·
μαχίμων, τέταρτον αὖ μόριον ἔσται τοῦτο τῆς πόλεως, οὐδε‐
40
νὸς μετέχον, ἀλλὰ ἀλλότριον τῆς πολιτείας· ἀλλὰ μὴν εἴ
·
τις τοὺς αὐτοὺς θήσει τούς τε τὴν ἰδίαν καὶ τοὺς τὴν κοινὴν
·
γεωργοῦντας, τό τε πλῆθος ἄπορον ἔσται τῶν καρπῶν ἐξ ὧν
0086 035 Pol1268b
·
ἕκαστος γεωργήσει δύο οἰκίαις, καὶ τίνος ἕνεκεν οὐκ εὐθὺς ἀπὸ
·
τῆς 〈αὐτῆς〉 γῆς καὶ τῶν αὐτῶν κλήρων αὑτοῖς τε τὴν τροφὴν
·
λήψονται καὶ τοῖς μαχίμοις παρέξουσιν; ταῦτα δὴ πάντα
·
πολλὴν ἔχει ταραχήν. οὐ καλῶς δ’ οὐδ’ ὁ περὶ τῆς κρίσεως
5
ἔχει νόμος, τὸ κρίνειν ἀξιοῦν διαιροῦντα, τῆς δίκης ἁπλῶς
·
γεγραμμένης, καὶ γίνεσθαι τὸν δικαστὴν διαιτητήν. τοῦτο δὲ
·
ἐν μὲν τῇ διαίτῃ καὶ πλείοσιν ἐνδέχεται (κοινολογοῦνται
·
γὰρ ἀλλήλοις περὶ τῆς κρίσεως), ἐν δὲ τοῖς δικαστηρίοις οὐκ
·
ἔστιν, ἀλλὰ καὶ τοὐναντίον τούτου τῶν νομοθετῶν οἱ πολλοὶ
10
παρασκευάζουσιν ὅπως οἱ δικασταὶ μὴ κοινολογῶνται πρὸς
·
ἀλλήλους. ἔπειτα πῶς οὐκ ἔσται ταραχώδης ἡ κρίσις, ὅταν
·
ὀφείλειν μὲν ὁ δικαστὴς οἴηται, μὴ τοσοῦτον δ’ ὅσον ὁ δικα‐
·
ζόμενος; ὁ μὲν γὰρ εἴκοσι μνᾶς, ὁ δὲ δικαστὴς κρινεῖ
·
δέκα μνᾶς (ἢ ὁ μὲν πλέον ὁ δ’ ἔλασσον), ἄλλος δὲ πέντε,
15
ὁ δὲ τέτταρας, καὶ τοῦτον δὴ τὸν τρόπον δῆλον ὅτι μεριοῦ‐
·
σιν· οἱ δὲ πάντα καταδικάσουσιν, οἱ δ’ οὐδέν. τίς οὖν ὁ τρό‐
·
πος ἔσται τῆς διαλογῆς τῶν ψήφων; ἔτι δ’ οὐδὲν ἐπιορκεῖν
·
ἀναγκάζει τὸν ἁπλῶς ἀποδικάσαντα ἢ καταδικάσαντα,
·
εἴπερ ἁπλῶς τὸ ἔγκλημα γέγραπται, δικαίως· οὐ γὰρ μη‐
20
δὲν ὀφείλειν ὁ ἀποδικάσας κρίνει, ἀλλὰ τὰς εἴκοσι μνᾶς·
·
ἀλλ’ ἐκεῖνος ἤδη ἐπιορκεῖ, ὁ καταδικάσας, μὴ νομίζων ὀφεί‐
·
λειν τὰς εἴκοσι μνᾶς.
·
περὶ δὲ τοῦ τοῖς εὑρίσκουσί τι τῇ πό‐
·
λει συμφέρον ὡς δεῖ γίνεσθαί τινα τιμήν, οὐκ ἔστιν ἀσφα‐
·
λὲς τὸ νομοθετεῖν, ἀλλ’ εὐόφθαλμον ἀκοῦσαι μόνον· ἔχει
25
γὰρ συκοφαντίας καὶ κινήσεις, ἂν τύχῃ, πολιτείας. ἐμ‐
·
πίπτει δ’ εἰς ἄλλο πρόβλημα καὶ σκέψιν ἑτέραν· ἀποροῦσι
·
γάρ τινες πότερον βλαβερὸν ἢ συμφέρον ταῖς πόλεσι τὸ
·
κινεῖν τοὺς πατρίους νόμους, ἂν ᾖ τις ἄλλος βελτίων. διόπερ
·
οὐ ῥᾴδιον τῷ λεχθέντι ταχὺ συγχωρεῖν, εἴπερ μὴ συμ‐
30
φέρει κινεῖν, ἐνδέχεται δ’ εἰσηγεῖσθαί τινας νόμων λύσιν ἢ
·
πολιτείας ὡς κοινὸν ἀγαθόν. ἐπεὶ δὲ πεποιήμεθα μνείαν,
·
ἔτι μικρὰ περὶ αὐτοῦ διαστείλασθαι βέλτιον. ἔχει γάρ,
·
ὥσπερ εἴπομεν, ἀπορίαν, καὶ δόξειεν ἂν βέλτιον εἶναι τὸ
·
κινεῖν. ἐπὶ γοῦν τῶν ἄλλων ἐπιστημῶν τοῦτο συνενήνοχεν,
35
οἷον ἰατρικὴ κινηθεῖσα παρὰ τὰ πάτρια καὶ γυμναστικὴ
·
καὶ ὅλως αἱ τέχναι πᾶσαι καὶ αἱ δυνάμεις, ὥστ’ ἐπεὶ μίαν
·
τούτων θετέον καὶ τὴν πολιτικήν, δῆλον ὅτι καὶ περὶ ταύτην
·
ἀναγκαῖον ὁμοίως ἔχειν. σημεῖον δ’ ἂν γεγονέναι φαίη τις
·
ἐπ’ αὐτῶν τῶν ἔργων· τοὺς γὰρ ἀρχαίους νόμους λίαν ἁπλοῦς
40
εἶναι καὶ βαρβαρικούς. ἐσιδηροφοροῦντό τε γὰρ οἱ Ἕλλη‐
·
νες, καὶ τὰς γυναῖκας ἐωνοῦντο παρ’ ἀλλήλων, ὅσα τε
·
λοιπὰ τῶν ἀρχαίων ἐστί που νομίμων εὐήθη πάμπαν ἐστίν,
0086 035 Pol1269a
·
οἷον ἐν Κύμῃ περὶ τὰ φονικὰ νόμος ἔστιν, ἂν πλῆθός τι
·
παράσχηται μαρτύρων ὁ διώκων τὸν φόνον τῶν αὑτοῦ συγ‐
·
γενῶν, ἔνοχον εἶναι τῷ φόνῳ τὸν φεύγοντα. ζητοῦσι δ’
·
ὅλως οὐ τὸ πάτριον ἀλλὰ τἀγαθὸν πάντες· εἰκός τε τοὺς
5
πρώτους, εἴτε γηγενεῖς ἦσαν εἴτ’ ἐκ φθορᾶς τινος ἐσώθησαν,
·
ὁμοίους εἶναι καὶ τοὺς τυχόντας καὶ τοὺς ἀνοήτους, ὥσπερ καὶ
·
λέγεται κατὰ τῶν γηγενῶν, ὥστε ἄτοπον τὸ μένειν ἐν τοῖς
·
τούτων δόγμασιν. πρὸς δὲ τούτοις οὐδὲ τοὺς γεγραμμένους ἐᾶν
·
ἀκινήτους βέλτιον. ὥσπερ γὰρ καὶ περὶ τὰς ἄλλας τέχνας,
10
καὶ τὴν πολιτικὴν τάξιν ἀδύνατον ἀκριβῶς πάντα γραφῆ‐
·
ναι· καθόλου γὰρ ἀναγκαῖον γράφειν, αἱ δὲ πράξεις περὶ
·
τῶν καθ’ ἕκαστόν εἰσιν.
·
ἐκ μὲν οὖν τούτων φανερὸν ὅτι κινη‐
·
τέοι καὶ τινὲς καὶ ποτὲ τῶν νόμων εἰσίν· ἄλλον δὲ τρόπον
·
ἐπισκοποῦσιν εὐλαβείας ἂν δόξειεν εἶναι πολλῆς. ὅταν γὰρ
15
ᾖ τὸ μὲν βέλτιον μικρόν, τὸ δ’ ἐθίζειν εὐχερῶς λύειν τοὺς
·
νόμους φαῦλον, φανερὸν ὡς ἐατέον ἐνίας ἁμαρτίας καὶ τῶν
·
νομοθετῶν καὶ τῶν ἀρχόντων· οὐ γὰρ τοσοῦτον ὠφελήσεται
·
κινήσας ὅσον βλαβήσεται τοῖς ἄρχουσιν ἀπειθεῖν ἐθισθείς.
·
ψεῦδος δὲ καὶ τὸ παράδειγμα τὸ περὶ τῶν τεχνῶν· οὐ γὰρ
20
ὅμοιον τὸ κινεῖν τέχνην καὶ νόμον· ὁ γὰρ νόμος ἰσχὺν
·
οὐδεμίαν ἔχει πρὸς τὸ πείθεσθαι παρὰ τὸ ἔθος, τοῦτο
·
δ’ οὐ γίνεται εἰ μὴ διὰ χρόνου πλῆθος, ὥστε τὸ ῥᾳδίως
·
μεταβάλλειν ἐκ τῶν ὑπαρχόντων νόμων εἰς ἑτέρους νόμους
·
καινοὺς ἀσθενῆ ποιεῖν ἐστι τὴν τοῦ νόμου δύναμιν. ἔτι δ’ εἰ
25
καὶ κινητέοι, πότερον πάντες καὶ ἐν πάσῃ πολιτείᾳ, ἢ
·
οὔ; καὶ πότερον τῷ τυχόντι ἢ τισίν; ταῦτα γὰρ ἔχει μεγά‐
·
λην διαφοράν. διὸ νῦν μὲν ἀφῶμεν ταύτην τὴν σκέψιν·
·
ἄλλων γάρ ἐστι καιρῶν.
·
Περὶ δὲ τῆς Λακεδαιμονίων πολιτείας καὶ τῆς Κρη‐
30
τικῆς, σχεδὸν δὲ καὶ περὶ τῶν ἄλλων πολιτειῶν, δύο εἰσὶν
·
αἱ σκέψεις, μία μὲν εἴ τι καλῶς ἢ μὴ καλῶς πρὸς τὴν
·
ἀρίστην νενομοθέτηται τάξιν, ἑτέρα δ’ εἴ τι πρὸς τὴν ὑπό‐
·
θεσιν καὶ τὸν τρόπον ὑπεναντίως τῆς προκειμένης αὐτοῖς
·
πολιτείας. ὅτι μὲν οὖν δεῖ τῇ μελλούσῃ καλῶς πολιτεύε‐
35
σθαι τὴν τῶν ἀναγκαίων ὑπάρχειν σχολήν, ὁμολογούμενόν
·
ἐστιν· τίνα δὲ τρόπον ὑπάρχειν, οὐ ῥᾴδιον λαβεῖν. ἥ τε
·
γὰρ Θετταλῶν πενεστεία πολλάκις ἐπέθετο τοῖς Θετταλοῖς,
·
ὁμοίως δὲ καὶ τοῖς Λάκωσιν οἱ εἵλωτες (ὥσπερ γὰρ ἐφ‐
·
εδρεύοντες τοῖς ἀτυχήμασι διατελοῦσιν)· περὶ δὲ τοὺς Κρῆτας
40
οὐδέν πω τοιοῦτον συμβέβηκεν. αἴτιον δ’ ἴσως τὸ τὰς γειτνιώ‐
0086 035 Pol1269b
·
σας πόλεις, καίπερ πολεμούσας ἀλλήλαις, μηδεμίαν εἶναι
·
σύμμαχον τοῖς ἀφισταμένοις διὰ τὸ μὴ συμφέρειν 〈ταῖς〉 καὶ
·
αὐταῖς κεκτημέναις περιοίκους, τοῖς δὲ Λάκωσιν οἱ γειτνιῶν‐
·
τες ἐχθροὶ πάντες ἦσαν, Ἀργεῖοι καὶ Μεσήνιοι καὶ Ἀρ‐
5
κάδες· ἐπεὶ καὶ τοῖς Θετταλοῖς κατ’ ἀρχὰς ἀφίσταντο διὰ
·
τὸ πολεμεῖν ἔτι τοῖς προσχώροις, Ἀχαιοῖς καὶ Περραιβοῖς
·
καὶ Μάγνησιν. ἔοικε δὲ καὶ εἰ μηδὲν ἕτερον, ἀλλὰ τό γε
·
τῆς ἐπιμελείας ἐργῶδες εἶναι, τίνα δεῖ πρὸς αὐτοὺς ὁμιλῆ‐
·
σαι τρόπον· ἀνιέμενοί τε γὰρ ὑβρίζουσι καὶ τῶν ἴσων ἀξιοῦ‐
10
σιν ἑαυτοὺς τοῖς κυρίοις, καὶ κακοπαθῶς ζῶντες ἐπιβουλεύουσι
·
καὶ μισοῦσιν. δῆλον οὖν ὡς οὐκ ἐξευρίσκουσι τὸν βέλτιστον
·
τρόπον οἷς τοῦτο συμβαίνει περὶ τὴν εἱλωτείαν.
·
ἔτι δ’ ἡ
·
περὶ τὰς γυναῖκας ἄνεσις καὶ πρὸς τὴν προαίρεσιν τῆς πολι‐
·
τείας βλαβερὰ καὶ πρὸς εὐδαιμονίαν πόλεως. ὥσπερ γὰρ
15
οἰκίας μέρος ἀνὴρ καὶ γυνή, δῆλον ὅτι καὶ πόλιν ἐγγὺς
·
τοῦ δίχα διῃρῆσθαι δεῖ νομίζειν εἴς τε τὸ τῶν ἀνδρῶν πλῆ‐
·
θος καὶ τὸ τῶν γυναικῶν, ὥστ’ ἐν ὅσαις πολιτείαις φαύλως
·
ἔχει τὸ περὶ τὰς γυναῖκας, τὸ ἥμισυ τῆς πόλεως εἶναι δεῖ
·
νομίζειν ἀνομοθέτητον. ὅπερ ἐκεῖ συμβέβηκεν· ὅλην γὰρ
20
τὴν πόλιν ὁ νομοθέτης εἶναι βουλόμενος καρτερικήν, κατὰ
·
μὲν τοὺς ἄνδρας φανερός ἐστι τοιοῦτος ὤν, ἐπὶ δὲ τῶν γυναι‐
·
κῶν ἐξημέληκεν· ζῶσι γὰρ ἀκολάστως πρὸς ἅπασαν ἀκολα‐
·
σίαν καὶ τρυφερῶς. ὥστ’ ἀναγκαῖον ἐν τῇ τοιαύτῃ πολι‐
·
τείᾳ τιμᾶσθαι τὸν πλοῦτον, ἄλλως τε κἂν τύχωσι γυναικο‐
25
κρατούμενοι, καθάπερ τὰ πολλὰ τῶν στρατιωτικῶν καὶ
·
πολεμικῶν γενῶν, ἔξω Κελτῶν ἢ κἂν εἴ τινες ἕτεροι φανε‐
·
ρῶς τετιμήκασι τὴν πρὸς τοὺς ἄρρενας συνουσίαν. ἔοικε
·
γὰρ ὁ μυθολογήσας πρῶτος οὐκ ἀλόγως συζεῦξαι τὸν Ἄρην
·
πρὸς τὴν Ἀφροδίτην· ἢ γὰρ πρὸς τὴν τῶν ἀρρένων ὁμιλίαν
30
ἢ πρὸς τὴν τῶν γυναικῶν φαίνονται κατοκώχιμοι πάντες
·
οἱ τοιοῦτοι. διὸ παρὰ τοῖς Λάκωσι τοῦθ’ ὑπῆρχεν, καὶ πολλὰ
·
διῳκεῖτο ὑπὸ τῶν γυναικῶν ἐπὶ τῆς ἀρχῆς αὐτῶν. καίτοι
·
τί διαφέρει γυναῖκας ἄρχειν ἢ τοὺς ἄρχοντας ὑπὸ τῶν
·
γυναικῶν ἄρχεσθαι; ταὐτὸ γὰρ συμβαίνει. χρησίμου δ’
35
οὔσης τῆς θρασύτητος πρὸς οὐδὲν τῶν ἐγκυκλίων, ἀλλ’ εἴπερ,
·
πρὸς τὸν πόλεμον, βλαβερώταται καὶ πρὸς ταῦθ’ αἱ τῶν
·
Λακώνων ἦσαν. ἐδήλωσαν δ’ ἐπὶ τῆς Θηβαίων ἐμβολῆς·
·
χρήσιμοι μὲν γὰρ οὐδὲν ἦσαν, ὥσπερ ἐν ἑτέραις πόλεσιν,
·
θόρυβον δὲ παρεῖχον πλείω τῶν πολεμίων. ἐξ ἀρχῆς μὲν
40
οὖν ἔοικε συμβεβηκέναι τοῖς Λάκωσιν εὐλόγως ἡ τῶν γυ‐
0086 035 Pol1270a
·
ναικῶν ἄνεσις. ἔξω γὰρ τῆς οἰκείας διὰ τὰς στρατείας
·
ἀπεξενοῦντο πολὺν χρόνον, πολεμοῦντες τόν τε πρὸς Ἀργείους
·
πόλεμον καὶ πάλιν τὸν πρὸς Ἀρκάδας καὶ Μεσηνίους·
·
σχολάσαντες δὲ αὑτοὺς μὲν παρεῖχον τῷ νομοθέτῃ προωδο‐
5
πεποιημένους διὰ τὸν στρατιωτικὸν βίον (πολλὰ γὰρ ἔχει
·
μέρη τῆς ἀρετῆς), τὰς δὲ γυναῖκάς φασι μὲν ἄγειν ἐπι‐
·
χειρῆσαι τὸν Λυκοῦργον ὑπὸ τοὺς νόμους, ὡς δ’ ἀντέκρουον,
·
ἀποστῆναι πάλιν. αἰτίαι μὲν οὖν εἰσιν αὗται τῶν γενομέ‐
·
νων, ὥστε δῆλον ὅτι καὶ ταύτης τῆς ἁμαρτίας· ἀλλ’ ἡμεῖς
10
οὐ τοῦτο σκοποῦμεν, τίνι δεῖ συγγνώμην ἔχειν ἢ μὴ ἔχειν,
·
ἀλλὰ περὶ τοῦ ὀρθῶς καὶ μὴ ὀρθῶς. τὰ δὲ περὶ τὰς γυ‐
·
ναῖκας ἔχοντα μὴ καλῶς ἔοικεν, ὥσπερ ἐλέχθη καὶ πρό‐
·
τερον, οὐ μόνον ἀπρέπειάν τινα ποιεῖν τῆς πολιτείας αὐτῆς
·
καθ’ αὑτήν, ἀλλὰ συμβάλλεσθαί τι πρὸς τὴν φιλοχρη‐
15
ματίαν. μετὰ γὰρ τὰ νῦν ῥηθέντα τοῖς περὶ τὴν ἀνωμα‐
·
λίαν τῆς κτήσεως ἐπιτιμήσειεν ἄν τις. τοῖς μὲν γὰρ αὐτῶν
·
συμβέβηκε κεκτῆσθαι πολλὴν λίαν οὐσίαν, τοῖς δὲ πάμ‐
·
παν μικράν· διόπερ εἰς ὀλίγους ἧκεν ἡ χώρα. τοῦτο δὲ καὶ
·
διὰ τῶν νόμων τέτακται φαύλως· ὠνεῖσθαι μὲν γάρ, ἢ
20
πωλεῖν τὴν ὑπάρχουσαν, ἐποίησεν οὐ καλόν, ὀρθῶς ποιήσας,
·
διδόναι δὲ καὶ καταλείπειν ἐξουσίαν ἔδωκε τοῖς βουλομένοις·
·
καίτοι ταὐτὸ συμβαίνειν ἀναγκαῖον ἐκείνως τε καὶ οὕτως.
·
ἔστι δὲ καὶ τῶν γυναικῶν σχεδὸν τῆς πάσης χώρας τῶν
·
πέντε μερῶν τὰ δύο, τῶν τ’ ἐπικλήρων πολλῶν γινομένων,
25
καὶ διὰ τὸ προῖκας διδόναι μεγάλας. καίτοι βέλτιον ἦν
·
μηδεμίαν ἢ ὀλίγην ἢ καὶ μετρίαν τετάχθαι. νῦν δ’ ἔξεστι
·
δοῦναί τε τὴν ἐπίκληρον ὅτῳ ἂν βούληται, κἂν ἀποθάνῃ
·
μὴ διαθέμενος, ὃν ἂν καταλίπῃ κληρονόμον, οὗτος ᾧ ἂν
·
θέλῃ δίδωσιν. τοιγαροῦν δυναμένης τῆς χώρας χιλίους ἱπ‐
30
πεῖς τρέφειν καὶ πεντακοσίους, καὶ ὁπλίτας τρισμυρίους, οὐδὲ
·
χίλιοι τὸ πλῆθος ἦσαν. γέγονε δὲ διὰ τῶν ἔργων αὐτῶν
·
δῆλον ὅτι φαύλως αὐτοῖς εἶχε τὰ περὶ τὴν τάξιν ταύτην·
·
μίαν γὰρ πληγὴν οὐχ ὑπήνεγκεν ἡ πόλις, ἀλλ’ ἀπώλετο
·
διὰ τὴν ὀλιγανθρωπίαν. λέγουσι δ’ ὡς ἐπὶ μὲν τῶν προ‐
35
τέρων βασιλέων μετεδίδοσαν τῆς πολιτείας, ὥστ’ οὐ γίνεσθαι
·
τότε ὀλιγανθρωπίαν, πολεμούντων πολὺν χρόνον, καί φασιν
·
εἶναί ποτε τοῖς Σπαρτιάταις καὶ μυρίους· οὐ μὴν ἀλλ’, εἴτ’
·
ἐστὶν ἀληθῆ ταῦτα εἴτε μή, βέλτιον τὸ διὰ τῆς κτήσεως
·
ὡμαλισμένης πληθύειν ἀνδρῶν τὴν πόλιν. ὑπεναντίος δὲ
40
καὶ ὁ περὶ τὴν τεκνοποιίαν νόμος πρὸς ταύτην τὴν διόρθω‐
0086 035 Pol1270b
·
σιν. βουλόμενος γὰρ ὁ νομοθέτης ὡς πλείστους εἶναι τοὺς
·
Σπαρτιάτας, προάγεται τοὺς πολίτας ὅτι πλείστους ποιεῖσθαι
·
παῖδας· ἔστι γὰρ αὐτοῖς νόμος τὸν μὲν γεννήσαντα τρεῖς
·
υἱοὺς ἄφρουρον εἶναι, τὸν δὲ τέτταρας ἀτελῆ πάντων. καίτοι
5
φανερὸν ὅτι πολλῶν γινομένων, τῆς δὲ χώρας οὕτω διῃρη‐
·
μένης, ἀναγκαῖον πολλοὺς γίνεσθαι πένητας.
·
ἀλλὰ μὴν
·
καὶ τὰ περὶ τὴν ἐφορείαν ἔχει φαύλως. ἡ γὰρ ἀρχὴ κυ‐
·
ρία μὲν αὐτὴ τῶν μεγίστων αὐτοῖς ἐστιν, γίνονται δ’ ἐκ τοῦ
·
δήμου παντός, ὥστε πολλάκις ἐμπίπτουσιν ἄνθρωποι σφόδρα
10
πένητες εἰς τὸ ἀρχεῖον, οἳ διὰ τὴν ἀπορίαν ὤνιοι ἦσαν.
·
ἐδήλωσαν δὲ πολλάκις μὲν καὶ πρότερον, καὶ νῦν δὲ ἐν
·
τοῖς Ἀνδρίοις· διαφθαρέντες γὰρ ἀργυρίῳ τινές, ὅσον ἐφ’
·
ἑαυτοῖς, ὅλην τὴν πόλιν ἀπώλεσαν, καὶ διὰ τὸ τὴν ἀρ‐
·
χὴν εἶναι λίαν μεγάλην καὶ ἰσοτύραννον δημαγωγεῖν
15
αὐτοὺς ἠναγκάζοντο καὶ οἱ βασιλεῖς, ὥστε καὶ ταύτῃ συν‐
·
επιβλάπτεσθαι τὴν πολιτείαν· δημοκρατία γὰρ ἐξ ἀριστο‐
·
κρατίας συνέβαινεν. συνέχει μὲν οὖν τὴν πολιτείαν τὸ ἀρ‐
·
χεῖον τοῦτο—ἡσυχάζει γὰρ ὁ δῆμος διὰ τὸ μετέχειν τῆς
·
μεγίστης ἀρχῆς, ὥστ’ εἴτε διὰ τὸν νομοθέτην εἴτε διὰ
20
τύχην τοῦτο συμπέπτωκεν, συμφερόντως ἔχει τοῖς πράγμασιν·
·
δεῖ γὰρ τὴν πολιτείαν τὴν μέλλουσαν σῴζεσθαι πάντα βού‐
·
λεσθαι τὰ μέρη τῆς πόλεως εἶναι καὶ διαμένειν ταὐτά·
·
οἱ μὲν οὖν βασιλεῖς διὰ τὴν αὑτῶν τιμὴν οὕτως ἔχουσιν, οἱ
·
δὲ καλοὶ κἀγαθοὶ διὰ τὴν γερουσίαν (ἆθλον γὰρ ἡ ἀρχὴ
25
αὕτη τῆς ἀρετῆς ἐστιν), ὁ δὲ δῆμος διὰ τὴν ἐφορείαν (καθ‐
·
ίσταται γὰρ ἐξ ἁπάντων)—ἀλλ’ αἱρετὴν ἔδει τὴν ἀρχὴν
·
εἶναι ταύτην ἐξ ἁπάντων μέν, μὴ τὸν τρόπον δὲ τοῦτον ὃν
·
νῦν (παιδαριώδης γάρ ἐστι λίαν). ἔτι δὲ καὶ κρίσεών εἰσι μεγά‐
·
λων κύριοι, ὄντες οἱ τυχόντες, διόπερ οὐκ αὐτογνώμο‐
30
νας βέλτιον κρίνειν ἀλλὰ κατὰ γράμματα καὶ τοὺς
·
νόμους. ἔστι δὲ καὶ ἡ δίαιτα τῶν ἐφόρων οὐχ ὁμολογουμένη
·
τῷ βουλήματι τῆς πόλεως· αὐτὴ μὲν γὰρ ἀνειμένη λίαν
·
ἐστίν, ἐν δὲ τοῖς ἄλλοις μᾶλλον ὑπερβάλλει ἐπὶ τὸ σκλη‐
·
ρόν, ὥστε μὴ δύνασθαι καρτερεῖν ἀλλὰ λάθρᾳ τὸν νόμον
35
ἀποδιδράσκοντας ἀπολαύειν τῶν σωματικῶν ἡδονῶν.
35
ἔχει
·
δὲ καὶ τὰ περὶ τὴν τῶν γερόντων ἀρχὴν οὐ καλῶς αὐτοῖς.
·
ἐπιεικῶν μὲν γὰρ ὄντων καὶ πεπαιδευμένων ἱκανῶς πρὸς
·
ἀνδραγαθίαν τάχ’ ἂν εἴπειέ τις συμφέρειν τῇ πόλει, καί‐
·
τοι τό γε διὰ βίου κυρίους εἶναι κρίσεων μεγάλων ἀμφις‐
40
βητήσιμον (ἔστι γάρ, ὥσπερ καὶ σώματος, καὶ διανοίας
0086 035 Pol1271a
·
γῆρας)· τὸν τρόπον δὲ τοῦτον πεπαιδευμένων ὥστε καὶ τὸν
·
νομοθέτην αὐτὸν ἀπιστεῖν ὡς οὐκ ἀγαθοῖς ἀνδράσιν, οὐκ
·
ἀσφαλές. φαίνονται δὲ καὶ καταδωροδοκούμενοι καὶ κατα‐
·
χαριζόμενοι πολλὰ τῶν κοινῶν οἱ κεκοινωνηκότες τῆς
5
ἀρχῆς ταύτης. διόπερ βέλτιον αὐτοὺς μὴ ἀνευθύνους εἶναι·
·
νῦν δ’ εἰσίν. δόξειε δ’ ἂν ἡ τῶν ἐφόρων ἀρχὴ πάσας εὐθύ‐
·
νειν τὰς ἀρχάς· τοῦτο δὲ τῇ ἐφορείᾳ μέγα λίαν τὸ δῶρον,
·
καὶ τὸν τρόπον οὐ τοῦτον λέγομεν διδόναι δεῖν τὰς εὐθύνας.
·
ἔτι δὲ καὶ τὴν αἵρεσιν ἣν ποιοῦνται τῶν γερόντων κατά τε
10
τὴν κρίσιν ἐστὶ παιδαριώδης, καὶ τὸ αὐτὸν αἰτεῖσθαι τὸν
·
ἀξιωθησόμενον τῆς ἀρχῆς οὐκ ὀρθῶς ἔχει· δεῖ γὰρ καὶ βου‐
·
λόμενον καὶ μὴ βουλόμενον ἄρχειν τὸν ἄξιον τῆς ἀρχῆς.
·
νῦν δ’ ὅπερ καὶ περὶ τὴν ἄλλην πολιτείαν ὁ νομοθέτης
·
φαίνεται ποιῶν· φιλοτίμους γὰρ κατασκευάζων τοὺς πολί‐
15
τας τούτῳ κέχρηται πρὸς τὴν αἵρεσιν τῶν γερόντων· οὐδεὶς
·
γὰρ ἂν ἄρχειν αἰτήσαιτο μὴ φιλότιμος ὤν. καίτοι τῶν
·
γ’ ἀδικημάτων τῶν ἑκουσίων τὰ πλεῖστα συμβαίνει σχεδὸν διὰ
·
φιλοτιμίαν καὶ διὰ φιλοχρηματίαν τοῖς ἀνθρώποις.
·
περὶ
·
δὲ βασιλείας, εἰ μὲν βέλτιόν ἐστιν ὑπάρχειν ταῖς πόλε‐
20
σιν ἢ μὴ βέλτιον, ἄλλος ἔστω λόγος· ἀλλὰ μὴν βέλτιόν
·
γε μὴ καθάπερ νῦν, ἀλλὰ κατὰ τὸν αὑτοῦ βίον ἕκαστον
·
κρίνεσθαι τῶν βασιλέων. ὅτι δ’ ὁ νομοθέτης οὐδ’ αὐτὸς οἴεται
·
δύνασθαι ποιεῖν καλοὺς κἀγαθούς, δῆλον· ἀπιστεῖ γοῦν ὡς οὐκ
·
οὖσιν ἱκανῶς ἀγαθοῖς ἀνδράσιν· διόπερ ἐξέπεμπον συμπρε‐
25
σβευτὰς τοὺς ἐχθρούς, καὶ σωτηρίαν ἐνόμιζον τῇ πόλει εἶναι
·
τὸ στασιάζειν τοὺς βασιλεῖς. οὐ καλῶς δ’ οὐδὲ περὶ τὰ συς‐
·
σίτια τὰ καλούμενα φιδίτια νενομοθέτηται τῷ καταστήσαντι
·
πρῶτον. ἔδει γὰρ ἀπὸ κοινοῦ μᾶλλον εἶναι τὴν σύνοδον,
·
καθάπερ ἐν Κρήτῃ· παρὰ δὲ τοῖς Λάκωσιν ἕκαστον δεῖ
30
φέρειν, καὶ σφόδρα πενήτων ἐνίων ὄντων καὶ τοῦτο τὸ ἀν‐
·
άλωμα οὐ δυναμένων δαπανᾶν, ὥστε συμβαίνει τοὐναντίον
·
τῷ νομοθέτῃ τῆς προαιρέσεως. βούλεται μὲν γὰρ δημοκρα‐
·
τικὸν εἶναι τὸ κατασκεύασμα τῶν συσσιτίων, γίνεται δ’
·
ἥκιστα δημοκρατικὸν οὕτω νενομοθετημένον. μετέχειν μὲν
35
γὰρ οὐ ῥᾴδιον τοῖς λίαν πένησιν, ὅρος δὲ τῆς πολιτείας
·
οὗτός ἐστιν αὐτοῖς ὁ πάτριος, τὸν μὴ δυνάμενον τοῦτο τὸ
·
τέλος φέρειν μὴ μετέχειν αὐτῆς· τῷ δὲ περὶ τοὺς ναυάρ‐
·
χους νόμῳ καὶ ἕτεροί τινες ἐπιτετιμήκασιν, ὀρθῶς ἐπιτιμῶν‐
·
τες. στάσεως γὰρ γίνεται αἴτιος· ἐπὶ γὰρ τοῖς βασιλεῦσιν,
40
οὖσι στρατηγοῖς ἀιδίοις, ἡ ναυαρχία σχεδὸν ἑτέρα βασιλεία
·
καθέστηκεν. καὶ ὡδὶ δὲ τῇ ὑποθέσει τοῦ νομοθέτου ἐπιτιμή‐
0086 035 Pol1271b
·
σειεν ἄν τις, ὅπερ καὶ Πλάτων ἐν τοῖς Νόμοις ἐπιτετίμηκεν·
·
πρὸς γὰρ μέρος ἀρετῆς ἡ πᾶσα σύνταξις τῶν νόμων ἐστί,
·
τὴν πολεμικήν· αὕτη γὰρ χρησίμη πρὸς τὸ κρατεῖν. τοι‐
·
γαροῦν ἐσῴζοντο μὲν πολεμοῦντες, ἀπώλλυντο δὲ ἄρξαντες
5
διὰ τὸ μὴ ἐπίστασθαι σχολάζειν μηδὲ ἠσκηκέναι μηδε‐
·
μίαν ἄσκησιν ἑτέραν κυριωτέραν τῆς πολεμικῆς. τούτου δὲ
·
ἁμάρτημα οὐκ ἔλαττον· νομίζουσι μὲν γὰρ γίνεσθαι τἀ‐
·
γαθὰ τὰ περιμάχητα δι’ ἀρετῆς μᾶλλον ἢ κακίας, καὶ
·
τοῦτο μὲν καλῶς, ὅτι μέντοι ταῦτα κρείττω τῆς ἀρετῆς
10
ὑπολαμβάνουσιν, οὐ καλῶς. φαύλως δ’ ἔχει καὶ περὶ τὰ
·
κοινὰ χρήματα τοῖς Σπαρτιάταις. οὔτε γὰρ ἐν τῷ κοινῷ
·
τῆς πόλεως ἔστιν οὐδὲν πολέμους μεγάλους ἀναγκαζομένοις
·
πολεμεῖν, εἰσφέρουσί τε κακῶς· διὰ γὰρ τὸ τῶν Σπαρ‐
·
τιατῶν εἶναι τὴν πλείστην γῆν οὐκ ἐξετάζουσιν ἀλλήλων τὰς
15
εἰσφοράς. ἀποβέβηκέ τε τοὐναντίον τῷ νομοθέτῃ τοῦ συμ‐
·
φέροντος· τὴν μὲν γὰρ πόλιν πεποίηκεν ἀχρήματον, τοὺς
·
δ’ ἰδιώτας φιλοχρημάτους. περὶ μὲν οὖν τῆς Λακεδαιμονίων
·
πολιτείας ἐπὶ τοσοῦτον εἰρήσθω· ταῦτα γάρ ἐστιν ἃ μάλιστ’
·
ἄν τις ἐπιτιμήσειεν.
20
Ἡ δὲ Κρητικὴ πολιτεία πάρεγγυς μέν ἐστι ταύτης,
·
ἔχει δὲ μικρὰ μὲν οὐ χεῖρον, τὸ δὲ πλεῖον ἧττον γλαφυ‐
·
ρῶς. καὶ γὰρ ἔοικε καὶ λέγεταί γε τὰ πλεῖστα μεμιμῆ‐
·
σθαι τὴν Κρητικὴν πολιτείαν ἡ τῶν Λακώνων· τὰ δὲ πλεῖ‐
·
στα τῶν ἀρχαίων ἧττον διήρθρωται τῶν νεωτέρων. φασὶ
25
γὰρ τὸν Λυκοῦργον, ὅτε τὴν ἐπιτροπείαν τὴν Χαρίλλου τοῦ
·
βασιλέως καταλιπὼν ἀπεδήμησεν, τότε τὸν πλεῖστον δια‐
·
τρῖψαι χρόνον περὶ Κρήτην διὰ τὴν συγγένειαν· ἄπ‐
·
οικοι γὰρ οἱ Λύκτιοι τῶν Λακώνων ἦσαν, κατέλαβον δ’ οἱ
·
πρὸς τὴν ἀποικίαν ἐλθόντες τὴν τάξιν τῶν νόμων ὑπάρχου‐
30
σαν ἐν τοῖς τότε κατοικοῦσιν. διὸ καὶ νῦν οἱ περίοικοι τὸν
·
αὐτὸν τρόπον χρῶνται αὐτοῖς, ὡς κατασκευάσαντος Μίνω
·
πρώτου τὴν τάξιν τῶν νόμων. δοκεῖ δ’ ἡ νῆσος καὶ πρὸς
·
τὴν ἀρχὴν τὴν Ἑλληνικὴν πεφυκέναι καὶ κεῖσθαι καλῶς·
·
πάσῃ γὰρ ἐπίκειται τῇ θαλάττῃ, σχεδὸν τῶν Ἑλλήνων
35
ἱδρυμένων περὶ τὴν θάλατταν πάντων· ἀπέχει γὰρ τῇ μὲν
·
τῆς Πελοποννήσου μικρόν, τῇ δὲ τῆς Ἀσίας τοῦ περὶ Τριόπιον
·
τόπου καὶ Ῥόδου. διὸ καὶ τὴν τῆς θαλάττης ἀρχὴν κατ‐
·
έσχεν ὁ Μίνως, καὶ τὰς νήσους τὰς μὲν ἐχειρώσατο τὰς
·
δ’ ᾤκισεν, τέλος δὲ ἐπιθέμενος τῇ Σικελίᾳ τὸν βίον ἐτελεύ‐
40
τησεν ἐκεῖ περὶ Καμικόν.
40
ἔχει δ’ ἀνάλογον ἡ Κρητικὴ τά‐
·
ξις πρὸς τὴν Λακωνικήν. γεωργοῦσί τε γὰρ τοῖς μὲν εἵλω‐
0086 035 Pol1272a
·
τες τοῖς δὲ Κρησὶν οἱ περίοικοι, καὶ συσσίτια παρ’ ἀμφο‐
·
τέροις ἔστιν, καὶ τό γε ἀρχαῖον ἐκάλουν οἱ Λάκωνες οὐ φι‐
·
δίτια ἀλλὰ ἀνδρεῖα, καθάπερ οἱ Κρῆτες, ᾗ καὶ δῆλον ὅτι
·
ἐκεῖθεν ἐλήλυθεν. ἔτι δὲ τῆς πολιτείας ἡ τάξις. οἱ μὲν
5
γὰρ ἔφοροι τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς ἐν τῇ Κρήτῃ
·
καλουμένοις κόσμοις, πλὴν οἱ μὲν ἔφοροι πέντε τὸν ἀρι‐
·
θμὸν οἱ δὲ κόσμοι δέκα εἰσίν· οἱ δὲ γέροντες τοῖς γέρουσιν,
·
οὓς καλοῦσιν οἱ Κρῆτες βουλήν, ἴσοι· βασιλεία δὲ πρότερον
·
μὲν ἦν, εἶτα κατέλυσαν οἱ Κρῆτες, καὶ τὴν ἡγεμονίαν οἱ
10
κόσμοι τὴν κατὰ πόλεμον ἔχουσιν· ἐκκλησίας δὲ μετέχουσι
·
πάντες, κυρία δ’ οὐδενός ἐστιν ἀλλ’ ἢ συνεπιψηφίσαι τὰ δό‐
·
ξαντα τοῖς γέρουσι καὶ τοῖς κόσμοις.
·
τὰ μὲν οὖν τῶν συς‐
·
σιτίων ἔχει βέλτιον τοῖς Κρησὶν ἢ τοῖς Λάκωσιν. ἐν μὲν
·
γὰρ Λακεδαίμονι κατὰ κεφαλὴν ἕκαστος εἰσφέρει τὸ τε‐
15
ταγμένον, εἰ δὲ μή, μετέχειν νόμος κωλύει τῆς πολιτείας,
·
καθάπερ εἴρηται καὶ πρότερον, ἐν δὲ Κρήτῃ κοινοτέρως·
·
ἀπὸ πάντων γὰρ τῶν γινομένων καρπῶν τε καὶ βοσκημά‐
·
των δημοσίων, καὶ ἐκ τῶν φόρων οὓς φέρουσιν οἱ περί‐
·
οικοι, τέτακται μέρος τὸ μὲν πρὸς τοὺς θεοὺς καὶ τὰς κοι‐
20
νὰς λειτουργίας, τὸ δὲ τοῖς συσσιτίοις, ὥστ’ ἐκ κοινοῦ τρέ‐
·
φεσθαι πάντας, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας·
·
πρὸς δὲ τὴν ὀλιγοσιτίαν ὡς ὠφέλιμον πολλὰ πεφιλο‐
·
σόφηκεν ὁ νομοθέτης, καὶ πρὸς τὴν διάζευξιν τῶν γυναι‐
·
κῶν, ἵνα μὴ πολυτεκνῶσι, τὴν πρὸς τοὺς ἄρρενας ποιήσας
25
ὁμιλίαν, περὶ ἧς εἰ φαύλως ἢ μὴ φαύλως, ἕτερος ἔσται
·
τοῦ διασκέψασθαι καιρός. ὅτι δὴ τὰ περὶ τὰ συσσίτια βέλ‐
·
τιον τέτακται τοῖς Κρησὶν ἢ τοῖς Λάκωσι, φανερόν· τὰ
·
δὲ περὶ τοὺς κόσμους ἔτι χεῖρον τῶν ἐφόρων. ὃ μὲν γὰρ
·
ἔχει κακὸν τὸ τῶν ἐφόρων ἀρχεῖον, ὑπάρχει καὶ τούτοις
30
(γίνονται γὰρ οἱ τυχόντες), ὃ δ’ ἐκεῖ συμφέρει πρὸς τὴν
·
πολιτείαν, ἐνταῦθ’ οὐκ ἔστιν. ἐκεῖ μὲν γάρ, διὰ τὸ τὴν αἵρε‐
·
σιν ἐκ πάντων εἶναι, μετέχων ὁ δῆμος τῆς μεγίστης ἀρχῆς
·
βούλεται μένειν τὴν πολιτείαν· ἐνταῦθα δ’ οὐκ ἐξ ἁπάντων
·
αἱροῦνται τοὺς κόσμους ἀλλ’ ἐκ τινῶν γενῶν, καὶ τοὺς γέρον‐
35
τας ἐκ τῶν κεκοσμηκότων, περὶ ὧν τοὺς αὐτοὺς ἄν τις εἴ‐
·
πειε λόγους καὶ περὶ τῶν ἐν Λακεδαίμονι γινομένων (τὸ
·
γὰρ ἀνυπεύθυνον καὶ τὸ διὰ βίου μεῖζόν ἐστι γέρας τῆς
·
ἀξίας αὐτοῖς, καὶ τὸ μὴ κατὰ γράμματα ἄρχειν ἀλλ’
·
αὐτογνώμονας ἐπισφαλές). τὸ δ’ ἡσυχάζειν μὴ μετέχοντα
40
τὸν δῆμον οὐδὲν σημεῖον τοῦ τετάχθαι καλῶς. οὐδὲν γὰρ
·
λῆμμα ἔστι τοῖς κόσμοις ὥσπερ τοῖς ἐφόροις, πόρρω γ’
0086 035 Pol1272b
·
ἀποικοῦσιν ἐν νήσῳ τῶν διαφθερούντων.
·
ἣν δὲ ποιοῦνται τῆς
·
ἁμαρτίας ταύτης ἰατρείαν, ἄτοπος καὶ οὐ πολιτικὴ ἀλλὰ
·
δυναστευτική. πολλάκις γὰρ ἐκβάλλουσι συστάντες τινὲς τοὺς
·
κόσμους ἢ τῶν συναρχόντων αὐτῶν ἢ τῶν ἰδιωτῶν· ἔξεστι
5
δὲ καὶ μεταξὺ τοῖς κόσμοις ἀπειπεῖν τὴν ἀρχήν. ταῦτα
·
δὴ πάντα βέλτιον γίνεσθαι κατὰ νόμον ἢ κατ’ ἀνθρώπων
·
βούλησιν· οὐ γὰρ ἀσφαλὴς ὁ κανών. πάντων δὲ φαυλότα‐
·
τον τὸ τῆς ἀκοσμίας τῶν δυνατῶν, ἣν καθιστᾶσι πολλά‐
·
κις ὅταν μὴ δίκας βούλωνται δοῦναι· ᾗ καὶ δῆλον ὡς ἔχει τι
10
πολιτείας ἡ τάξις, ἀλλ’ οὐ πολιτεία ἐστὶν ἀλλὰ δυναστεία
·
μᾶλλον. εἰώθασι δὲ διαλαμβάνοντες τὸν δῆμον καὶ τοὺς
·
φίλους ἀναρχίαν ποιεῖν καὶ στασιάζειν καὶ μάχεσθαι πρὸς
·
ἀλλήλους· καίτοι τί διαφέρει τὸ τοιοῦτον ἢ διά τινος χρόνου
·
μηκέτι πόλιν εἶναι τὴν τοιαύτην, ἀλλὰ λύεσθαι τὴν πολι‐
15
τικὴν κοινωνίαν; ἔστι δ’ ἐπικίνδυνος οὕτως ἔχουσα πόλις,
·
τῶν βουλομένων ἐπιτίθεσθαι καὶ δυναμένων. ἀλλά, καθ‐
·
άπερ εἴρηται, σῴζεται διὰ τὸν τόπον· ξενηλασίας γὰρ τὸ
·
πόρρω πεποίηκεν. διὸ καὶ τὸ τῶν περιοίκων μένει τοῖς Κρη‐
·
σίν, οἱ δ’ εἵλωτες ἀφίστανται πολλάκις. οὔτε γὰρ ἐξωτερι‐
20
κῆς ἀρχῆς κοινωνοῦσιν οἱ Κρῆτες, νεωστί τε πόλεμος ξενικὸς
·
διαβέβηκεν εἰς τὴν νῆσον, ὃς πεποίηκε φανερὰν τὴν ἀσθέ‐
·
νειαν τῶν ἐκεῖ νόμων. περὶ μὲν οὖν ταύτης εἰρήσθω τοσαῦθ’
·
ἡμῖν τῆς πολιτείας.
·
Πολιτεύεσθαι δὲ δοκοῦσι καὶ Καρχηδόνιοι καλῶς καὶ
25
πολλὰ περιττῶς πρὸς τοὺς ἄλλους, μάλιστα δ’ ἔνια παρα‐
·
πλησίως τοῖς Λάκωσιν. αὗται γὰρ αἱ τρεῖς πολιτεῖαι ἀλλή‐
·
λαις τε σύνεγγύς πώς εἰσι καὶ τῶν ἄλλων πολὺ δια‐
·
φέρουσιν, ἥ τε Κρητικὴ καὶ ἡ Λακωνικὴ καὶ τρίτη τούτων
·
ἡ τῶν Καρχηδονίων. καὶ πολλὰ τῶν τεταγμένων ἔχει παρ’
30
αὐτοῖς καλῶς· σημεῖον δὲ πολιτείας συντεταγμένης τὸ τὸν
·
δῆμον διαμένειν ἐν τῇ τάξει τῆς πολιτείας, καὶ μήτε
·
στάσιν, ὅ τι καὶ ἄξιον εἰπεῖν, γεγενῆσθαι μήτε τύ‐
·
ραννον. ἔχει δὲ παραπλήσια τῇ Λακωνικῇ πολιτείᾳ τὰ
·
μὲν συσσίτια τῶν ἑταιριῶν τοῖς φιδιτίοις, τὴν δὲ τῶν ἑ‐
35
κατὸν καὶ τεττάρων ἀρχὴν τοῖς ἐφόροις (πλὴν οὐ χεῖρον· οἱ
·
μὲν γὰρ ἐκ τῶν τυχόντων εἰσί, ταύτην δ’ αἱροῦνται τὴν ἀρχὴν
·
ἀριστίνδην), τοὺς δὲ βασιλεῖς καὶ τὴν γερουσίαν ἀνάλογον
·
τοῖς ἐκεῖ βασιλεῦσι καὶ γέρουσιν· καὶ βέλτιον δὲ τοὺς βασι‐
·
λεῖς μήτε καθ’ αὑτὸ εἶναι γένος μήτε τοῦτο τὸ τυχόν,
40
εἰ δέ τι διαφέρει, ἐκ τούτων αἱρετοὺς μᾶλλον ἢ καθ’ ἡλι‐
·
κίαν. μεγάλων γὰρ κύριοι καθεστῶτες, ἂν εὐτελεῖς ὦσι
0086 035 Pol1273a
·
μεγάλα βλάπτουσι, καὶ ἔβλαψαν ἤδη τὴν πόλιν τὴν τῶν
·
Λακεδαιμονίων.
·
τὰ μὲν οὖν πλεῖστα τῶν ἐπιτιμηθέντων ἂν
·
διὰ τὰς παρεκβάσεις κοινὰ τυγχάνει πάσαις ὄντα ταῖς
·
εἰρημέναις πολιτείαις· τῶν δὲ παρὰ τὴν ὑπόθεσιν τῆς ἀριστο‐
5
κρατίας καὶ τῆς πολιτείας τὰ μὲν εἰς δῆμον ἐκκλίνει
·
μᾶλλον, τὰ δ’ εἰς ὀλιγαρχίαν. τοῦ μὲν γὰρ τὰ μὲν προς‐
·
άγειν τὰ δὲ μὴ προσάγειν πρὸς τὸν δῆμον οἱ βασιλεῖς
·
κύριοι μετὰ τῶν γερόντων, ἂν ὁμογνωμονῶσι πάντες, εἰ
·
δὲ μή, καὶ τούτων ὁ δῆμος. ἃ δ’ ἂν εἰσφέρωσιν οὗτοι, οὐ
10
διακοῦσαι μόνον ἀποδιδόασι τῷ δήμῳ τὰ δόξαντα τοῖς ἄρ‐
·
χουσιν, ἀλλὰ κύριοι κρίνειν εἰσὶ καὶ τῷ βουλομένῳ τοῖς
·
εἰσφερομένοις ἀντειπεῖν ἔξεστιν, ὅπερ ἐν ταῖς ἑτέραις πολι‐
·
τείαις οὐκ ἔστιν. τὸ δὲ τὰς πενταρχίας κυρίας οὔσας πολλῶν
·
καὶ μεγάλων ὑφ’ αὑτῶν αἱρετὰς εἶναι, καὶ τὴν τῶν ἑ‐
15
κατὸν ταύτας αἱρεῖσθαι, τὴν μεγίστην ἀρχήν, ἔτι δὲ ταύτας
·
πλείονα ἄρχειν χρόνον τῶν ἄλλων (καὶ γὰρ ἐξεληλυθότες
·
ἄρχουσι καὶ μέλλοντες) ὀλιγαρχικόν, τὸ δὲ ἀμίσθους καὶ
·
μὴ κληρωτὰς ἀριστοκρατικὸν θετέον, καὶ εἴ τι τοιοῦτον ἕ‐
·
τερον, καὶ τὸ τὰς δίκας ὑπὸ τῶν ἀρχείων δικάζεσθαι πά‐
20
σας (καὶ μὴ ἄλλας ὑπ’ ἄλλων, καθάπερ ἐν Λακεδαίμονι).
·
παρεκβαίνει δὲ τῆς ἀριστοκρατίας ἡ τάξις τῶν Καρχηδο‐
·
νίων μάλιστα πρὸς τὴν ὀλιγαρχίαν κατά τινα διάνοιαν ἣ
·
συνδοκεῖ τοῖς πολλοῖς· οὐ γὰρ μόνον ἀριστίνδην ἀλλὰ καὶ
·
πλουτίνδην οἴονται δεῖν αἱρεῖσθαι τοὺς ἄρχοντας· ἀδύνατον
25
γὰρ τὸν ἀποροῦντα καλῶς ἄρχειν καὶ σχολάζειν. εἴπερ οὖν
·
τὸ μὲν αἱρεῖσθαι πλουτίνδην ὀλιγαρχικὸν τὸ δὲ κατ’ ἀρε‐
·
τὴν ἀριστοκρατικόν, αὕτη τις ἂν εἴη τάξις τρίτη, καθ’ ἥν‐
·
περ συντέτακται [καὶ] τοῖς Καρχηδονίοις τὰ περὶ τὴν πολι‐
·
τείαν· αἱροῦνται γὰρ εἰς δύο ταῦτα βλέποντες, καὶ μά‐
30
λιστα τὰς μεγίστας, τούς τε βασιλεῖς καὶ τοὺς στρατηγούς.
·
δεῖ δὲ νομίζειν ἁμάρτημα νομοθέτου τὴν παρέκβασιν εἶναι
·
τῆς ἀριστοκρατίας ταύτην. ἐξ ἀρχῆς γὰρ τοῦθ’ ὁρᾶν ἐστι
·
τῶν ἀναγκαιοτάτων, ὅπως οἱ βέλτιστοι δύνωνται σχολάζειν
·
καὶ μηδὲν ἀσχημονεῖν, μὴ μόνον ἄρχοντες ἀλλὰ μηδ’
35
ἰδιωτεύοντες. εἰ δὲ δεῖ βλέπειν καὶ πρὸς εὐπορίαν χάριν
·
σχολῆς, φαῦλον τὸ τὰς μεγίστας ὠνητὰς εἶναι τῶν ἀρχῶν,
·
τήν τε βασιλείαν καὶ τὴν στρατηγίαν. ἔντιμον γὰρ ὁ νόμος
·
οὗτος ποιεῖ τὸν πλοῦτον μᾶλλον τῆς ἀρετῆς, καὶ τὴν πόλιν
·
ὅλην φιλοχρήματον. ὅ τι δ’ ἂν ὑπολάβῃ τίμιον εἶναι τὸ
40
κύριον, ἀνάγκη καὶ τὴν τῶν ἄλλων πολιτῶν δόξαν ἀκολου‐
·
θεῖν τούτοις. ὅπου δὲ μὴ μάλιστα ἀρετὴ τιμᾶται, ταύτην
0086 035 Pol1273b
·
οὐχ οἷόν τε βεβαίως ἀριστοκρατεῖσθαι τὴν πολιτείαν. ἐθίζε‐
·
σθαι δ’ εὔλογον κερδαίνειν τοὺς ὠνουμένους, ὅταν δαπανήσαν‐
·
τες ἄρχωσιν· ἄτοπον γὰρ εἰ πένης μὲν ὢν ἐπιεικὴς δὲ
·
βουλήσεται κερδαίνειν, φαυλότερος δ’ ὢν οὐ βουλήσεται δαπα‐
5
νήσας. διὸ δεῖ τοὺς δυναμένους ἄριστ’ ἀργεῖν, τούτους ἄρχειν.
·
βέλτιον δ’, εἰ καὶ προεῖτο τὴν εὐπορίαν τῶν ἐπιεικῶν ὁ νομο‐
·
θέτης, ἀλλὰ ἀρχόντων γε ἐπιμελεῖσθαι τῆς σχολῆς.
·
φαῦλον δ’ ἂν δόξειεν εἶναι καὶ τὸ πλείους ἀρχὰς τὸν αὐτὸν
·
ἄρχειν· ὅπερ εὐδοκιμεῖ παρὰ τοῖς Καρχηδονίοις· ἓν γὰρ
10
ὑφ’ ἑνὸς ἔργον ἄριστ’ ἀποτελεῖται. δεῖ δ’ ὅπως γίνηται τοῦθ’
·
ὁρᾶν τὸν νομοθέτην, καὶ μὴ προστάττειν τὸν αὐτὸν αὐλεῖν
·
καὶ σκυτοτομεῖν. ὥσθ’ ὅπου μὴ μικρὰ 〈ἡ〉 πόλις, πολιτικώτερον
·
πλείονας μετέχειν τῶν ἀρχῶν, καὶ δημοτικώτερον· κοινό‐
·
τερόν τε γὰρ καθάπερ εἴπομεν καὶ κάλλιον ἕκαστον ἀπο‐
15
τελεῖται τῶν αὐτῶν καὶ θᾶττον. δῆλον δὲ τοῦτο ἐπὶ τῶν
·
πολεμικῶν καὶ τῶν ναυτικῶν· ἐν τούτοις γὰρ ἀμφοτέροις
·
διὰ πάντων ὡς εἰπεῖν διελήλυθε τὸ ἄρχειν καὶ τὸ ἄρχεσθαι.
·
ὀλιγαρχικῆς δ’ οὔσης τῆς πολιτείας ἄριστα 〈στάσιν〉 ἐκφεύ‐
·
γουσι τῷ πλουτεῖν αἰεί τι τοῦ δήμου μέρος, ἐκπέμποντες ἐπὶ
20
τὰς πόλεις. τούτῳ γὰρ ἰῶνται καὶ ποιοῦσι μόνιμον τὴν πολι‐
·
τείαν. ἀλλὰ τουτί ἐστι τύχης ἔργον, δεῖ δὲ ἀστασιάστους
·
εἶναι διὰ τὸν νομοθέτην. νῦν δέ, ἂν ἀτυχία γένηταί τις
·
καὶ τὸ πλῆθος ἀποστῇ τῶν ἀρχομένων, οὐδὲν ἔστι φάρμακον
·
διὰ τῶν νόμων τῆς ἡσυχίας. περὶ μὲν οὖν τῆς Λακεδαιμο‐
25
νίων πολιτείας καὶ Κρητικῆς καὶ τῆς Καρχηδονίων, αἵπερ
·
δικαίως εὐδοκιμοῦσι, τοῦτον ἔχει τὸν τρόπον.
·
Τῶν δὲ ἀποφηναμένων τι περὶ πολιτείας ἔνιοι μὲν οὐκ
·
ἐκοινώνησαν πράξεων πολιτικῶν οὐδ’ ὡντινωνοῦν, ἀλλὰ δι‐
·
ετέλεσαν ἰδιωτεύοντες τὸν βίον, περὶ ὧν εἴ τι ἀξιόλογον, εἴ‐
30
ρηται σχεδὸν περὶ πάντων, ἔνιοι δὲ νομοθέται γεγόνασιν, οἱ
·
μὲν ταῖς οἰκείαις πόλεσιν οἱ δὲ καὶ τῶν ὀθνείων τισί, πολι‐
·
τευθέντες αὐτοί· καὶ τούτων οἱ μὲν νόμων ἐγένοντο δημι‐
·
ουργοὶ μόνον, οἱ δὲ καὶ πολιτείας, οἷον καὶ Λυκοῦργος καὶ
·
Σόλων· οὗτοι γὰρ καὶ νόμους καὶ πολιτείας κατέστησαν.
35
περὶ μὲν οὖν τῆς Λακεδαιμονίων εἴρηται, Σόλωνα δ’ ἔνιοι
·
μὲν οἴονται νομοθέτην γενέσθαι σπουδαῖον· ὀλιγαρχίαν τε
·
γὰρ καταλῦσαι λίαν ἄκρατον οὖσαν, καὶ δουλεύοντα τὸν
·
δῆμον παῦσαι, καὶ δημοκρατίαν καταστῆσαι τὴν πάτριον,
·
μείξαντα καλῶς τὴν πολιτείαν· εἶναι γὰρ τὴν μὲν ἐν Ἀρείῳ
40
πάγῳ βουλὴν ὀλιγαρχικόν, τὸ δὲ τὰς ἀρχὰς αἱρετὰς ἀριστο‐
·
κρατικόν, τὰ δὲ δικαστήρια δημοτικόν. ἔοικε δὲ Σόλων
0086 035 Pol1274a
·
ἐκεῖνα μὲν ὑπάρχοντα πρότερον οὐ καταλῦσαι, τήν τε βου‐
·
λὴν καὶ τὴν τῶν ἀρχῶν αἵρεσιν, τὸν δὲ δῆμον καταστῆσαι,
·
τὰ δικαστήρια ποιήσας ἐκ πάντων. διὸ καὶ μέμφονταί
·
τινες αὐτῷ· λῦσαι γὰρ θάτερα, κύριον ποιήσαντα τὸ δικα‐
5
στήριον πάντων, κληρωτὸν ὄν. ἐπεὶ γὰρ τοῦτ’ ἴσχυσεν, ὥσπερ
·
τυράννῳ τῷ δήμῳ χαριζόμενοι τὴν πολιτείαν εἰς τὴν νῦν
·
δημοκρατίαν μετέστησαν· καὶ τὴν μὲν ἐν Ἀρείῳ πάγῳ βου‐
·
λὴν Ἐφιάλτης ἐκόλουσε καὶ Περικλῆς, τὰ δὲ δικαστήρια
·
μισθοφόρα κατέστησε Περικλῆς, καὶ τοῦτον δὴ τὸν τρόπον
10
ἕκαστος τῶν δημαγωγῶν προήγαγεν αὔξων εἰς τὴν νῦν δημο‐
·
κρατίαν. φαίνεται δ’ οὐ κατὰ τὴν Σόλωνος γενέσθαι τοῦτο
·
προαίρεσιν, ἀλλὰ μᾶλλον ἀπὸ συμπτώματος (τῆς ναυαρ‐
·
χίας γὰρ ἐν τοῖς Μηδικοῖς ὁ δῆμος αἴτιος γενόμενος ἐφρονη‐
·
ματίσθη καὶ δημαγωγοὺς ἔλαβε φαύλους ἀντιπολιτευο‐
15
μένων τῶν ἐπιεικῶν), ἐπεὶ Σόλων γε ἔοικε τὴν ἀναγκαιο‐
·
τάτην ἀποδιδόναι τῷ δήμῳ δύναμιν, τὸ τὰς ἀρχὰς αἱρεῖ‐
·
σθαι καὶ εὐθύνειν (μηδὲ γὰρ τούτου κύριος ὢν ὁ δῆμος
·
δοῦλος ἂν εἴη καὶ πολέμιος), τὰς δ’ ἀρχὰς ἐκ τῶν γνωρί‐
·
μων καὶ τῶν εὐπόρων κατέστησε πάσας, ἐκ τῶν πεντακοσιο‐
20
μεδίμνων καὶ ζευγιτῶν καὶ τρίτου τέλους τῆς καλουμένης
·
ἱππάδος· τὸ δὲ τέταρτον τὸ θητικόν, οἷς οὐδεμιᾶς ἀρχῆς μετῆν.
·
νομοθέται δ’ ἐγένοντο Ζάλευκός τε Λοκροῖς τοῖς ἐπιζεφυ‐
·
ρίοις, καὶ Χαρώνδας ὁ Καταναῖος τοῖς αὑτοῦ πολίταις καὶ
·
ταῖς ἄλλαις ταῖς Χαλκιδικαῖς πόλεσι ταῖς περὶ Ἰταλίαν
25
καὶ Σικελίαν. πειρῶνται δέ τινες καὶ συνάγειν ὡς Ὀνομα‐
·
κρίτου μὲν γενομένου πρώτου δεινοῦ περὶ νομοθεσίαν, γυμνα‐
·
σθῆναι δ’ αὐτὸν ἐν Κρήτῃ, Λοκρὸν ὄντα καὶ ἐπιδημοῦντα,
·
κατὰ τέχνην μαντικήν· τούτου δὲ γενέσθαι Θάλητα ἑταῖρον,
·
Θάλητος δ’ ἀκροατὴν Λυκοῦργον καὶ Ζάλευκον, Ζαλεύκου
30
δὲ Χαρώνδαν. ἀλλὰ ταῦτα μὲν λέγουσιν ἀσκεπτότερον τῶν
·
χρόνων λέγοντες. ἐγένετο δὲ καὶ Φιλόλαος ὁ Κορίνθιος νομο‐
·
θέτης Θηβαίοις. ἦν δ’ ὁ Φιλόλαος τὸ μὲν γένος τῶν
·
Βακχιαδῶν, ἐραστὴς δὲ γενόμενος Διοκλέους τοῦ νικήσαντος
·
Ὀλυμπίασιν, ὡς ἐκεῖνος τὴν πόλιν ἔλιπε διαμισήσας τὸν
35
ἔρωτα τὸν τῆς μητρὸς Ἀλκυόνης, ἀπῆλθεν εἰς Θήβας· κἀκεῖ
·
τὸν βίον ἐτελεύτησαν ἀμφότεροι. καὶ νῦν ἔτι δεικνύουσι τοὺς
·
τάφους αὐτῶν ἀλλήλοις μὲν εὐσυνόπτους ὄντας, πρὸς δὲ τὴν
·
τῶν Κορινθίων χώραν τὸν μὲν σύνοπτον τὸν δ’ οὐ σύνοπτον·
·
μυθολογοῦσι γὰρ αὐτοὺς οὕτω τάξασθαι τὴν ταφήν, τὸν μὲν
40
Διοκλέα διὰ τὴν ἀπέχθειαν τοῦ πάθους, ὅπως μὴ ἄποπτος
·
ἔσται ἡ Κορινθία ἀπὸ τοῦ χώματος, τὸν δὲ Φιλόλαον ὅπως
0086 035 Pol1274b
·
ἄποπτος. ᾤκησαν μὲν οὖν διὰ τὴν τοιαύτην αἰτίαν παρὰ
·
τοῖς Θηβαίοις, νομοθέτης δ’ αὐτοῖς ἐγένετο Φιλόλαος περί
·
τ’ ἄλλων τινῶν καὶ περὶ τῆς παιδοποιίας, οὓς καλοῦσιν
·
ἐκεῖνοι νόμους θετικούς· καὶ τοῦτ’ ἐστὶν ἰδίως ὑπ’ ἐκείνου νενομο‐
5
θετημένον, ὅπως ὁ ἀριθμὸς σῴζηται τῶν κλήρων. Χα‐
·
ρώνδου δ’ ἴδιον μὲν οὐδέν ἐστι πλὴν αἱ δίκαι τῶν ψευδομαρ‐
·
τυριῶν (πρῶτος γὰρ ἐποίησε τὴν ἐπίσκηψιν), τῇ δ’ ἀκριβείᾳ
·
τῶν νόμων ἐστὶ γλαφυρώτερος καὶ τῶν νῦν νομοθετῶν.
·
Φαλέου δ’ ἴδιον ἡ τῶν οὐσιῶν ἀνομάλωσις, Πλάτωνος δ’ ἥ
10
τε τῶν γυναικῶν καὶ παίδων καὶ τῆς οὐσίας κοινότης καὶ
·
τὰ συσσίτια τῶν γυναικῶν, ἔτι δ’ ὁ περὶ τὴν μέθην νόμος,
·
τὸ τοὺς νήφοντας συμποσιαρχεῖν, καὶ τὴν ἐν τοῖς πολεμι‐
·
κοῖς ἄσκησιν ὅπως ἀμφιδέξιοι γίνωνται κατὰ τὴν μελέτην,
·
ὡς δέον μὴ τὴν μὲν χρήσιμον εἶναι τοῖν χεροῖν τὴν δὲ
15
ἄχρηστον. Δράκοντος δὲ νόμοι μὲν εἰσί, πολιτείᾳ δ’ ὑπαρ‐
·
χούσῃ τοὺς νόμους ἔθηκεν· ἴδιον δ’ ἐν τοῖς νόμοις οὐδὲν ἔστιν ὅ
·
τι καὶ μνείας ἄξιον, πλὴν ἡ χαλεπότης διὰ τὸ τῆς ζημίας
·
μέγεθος. ἐγένετο δὲ καὶ Πιττακὸς νόμων δημιουργὸς ἀλλ’
·
οὐ πολιτείας· νόμος δ’ ἴδιος αὐτοῦ τὸ τοὺς μεθύοντας, ἄν
20
τι πταίσωσι, πλείω ζημίαν ἀποτίνειν τῶν νηφόντων· διὰ γὰρ
·
τὸ πλείους ὑβρίζειν μεθύοντας ἢ νήφοντας οὐ πρὸς τὴν συγ‐
·
γνώμην ἀπέβλεψεν, ὅτι δεῖ μεθύουσιν ἔχειν μᾶλλον, ἀλλὰ
·
πρὸς τὸ συμφέρον. ἐγένετο δὲ καὶ Ἀνδροδάμας Ῥηγῖνος
·
νομοθέτης Χαλκιδεῦσι τοῖς ἐπὶ Θρᾴκης, οὗ τὰ περί τε τὰ φο‐
25
νικὰ καὶ τὰς ἐπικλήρους ἐστίν· οὐ μὴν ἀλλὰ ἴδιόν γε οὐδὲν
·
αὐτοῦ λέγειν ἔχοι τις ἄν. τὰ μὲν οὖν περὶ τὰς πολιτείας,
·
τάς τε κυρίας καὶ τὰς ὑπὸ τινῶν εἰρημένας, ἔστω τεθεωρη‐
·
μένα τὸν τρόπον τοῦτον.
·
Γ
·
Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ
·
ποία τις, σχεδὸν πρώτη σκέψις περὶ πόλεως ἰδεῖν, τί ποτέ
·
ἐστιν ἡ πόλις. νῦν γὰρ ἀμφισβητοῦσιν, οἱ μὲν φάσκοντες
35
τὴν πόλιν πεπραχέναι τὴν πρᾶξιν, οἱ δ’ οὐ τὴν πόλιν ἀλλὰ
·
τὴν ὀλιγαρχίαν ἢ τὸν τύραννον· τοῦ δὲ πολιτικοῦ καὶ τοῦ
·
νομοθέτου πᾶσαν ὁρῶμεν τὴν πραγματείαν οὖσαν περὶ πόλιν,
·
ἡ δὲ πολιτεία τῶν τὴν πόλιν οἰκούντων ἐστὶ τάξις τις. ἐπεὶ
·
δ’ ἡ πόλις τῶν συγκειμένων, καθάπερ ἄλλο τι τῶν ὅλων
40
μὲν συνεστώτων δ’ ἐκ πολλῶν μορίων, δῆλον ὅτι πρότερον
·
ὁ πολίτης ζητητέος· ἡ γὰρ πόλις πολιτῶν τι πλῆθός ἐστιν.
0086 035 Pol1275a
·
ὥστε τίνα χρὴ καλεῖν πολίτην καὶ τίς ὁ πολίτης ἐστὶ σκε‐
·
πτέον. καὶ γὰρ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις· οὐ
·
γὰρ τὸν αὐτὸν ὁμολογοῦσι πάντες εἶναι πολίτην· ἔστι γάρ
·
τις ὃς ἐν δημοκρατίᾳ πολίτης ὢν ἐν ὀλιγαρχίᾳ πολλάκις
5
οὐκ ἔστι πολίτης. τοὺς μὲν οὖν ἄλλως πως τυγχάνοντας
·
ταύτης τῆς προσηγορίας, οἷον τοὺς ποιητοὺς πολίτας, ἀφετέον·
·
ὁ δὲ πολίτης οὐ τῷ οἰκεῖν που πολίτης ἐστίν (καὶ γὰρ μέτ‐
·
οικοι καὶ δοῦλοι κοινωνοῦσι τῆς οἰκήσεως), οὐδ’ οἱ τῶν
·
δικαίων μετέχοντες οὕτως ὥστε καὶ δίκην ὑπέχειν καὶ δικά‐
10
ζεσθαι (τοῦτο γὰρ ὑπάρχει καὶ τοῖς ἀπὸ συμβόλων κοινω‐
·
νοῦσιν [καὶ γὰρ ταῦτα τούτοις ὑπάρχει]· πολλαχοῦ μὲν οὖν
·
οὐδὲ τούτων τελέως οἱ μέτοικοι μετέχουσιν, ἀλλὰ νέμειν
·
ἀνάγκη προστάτην, ὥστε ἀτελῶς πως μετέχουσι τῆς τοιαύτης
·
κοινωνίας), ἀλλὰ καθάπερ καὶ παῖδας τοὺς μήπω δι’ ἡλι‐
15
κίαν ἐγγεγραμμένους καὶ τοὺς γέροντας τοὺς ἀφειμένους
·
φατέον εἶναι μέν πως πολίτας, οὐχ ἁπλῶς δὲ λίαν ἀλλὰ
·
προστιθέντας τοὺς μὲν ἀτελεῖς τοὺς δὲ παρηκμακότας ἤ τι
·
τοιοῦτον ἕτερον (οὐδὲν γὰρ διαφέρει· δῆλον γὰρ τὸ λεγόμε‐
·
νον). ζητοῦμεν γὰρ τὸν ἁπλῶς πολίτην καὶ μηδὲν ἔχοντα
20
τοιοῦτον ἔγκλημα διορθώσεως δεόμενον, ἐπεὶ καὶ περὶ τῶν
·
ἀτίμων καὶ φυγάδων ἔστι τὰ τοιαῦτα καὶ διαπορεῖν καὶ
·
λύειν. πολίτης δ’ ἁπλῶς οὐδενὶ τῶν ἄλλων ὁρίζεται μᾶλ‐
·
λον ἢ τῷ μετέχειν κρίσεως καὶ ἀρχῆς. τῶν δ’ ἀρχῶν αἱ
·
μέν εἰσι διῃρημέναι κατὰ χρόνον, ὥστ’ ἐνίας μὲν ὅλως δὶς
25
τὸν αὐτὸν οὐκ ἔξεστιν ἄρχειν, ἢ διὰ τινῶν ὡρισμένων χρό‐
·
νων· ὁ δ’ ἀόριστος, οἷον ὁ δικαστὴς καὶ 〈ὁ〉 ἐκκλησιαστής. τάχα
·
μὲν οὖν ἂν φαίη τις οὐδ’ ἄρχοντας εἶναι τοὺς τοιούτους, οὐδὲ
·
μετέχειν διὰ ταῦτ’ ἀρχῆς· καίτοι γελοῖον τοὺς κυριωτάτους
·
ἀποστερεῖν ἀρχῆς. ἀλλὰ διαφερέτω μηδέν· περὶ ὀνόματος
30
γὰρ ὁ λόγος· ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ δικαστοῦ καὶ
·
ἐκκλησιαστοῦ, τί δεῖ ταῦτ’ ἄμφω καλεῖν. ἔστω δὴ διορισμοῦ
·
χάριν ἀόριστος ἀρχή. τίθεμεν δὴ πολίτας τοὺς οὕτω μετ‐
·
έχοντας.
·
ὁ μὲν οὖν μάλιστ’ ἂν ἐφαρμόσας ὁρισμὸς ἐπὶ πάν‐
·
τας τοὺς λεγομένους πολίτας σχεδὸν τοιοῦτός ἐστιν· δεῖ δὲ
35
μὴ λανθάνειν ὅτι τῶν πραγμάτων ἐν οἷς τὰ ὑποκείμενα
·
διαφέρει τῷ εἴδει, καὶ τὸ μὲν αὐτῶν ἐστι πρῶτον τὸ δὲ
·
δεύτερον τὸ δ’ ἐχόμενον, ἢ τὸ παράπαν οὐδὲν ἔστιν, ᾗ
·
τοιαῦτα, τὸ κοινόν, ἢ γλίσχρως. τὰς δὲ πολιτείας ὁρῶμεν
·
εἴδει διαφερούσας ἀλλήλων, καὶ τὰς μὲν ὑστέρας τὰς δὲ
0086 035 Pol1275b
·
προτέρας οὔσας· τὰς γὰρ ἡμαρτημένας καὶ παρεκβεβηκυίας
·
ἀναγκαῖον ὑστέρας εἶναι τῶν ἀναμαρτήτων (τὰς δὲ παρεκ‐
·
βεβηκυίας πῶς λέγομεν, ὕστερον ἔσται φανερόν). ὥστε καὶ
·
τὸν πολίτην ἕτερον ἀναγκαῖον εἶναι τὸν καθ’ ἑκάστην πολι‐
5
τείαν. διόπερ ὁ λεχθεὶς ἐν μὲν δημοκρατίᾳ μάλιστ’ ἐστὶ
·
πολίτης, ἐν δὲ ταῖς ἄλλαις ἐνδέχεται μέν, οὐ μὴν ἀναγ‐
·
καῖον. 〈ἐν〉 ἐνίαις γὰρ οὐκ ἔστι δῆμος, οὐδ’ ἐκκλησίαν νομί‐
·
ζουσιν ἀλλὰ συγκλήτους, καὶ τὰς δίκας δικάζουσι κατὰ μέρος,
·
οἷον ἐν Λακεδαίμονι τὰς τῶν συμβολαίων δικάζει τῶν
10
ἐφόρων ἄλλος ἄλλας, οἱ δὲ γέροντες τὰς φονικάς, ἑτέρα
·
δ’ ἴσως ἀρχή τις ἑτέρας. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ
·
Καρχηδόνα· πάσας γὰρ ἀρχαί τινες κρίνουσι τὰς δίκας.
·
ἀλλ’ ἔχει διόρθωσιν ὁ τοῦ πολίτου διορισμός. ἐν γὰρ
·
ταῖς ἄλλαις πολιτείαις οὐχ ὁ ἀόριστος ἄρχων ἐκκλησιαστής
15
ἐστι καὶ δικαστής, ἀλλὰ ὁ κατὰ τὴν ἀρχὴν ὡρισμένος·
·
τούτων γὰρ ἢ πᾶσιν ἢ τισὶν ἀποδέδοται τὸ βουλεύεσθαι καὶ
·
δικάζειν ἢ περὶ πάντων ἢ περὶ τινῶν. τίς μὲν οὖν ἐστιν ὁ
·
πολίτης, ἐκ τούτων φανερόν· ᾧ γὰρ ἐξουσία κοινωνεῖν ἀρχῆς
·
βουλευτικῆς καὶ κριτικῆς, πολίτην ἤδη λέγομεν εἶναι ταύτης
20
τῆς πόλεως, πόλιν δὲ τὸ τῶν τοιούτων πλῆθος ἱκανὸν πρὸς
·
αὐτάρκειαν ζωῆς, ὡς ἁπλῶς εἰπεῖν.
·
Ὁρίζονται δὲ πρὸς τὴν χρῆσιν πολίτην τὸν ἐξ ἀμφοτέρων
·
πολιτῶν καὶ μὴ θατέρου μόνον, οἷον πατρὸς ἢ μητρός, οἱ δὲ καὶ
·
τοῦτ’ ἐπὶ πλέον ζητοῦσιν, οἷον ἐπὶ πάππους δύο ἢ τρεῖς ἢ πλείους.
25
οὕτω δὲ ὁριζομένων πολιτικῶς καὶ παχέως, ἀποροῦσί τινες τὸν
·
τρίτον ἐκεῖνον ἢ τέταρτον, πῶς ἔσται πολίτης. Γοργίας μὲν
·
οὖν ὁ Λεοντῖνος, τὰ μὲν ἴσως ἀπορῶν τὰ δ’ εἰρωνευόμενος,
·
ἔφη, καθάπερ ὅλμους εἶναι τοὺς ὑπὸ τῶν ὁλμοποιῶν πεποιη‐
·
μένους, οὕτω καὶ Λαρισαίους τοὺς ὑπὸ τῶν δημιουργῶν πε‐
30
ποιημένους· εἶναι γάρ τινας λαρισοποιούς. ἔστι δ’ ἁπλοῦν.
·
εἰ γὰρ μετεῖχον κατὰ τὸν ῥηθέντα διορισμὸν τῆς πολιτείας,
·
ἦσαν πολῖται· καὶ γὰρ οὐδὲ δυνατὸν ἐφαρμόττειν τὸ ἐκ
·
πολίτου ἢ ἐκ πολίτιδος ἐπὶ τῶν πρώτων οἰκησάντων ἢ κτι‐
·
σάντων.
·
ἀλλ’ ἴσως ἐκεῖνο μᾶλλον ἔχει ἀπορίαν, ὅσοι
35
μετέσχον μεταβολῆς γενομένης πολιτείας, οἷον 〈ἃ〉 Ἀθήνησιν
·
ἐποίησε Κλεισθένης μετὰ τὴν τῶν τυράννων ἐκβολήν· πολ‐
·
λοὺς γὰρ ἐφυλέτευσε ξένους καὶ δούλους μετοίκους. τὸ δ’ ἀμφις‐
·
βήτημα πρὸς τούτους ἐστὶν οὐ τίς πολίτης, ἀλλὰ πότερον
·
ἀδίκως ἢ δικαίως. καίτοι κἂν τοῦτό τις ἔτι προσαπορήσειεν,
0086 035 Pol1276a
·
ἆρ’ εἰ μὴ δικαίως πολίτης, οὐ πολίτης, ὡς ταὐτὸ δυναμένου
·
τοῦ τ’ ἀδίκου καὶ τοῦ ψευδοῦς. ἐπεὶ δ’ ὁρῶμεν καὶ ἄρχον‐
·
τάς τινας ἀδίκως, οὓς ἄρχειν μὲν φήσομεν ἀλλ’ οὐ δικαίως, ὁ
·
δὲ πολίτης ἀρχῇ τινὶ διωρισμένος ἐστίν (ὁ γὰρ κοινωνῶν τῆς
5
τοιᾶσδε ἀρχῆς πολίτης ἐστίν, ὡς ἔφαμεν), δῆλον ὅτι πολίτας
·
μὲν εἶναι φατέον καὶ τούτους· περὶ δὲ τοῦ δικαίως ἢ
·
μὴ δικαίως συνάπτει πρὸς τὴν εἰρημένην πρότερον ἀμφις‐
·
βήτησιν. ἀποροῦσι γάρ τινες πόθ’ ἡ πόλις ἔπραξε καὶ πότε
·
οὐχ ἡ πόλις, οἷον ὅταν ἐξ ὀλιγαρχίας ἢ τυραννίδος γένηται
10
δημοκρατία (τότε γὰρ οὔτε τὰ συμβόλαια ἔνιοι βούλονται
·
διαλύειν, ὡς οὐ τῆς πόλεως ἀλλὰ τοῦ τυράννου λαβόντος,
·
οὔτ’ ἄλλα πολλὰ τῶν τοιούτων, ὡς ἐνίας τῶν πολιτειῶν τῷ
·
κρατεῖν οὔσας, ἀλλὰ οὐ διὰ τὸ κοινῇ συμφέρον)· εἴπερ οὖν
·
καὶ δημοκρατοῦνταί τινες κατὰ τὸν τρόπον τοῦτον, ὁμοίως
15
τῆς πόλεως φατέον εἶναι ταύτης τὰς τῆς πολιτείας ταύτης
·
πράξεις καὶ τὰς ἐκ τῆς ὀλιγαρχίας καὶ τῆς τυραννίδος.
·
ἔοικε δ’ οἰκεῖος ὁ λόγος εἶναι τῆς ἀπορίας ταύτης πως,
·
πότε χρὴ λέγειν τὴν πόλιν εἶναι τὴν αὐτὴν ἢ μὴ τὴν
·
αὐτὴν ἀλλ’ ἑτέραν. ἡ μὲν οὖν ἐπιπολαιοτάτη τῆς ἀπορίας
20
ζήτησις περὶ τὸν τόπον καὶ τοὺς ἀνθρώπους ἐστίν· ἐνδέχεται
·
γὰρ διαζευχθῆναι τὸν τόπον καὶ τοὺς ἀνθρώπους, καὶ τοὺς
·
μὲν ἕτερον τοὺς δ’ ἕτερον οἰκῆσαι τόπον.
·
ταύτην μὲν οὖν
·
πραοτέραν θετέον τὴν ἀπορίαν (πολλαχῶς γὰρ τῆς πόλεως
·
λεγομένης, ἐστί πως εὐμάρεια τῆς τοιαύτης ζητήσεως)· ὁμοίως
25
δὲ καὶ τῶν τὸν αὐτὸν κατοικούντων ἀνθρώπων πότε
·
δεῖ νομίζειν μίαν εἶναι τὴν πόλιν; οὐ γὰρ δὴ τοῖς τείχε‐
·
σιν· εἴη γὰρ ἂν Πελοποννήσῳ περιβαλεῖν ἓν τεῖχος. τοιαύτη
·
δ’ ἴσως ἐστὶ καὶ Βαβυλὼν καὶ πᾶσα ἥτις ἔχει περιγραφὴν
·
μᾶλλον ἔθνους ἢ πόλεως· ἧς γέ φασιν ἑαλωκυίας τρίτην
30
ἡμέραν οὐκ αἰσθέσθαι τι μέρος τῆς πόλεως.
30
ἀλλὰ περὶ
·
μὲν ταύτης τῆς ἀπορίας εἰς ἄλλον καιρὸν χρήσιμος ἡ σκέ‐
·
ψις (περὶ γὰρ μεγέθους τῆς πόλεως, τό τε πόσον καὶ πό‐
·
τερον ἔθνος ἓν ἢ πλείω συμφέρει, δεῖ μὴ λανθάνειν τὸν
·
πολιτικόν)· ἀλλὰ τῶν αὐτῶν κατοικούντων τὸν αὐτὸν τόπον,
35
πότερον ἕως ἂν ᾖ τὸ γένος ταὐτὸ τῶν κατοικούντων, τὴν
·
αὐτὴν εἶναι φατέον πόλιν, καίπερ αἰεὶ τῶν μὲν φθειρομέ‐
·
νων τῶν δὲ γινομένων, ὥσπερ καὶ ποταμοὺς εἰώθαμεν λέγειν
·
τοὺς αὐτοὺς καὶ κρήνας τὰς αὐτάς, καίπερ αἰεὶ τοῦ μὲν ἐπι‐
·
γινομένου νάματος τοῦ δ’ ὑπεξιόντος, ἢ τοὺς μὲν ἀνθρώπους
40
φατέον εἶναι τοὺς αὐτοὺς διὰ τὴν τοιαύτην αἰτίαν, τὴν δὲ
0086 035 Pol1276b
·
πόλιν ἑτέραν; εἴπερ γάρ ἐστι κοινωνία τις ἡ πόλις, ἔστι δὲ
·
κοινωνία πολιτῶν πολιτείας, γινομένης ἑτέρας τῷ εἴδει
·
καὶ διαφερούσης τῆς πολιτείας ἀναγκαῖον εἶναι δόξειεν ἂν
·
καὶ τὴν πόλιν εἶναι μὴ τὴν αὐτήν, ὥσπερ γε καὶ χορὸν
5
ὁτὲ μὲν κωμικὸν ὁτὲ δὲ τραγικὸν ἕτερον εἶναί φαμεν, τῶν
·
αὐτῶν πολλάκις ἀνθρώπων ὄντων, ὁμοίως δὲ καὶ πᾶσαν
·
ἄλλην κοινωνίαν καὶ σύνθεσιν ἑτέραν, ἂν εἶδος ἕτερον ᾖ τῆς
·
συνθέσεως, οἷον ἁρμονίαν τῶν αὐτῶν φθόγγων ἑτέραν εἶναι
·
λέγομεν, ἂν ὁτὲ μὲν ᾖ Δώριος ὁτὲ δὲ Φρύγιος. εἰ δὴ τοῦ‐
10
τον ἔχει τὸν τρόπον, φανερὸν ὅτι μάλιστα λεκτέον τὴν
·
αὐτὴν πόλιν εἰς τὴν πολιτείαν βλέποντας· ὄνομα δὲ κα‐
·
λεῖν ἕτερον ἢ ταὐτὸν ἔξεστι καὶ τῶν αὐτῶν κατοικούντων
·
αὐτὴν καὶ πάμπαν ἑτέρων ἀνθρώπων. εἰ δὲ δίκαιον δια‐
·
λύειν ἢ μὴ διαλύειν, ὅταν εἰς ἑτέραν μεταβάλῃ πολι‐
15
τείαν ἡ πόλις, λόγος ἕτερος.
·
Τῶν δὲ νῦν εἰρημένων ἐχόμενόν ἐστιν ἐπισκέψασθαι
·
πότερον τὴν αὐτὴν ἀρετὴν ἀνδρὸς ἀγαθοῦ καὶ πολίτου σπου‐
·
δαίου θετέον, ἢ μὴ τὴν αὐτήν. ἀλλὰ μὴν εἴ γε τοῦτο τυ‐
·
χεῖν δεῖ ζητήσεως, τὴν τοῦ πολίτου τύπῳ τινὶ πρῶτον λη‐
20
πτέον. ὥσπερ οὖν ὁ πλωτὴρ εἷς τις τῶν κοινωνῶν ἐστιν, οὕτω
·
καὶ τὸν πολίτην φαμέν. τῶν δὲ πλωτήρων καίπερ ἀν‐
·
ομοίων ὄντων τὴν δύναμιν (ὁ μὲν γάρ ἐστιν ἐρέτης, ὁ δὲ
·
κυβερνήτης, ὁ δὲ πρῳρεύς, ὁ δ’ ἄλλην τιν’ ἔχων τοιαύτην
·
ἐπωνυμίαν) δῆλον ὡς ὁ μὲν ἀκριβέστατος ἑκάστου λόγος
25
ἴδιος ἔσται τῆς ἀρετῆς, ὁμοίως δὲ καὶ κοινός τις ἐφαρμόσει
·
πᾶσιν. ἡ γὰρ σωτηρία τῆς ναυτιλίας ἔργον ἐστὶν αὐτῶν
·
πάντων· τούτου γὰρ ἕκαστος ὀρέγεται τῶν πλωτήρων. ὁμοίως
·
τοίνυν καὶ τῶν πολιτῶν, καίπερ ἀνομοίων ὄντων, ἡ σωτη‐
·
ρία τῆς κοινωνίας ἔργον ἐστί, κοινωνία δ’ ἐστὶν ἡ πολιτεία·
30
διὸ τὴν ἀρετὴν ἀναγκαῖον εἶναι τοῦ πολίτου πρὸς τὴν πολι‐
·
τείαν. εἴπερ οὖν ἔστι πλείω πολιτείας εἴδη, δῆλον ὡς οὐκ
·
ἐνδέχεται τοῦ σπουδαίου πολίτου μίαν ἀρετὴν εἶναι, τὴν τε‐
·
λείαν· τὸν δ’ ἀγαθὸν ἄνδρα φαμὲν κατὰ μίαν ἀρετὴν εἶναι,
·
τὴν τελείαν.
·
ὅτι μὲν οὖν ἐνδέχεται πολίτην ὄντα σπουδαῖον μὴ
35
κεκτῆσθαι τὴν ἀρετὴν καθ’ ἣν σπουδαῖος ἀνήρ, φανερόν· οὐ
·
μὴν ἀλλὰ καὶ κατ’ ἄλλον τρόπον ἔστι διαποροῦντας ἐπελ‐
·
θεῖν τὸν αὐτὸν λόγον περὶ τῆς ἀρίστης πολιτείας. εἰ γὰρ
·
ἀδύνατον ἐξ ἁπάντων σπουδαίων ὄντων εἶναι πόλιν, δεῖ γ’
·
ἕκαστον τὸ καθ’ αὑτὸν ἔργον εὖ ποιεῖν, τοῦτο δὲ ἀπ’ ἀρετῆς·
40
ἐπεὶ δὲ ἀδύνατον ὁμοίους εἶναι πάντας τοὺς πολίτας, οὐκ ἂν
0086 035 Pol1277a
·
εἴη μία ἀρετὴ πολίτου καὶ ἀνδρὸς ἀγαθοῦ. τὴν μὲν γὰρ τοῦ
·
σπουδαίου πολίτου δεῖ πᾶσιν ὑπάρχειν (οὕτω γὰρ ἀρίστην
·
ἀναγκαῖον εἶναι τὴν πόλιν), τὴν δὲ τοῦ ἀνδρὸς τοῦ ἀγαθοῦ
·
ἀδύνατον, εἰ μὴ πάντας ἀναγκαῖον ἀγαθοὺς εἶναι τοὺς ἐν
5
τῇ σπουδαίᾳ πόλει πολίτας. ἔτι ἐπεὶ ἐξ ἀνομοίων ἡ πόλις,
·
ὥσπερ ζῷον εὐθὺς ἐκ ψυχῆς καὶ σώματος, καὶ ψυχὴ ἐκ
·
λόγου καὶ ὀρέξεως, καὶ οἰκία ἐξ ἀνδρὸς καὶ γυναικός, καὶ
·
κτῆσις ἐκ δεσπότου καὶ δούλου, τὸν αὐτὸν τρόπον καὶ πόλις
·
ἐξ ἁπάντων τε τούτων καὶ πρὸς τούτοις ἐξ ἄλλων ἀνομοίων
10
συνέστηκεν εἰδῶν, ἀνάγκη μὴ μίαν εἶναι τὴν τῶν πολιτῶν
·
πάντων ἀρετήν, ὥσπερ οὐδὲ τῶν χορευτῶν κορυφαίου καὶ
·
παραστάτου.
·
διότι μὲν τοίνυν ἁπλῶς οὐχ ἡ αὐτή, φανερὸν
·
ἐκ τούτων· ἀλλ’ ἆρα ἔσται τινὸς ἡ αὐτὴ ἀρετὴ πολίτου τε
·
σπουδαίου καὶ ἀνδρὸς σπουδαίου; φαμὲν δὴ τὸν ἄρχοντα τὸν
15
σπουδαῖον ἀγαθὸν εἶναι καὶ φρόνιμον, τὸν δὲ πολίτην οὐκ
·
ἀναγκαῖον εἶναι φρόνιμον. καὶ τὴν παιδείαν δ’ εὐθὺς ἑ‐
·
τέραν εἶναι λέγουσί τινες ἄρχοντος, ὥσπερ καὶ φαίνονται
·
οἱ τῶν βασιλέων υἱεῖς ἱππικὴν καὶ πολεμικὴν παιδευόμενοι,
·
καὶ Εὐριπίδης φησὶ “μή μοι τὰ κόμψ’ ... ἀλλ’ ὧν πόλει
20
δεῖ”, ὡς οὖσάν τινα ἄρχοντος παιδείαν. εἰ δὲ ἡ αὐτὴ ἀρετὴ
·
ἄρχοντός τε ἀγαθοῦ καὶ ἀνδρὸς ἀγαθοῦ, πολίτης δ’ ἐστὶ καὶ
·
ὁ ἀρχόμενος, οὐχ ἡ αὐτὴ ἁπλῶς ἂν εἴη πολίτου καὶ ἀνδρός,
·
τινὸς μέντοι πολίτου· οὐ γὰρ ἡ αὐτὴ ἄρχοντος καὶ πολίτου,
·
καὶ διὰ τοῦτ’ ἴσως Ἰάσων ἔφη πεινῆν ὅτε μὴ τυραννοῖ, ὡς
25
οὐκ ἐπιστάμενος ἰδιώτης εἶναι.
25
ἀλλὰ μὴν ἐπαινεῖταί γε τὸ
·
δύνασθαι ἄρχειν καὶ ἄρχεσθαι, καὶ πολίτου 〈δοκεῖ〉 δοκίμου ἡ
·
ἀρετὴ εἶναι τὸ δύνασθαι καὶ ἄρχειν καὶ ἄρχεσθαι καλῶς. εἰ οὖν
·
τὴν μὲν τοῦ ἀγαθοῦ ἀνδρὸς τίθεμεν ἀρχικήν, τὴν δὲ τοῦ πο‐
·
λίτου ἄμφω, οὐκ ἂν εἴη ἄμφω ἐπαινετὰ ὁμοίως. ἐπεὶ οὖν
30
ποτε δοκεῖ ἕτερα, καὶ οὐ ταὐτὰ δεῖν τὸν ἄρχοντα μαν‐
·
θάνειν καὶ τὸν ἀρχόμενον, τὸν δὲ πολίτην ἀμφότερ’ ἐπ‐
·
ίστασθαι καὶ μετέχειν ἀμφοῖν, τοὐντεῦθεν ἂν κατίδοι τις.
·
ἔστι γὰρ ἀρχὴ δεσποτική· ταύτην δὲ τὴν περὶ τὰ ἀναγκαῖα
·
λέγομεν, ἃ ποιεῖν ἐπίστασθαι τὸν ἄρχοντα οὐκ ἀναγκαῖον,
35
ἀλλὰ χρῆσθαι μᾶλλον· θάτερον δὲ καὶ ἀνδραποδῶδες.
·
λέγω δὲ θάτερον τὸ δύνασθαι καὶ ὑπηρετεῖν τὰς διακονι‐
·
κὰς πράξεις. δούλου δ’ εἴδη πλείω λέγομεν· αἱ γὰρ ἐργα‐
·
σίαι πλείους. ὧν ἓν μέρος κατέχουσιν οἱ χερνῆτες· οὗτοι δ’
·
εἰσίν, ὥσπερ σημαίνει καὶ τοὔνομ’ αὐτό, οἱ ζῶντες ἀπὸ
0086 035 Pol1277b
·
τῶν χειρῶν, ἐν οἷς ὁ βάναυσος τεχνίτης ἐστίν. διὸ παρ’
·
ἐνίοις οὐ μετεῖχον οἱ δημιουργοὶ τὸ παλαιὸν ἀρχῶν, πρὶν
·
δῆμον γενέσθαι τὸν ἔσχατον. τὰ μὲν οὖν ἔργα τῶν ἀρχο‐
·
μένων οὕτως οὐ δεῖ τὸν ἀγαθὸν [οὐδὲ τὸν] πολιτικὸν οὐδὲ τὸν
5
πολίτην τὸν ἀγαθὸν μανθάνειν, εἰ μή ποτε χρείας χάριν
·
αὐτῷ πρὸς αὑτόν· οὐ γὰρ ἔτι συμβαίνει γίνεσθαι τὸν μὲν
·
δεσπότην τὸν δὲ δοῦλον.
·
ἀλλ’ ἔστι τις ἀρχὴ καθ’ ἣν ἄρχει
·
τῶν ὁμοίων τῷ γένει καὶ τῶν ἐλευθέρων. ταύτην γὰρ λέ‐
·
γομεν εἶναι τὴν πολιτικὴν ἀρχήν, ἣν δεῖ τὸν ἄρχοντα ἀρ‐
10
χόμενον μαθεῖν, οἷον ἱππαρχεῖν ἱππαρχηθέντα, στρατηγεῖν
·
στρατηγηθέντα καὶ ταξιαρχήσαντα καὶ λοχαγήσαντα. διὸ
·
λέγεται καὶ τοῦτο καλῶς, ὡς οὐκ ἔστιν εὖ ἄρξαι μὴ
·
ἀρχθέντα. τούτων δὲ ἀρετὴ μὲν ἑτέρα, δεῖ δὲ τὸν πολίτην
·
τὸν ἀγαθὸν ἐπίστασθαι καὶ δύνασθαι καὶ ἄρχεσθαι καὶ
15
ἄρχειν, καὶ αὕτη ἀρετὴ πολίτου, τὸ τὴν τῶν ἐλευθέρων
·
ἀρχὴν ἐπίστασθαι ἐπ’ ἀμφότερα. καὶ ἀνδρὸς δὴ ἀγαθοῦ
·
ἄμφω, καὶ εἰ ἕτερον εἶδος σωφροσύνης καὶ δικαιοσύνης
·
ἀρχικῆς. καὶ γὰρ ἀρχομένου μὲν ἐλευθέρου δὲ δῆλον ὅτι οὐ
·
μία ἂν εἴη τοῦ ἀγαθοῦ ἀρετή, οἷον δικαιοσύνη, ἀλλ’ εἴδη
20
ἔχουσα καθ’ ἃ ἄρξει καὶ ἄρξεται, ὥσπερ ἀνδρὸς καὶ γυ‐
·
ναικὸς ἑτέρα σωφροσύνη καὶ ἀνδρεία (δόξαι γὰρ ἂν εἶναι
·
δειλὸς ἀνήρ, εἰ οὕτως ἀνδρεῖος εἴη ὥσπερ γυνὴ ἀνδρεία, καὶ
·
γυνὴ λάλος, εἰ οὕτω κοσμία εἴη ὥσπερ ὁ ἀνὴρ ὁ ἀγαθός·
·
ἐπεὶ καὶ οἰκονομία ἑτέρα ἀνδρὸς καὶ γυναικός· τοῦ μὲν
25
γὰρ κτᾶσθαι τῆς δὲ φυλάττειν ἔργον ἐστίν). ἡ δὲ φρόνησις
·
ἄρχοντος ἴδιος ἀρετὴ μόνη. τὰς γὰρ ἄλλας ἔοικεν ἀναγ‐
·
καῖον εἶναι κοινὰς καὶ τῶν ἀρχομένων καὶ τῶν ἀρχόντων,
·
ἀρχομένου δέ γε οὐκ ἔστιν ἀρετὴ φρόνησις, ἀλλὰ δόξα
·
ἀληθής· ὥσπερ αὐλοποιὸς γὰρ ὁ ἀρχόμενος, ὁ δ’ ἄρχων
30
αὐλητὴς ὁ χρώμενος. πότερον μὲν οὖν ἡ αὐτὴ ἀρετὴ ἀν‐
·
δρὸς ἀγαθοῦ καὶ πολίτου σπουδαίου ἢ ἑτέρα, καὶ πῶς ἡ αὐτὴ
·
καὶ πῶς ἑτέρα, φανερὸν ἐκ τούτων.
·
Περὶ δὲ τὸν πολίτην ἔτι λείπεταί τις τῶν ἀποριῶν.
·
ὡς ἀληθῶς γὰρ πότερον πολίτης ἐστὶν ᾧ κοινωνεῖν ἔξεστιν
35
ἀρχῆς, ἢ καὶ τοὺς βαναύσους πολίτας θετέον; εἰ μὲν οὖν
·
καὶ τούτους θετέον οἷς μὴ μέτεστιν ἀρχῶν, οὐχ οἷόν τε παν‐
·
τὸς εἶναι πολίτου τὴν τοιαύτην ἀρετήν (οὗτος γὰρ πολίτης)·
·
εἰ δὲ μηδεὶς τῶν τοιούτων πολίτης, ἐν τίνι μέρει θετέος ἕκα‐
·
στος; οὐδὲ γὰρ μέτοικος οὐδὲ ξένος. ἢ διά γε τοῦτον τὸν λό‐
0086 035 Pol1278a
·
γον οὐδὲν φήσομεν συμβαίνειν ἄτοπον; οὐδὲ γὰρ οἱ δοῦλοι
·
τῶν εἰρημένων οὐδέν, οὐδ’ οἱ ἀπελεύθεροι. τοῦτο γὰρ ἀληθές,
·
ὡς οὐ πάντας θετέον πολίτας ὧν ἄνευ οὐκ ἂν εἴη πόλις,
·
ἐπεὶ οὐδ’ οἱ παῖδες ὡσαύτως πολῖται καὶ οἱ ἄνδρες, ἀλλ’
5
οἱ μὲν ἁπλῶς οἱ δ’ ἐξ ὑποθέσεως· πολῖται μὲν γάρ εἰσιν,
·
ἀλλ’ ἀτελεῖς. ἐν μὲν οὖν τοῖς ἀρχαίοις χρόνοις παρ’ ἐνίοις
·
ἦν δοῦλον τὸ βάναυσον ἢ ξενικόν, διόπερ οἱ πολλοὶ τοιοῦτοι
·
καὶ νῦν· ἡ δὲ βελτίστη πόλις οὐ ποιήσει βάναυσον πολίτην.
·
εἰ δὲ καὶ οὗτος πολίτης, ἀλλὰ πολίτου ἀρετὴν ἣν εἴπομεν
10
λεκτέον οὐ παντός, οὐδ’ ἐλευθέρου μόνον, ἀλλ’ ὅσοι τῶν ἔργων
·
εἰσὶν ἀφειμένοι τῶν ἀναγκαίων. τῶν δ’ ἀναγκαίων οἱ μὲν
·
ἑνὶ λειτουργοῦντες τὰ τοιαῦτα δοῦλοι, οἱ δὲ κοινοὶ βάναυσοι
·
καὶ θῆτες. φανερὸν δ’ ἐντεῦθεν μικρὸν ἐπισκεψαμένοις
·
πῶς ἔχει περὶ αὐτῶν· αὐτὸ γὰρ [φανὲν] τὸ λεχθὲν ποιεῖ
15
δῆλον. ἐπεὶ γὰρ πλείους εἰσὶν αἱ πολιτεῖαι, καὶ εἴδη πολί‐
·
του ἀναγκαῖον εἶναι πλείω, καὶ μάλιστα τοῦ ἀρχομένου
·
πολίτου, ὥστ’ ἐν μὲν τινὶ πολιτείᾳ τὸν βάναυσον ἀναγκαῖον
·
εἶναι καὶ τὸν θῆτα πολίτας, ἐν τισὶ δ’ ἀδύνατον, οἷον εἴ
·
τίς ἐστιν ἣν καλοῦσιν ἀριστοκρατικὴν καὶ ἐν ᾗ κατ’ ἀρετὴν
20
αἱ τιμαὶ δίδονται καὶ κατ’ ἀξίαν· οὐ γὰρ οἷόν τ’ ἐπιτηδεῦ‐
·
σαι τὰ τῆς ἀρετῆς ζῶντα βίον βάναυσον ἢ θητικόν. ἐν δὲ
·
ταῖς ὀλιγαρχίαις θῆτα μὲν οὐκ ἐνδέχεται εἶναι πολίτην
·
(ἀπὸ τιμημάτων γὰρ μακρῶν αἱ μεθέξεις τῶν ἀρχῶν),
·
βάναυσον δὲ ἐνδέχεται· πλουτοῦσι γὰρ καὶ οἱ πολλοὶ τῶν
25
τεχνιτῶν. ἐν Θήβαις δὲ νόμος ἦν τὸν δέκα ἐτῶν μὴ ἀπ‐
·
εσχημένον τῆς ἀγορᾶς μὴ μετέχειν ἀρχῆς. ἐν πολλαῖς δὲ
·
πολιτείαις προσεφέλκει τινὰς καὶ τῶν ξένων ὁ νόμος· ὁ γὰρ
·
ἐκ πολίτιδος ἔν τισι δημοκρατίαις πολίτης ἐστίν, τὸν αὐτὸν
·
δὲ τρόπον ἔχει καὶ τὰ περὶ τοὺς νόθους παρὰ πολλοῖς. οὐ
30
μὴν ἀλλ’ ἐπεὶ δι’ ἔνδειαν τῶν γνησίων πολιτῶν ποιοῦνται
·
πολίτας τοὺς τοιούτους (διὰ γὰρ ὀλιγανθρωπίαν οὕτω χρῶνται
·
τοῖς νόμοις), εὐποροῦντες δὴ ὄχλου κατὰ μικρὸν παραιροῦν‐
·
ται τοὺς ἐκ δούλου πρῶτον ἢ δούλης, εἶτα τοὺς ἀπὸ γυναικῶν,
·
τέλος δὲ μόνον τοὺς ἐξ ἀμφοῖν ἀστῶν πολίτας ποιοῦσιν.
·
ὅτι
35
μὲν οὖν εἴδη πλείω πολίτου, φανερὸν ἐκ τούτων, καὶ ὅτι λέ‐
·
γεται μάλιστα πολίτης ὁ μετέχων τῶν τιμῶν, ὥσπερ καὶ
·
Ὅμηρος ἐποίησεν “ὡς εἴ τιν’ ἀτίμητον μετανάστην”· ὥσπερ
·
μέτοικος γάρ ἐστιν ὁ τῶν τιμῶν μὴ μετέχων. ἀλλ’ ὅπου
·
τὸ τοιοῦτον ἐπικεκρυμμένον ἐστίν, ἀπάτης χάριν τῶν συν‐
40
οικούντων ἐστίν. πότερον μὲν οὖν ἑτέραν ἢ τὴν αὐτὴν θετέον,
0086 035 Pol1278b
·
καθ’ ἣν ἀνὴρ ἀγαθός ἐστι καὶ πολίτης σπουδαῖος, δῆλον ἐκ
·
τῶν εἰρημένων, ὅτι τινὸς μὲν πόλεως ὁ αὐτὸς τινὸς δ’ ἕ‐
·
τερος, κἀκεῖνος οὐ πᾶς ἀλλ’ ὁ πολιτικὸς καὶ κύριος ἢ δυνά‐
·
μενος εἶναι κύριος, ἢ καθ’ αὑτὸν ἢ μετ’ ἄλλων, τῆς τῶν
5
κοινῶν ἐπιμελείας.
·
Ἐπεὶ δὲ ταῦτα διώρισται, τὸ μετὰ ταῦτα σκεπτέον,
·
πότερον μίαν θετέον πολιτείαν ἢ πλείους, κἂν εἰ πλείους, τί‐
·
νες καὶ πόσαι, καὶ διαφοραὶ τίνες αὐτῶν εἰσιν. ἔστι δὲ πολι‐
·
τεία πόλεως τάξις τῶν τε ἄλλων ἀρχῶν καὶ μάλιστα
10
τῆς κυρίας πάντων. κύριον μὲν γὰρ πανταχοῦ τὸ πολί‐
·
τευμα τῆς πόλεως, πολίτευμα δ’ ἐστὶν ἡ πολιτεία. λέγω
·
δ’ οἷον ἐν μὲν ταῖς δημοκρατίαις κύριος ὁ δῆμος, οἱ δ’
·
ὀλίγοι τοὐναντίον ἐν ταῖς ὀλιγαρχίαις, φαμὲν δὲ καὶ πολι‐
·
τείαν ἑτέραν εἶναι τούτων. τὸν αὐτὸν δὲ τοῦτον ἐροῦμεν λό‐
15
γον καὶ περὶ τῶν ἄλλων. ὑποθετέον δὴ πρῶτον τίνος χάριν
·
συνέστηκε πόλις, καὶ τῆς ἀρχῆς εἴδη πόσα τῆς περὶ ἄν‐
·
θρωπον καὶ τὴν κοινωνίαν τῆς ζωῆς. εἴρηται δὴ κατὰ
·
τοὺς πρώτους λόγους, ἐν οἷς περὶ οἰκονομίας διωρίσθη καὶ δεσπο‐
·
τείας, καὶ ὅτι φύσει μέν ἐστιν ἄνθρωπος ζῷον πολιτικόν.
20
διὸ καὶ μηδὲν δεόμενοι τῆς παρὰ ἀλλήλων βοηθείας οὐκ
·
ἔλαττον ὀρέγονται τοῦ συζῆν· οὐ μὴν ἀλλὰ καὶ τὸ κοινῇ
·
συμφέρον συνάγει, καθ’ ὅσον ἐπιβάλλει μέρος ἑκάστῳ τοῦ
·
ζῆν καλῶς. μάλιστα μὲν οὖν τοῦτ’ ἐστὶ τέλος, καὶ κοινῇ πᾶσι
·
καὶ χωρίς· συνέρχονται δὲ καὶ τοῦ ζῆν ἕνεκεν αὐτοῦ καὶ
25
συνέχουσι τὴν πολιτικὴν κοινωνίαν. ἴσως γὰρ ἔνεστί τι τοῦ κα‐
·
λοῦ μόριον καὶ κατὰ τὸ ζῆν αὐτὸ μόνον, ἂν μὴ τοῖς χα‐
·
λεποῖς κατὰ τὸν βίον ὑπερβάλῃ λίαν. δῆλον δ’ ὡς καρ‐
·
τεροῦσι πολλὴν κακοπάθειαν οἱ πολλοὶ τῶν ἀνθρώπων γλι‐
·
χόμενοι τοῦ ζῆν, ὡς ἐνούσης τινὸς εὐημερίας ἐν αὐτῷ καὶ
30
γλυκύτητος φυσικῆς.
30
ἀλλὰ μὴν καὶ τῆς ἀρχῆς γε τοὺς λεγο‐
·
μένους τρόπους ῥᾴδιον διελεῖν· καὶ γὰρ ἐν τοῖς ἐξωτερικοῖς
·
λόγοις διοριζόμεθα περὶ αὐτῶν πολλάκις. ἡ μὲν γὰρ δε‐
·
σποτεία, καίπερ ὄντος κατ’ ἀλήθειαν τῷ τε φύσει δούλῳ
·
καὶ τῷ φύσει δεσπότῃ ταὐτοῦ συμφέροντος, ὅμως ἄρχει
35
πρὸς τὸ τοῦ δεσπότου συμφέρον οὐδὲν ἧττον, πρὸς δὲ τὸ τοῦ
·
δούλου κατὰ συμβεβηκός (οὐ γὰρ ἐνδέχεται φθειρομένου τοῦ
·
δούλου σῴζεσθαι τὴν δεσποτείαν)· ἡ δὲ τέκνων ἀρχὴ καὶ
·
γυναικὸς καὶ τῆς οἰκίας πάσης, ἣν δὴ καλοῦμεν οἰκονομικήν,
·
ἤτοι τῶν ἀρχομένων χάριν ἐστὶν ἢ κοινοῦ τινὸς ἀμφοῖν, καθ’
40
αὑτὸ μὲν τῶν ἀρχομένων, ὥσπερ ὁρῶμεν καὶ τὰς ἄλλας
0086 035 Pol1279a
·
τέχνας, οἷον ἰατρικὴν καὶ γυμναστικήν, κατὰ συμβεβηκὸς
·
δὲ κἂν αὐτῶν εἶεν. οὐδὲν γὰρ κωλύει τὸν παιδοτρίβην ἕνα
·
τῶν γυμναζομένων ἐνίοτ’ εἶναι καὶ αὐτόν, ὥσπερ ὁ κυβερ‐
·
νήτης εἷς ἐστιν ἀεὶ τῶν πλωτήρων· ὁ μὲν οὖν παιδοτρίβης
5
ἢ κυβερνήτης σκοπεῖ τὸ τῶν ἀρχομένων ἀγαθόν, ὅταν δὲ
·
τούτων εἷς γένηται καὶ αὐτός, κατὰ συμβεβηκὸς μετέχει
·
τῆς ὠφελείας. ὁ μὲν γὰρ πλωτήρ, ὁ δὲ τῶν γυμναζομέ‐
·
νων εἷς γίνεται, παιδοτρίβης ὤν. διὸ καὶ τὰς πολιτικὰς
·
ἀρχάς, ὅταν ᾖ κατ’ ἰσότητα τῶν πολιτῶν συνεστηκυῖα καὶ
10
καθ’ ὁμοιότητα, κατὰ μέρος ἀξιοῦσιν ἄρχειν, πρότερον μέν,
·
ᾗ πέφυκεν, ἀξιοῦντες ἐν μέρει λειτουργεῖν, καὶ σκοπεῖν τινα
·
πάλιν τὸ αὑτοῦ ἀγαθόν, ὥσπερ πρότερον αὐτὸς ἄρχων ἐσκό‐
·
πει τὸ ἐκείνου συμφέρον· νῦν δὲ διὰ τὰς ὠφελείας τὰς
·
ἀπὸ τῶν κοινῶν καὶ τὰς ἐκ τῆς ἀρχῆς βούλονται συνεχῶς
15
ἄρχειν, οἷον εἰ συνέβαινεν ὑγιαίνειν ἀεὶ τοῖς ἄρχουσι νοσακε‐
·
ροῖς οὖσιν. καὶ γὰρ ἂν οὕτως ἴσως ἐδίωκον τὰς ἀρχάς.
·
φανερὸν τοίνυν ὡς ὅσαι μὲν πολιτεῖαι τὸ κοινῇ συμφέρον
·
σκοποῦσιν, αὗται μὲν ὀρθαὶ τυγχάνουσιν οὖσαι κατὰ τὸ
·
ἁπλῶς δίκαιον, ὅσαι δὲ τὸ σφέτερον μόνον τῶν ἀρχόντων,
20
ἡμαρτημέναι πᾶσαι καὶ παρεκβάσεις τῶν ὀρθῶν πολιτειῶν·
·
δεσποτικαὶ γάρ, ἡ δὲ πόλις κοινωνία τῶν ἐλευθέρων ἐστίν.
·
Διωρισμένων δὲ τούτων ἐχόμενόν ἐστι τὰς πολιτείας
·
ἐπισκέψασθαι, πόσαι τὸν ἀριθμὸν καὶ τίνες εἰσί, καὶ πρῶ‐
·
τον τὰς ὀρθὰς αὐτῶν· καὶ γὰρ αἱ παρεκβάσεις ἔσονται
25
φανεραὶ τούτων διορισθεισῶν. ἐπεὶ δὲ πολιτεία μὲν καὶ
·
πολίτευμα σημαίνει ταὐτόν, πολίτευμα δ’ ἐστὶ τὸ κύριον τῶν
·
πόλεων, ἀνάγκη δ’ εἶναι κύριον ἢ ἕνα ἢ ὀλίγους ἢ τοὺς πολ‐
·
λούς, ὅταν μὲν ὁ εἷς ἢ οἱ ὀλίγοι ἢ οἱ πολλοὶ πρὸς τὸ κοι‐
·
νὸν συμφέρον ἄρχωσι, ταύτας μὲν ὀρθὰς ἀναγκαῖον εἶναι
30
τὰς πολιτείας, τὰς δὲ πρὸς τὸ ἴδιον ἢ τοῦ ἑνὸς ἢ τῶν ὀλί‐
·
γων ἢ τοῦ πλήθους παρεκβάσεις. ἢ γὰρ οὐ πολίτας φατέον
·
εἶναι τοὺς 〈μὴ〉 μετέχοντας, ἢ δεῖ κοινωνεῖν τοῦ συμφέροντος. κα‐
·
λεῖν δ’ εἰώθαμεν τῶν μὲν μοναρχιῶν τὴν πρὸς τὸ κοινὸν
·
ἀποβλέπουσαν συμφέρον βασιλείαν, τὴν δὲ τῶν ὀλίγων μὲν
35
πλειόνων δ’ ἑνὸς ἀριστοκρατίαν (ἢ διὰ τὸ τοὺς ἀρίστους ἄρχειν,
·
ἢ διὰ τὸ πρὸς τὸ ἄριστον τῇ πόλει καὶ τοῖς κοινωνοῦσιν
·
αὐτῆς), ὅταν δὲ τὸ πλῆθος πρὸς τὸ κοινὸν πολιτεύηται συμ‐
·
φέρον, καλεῖται τὸ κοινὸν ὄνομα πασῶν τῶν πολιτειῶν,
·
πολιτεία. (συμβαίνει δ’ εὐλόγως· ἕνα μὲν γὰρ διαφέρειν
40
κατ’ ἀρετὴν ἢ ὀλίγους ἐνδέχεται, πλείους δ’ ἤδη χαλεπὸν
0086 035 Pol1279b
·
ἠκριβῶσθαι πρὸς πᾶσαν ἀρετήν, ἀλλὰ μάλιστα τὴν πολε‐
·
μικήν· αὕτη γὰρ ἐν πλήθει γίγνεται· διόπερ κατὰ ταύτην
·
τὴν πολιτείαν κυριώτατον τὸ προπολεμοῦν καὶ μετέχουσιν
·
αὐτῆς οἱ κεκτημένοι τὰ ὅπλα.) παρεκβάσεις δὲ τῶν εἰρη‐
5
μένων τυραννὶς μὲν βασιλείας, ὀλιγαρχία δὲ ἀριστοκρατίας,
·
δημοκρατία δὲ πολιτείας. ἡ μὲν γὰρ τυραννίς ἐστι μοναρ‐
·
χία πρὸς τὸ συμφέρον τὸ τοῦ μοναρχοῦντος, ἡ δ’ ὀλιγαρ‐
·
χία πρὸς τὸ τῶν εὐπόρων, ἡ δὲ δημοκρατία πρὸς τὸ συμ‐
·
φέρον τὸ τῶν ἀπόρων· πρὸς δὲ τὸ τῷ κοινῷ λυσιτελοῦν
10
οὐδεμία αὐτῶν.
·
Δεῖ δὲ μικρῷ διὰ μακροτέρων εἰπεῖν τίς ἑκάστη τούτων
·
τῶν πολιτειῶν ἐστιν· καὶ γὰρ ἔχει τινὰς ἀπορίας, τῷ δὲ
·
περὶ ἑκάστην μέθοδον φιλοσοφοῦντι καὶ μὴ μόνον ἀποβλέ‐
·
ποντι πρὸς τὸ πράττειν οἰκεῖόν ἐστι τὸ μὴ παρορᾶν μηδέ
15
τι καταλείπειν, ἀλλὰ δηλοῦν τὴν περὶ ἕκαστον ἀλήθειαν.
·
ἔστι δὲ τυραννὶς μὲν μοναρχία, καθάπερ εἴρηται, δεσπο‐
·
τικὴ τῆς πολιτικῆς κοινωνίας, ὀλιγαρχία δ’ ὅταν ὦσι κύ‐
·
ριοι τῆς πολιτείας οἱ τὰς οὐσίας ἔχοντες, δημοκρατία δὲ
·
τοὐναντίον ὅταν οἱ μὴ κεκτημένοι πλῆθος οὐσίας ἀλλ’ ἄποροι.
20
πρώτη δ’ ἀπορία πρὸς τὸν διορισμόν ἐστιν. εἰ γὰρ εἶεν οἱ
·
πλείους, ὄντες εὔποροι, κύριοι τῆς πόλεως, δημοκρατία δ’ ἐστὶν
·
ὅταν ᾖ κύριον τὸ πλῆθος—ὁμοίως δὲ πάλιν κἂν εἴ που συμ‐
·
βαίνει τοὺς ἀπόρους ἐλάττους μὲν εἶναι τῶν εὐπόρων, κρείττους
·
δ’ ὄντας κυρίους εἶναι τῆς πολιτείας, ὅπου δ’ ὀλίγον κύριον
25
πλῆθος, ὀλιγαρχίαν εἶναί φασιν—οὐκ ἂν καλῶς δόξειεν
·
διωρίσθαι περὶ τῶν πολιτειῶν
·
ἀλλὰ μὴν κἄν τις συνθεὶς
·
τῇ μὲν εὐπορίᾳ τὴν ὀλιγότητα τῇ δ’ ἀπορίᾳ τὸ πλῆθος
·
οὕτω προσαγορεύῃ τὰς πολιτείας, ὀλιγαρχίαν μὲν ἐν ᾗ τὰς
·
ἀρχὰς ἔχουσιν οἱ εὔποροι, ὀλίγοι τὸ πλῆθος ὄντες, δημο‐
30
κρατίαν δὲ ἐν ᾗ οἱ ἄποροι, πολλοὶ τὸ πλῆθος ὄντες, ἄλλην
·
ἀπορίαν ἔχει. τίνας γὰρ ἐροῦμεν τὰς ἄρτι λεχθείσας πολι‐
·
τείας, τὴν ἐν ᾗ πλείους 〈οἱ〉 εὔποροι καὶ ἐν ᾗ ἐλάττους οἱ
·
ἄποροι, κύριοι δ’ ἑκάτεροι τῶν πολιτειῶν, εἴπερ μηδεμία
·
ἄλλη πολιτεία παρὰ τὰς εἰρημένας ἔστιν; ἔοικε τοίνυν ὁ
35
λόγος ποιεῖν δῆλον ὅτι τὸ μὲν ὀλίγους ἢ πολλοὺς εἶναι κυ‐
·
ρίους συμβεβηκός ἐστιν, τὸ μὲν ταῖς ὀλιγαρχίαις τὸ δὲ ταῖς
·
δημοκρατίαις, διὰ τὸ τοὺς μὲν εὐπόρους ὀλίγους, πολλοὺς δ’
·
εἶναι τοὺς ἀπόρους πανταχοῦ (διὸ καὶ οὐ συμβαίνει τὰς ῥη‐
·
θείσας αἰτίας 〈αἰτίας〉 γίνεσθαι διαφορᾶς), ᾧ δὲ διαφέρουσιν ἥ τε
40
δημοκρατία καὶ ἡ ὀλιγαρχία ἀλλήλων πενία καὶ πλοῦτός
0086 035 Pol1280a
·
ἐστιν, καὶ ἀναγκαῖον μέν, ὅπου ἂν ἄρχωσι διὰ πλοῦτον, ἄν
·
τ’ ἐλάττους ἄν τε πλείους, εἶναι ταύτην ὀλιγαρχίαν, ὅπου δ’
·
οἱ ἄποροι, δημοκρατίαν, ἀλλὰ συμβαίνει, καθάπερ εἴπο‐
·
μεν, τοὺς μὲν ὀλίγους εἶναι τοὺς δὲ πολλούς. εὐποροῦσι
5
μὲν γὰρ ὀλίγοι, τῆς δὲ ἐλευθερίας μετέχουσι πάντες· δι’ ἃς
·
αἰτίας ἀμφισβητοῦσιν ἀμφότεροι τῆς πολιτείας.
·
Ληπτέον δὲ πρῶτον τίνας ὅρους λέγουσι τῆς ὀλιγαρχίας
·
καὶ δημοκρατίας, καὶ τί τὸ δίκαιον τό τε ὀλιγαρχικὸν
·
καὶ δημοκρατικόν. πάντες γὰρ ἅπτονται δικαίου τινός, ἀλλὰ
10
μέχρι τινὸς προέρχονται, καὶ λέγουσιν οὐ πᾶν τὸ κυρίως
·
δίκαιον. οἷον δοκεῖ ἴσον τὸ δίκαιον εἶναι, καὶ ἔστιν, ἀλλ’
·
οὐ πᾶσιν ἀλλὰ τοῖς ἴσοις· καὶ τὸ ἄνισον δοκεῖ δίκαιον
·
εἶναι, καὶ γὰρ ἔστιν, ἀλλ’ οὐ πᾶσιν ἀλλὰ τοῖς ἀνίσοις· οἱ
·
δὲ τοῦτ’ ἀφαιροῦσι, τὸ οἷς, καὶ κρίνουσι κακῶς. τὸ δ’ αἴτιον
15
ὅτι περὶ αὑτῶν ἡ κρίσις· σχεδὸν δ’ οἱ πλεῖστοι φαῦλοι κρι‐
·
ταὶ περὶ τῶν οἰκείων. ὥστ’ ἐπεὶ τὸ δίκαιον τισίν, καὶ διῄρη‐
·
ται τὸν αὐτὸν τρόπον ἐπί τε τῶν πραγμάτων καὶ οἷς, καθ‐
·
άπερ εἴρηται πρότερον ἐν τοῖς Ἠθικοῖς, τὴν μὲν τοῦ πρά‐
·
γματος ἰσότητα ὁμολογοῦσι, τὴν δὲ οἷς ἀμφισβητοῦσι, μά‐
20
λιστα μὲν διὰ τὸ λεχθὲν ἄρτι, διότι κρίνουσι τὰ περὶ αὑτοὺς
·
κακῶς, ἔπειτα δὲ καὶ διὰ τὸ λέγειν μέχρι τινὸς ἑκατέρους
·
δίκαιόν τι νομίζουσι δίκαιον λέγειν ἁπλῶς. οἱ μὲν γὰρ
·
ἂν κατά τι ἄνισοι ὦσιν, οἷον χρήμασιν, ὅλως οἴονται ἄν‐
·
ισοι εἶναι, οἱ δ’ ἂν κατά τι ἴσοι, οἷον ἐλευθερίᾳ, ὅλως
25
ἴσοι.
25
τὸ δὲ κυριώτατον οὐ λέγουσιν. εἰ μὲν γὰρ τῶν κτη‐
·
μάτων χάριν ἐκοινώνησαν καὶ συνῆλθον, τοσοῦτον μετέχουσι
·
τῆς πόλεως ὅσον περ καὶ τῆς κτήσεως, ὥσθ’ ὁ τῶν ὀλιγαρ‐
·
χικῶν λόγος δόξειεν ἂν ἰσχύειν (οὐ γὰρ εἶναι δίκαιον ἴσον
·
μετέχειν τῶν ἑκατὸν μνῶν τὸν εἰσενέγκαντα μίαν μνᾶν τῷ
30
δόντι τὸ λοιπὸν πᾶν, οὔτε τῶν ἐξ ἀρχῆς οὔτε τῶν ἐπιγινο‐
·
μένων)· εἰ δὲ μήτε τοῦ ζῆν μόνον ἕνεκεν ἀλλὰ μᾶλλον τοῦ
·
εὖ ζῆν (καὶ γὰρ ἂν δούλων καὶ τῶν ἄλλων ζῴων ἦν πό‐
·
λις· νῦν δ’ οὐκ ἔστι, διὰ τὸ μὴ μετέχειν εὐδαιμονίας μηδὲ
·
τοῦ ζῆν κατὰ προαίρεσιν), μήτε συμμαχίας ἕνεκεν, ὅπως
35
ὑπὸ μηδενὸς ἀδικῶνται, μήτε διὰ τὰς ἀλλαγὰς καὶ τὴν
·
χρῆσιν τὴν πρὸς ἀλλήλους—καὶ γὰρ ἂν Τυρρηνοὶ καὶ Καρχη‐
·
δόνιοι, καὶ πάντες οἷς ἔστι σύμβολα πρὸς ἀλλήλους, ὡς
·
μιᾶς ἂν πολῖται πόλεως ἦσαν· εἰσὶ γοῦν αὐτοῖς συνθῆκαι
·
περὶ τῶν εἰσαγωγίμων καὶ σύμβολα περὶ τοῦ μὴ ἀδικεῖν
40
καὶ γραφαὶ περὶ συμμαχίας. ἀλλ’ οὔτ’ ἀρχαὶ πᾶσιν ἐπὶ
0086 035 Pol1280b
·
τούτοις κοιναὶ καθεστᾶσιν, ἀλλ’ ἕτεραι παρ’ ἑκατέροις, οὔτε τοῦ
·
ποίους τινὰς εἶναι δεῖ φροντίζουσιν ἅτεροι τοὺς ἑτέρους, οὐδ’
·
ὅπως μηδεὶς ἄδικος ἔσται τῶν ὑπὸ τὰς συνθήκας μηδὲ μο‐
·
χθηρίαν ἕξει μηδεμίαν, ἀλλὰ μόνον ὅπως μηδὲν ἀδική‐
5
σουσιν ἀλλήλους. περὶ δ’ ἀρετῆς καὶ κακίας πολιτικῆς δια‐
·
σκοποῦσιν ὅσοι φροντίζουσιν εὐνομίας. ᾗ καὶ φανερὸν ὅτι
·
δεῖ περὶ ἀρετῆς ἐπιμελὲς εἶναι τῇ γ’ ὡς ἀληθῶς ὀνομαζο‐
·
μένῃ πόλει, μὴ λόγου χάριν. γίγνεται γὰρ ἡ κοινωνία συμ‐
·
μαχία τῶν ἄλλων τόπῳ διαφέρουσα μόνον, τῶν ἄπωθεν
10
συμμαχιῶν, καὶ ὁ νόμος συνθήκη καί, καθάπερ ἔφη Λυκό‐
·
φρων ὁ σοφιστής, ἐγγυητὴς ἀλλήλοις τῶν δικαίων, ἀλλ’
·
οὐχ οἷος ποιεῖν ἀγαθοὺς καὶ δικαίους τοὺς πολίτας. ὅτι δὲ
·
τοῦτον ἔχει τὸν τρόπον, φανερόν. εἰ γάρ τις καὶ συναγάγοι
·
τοὺς τόπους εἰς ἕν, ὥστε ἅπτεσθαι τὴν Μεγαρέων πόλιν καὶ
15
Κορινθίων τοῖς τείχεσιν, ὅμως οὐ μία πόλις· οὐδ’ εἰ πρὸς
·
ἀλλήλους ἐπιγαμίας ποιήσαιντο· καίτοι τοῦτο τῶν ἰδίων ταῖς
·
πόλεσι κοινωνημάτων ἐστίν. ὁμοίως δ’ οὐδ’ εἴ τινες οἰκοῖεν
·
χωρὶς μέν, μὴ μέντοι τοσοῦτον ἄπωθεν ὥστε μὴ κοινωνεῖν,
·
ἀλλ’ εἴησαν αὐτοῖς νόμοι τοῦ μὴ σφᾶς αὐτοὺς ἀδικεῖν περὶ
20
τὰς μεταδόσεις, οἷον εἰ ὁ μὲν εἴη τέκτων ὁ δὲ γεωργὸς
·
ὁ δὲ σκυτοτόμος ὁ δ’ ἄλλο τι τοιοῦτον, καὶ τὸ πλῆθος εἶεν
·
μύριοι, μὴ μέντοι κοινωνοῖεν ἄλλου μηδενὸς ἢ τῶν τοιούτων,
·
οἷον ἀλλαγῆς καὶ συμμαχίας, οὐδ’ οὕτω πω πόλις.
·
διὰ
·
τίνα δή ποτ’ αἰτίαν; οὐ γὰρ δὴ διὰ τὸ μὴ σύνεγγυς τῆς
25
κοινωνίας. εἰ γὰρ καὶ συνέλθοιεν οὕτω κοινωνοῦντες (ἕκαστος
·
μέντοι χρῷτο τῇ ἰδίᾳ οἰκίᾳ ὥσπερ πόλει) καὶ σφίσιν αὐτοῖς
·
ὡς ἐπιμαχίας οὔσης βοηθοῦντες ἐπὶ τοὺς ἀδικοῦντας μόνον,
·
οὐδ’ οὕτως ἂν εἶναι δόξειεν πόλις τοῖς ἀκριβῶς θεωροῦσιν, εἴπερ
·
ὁμοίως ὁμιλοῖεν συνελθόντες καὶ χωρίς. φανερὸν τοίνυν ὅτι
30
ἡ πόλις οὐκ ἔστι κοινωνία τόπου, καὶ τοῦ μὴ ἀδικεῖν σφᾶς
·
αὐτοὺς καὶ τῆς μεταδόσεως χάριν· ἀλλὰ ταῦτα μὲν ἀναγ‐
·
καῖον ὑπάρχειν, εἴπερ ἔσται πόλις, οὐ μὴν οὐδ’ ὑπαρχόντων
·
τούτων ἁπάντων ἤδη πόλις, ἀλλ’ ἡ τοῦ εὖ ζῆν κοινωνία καὶ
·
ταῖς οἰκίαις καὶ τοῖς γένεσι, ζωῆς τελείας χάριν καὶ αὐτάρ‐
35
κους. οὐκ ἔσται μέντοι τοῦτο μὴ τὸν αὐτὸν καὶ ἕνα κατοικούν‐
·
των τόπον καὶ χρωμένων ἐπιγαμίαις. διὸ κηδεῖαί τ’ ἐγέ‐
·
νοντο κατὰ τὰς πόλεις καὶ φατρίαι καὶ θυσίαι καὶ δια‐
·
γωγαὶ τοῦ συζῆν. τὸ δὲ τοιοῦτον φιλίας ἔργον· ἡ γὰρ τοῦ
·
συζῆν προαίρεσις φιλία. τέλος μὲν οὖν πόλεως τὸ εὖ ζῆν,
40
ταῦτα δὲ τοῦ τέλους χάριν. πόλις δὲ ἡ γενῶν καὶ κωμῶν
0086 035 Pol1281a
·
κοινωνία ζωῆς τελείας καὶ αὐτάρκους. τοῦτο δ’ ἐστίν, ὡς
·
φαμέν, τὸ ζῆν εὐδαιμόνως καὶ καλῶς. τῶν καλῶν ἄρα
·
πράξεων χάριν θετέον εἶναι τὴν πολιτικὴν κοινωνίαν ἀλλ’
·
οὐ τοῦ συζῆν. διόπερ ὅσοι συμβάλλονται πλεῖστον εἰς τὴν
5
τοιαύτην κοινωνίαν, τούτοις τῆς πόλεως μέτεστι πλεῖον ἢ
·
τοῖς κατὰ μὲν ἐλευθερίαν καὶ γένος ἴσοις ἢ μείζοσι κατὰ
·
δὲ τὴν πολιτικὴν ἀρετὴν ἀνίσοις, ἢ τοῖς κατὰ πλοῦτον ὑπερ‐
·
έχουσι κατ’ ἀρετὴν δ’ ὑπερεχομένοις. ὅτι μὲν οὖν πάντες
·
οἱ περὶ τῶν πολιτειῶν ἀμφισβητοῦντες μέρος τι τοῦ δικαίου
10
λέγουσι, φανερὸν ἐκ τῶν εἰρημένων.
·
Ἔχει δ’ ἀπορίαν τί δεῖ τὸ κύριον εἶναι τῆς πόλεως.
·
ἢ γάρ τοι τὸ πλῆθος, ἢ τοὺς πλουσίους, ἢ τοὺς ἐπιεικεῖς, ἢ
·
τὸν βέλτιστον ἕνα πάντων, ἢ τύραννον. ἀλλὰ ταῦτα πάντα
·
ἔχειν φαίνεται δυσκολίαν. τί γάρ; ἂν οἱ πένητες διὰ τὸ
15
πλείους εἶναι διανέμωνται τὰ τῶν πλουσίων, τοῦτ’ οὐκ ἄδικόν
·
ἐστιν; “ἔδοξε γὰρ νὴ Δία τῷ κυρίῳ δικαίως.” τὴν οὖν ἀδικίαν
·
τί χρὴ λέγειν τὴν ἐσχάτην; πάλιν τε πάντων ληφθέντων,
·
οἱ πλείους τὰ τῶν ἐλαττόνων ἂν διανέμωνται, φανερὸν ὅτι
·
φθείρουσι τὴν πόλιν. ἀλλὰ μὴν οὐχ ἥ γ’ ἀρετὴ φθείρει τὸ
20
ἔχον αὐτήν, οὐδὲ τὸ δίκαιον πόλεως φθαρτικόν· ὥστε δῆλον
·
ὅτι καὶ τὸν νόμον τοῦτον οὐχ οἷόν τ’ εἶναι δίκαιον. ἔτι καὶ
·
τὰς πράξεις ὅσας ὁ τύραννος ἔπραξεν ἀναγκαῖον εἶναι πά‐
·
σας δικαίας· βιάζεται γὰρ ὢν κρείττων, ὥσπερ καὶ τὸ
·
πλῆθος τοὺς πλουσίους. ἀλλ’ ἆρα τοὺς ἐλάττους δίκαιον ἄρχειν
25
καὶ τοὺς πλουσίους; ἂν οὖν κἀκεῖνοι ταῦτα ποιῶσι καὶ διαρπά‐
·
ζωσι καὶ τὰ κτήματα ἀφαιρῶνται τοῦ πλήθους, τοῦτ’ ἐστὶ
·
δίκαιον· καὶ θάτερον ἄρα. ταῦτα μὲν τοίνυν ὅτι πάντα
·
φαῦλα καὶ οὐ δίκαια, φανερόν· ἀλλὰ τοὺς ἐπιεικεῖς ἄρ‐
·
χειν δεῖ καὶ κυρίους εἶναι πάντων; οὐκοῦν ἀνάγκη τοὺς ἄλλους
30
ἀτίμους εἶναι πάντας, μὴ τιμωμένους ταῖς πολιτικαῖς ἀρ‐
·
χαῖς· τιμὰς γὰρ λέγομεν εἶναι τὰς ἀρχάς, ἀρχόντων δ’
·
αἰεὶ τῶν αὐτῶν ἀναγκαῖον εἶναι τοὺς ἄλλους ἀτίμους. ἀλλ’
·
ἕνα τὸν σπουδαιότατον ἄρχειν βέλτιον; ἀλλ’ ἔτι τοῦτο ὀλι‐
·
γαρχικώτερον· οἱ γὰρ ἄτιμοι πλείους. ἀλλ’ ἴσως φαίη τις
35
ἂν τὸ κύριον ὅλως ἄνθρωπον εἶναι ἀλλὰ μὴ νόμον φαῦλον,
·
ἔχοντά γε τὰ συμβαίνοντα πάθη περὶ τὴν ψυχήν. ἂν οὖν
·
ᾖ νόμος μὲν ὀλιγαρχικὸς δὲ ἢ δημοκρατικός, τί διοίσει
·
περὶ τῶν ἠπορημένων; συμβήσεται γὰρ ὁμοίως τὰ λεχθέντα
·
πρότερον. Περὶ μὲν οὖν τῶν ἄλλων ἔστω τις ἕτερος λόγος·
40
ὅτι δὲ δεῖ κύριον εἶναι μᾶλλον τὸ πλῆθος ἢ τοὺς ἀρίστους
·
μὲν ὀλίγους δέ, δόξειεν ἂν λέγεσθαι καί τιν’ ἔχειν ἀπορίαν
·
τάχα δὲ κἂν ἀλήθειαν. τοὺς γὰρ πολλούς, ὧν ἕκαστός ἐστιν
0086 035 Pol1281b
·
οὐ σπουδαῖος ἀνήρ, ὅμως ἐνδέχεται συνελθόντας εἶναι βελ‐
·
τίους ἐκείνων, οὐχ ὡς ἕκαστον ἀλλ’ ὡς σύμπαντας, οἷον τὰ
·
συμφορητὰ δεῖπνα τῶν ἐκ μιᾶς δαπάνης χορηγηθέντων·
·
πολλῶν γὰρ ὄντων ἕκαστον μόριον ἔχειν ἀρετῆς καὶ φρο‐
5
νήσεως, καὶ γίνεσθαι συνελθόντων, ὥσπερ ἕνα ἄνθρωπον τὸ
·
πλῆθος, πολύποδα καὶ πολύχειρα καὶ πολλὰς ἔχοντ’
·
αἰσθήσεις, οὕτω καὶ περὶ τὰ ἤθη καὶ τὴν διάνοιαν. διὸ καὶ
·
κρίνουσιν ἄμεινον οἱ πολλοὶ καὶ τὰ τῆς μουσικῆς ἔργα καὶ
·
τὰ τῶν ποιητῶν· ἄλλοι γὰρ ἄλλο τι μόριον, πάντα δὲ
10
πάντες. ἀλλὰ τούτῳ διαφέρουσιν οἱ σπουδαῖοι τῶν ἀνδρῶν
·
ἑκάστου τῶν πολλῶν, ὥσπερ καὶ τῶν μὴ καλῶν τοὺς καλούς
·
φασι, καὶ τὰ γεγραμμένα διὰ τέχνης τῶν ἀληθινῶν, τῷ
·
συνῆχθαι τὰ διεσπαρμένα χωρὶς εἰς ἕν, ἐπεὶ κεχωρισμέ‐
·
νων γε κάλλιον ἔχειν τοῦ γεγραμμένου τουδὶ μὲν τὸν ὀφθαλ‐
15
μὸν ἑτέρου δέ τινος ἕτερον μόριον.
15
εἰ μὲν οὖν περὶ πάντα
·
δῆμον καὶ περὶ πᾶν πλῆθος ἐνδέχεται ταύτην εἶναι τὴν
·
διαφορὰν τῶν πολλῶν πρὸς τοὺς ὀλίγους σπουδαίους, ἄδηλον,
·
ἴσως δὲ νὴ Δία δῆλον ὅτι περὶ ἐνίων ἀδύνατον (ὁ γὰρ
·
αὐτὸς κἂν ἐπὶ τῶν θηρίων ἁρμόσειε λόγος· καίτοι τί δια‐
20
φέρουσιν ἔνιοι τῶν θηρίων ὡς ἔπος εἰπεῖν;)· ἀλλὰ περὶ τὶ
·
πλῆθος οὐδὲν εἶναι κωλύει τὸ λεχθὲν ἀληθές. διὸ καὶ τὴν
·
πρότερον εἰρημένην ἀπορίαν λύσειεν ἄν τις διὰ τούτων καὶ
·
τὴν ἐχομένην αὐτῆς, τίνων δεῖ κυρίους εἶναι τοὺς ἐλευθέρους
·
καὶ τὸ πλῆθος τῶν πολιτῶν. τοιοῦτοι δ’ εἰσὶν ὅσοι μήτε
25
πλούσιοι μήτε ἀξίωμα ἔχουσιν ἀρετῆς μηδὲ ἕν. τὸ μὲν γὰρ
·
μετέχειν αὐτοὺς τῶν ἀρχῶν τῶν μεγίστων οὐκ ἀσφαλές (διά
·
τε γὰρ ἀδικίαν καὶ δι’ ἀφροσύνην τὰ μὲν ἀδικεῖν ἀνάγκη τὰ
·
δ’ ἁμαρτάνειν αὐτούς)· τὸ δὲ μὴ μεταδιδόναι μηδὲ μετ‐
·
έχειν φοβερόν (ὅταν γὰρ ἄτιμοι πολλοὶ καὶ πένητες ὑπάρ‐
30
χωσι, πολεμίων ἀναγκαῖον εἶναι πλήρη τὴν πόλιν ταύτην).
·
λείπεται δὴ τοῦ βουλεύεσθαι καὶ κρίνειν μετέχειν αὐτούς.
·
διόπερ καὶ Σόλων καὶ τῶν ἄλλων τινὲς νομοθετῶν τάττου‐
·
σιν ἐπί τε τὰς ἀρχαιρεσίας καὶ τὰς εὐθύνας τῶν ἀρχόν‐
·
των, ἄρχειν δὲ κατὰ μόνας οὐκ ἐῶσιν. πάντες μὲν γὰρ
35
ἔχουσι συνελθόντες ἱκανὴν αἴσθησιν, καὶ μιγνύμενοι τοῖς
·
βελτίοσι τὰς πόλεις ὠφελοῦσιν, καθάπερ ἡ μὴ καθαρὰ τροφὴ
·
μετὰ τῆς καθαρᾶς τὴν πᾶσαν ποιεῖ χρησιμωτέραν τῆς
·
ὀλίγης· χωρὶς δ’ ἕκαστος ἀτελὴς περὶ τὸ κρίνειν ἐστίν.
·
ἔχει
·
δ’ ἡ τάξις αὕτη τῆς πολιτείας ἀπορίαν πρώτην μὲν ὅτι
40
δόξειεν ἂν τοῦ αὐτοῦ εἶναι τὸ κρῖναι τίς ὀρθῶς ἰάτρευκεν,
·
οὗπερ καὶ τὸ ἰατρεῦσαι καὶ ποιῆσαι ὑγιᾶ τὸν κάμνοντα τῆς
·
νόσου τῆς παρούσης· οὗτος δ’ ἐστὶν ὁ ἰατρός. ὁμοίως δὲ τοῦτο καὶ
0086 035 Pol1282a
·
περὶ τὰς ἄλλας ἐμπειρίας καὶ τέχνας. ὥσπερ οὖν ἰατρὸν
·
δεῖ διδόναι τὰς εὐθύνας ἐν ἰατροῖς, οὕτω καὶ τοὺς ἄλλους ἐν
·
τοῖς ὁμοίοις. ἰατρὸς δ’ ὅ τε δημιουργὰς καὶ ὁ ἀρχιτεκτονι‐
·
κὸς καὶ τρίτος ὁ πεπαιδευμένος περὶ τὴν τέχνην (εἰσὶ γάρ
5
τινες τοιοῦτοι καὶ περὶ πάσας ὡς εἰπεῖν τὰς τέχνας)· ἀπο‐
·
δίδομεν δὲ τὸ κρίνειν οὐδὲν ἧττον τοῖς πεπαιδευμένοις ἢ
·
τοῖς εἰδόσιν. ἔπειτα καὶ περὶ τὴν αἵρεσιν τὸν αὐτὸν ἂν
·
δόξειεν ἔχειν τρόπον. καὶ γὰρ τὸ ἑλέσθαι ὀρθῶς τῶν εἰδό‐
·
των ἔργον ἐστίν, οἷον γεωμέτρην τε τῶν γεωμετρικῶν καὶ
10
κυβερνήτην τῶν κυβερνητικῶν. εἰ γὰρ καὶ περὶ ἐνίων ἔργων
·
καὶ τεχνῶν μετέχουσι καὶ τῶν ἰδιωτῶν τινες, ἀλλ’ οὔ τι τῶν
·
εἰδότων γε μᾶλλον. ὥστε κατὰ μὲν τοῦτον τὸν λόγον οὐκ
·
ἂν εἴη τὸ πλῆθος ποιητέον κύριον οὔτε τῶν ἀρχαιρεσιῶν οὔτε
·
τῶν εὐθυνῶν. ἀλλ’ ἴσως οὐ πάντα ταῦτα λέγεται καλῶς
15
διά τε τὸν πάλαι λόγον, ἂν ᾖ τὸ πλῆθος μὴ λίαν ἀνδρα‐
·
ποδῶδες (ἔσται γὰρ ἕκαστος μὲν χείρων κριτὴς τῶν εἰδότων,
·
ἅπαντες δὲ συνελθόντες ἢ βελτίους ἢ οὐ χείρους), καὶ ὅτι
·
περὶ ἐνίων οὔτε μόνον ὁ ποιήσας οὔτ’ ἄριστ’ ἂν κρίνειεν, ὅσων
·
τἆργα γινώσκουσι καὶ οἱ μὴ ἔχοντες τὴν τέχνην, οἷον
20
οἰκίαν οὐ μόνον ἐστὶ γνῶναι τοῦ ποιήσαντος, ἀλλὰ καὶ βέλ‐
·
τιον ὁ χρώμενος αὐτῇ κρινεῖ (χρῆται δ’ ὁ οἰκονόμος), καὶ
·
πηδάλιον κυβερνήτης τέκτονος, καὶ θοίνην ὁ δαιτυμὼν ἀλλ’
·
οὐχ ὁ μάγειρος.
·
ταύτην μὲν οὖν τὴν ἀπορίαν τάχα δόξειέ
·
τις ἂν οὕτω λύειν ἱκανῶς· ἄλλη δ’ ἐστὶν ἐχομένη ταύτης.
25
δοκεῖ γὰρ ἄτοπον εἶναι τὸ μειζόνων εἶναι κυρίους τοὺς φαύ‐
·
λους τῶν ἐπιεικῶν, αἱ δ’ εὔθυναι καὶ αἱ τῶν ἀρχῶν αἱρέ‐
·
σεις εἰσὶ μέγιστον· ἃς ἐν ἐνίαις πολιτείαις, ὥσπερ εἴρηται,
·
τοῖς δήμοις ἀποδιδόασιν· ἡ γὰρ ἐκκλησία κυρία πάντων
·
τῶν τοιούτων ἐστίν. καίτοι τῆς μὲν ἐκκλησίας μετέχουσι καὶ
30
βουλεύουσι καὶ δικάζουσιν ἀπὸ μικρῶν τιμημάτων καὶ τῆς
·
τυχούσης ἡλικίας, ταμιεύουσι δὲ καὶ στρατηγοῦσι καὶ τὰς
·
μεγίστας ἀρχὰς ἄρχουσιν ἀπὸ μεγάλων. ὁμοίως δή τις ἂν
·
λύσειε καὶ ταύτην τὴν ἀπορίαν. ἴσως γὰρ ἔχει καὶ ταῦτ’
·
ὀρθῶς. οὐ γὰρ ὁ δικαστὴς οὐδ’ ὁ βουλευτὴς οὐδ’ ὁ ἐκκλησιαστὴς
35
ἄρχων ἐστίν, ἀλλὰ τὸ δικαστήριον καὶ ἡ βουλὴ καὶ ὁ δῆ‐
·
μος· τῶν δὲ ῥηθέντων ἕκαστος μόριόν ἐστι τούτων (λέγω δὲ
·
[μόριον] τὸν βουλευτὴν καὶ τὸν ἐκκλησιαστὴν καὶ τὸν δικαστήν)·
·
ὥστε δικαίως κύριον μειζόνων τὸ πλῆθος· ἐκ γὰρ πολλῶν
·
ὁ δῆμος καὶ ἡ βουλὴ καὶ τὸ δικαστήριον. καὶ τὸ τίμημα
40
δὲ πλεῖον τὸ πάντων τούτων ἢ τὸ τῶν καθ’ ἕνα καὶ κατ’
·
ὀλίγους μεγάλας ἀρχὰς ἀρχόντων. ταῦτα μὲν οὖν διωρίσθω
0086 035 Pol1282b
·
τοῦτον τὸν τρόπον· ἡ δὲ πρώτη λεχθεῖσα ἀπορία ποιεῖ φανε‐
·
ρὸν οὐδὲν οὕτως ἕτερον ὡς ὅτι δεῖ τοὺς νόμους εἶναι κυρίους
·
κειμένους ὀρθῶς, τὸν ἄρχοντα δέ, ἄν τε εἷς ἄν τε πλείους
·
ὦσι, περὶ τούτων εἶναι κυρίους περὶ ὅσων ἐξαδυνατοῦσιν οἱ νό‐
5
μοι λέγειν ἀκριβῶς διὰ τὸ μὴ ῥᾴδιον εἶναι καθόλου διορί‐
·
σαι περὶ πάντων. ὁποίους μέντοι τινὰς εἶναι δεῖ τοὺς ὀρθῶς
·
κειμένους νόμους, οὐδέν πω δῆλον, ἀλλ’ ἔτι μένει τὸ πάλαι
·
διαπορηθέν. ἅμα γὰρ καὶ ὁμοίως ταῖς πολιτείαις ἀνάγκη
·
καὶ τοὺς νόμους φαύλους ἢ σπουδαίους εἶναι, καὶ δικαίους ἢ ἀ‐
10
δίκους. πλὴν τοῦτό γε φανερόν, ὅτι δεῖ πρὸς τὴν πολιτείαν
·
κεῖσθαι τοὺς νόμους. ἀλλὰ μὴν εἰ τοῦτο, δῆλον ὅτι τοὺς μὲν
·
κατὰ τὰς ὀρθὰς πολιτείας ἀναγκαῖον εἶναι δικαίους τοὺς δὲ
·
κατὰ τὰς παρεκβεβηκυίας οὐ δικαίους.
·
Ἐπεὶ δ’ ἐν πάσαις μὲν ταῖς ἐπιστήμαις καὶ τέχναις
15
ἀγαθὸν τὸ τέλος, μέγιστον δὲ καὶ μάλιστα ἐν τῇ κυριω‐
·
τάτῃ πασῶν, αὕτη δ’ ἐστὶν ἡ πολιτικὴ δύναμις, ἔστι δὲ
·
πολιτικὸν ἀγαθὸν τὸ δίκαιον, τοῦτο δ’ ἐστὶ τὸ κοινῇ συμ‐
·
φέρον, δοκεῖ δὲ πᾶσιν ἴσον τι τὸ δίκαιον εἶναι, καὶ μέχρι
·
γέ τινος ὁμολογοῦσι τοῖς κατὰ φιλοσοφίαν λόγοις, ἐν οἷς
20
διώρισται περὶ τῶν ἠθικῶν (τὶ γὰρ καὶ τισὶ τὸ δίκαιον, καὶ
·
δεῖν τοῖς ἴσοις ἴσον εἶναι φασιν), ποίων δὴ ἰσότης ἐστὶ καὶ
·
ποίων ἀνισότης, δεῖ μὴ λανθάνειν. ἔχει γὰρ τοῦτ’ ἀπορίαν
·
καὶ φιλοσοφίαν πολιτικήν. ἴσως γὰρ ἂν φαίη τις κατὰ
·
παντὸς ὑπεροχὴν ἀγαθοῦ δεῖν ἀνίσως νενεμῆσθαι τὰς ἀρ‐
25
χάς, εἰ πάντα τὰ λοιπὰ μηδὲν διαφέροιεν ἀλλ’ ὅμοιοι
·
τυγχάνοιεν ὄντες· τοῖς γὰρ διαφέρουσιν ἕτερον εἶναι τὸ δί‐
·
καιον καὶ τὸ κατ’ ἀξίαν. ἀλλὰ μὴν εἰ τοῦτ’ ἀληθές, ἔσται
·
καὶ κατὰ χρῶμα καὶ κατὰ μέγεθος καὶ καθ’ ὁτιοῦν τῶν
·
ἀγαθῶν πλεονεξία τις τῶν πολιτικῶν δικαίων τοῖς ὑπερ‐
30
έχουσιν. ἢ τοῦτο ἐπιπόλαιον τὸ ψεῦδος; φανερὸν δ’ ἐπὶ τῶν
·
ἄλλων ἐπιστημῶν καὶ δυνάμεων· τῶν γὰρ ὁμοίων αὐλητῶν
·
τὴν τέχνην οὐ δοτέον πλεονεξίαν τῶν αὐλῶν τοῖς εὐγενεστέ‐
·
ροις (οὐδὲν γὰρ αὐλήσουσι βέλτιον), δεῖ δὲ τῷ κατὰ τὸ ἔρ‐
·
γον ὑπερέχοντι διδόναι καὶ τῶν ὀργάνων τὴν ὑπεροχήν. εἰ
35
δὲ μήπω δῆλον τὸ λεγόμενον, ἔτι μᾶλλον αὐτὸ προαγα‐
·
γοῦσιν ἔσται φανερόν. εἰ γὰρ εἴη τις ὑπερέχων μὲν κατὰ
·
τὴν αὐλητικήν, πολὺ δ’ ἐλλείπων κατ’ εὐγένειαν ἢ κάλ‐
·
λος, εἰ καὶ μεῖζον ἕκαστον ἐκείνων ἀγαθόν ἐστι τῆς αὐλη‐
·
τικῆς (λέγω δὲ τήν τ’ εὐγένειαν καὶ τὸ κάλλος), καὶ κατὰ
40
τὴν ἀναλογίαν ὑπερέχουσι πλέον τῆς αὐλητικῆς ἢ ἐκεῖνος
·
κατὰ τὴν αὐλητικήν, ὅμως τούτῳ δοτέον τοὺς διαφέροντας
0086 035 Pol1283a
·
τῶν αὐλῶν. δεῖ γὰρ εἰς τὸ ἔργον συμβάλλεσθαι τὴν ὑπερ‐
·
οχὴν καὶ τοῦ πλούτου καὶ τῆς εὐγενείας, συμβάλλονται δ’
·
οὐδέν.
·
ἔτι κατά γε τοῦτον τὸν λόγον πᾶν ἀγαθὸν πρὸς πᾶν
·
ἂν εἴη συμβλητόν. εἰ γὰρ ἐνάμιλλον τὸ τὶ μέγεθος, καὶ
5
ὅλως ἂν τὸ μέγεθος ἐνάμιλλον εἴη καὶ πρὸς πλοῦτον καὶ
·
πρὸς ἐλευθερίαν· ὥστ’ εἰ πλεῖον ὁδὶ διαφέρει κατὰ μέγεθος
·
ἢ ὁδὶ κατ’ ἀρετήν, 〈εἰ〉 καὶ [πλεῖον] ὑπερέχει ὅλως ἀρετὴ μεγέ‐
·
θους, εἴη ἂν συμβλητὰ πάντα. τοσόνδε γὰρ [μέγεθος] εἰ
·
κρεῖττον τοσοῦδε, τοσόνδε δῆλον ὡς ἴσον. ἐπεὶ δὲ τοῦτ’ ἀδύνα‐
10
τον, δῆλον ὡς καὶ ἐπὶ τῶν πολιτικῶν εὐλόγως οὐ κατὰ
·
πᾶσαν ἀνισότητ’ ἀμφισβητοῦσι τῶν ἀρχῶν (εἰ γὰρ οἱ μὲν
·
βραδεῖς οἱ δὲ ταχεῖς, οὐδὲν διὰ τοῦτο δεῖ τοὺς μὲν πλεῖον
·
τοὺς δ’ ἔλαττον ἔχειν, ἀλλ’ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἡ τού‐
·
των διαφορὰ λαμβάνει τὴν τιμήν)· ἀλλ’ ἐξ ὧν πόλις συν‐
15
έστηκεν, ἐν τούτοις ἀναγκαῖον ποιεῖσθαι τὴν ἀμφισβήτησιν.
·
διόπερ εὐλόγως ἀντιποιοῦνται τῆς τιμῆς οἱ εὐγενεῖς καὶ ἐλεύ‐
·
θεροι καὶ πλούσιοι. δεῖ γὰρ ἐλευθέρους τ’ εἶναι καὶ τίμημα
·
φέροντας (οὐ γὰρ ἂν εἴη πόλις ἐξ ἀπόρων πάντων, ὥσπερ
·
οὐδ’ ἐκ δούλων)· ἀλλὰ μὴν εἰ δεῖ τούτων, δῆλον ὅτι καὶ
20
δικαιοσύνης καὶ τῆς πολιτικῆς ἀρετῆς. οὐδὲ γὰρ ἄνευ
·
τούτων οἰκεῖσθαι πόλιν δυνατόν· πλὴν ἄνευ μὲν τῶν προ‐
·
τέρων ἀδύνατον εἶναι πόλιν, ἄνευ δὲ τούτων οἰκεῖσθαι καλῶς.
·
Πρὸς μὲν οὖν τὸ πόλιν εἶναι δόξειεν ἂν ἢ πάντα ἢ
·
ἔνιά γε τούτων ὀρθῶς ἀμφισβητεῖν, πρὸς μέντοι ζωὴν ἀγα‐
25
θὴν ἡ παιδεία καὶ ἡ ἀρετὴ μάλιστα δικαίως ἂν ἀμφις‐
·
βητοίησαν, καθάπερ εἴρηται καὶ πρότερον. ἐπεὶ δ’ οὔτε
·
πάντων ἴσον ἔχειν δεῖ τοὺς ἴσους ἕν τι μόνον ὄντας, οὔτε
·
ἄνισον τοὺς ἀνίσους καθ’ ἕν, ἀνάγκη πάσας εἶναι τὰς
·
τοιαύτας πολιτείας περεκβάσεις. εἴρηται μὲν οὖν καὶ πρό‐
30
τερον ὅτι διαμφισβητοῦσι τρόπον τινὰ δικαίως πάντες,
·
ἁπλῶς δ’ οὐ πάντες δικαίως· οἱ πλούσιοι μὲν ὅτι πλεῖον
·
μέτεστι τῆς χώρας αὐτοῖς, ἡ δὲ χώρα κοινόν, ἔτι πρὸς τὰ
·
συμβόλαια πιστοὶ μᾶλλον ὡς ἐπὶ τὸ πλέον· οἱ δὲ ἐλεύ‐
·
θεροι καὶ εὐγενεῖς ὡς ἐγγὺς ἀλλήλων (πολῖται γὰρ μᾶλ‐
35
λον οἱ γενναιότεροι τῶν ἀγεννῶν, ἡ δ’ εὐγένεια παρ’ ἑκάστοις
·
οἴκοι τίμιος)· ἔτι διότι βελτίους εἰκὸς τοὺς ἐκ βελτιόνων,
·
εὐγένεια γάρ ἐστιν ἀρετὴ γένους· ὁμοίως δὴ φήσομεν δι‐
·
καίως καὶ τὴν ἀρετὴν ἀμφισβητεῖν, κοινωνικὴν γὰρ ἀρετὴν
·
εἶναί φαμεν τὴν δικαιοσύνην, ᾗ πάσας ἀναγκαῖον ἀκολου‐
40
θεῖν τὰς ἄλλας· ἀλλὰ μὴν καὶ οἱ πλείους πρὸς τοὺς ἐλάτ‐
·
τους, καὶ γὰρ κρείττους καὶ πλουσιώτεροι καὶ βελτίους εἰσίν,
·
ὡς λαμβανομένων τῶν πλειόνων πρὸς τοὺς ἐλάττους.
·
ἆρ’ οὖν
0086 035 Pol1283b
·
εἰ πάντες εἶεν ἐν μιᾷ πόλει, λέγω δ’ οἷον οἵ τ’ ἀγαθοὶ
·
καὶ οἱ πλούσιοι καὶ 〈οἱ〉 εὐγενεῖς, ἔτι δὲ πλῆθος ἄλλο τι πολι‐
·
τικόν, πότερον ἀμφισβήτησις ἔσται τίνας ἄρχειν δεῖ, ἢ οὐκ
·
ἔσται; καθ’ ἑκάστην μὲν οὖν πολιτείαν τῶν εἰρημένων ἀν‐
5
αμφισβήτητος ἡ κρίσις τίνας ἄρχειν δεῖ (τοῖς γὰρ κυρίοις δια‐
·
φέρουσιν ἀλλήλων, οἷον ἡ μὲν τῷ διὰ πλουσίων ἡ δὲ τῷ
·
διὰ τῶν σπουδαίων ἀνδρῶν εἶναι, καὶ τῶν ἄλλων ἑκάστη
·
τὸν αὐτὸν τρόπον)· ἀλλ’ ὅμως σκοπῶμεν, ὅταν περὶ τὸν
·
αὐτὸν ταῦθ’ ὑπάρχῃ χρόνον, πῶς διοριστέον. εἰ δὴ τὸν
10
ἀριθμὸν εἶεν ὀλίγοι πάμπαν οἱ τὴν ἀρετὴν ἔχοντες, τίνα
·
δεῖ διελεῖν τρόπον; ἢ τὸ ‘ὀλίγοι’ πρὸς τὸ ἔργον δεῖ σκο‐
·
πεῖν, εἰ δυνατοὶ διοικεῖν τὴν πόλιν ἢ τοσοῦτοι τὸ πλῆθος
·
ὥστ’ εἶναι πόλιν ἐξ αὐτῶν; ἔστι δὲ ἀπορία τις πρὸς ἅπαν‐
·
τας τοὺς διαμφισβητοῦντας περὶ τῶν πολιτικῶν τιμῶν. δό‐
15
ξαιεν γὰρ 〈ἂν〉 οὐδὲν λέγειν δίκαιον οἱ διὰ τὸν πλοῦτον ἀξι‐
·
οῦντες ἄρχειν, ὁμοίως δὲ καὶ οἱ κατὰ γένος· δῆλον γὰρ ὡς εἴ
·
τις πάλιν εἷς πλουσιώτερος ἁπάντων ἐστί, δηλονότι κατὰ
·
τὸ αὐτὸ δίκαιον τοῦτον ἄρχειν τὸν ἕνα ἁπάντων δεήσει,
·
ὁμοίως δὲ καὶ τὸν εὐγενείᾳ διαφέροντα τῶν ἀμφισβητούν‐
20
των δι’ ἐλευθερίαν. ταὐτὸ δὲ τοῦτο ἴσως συμβήσεται καὶ
·
περὶ τὰς ἀριστοκρατίας ἐπὶ τῆς ἀρετῆς· εἰ γάρ τις εἷς ἀμεί‐
·
νων ἀνὴρ εἴη τῶν ἄλλων τῶν ἐν τῷ πολιτεύματι σπουδαίων
·
ὄντων, τοῦτον εἶναι δεῖ κύριον κατὰ ταὐτὸ δίκαιον. οὐκοῦν εἰ
·
καὶ τὸ πλῆθος εἶναί γε δεῖ κύριον διότι κρείττους εἰσὶ τῶν
25
ὀλίγων, κἂν εἷς ἢ πλείους μὲν τοῦ ἑνὸς ἐλάττους δὲ τῶν
·
πολλῶν κρείττους ὦσι τῶν ἄλλων, τούτους ἂν δέοι κυρίους
·
εἶναι μᾶλλον ἢ τὸ πλῆθος. πάντα δὴ ταῦτ’ ἔοικε φανε‐
·
ρὸν ποιεῖν ὅτι τούτων τῶν ὅρων οὐδεὶς ὀρθός ἐστι, καθ’ ὃν
·
ἀξιοῦσιν αὐτοὶ μὲν ἄρχειν τοὺς δ’ ἄλλους ὑπὸ σφῶν ἄρχε‐
30
σθαι πάντας. καὶ γὰρ δὴ καὶ πρὸς τοὺς κατ’ ἀρετὴν
·
ἀξιοῦντας κυρίους εἶναι τοῦ πολιτεύματος, ὁμοίως δὲ καὶ τοὺς
·
κατὰ πλοῦτον, ἔχοιεν ἂν λέγειν τὰ πλήθη λόγον τινὰ δί‐
·
καιον· οὐδὲν γὰρ κωλύει ποτὲ τὸ πλῆθος εἶναι βέλτιον· τῶν
·
ὀλίγων καὶ πλουσιώτερον, οὐχ ὡς καθ’ ἕκαστον ἀλλ’ ὡς
35
ἀθρόους. διὸ καὶ πρὸς τὴν ἀπορίαν ἣν ζητοῦσι καὶ προβάλ‐
·
λουσί τινες ἐνδέχεται τοῦτον τὸν τρόπον ἀπαντᾶν. ἀποροῦσι
·
γάρ τινες πότερον τῷ νομοθέτῃ νομοθετητέον, βουλομένῳ
·
τίθεσθαι τοὺς ὀρθοτάτους νόμους, πρὸς τὸ τῶν βελτιόνων συμ‐
·
φέρον ἢ πρὸς τὸ τῶν πλειόνων, ὅταν συμβαίνῃ τὸ λεχθέν·
40
τὸ δ’ ὀρθὸν ληπτέον ἴσως· τὸ δ’ ἴσως ὀρθὸν πρὸς τὸ τῆς
·
πόλεως ὅλης συμφέρον καὶ πρὸς τὸ κοινὸν τὸ τῶν πολι‐
·
τῶν· πολίτης δὲ κοινῇ μὲν ὁ μετέχων τοῦ ἄρχειν καὶ ἄρ‐
0086 035 Pol1284a
·
χεσθαί ἐστι, καθ’ ἑκάστην δὲ πολιτείαν ἕτερος, πρὸς δὲ τὴν
·
ἀρίστην ὁ δυνάμενος καὶ προαιρούμενος ἄρχεσθαι καὶ ἄρχειν
·
πρὸς τὸν βίον τὸν κατ’ ἀρετήν.
·
εἰ δέ τις ἔστιν εἷς τοσοῦτον
·
διαφέρων κατ’ ἀρετῆς ὑπερβολήν, ἢ πλείους μὲν ἑνὸς μὴ
5
μέντοι δυνατοὶ πλήρωμα παρασχέσθαι πόλεως, ὥστε μὴ
·
συμβλητὴν εἶναι τὴν τῶν ἄλλων ἀρετὴν πάντων μηδὲ τὴν
·
δύναμιν αὐτῶν τὴν πολιτικὴν πρὸς τὴν ἐκείνων, εἰ πλείους,
·
εἰ δ’ εἷς, τὴν ἐκείνου μόνον, οὐκέτι θετέον τούτους μέρος πόλεως·
·
ἀδικήσονται γὰρ ἀξιούμενοι τῶν ἴσων, ἄνισοι τοσοῦτον κατ’
10
ἀρετὴν ὄντες καὶ τὴν πολιτικὴν δύναμιν· ὥσπερ γὰρ θεὸν
·
ἐν ἀνθρώποις εἰκὸς εἶναι τὸν τοιοῦτον. ὅθεν δῆλον ὅτι καὶ
·
τὴν νομοθεσίαν ἀναγκαῖον εἶναι περὶ τοὺς ἴσους καὶ τῷ γένει
·
καὶ τῇ δυνάμει, κατὰ δὲ τῶν τοιούτων οὐκ ἔστι νόμος· αὐτοὶ
·
γάρ εἰσι νόμος. καὶ γὰρ γελοῖος ἂν εἴη νομοθετεῖν τις
15
πειρώμενος κατ’ αὐτῶν. λέγοιεν γὰρ ἂν ἴσως ἅπερ Ἀντι‐
·
σθένης ἔφη τοὺς λέοντας δημηγορούντων τῶν δασυπόδων καὶ
·
τὸ ἴσον ἀξιούντων πάντας ἔχειν. διὸ καὶ τίθενται τὸν ὀστρα‐
·
κισμὸν αἱ δημοκρατούμεναι πόλεις, διὰ τὴν τοιαύτην αἰτίαν·
·
αὗται γὰρ δὴ δοκοῦσι διώκειν τὴν ἰσότητα μάλιστα πάντων,
20
ὥστε τοὺς δοκοῦντας ὑπερέχειν δυνάμει διὰ πλοῦτον ἢ πολυ‐
·
φιλίαν ἤ τινα ἄλλην πολιτικὴν ἰσχὺν ὠστράκιζον καὶ μεθ‐
·
ίστασαν ἐκ τῆς πόλεως χρόνους ὡρισμένους. μυθολογεῖται
·
δὲ καὶ τοὺς Ἀργοναύτας τὸν Ἡρακλέα καταλιπεῖν διὰ
·
τοιαύτην αἰτίαν· οὐ γὰρ ἐθέλειν αὐτὸν ἄγειν τὴν Ἀργὼ
25
μετὰ τῶν ἄλλων, ὡς ὑπερβάλλοντα πολὺ τῶν πλωτήρων.
·
διὸ καὶ τοὺς ψέγοντας τὴν τυραννίδα καὶ τὴν Περιάνδρου
·
Θρασυβούλῳ συμβουλίαν οὐχ ἁπλῶς οἰητέον ὀρθῶς ἐπιτιμᾶν
·
(φασὶ γὰρ τὸν Περίανδρον εἰπεῖν μὲν οὐδὲν πρὸς τὸν πεμ‐
·
φθέντα κήρυκα περὶ τῆς συμβουλίας, ἀφαιροῦντα δὲ τοὺς
30
ὑπερέχοντας τῶν σταχύων ὁμαλῦναι τὴν ἄρουραν· ὅθεν
·
ἀγνοοῦντος μὲν τοῦ κήρυκος τοῦ γιγνομένου τὴν αἰτίαν, ἀπαγ‐
·
γείλαντος δὲ τὸ συμπεσόν, συννοῆσαι τὸν Θρασύβουλον ὅτι
·
δεῖ τοὺς ὑπερέχοντας ἄνδρας ἀναιρεῖν). τοῦτο γὰρ οὐ μόνον
·
συμφέρει τοῖς τυράννοις, οὐδὲ μόνον οἱ τύραννοι ποιοῦσιν,
35
ἀλλ’ ὁμοίως ἔχει καὶ περὶ τὰς ὀλιγαρχίας καὶ τὰς δημο‐
·
κρατίας· ὁ γὰρ ὀστρακισμὸς τὴν αὐτὴν ἔχει δύναμιν
·
τρόπον τινὰ τῷ κολούειν τοὺς ὑπερέχοντας καὶ φυγαδεύειν.
·
τὸ δ’ αὐτὸ καὶ περὶ τὰς πόλεις καὶ τὰ ἔθνη ποιοῦσιν οἱ
·
κύριοι τῆς δυνάμεως, οἷον Ἀθηναῖοι μὲν περὶ Σαμίους καὶ
40
Χίους καὶ Λεσβίους (ἐπεὶ γὰρ θᾶττον ἐγκρατῶς ἔσχον τὴν
·
ἀρχήν, ἐταπείνωσαν αὐτοὺς παρὰ τὰς συνθήκας), ὁ δὲ Περ‐
0086 035 Pol1284b
·
σῶν βασιλεὺς Μήδους καὶ Βαβυλωνίους καὶ τῶν ἄλλων τοὺς
·
πεφρονηματισμένους διὰ τὸ γενέσθαι ποτ’ ἐπ’ ἀρχῆς ἐπ‐
·
έκοπτε πολλάκις.
·
τὸ δὲ πρόβλημα καθόλου περὶ πάσας
·
ἐστὶ τὰς πολιτείας, καὶ τὰς ὀρθάς· αἱ μὲν γὰρ παρεκ‐
5
βεβηκυῖαι πρὸς τὸ ἴδιον ἀποσκοποῦσαι τοῦτο δρῶσιν, οὐ μὴν
·
ἀλλὰ περὶ τὰς τὸ κοινὸν ἀγαθὸν ἐπισκοπούσας τὸν αὐτὸν
·
ἔχει τρόπον. δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν
·
καὶ ἐπιστημῶν· οὔτε γὰρ γραφεὺς ἐάσειεν ἂν τὸν ὑπερ‐
·
βάλλοντα πόδα τῆς συμμετρίας ἔχειν τὸ ζῷον, οὐδ’ εἰ
10
διαφέροι τὸ κάλλος, οὔτε ναυπηγὸς πρύμναν ἢ τῶν ἄλλων
·
τι μορίων τῶν τῆς νεώς, οὐδὲ δὴ χοροδιδάσκαλος τὸν μεῖ‐
·
ζον καὶ κάλλιον τοῦ παντὸς χοροῦ φθεγγόμενον ἐάσει συγ‐
·
χορεύειν. ὥστε διὰ τοῦτο μὲν οὐδὲν κωλύει τοὺς μονάρχους
·
συμφωνεῖν ταῖς πόλεσιν, εἰ τῆς οἰκείας ἀρχῆς ὠφελίμου
15
ταῖς πόλεσιν οὔσης τοῦτο δρῶσιν. διὸ κατὰ τὰς ὁμολογουμέ‐
·
νας ὑπεροχὰς ἔχει τι δίκαιον πολιτικὸν ὁ λόγος ὁ περὶ
·
τὸν ὀστρακισμόν. βέλτιον μὲν οὖν τὸν νομοθέτην ἐξ ἀρχῆς
·
οὕτω συστῆσαι τὴν πολιτείαν ὥστε μὴ δεῖσθαι τοιαύτης
·
ἰατρείας· δεύτερος δὲ πλοῦς, ἂν συμβῇ, πειρᾶσθαι τοιούτῳ
20
τινὶ διορθώματι διορθοῦν. ὅπερ οὐκ ἐγίγνετο περὶ τὰς πόλεις·
·
οὐ γὰρ ἔβλεπον πρὸς τὸ τῆς πολιτείας τῆς οἰκείας συμ‐
·
φέρον, ἀλλὰ στασιαστικῶς ἐχρῶντο τοῖς ὀστρακισμοῖς. ἐν
·
μὲν οὖν ταῖς παρεκβεβηκυίαις πολιτείαις ὅτι μὲν ἰδίᾳ συμ‐
·
φέρει καὶ δίκαιόν ἐστι, φανερόν, ἴσως δὲ καὶ ὅτι οὐχ ἁπλῶς
25
δίκαιον, καὶ τοῦτο φανερόν· ἀλλ’ ἐπὶ τῆς ἀρίστης πολιτείας
·
ἔχει πολλὴν ἀπορίαν, οὐ κατὰ τῶν ἄλλων ἀγαθῶν τὴν
·
ὑπεροχήν, οἷον ἰσχύος καὶ πλούτου καὶ πολυφιλίας, ἀλλὰ
·
ἄν τις γένηται διαφέρων κατ’ ἀρετήν, τί χρὴ ποιεῖν; οὐ
·
γὰρ δὴ φαῖεν ἂν δεῖν ἐκβάλλειν καὶ μεθιστάναι τὸν τοι‐
30
οῦτον· ἀλλὰ μὴν οὐδ’ ἄρχειν γε τοῦ τοιούτου· παραπλήσιον
·
γὰρ κἂν εἰ τοῦ Διὸς ἄρχειν ἀξιοῖεν, μερίζοντες τὰς ἀρχάς.
·
λείπεται τοίνυν, ὅπερ ἔοικε πεφυκέναι, πείθεσθαι τῷ τοιούτῳ
·
πάντας ἀσμένως, ὥστε βασιλέας εἶναι τοὺς τοιούτους ἀιδίους
·
ἐν ταῖς πόλεσιν.
35
Ἴσως δὲ καλῶς ἔχει μετὰ τοὺς εἰρημένους λόγους μετα‐
·
βῆναι καὶ σκέψασθαι περὶ βασιλείας· φαμὲν γὰρ τῶν
·
ὀρθῶν πολιτειῶν μίαν εἶναι ταύτην. σκεπτέον δὲ πότερον
·
συμφέρει τῇ μελλούσῃ καλῶς οἰκήσεσθαι καὶ πόλει καὶ
·
χώρᾳ βασιλεύεσθαι, ἢ οὔ, ἀλλ’ ἄλλη τις πολιτεία μᾶλ‐
40
λον, ἢ τισὶ μὲν συμφέρει τισὶ δ’ οὐ συμφέρει. δεῖ δὴ
·
πρῶτον διελέσθαι πότερον ἕν τι γένος ἔστιν αὐτῆς ἢ πλείους
0086 035 Pol1285a
·
ἔχει διαφοράς. ῥᾴδιον δὴ τοῦτό γε καταμαθεῖν, ὅτι πλείω
·
τε γένη περιέχει καὶ τῆς ἀρχῆς ὁ τρόπος ἐστὶν οὐχ εἷς
·
πασῶν. ἡ γὰρ ἐν τῇ Λακωνικῇ πολιτείᾳ δοκεῖ μὲν εἶναι
·
βασιλεία μάλιστα τῶν κατὰ νόμον, οὐκ ἔστι δὲ κυρία πάν‐
5
των, ἀλλ’ ὅταν ἐξέλθῃ τὴν χώραν ἡγεμών ἐστι τῶν πρὸς
·
τὸν πόλεμον· ἔτι δὲ τὰ πρὸς τοὺς θεοὺς ἀποδέδοται τοῖς
·
βασιλεῦσιν. αὕτη μὲν οὖν ἡ βασιλεία οἷον στρατηγία τις
·
αὐτοκρατόρων καὶ ἀίδιός ἐστιν· κτεῖναι γὰρ οὐ κύριος, εἰ
·
μὴ ἕνεκα δειλίας, καθάπερ ἐπὶ τῶν ἀρχαίων ἐν ταῖς
10
πολεμικαῖς ἐξόδοις, ἐν χειρὸς νόμῳ. δηλοῖ δ’ Ὅμηρος· ὁ
·
γὰρ Ἀγαμέμνων κακῶς μὲν ἀκούων ἠνείχετο ἐν ταῖς ἐκ‐
·
κλησίαις, ἐξελθόντων δὲ καὶ κτεῖναι κύριος ἦν· λέγει γοῦν
·
“ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης .., οὔ οἱ ἄρκιον ἐσσεῖται
·
φυγέειν κύνας ἠδ’ οἰωνούς· πὰρ γὰρ ἐμοὶ θάνατος”.
·
ἓν μὲν
15
οὖν τοῦτ’ εἶδος βασιλείας, στρατηγία διὰ βίου, τούτων δ’ αἱ
·
μὲν κατὰ γένος εἰσὶν αἱ δ’ αἱρεταί· παρὰ ταύτην δ’ ἄλλο
·
μοναρχίας εἶδος, οἷαι παρ’ ἐνίοις εἰσὶ βασιλεῖαι τῶν βαρ‐
·
βάρων. ἔχουσι δ’ αὗται τὴν δύναμιν πᾶσαι παραπλησίαν
·
τυραννίσιν, εἰσὶ δὲ κατὰ νόμον καὶ πάτριαι· διὰ
20
γὰρ τὸ δουλικώτεροι εἶναι τὰ ἤθη φύσει οἱ μὲν βάρβαροι
·
τῶν Ἑλλήνων, οἱ δὲ περὶ τὴν Ἀσίαν τῶν περὶ τὴν Εὐρώ‐
·
πην, ὑπομένουσι τὴν δεσποτικὴν ἀρχὴν οὐδὲν δυσχεραίνοντες.
·
τυραννικαὶ μὲν οὖν διὰ τὸ τοιοῦτόν εἰσιν, ἀσφαλεῖς δὲ διὰ
·
τὸ πάτριαι καὶ κατὰ νόμον εἶναι. καὶ ἡ φυλακὴ δὲ βασι‐
25
λικὴ καὶ οὐ τυραννικὴ διὰ τὴν αὐτὴν αἰτίαν. οἱ γὰρ πολῖ‐
·
ται φυλάττουσιν ὅπλοις τοὺς βασιλεῖς, τοὺς δὲ τυράννους
·
ξενικόν· οἱ μὲν γὰρ κατὰ νόμον καὶ ἑκόντων οἱ δ’ ἀκόν‐
·
των ἄρχουσιν, ὥσθ’ οἱ μὲν παρὰ τῶν πολιτῶν οἱ δ’ ἐπὶ
·
τοὺς πολίτας ἔχουσι τὴν φυλακήν.
·
δύο μὲν οὖν εἴδη ταῦτα
30
μοναρχίας, ἕτερον δ’ ὅπερ ἦν ἐν τοῖς ἀρχαίοις Ἕλλησιν,
·
οὓς καλοῦσιν αἰσυμνήτας. ἔστι δὲ τοῦθ’ ὡς ἁπλῶς εἰπεῖν αἱρετὴ
·
τυραννίς, διαφέρουσα δὲ τῆς βαρβαρικῆς οὐ τῷ μὴ κατὰ
·
νόμον ἀλλὰ τῷ μὴ πάτριος εἶναι μόνον. ἦρχον δ’ οἱ μὲν
·
διὰ βίου τὴν ἀρχὴν ταύτην, οἱ δὲ μέχρι τινῶν ὡρισμένων
35
χρόνων ἢ πράξεων, οἷον εἵλοντό ποτε Μυτιληναῖοι Πιττα‐
·
κὸν πρὸς τοὺς φυγάδας ὧν προειστήκεσαν Ἀντιμενίδης καὶ
·
Ἀλκαῖος ὁ ποιητής. δηλοῖ δ’ Ἀλκαῖος ὅτι τύραννον εἵλοντο
·
τὸν Πιττακὸν ἔν τινι τῶν σκολιῶν μελῶν· ἐπιτιμᾷ γὰρ
·
ὅτι ”τὸν κακοπάτριδα Πίττακον πόλιος τᾶς ἀχόλω καὶ
0086 035 Pol1285b
·
βαρυδαίμονος ἐστάσαντο τύραννον μέγ’ ἐπαινέοντες ἀόλλεες”.
·
αὗται μὲν οὖν εἰσί τε καὶ ἦσαν διὰ μὲν τὸ δεσποτικαὶ εἶναι
·
τυραννικαί, διὰ δὲ τὸ αἱρεταὶ καὶ ἑκόντων βασιλικαί· τέ‐
·
ταρτον δ’ εἶδος μοναρχίας βασιλικῆς αἱ κατὰ τοὺς ἡρωι‐
5
κοὺς χρόνους ἑκούσιαί τε καὶ πάτριαι γιγνόμεναι κατὰ νόμον.
·
διὰ γὰρ τὸ τοὺς πρώτους γενέσθαι τοῦ πλήθους εὐεργέτας
·
κατὰ τέχνας ἢ πόλεμον, ἢ διὰ τὸ συναγαγεῖν ἢ πορίσαι
·
χώραν, ἐγίγνοντο βασιλεῖς ἑκόντων καὶ τοῖς παραλαμβά‐
·
νουσι πάτριοι. κύριοι δ’ ἦσαν τῆς τε κατὰ πόλεμον ἡγε‐
10
μονίας καὶ τῶν θυσιῶν, ὅσαι μὴ ἱερατικαί, καὶ πρὸς τού‐
·
τοις τὰς δίκας ἔκρινον. τοῦτο δ’ ἐποίουν οἱ μὲν οὐκ ὀμνύον‐
·
τες οἱ δ’ ὀμνύοντες· ὁ δ’ ὅρκος ἦν τοῦ σκήπτρου ἐπανάτασις.
·
οἱ μὲν οὖν ἐπὶ τῶν ἀρχαίων χρόνων καὶ τὰ κατὰ πόλιν
·
καὶ τὰ ἔνδημα καὶ τὰ ὑπερόρια συνεχῶς ἦρχον· ὕστερον
15
δὲ τὰ μὲν αὐτῶν παριέντων τῶν βασιλέων, τὰ δὲ τῶν
·
ὄχλων παραιρουμένων, ἐν μὲν ταῖς ἄλλαις πόλεσιν αἱ θυσίαι
·
κατελείφθησαν τοῖς βασιλεῦσι μόνον, ὅπου δ’ ἄξιον εἰπεῖν
·
εἶναι βασιλείαν, ἐν τοῖς ὑπερορίοις τῶν πολεμικῶν τὴν ἡγε‐
·
μονίαν μόνον εἶχον.
20
βασιλείας μὲν οὖν εἴδη ταῦτα, τέτταρα τὸν ἀριθμόν,
·
μία μὲν ἡ περὶ τοὺς ἡρωικοὺς χρόνους (αὕτη δ’ ἦν ἑκόντων
·
μέν, ἐπὶ τισὶ δ’ ὡρισμένοις· στρατηγός τε γὰρ ἦν καὶ δικα‐
·
στὴς ὁ βασιλεύς, καὶ τῶν πρὸς τοὺς θεοὺς κύριος), δευτέρα
·
δ’ ἡ βαρβαρική (αὕτη δ’ ἐστὶν ἐκ γένους ἀρχὴ δεσποτικὴ
25
κατὰ νόμον), τρίτη δὲ ἣν αἰσυμνητείαν προσαγορεύουσιν
·
(αὕτη δ’ ἐστὶν αἱρετὴ τυραννίς), τετάρτη δ’ ἡ Λακωνικὴ
·
τούτων (αὕτη δ’ ἐστὶν ὡς εἰπεῖν ἁπλῶς στρατηγία κατὰ
·
γένος ἀίδιος). αὗται μὲν οὖν τοῦτον τὸν τρόπον διαφέρουσιν
·
ἀλλήλων· πέμπτον δ’ εἶδος βασιλείας, ὅταν ᾖ πάντων
30
κύριος εἷς ὤν, ὥσπερ ἕκαστον ἔθνος καὶ πόλις ἑκάστη τῶν
·
κοινῶν, τεταγμένη κατὰ τὴν οἰκονομικήν. ὥσπερ γὰρ ἡ
·
οἰκονομικὴ βασιλεία τις οἰκίας ἐστίν, οὕτως ἡ βασιλεία πό‐
·
λεως καὶ ἔθνους ἑνὸς ἢ πλειόνων οἰκονομία. Σχεδὸν δὴ δύο
·
ἐστὶν ὡς εἰπεῖν εἴδη βασιλείας περὶ ὧν σκεπτέον, αὕτη τε
35
καὶ ἡ Λακωνική· τῶν γὰρ ἄλλων αἱ πολλαὶ μεταξὺ τού‐
·
των εἰσίν· ἐλαττόνων μὲν γὰρ κύριοι τῆς παμβασιλείας,
·
πλειόνων δ’ εἰσὶ τῆς Λακωνικῆς. ὥστε τὸ σκέμμα σχεδὸν
·
περὶ δυοῖν ἐστιν, ἓν μὲν πότερον συμφέρει ταῖς πόλεσι στρα‐
·
τηγὸν ἀίδιον εἶναι, καὶ τοῦτον ἢ κατὰ γένος ἢ κατὰ μέρος,
0086 035 Pol1286a
·
ἢ οὐ συμφέρει, ἓν δὲ πότερον ἕνα συμφέρει κύριον εἶναι
·
πάντων, ἢ οὐ συμφέρει. τὸ μὲν οὖν περὶ τῆς τοιαύτης στρα‐
·
τηγίας ἐπισκοπεῖν νόμων ἔχει μᾶλλον εἶδος ἢ πολιτείας
·
(ἐν ἁπάσαις γὰρ ἐνδέχεται γίγνεσθαι τοῦτο ταῖς πολιτείαις),
5
ὥστ’ ἀφείσθω τὴν πρώτην· ὁ δὲ λοιπὸς τρόπος τῆς βασι‐
·
λείας πολιτείας εἶδός ἐστιν, ὥστε περὶ τούτου δεῖ θεωρῆσαι
·
καὶ τὰς ἀπορίας ἐπιδραμεῖν τὰς ἐνούσας. ἀρχὴ δ’ ἐστὶ τῆς
·
ζητήσεως αὕτη, πότερον συμφέρει μᾶλλον ὑπὸ τοῦ ἀρίστου
·
ἀνδρὸς ἄρχεσθαι ἢ ὑπὸ τῶν ἀρίστων νόμων.
·
δοκοῦσι δὴ τοῖς
10
νομίζουσι συμφέρειν βασιλεύεσθαι τὸ καθόλου μόνον οἱ νόμοι
·
λέγειν, ἀλλ’ οὐ πρὸς τὰ προσπίπτοντα ἐπιτάττειν, ὥστ’ ἐν
·
ὁποιᾳοῦν τέχνῃ τὸ κατὰ γράμματ’ ἄρχειν ἠλίθιον· καὶ 〈εὖ〉 πως ἐν
·
Αἰγύπτῳ μετὰ τὴν τετρήμερον κινεῖν ἔξεστι τοῖς ἰατροῖς
·
(ἐὰν δὲ πρότερον, ἐπὶ τῷ αὑτοῦ κινδύνῳ). φανερὸν τοίνυν ὡς
15
οὐκ ἔστιν ἡ κατὰ γράμματα καὶ νόμους ἀρίστη πολιτεία,
·
διὰ τὴν αὐτὴν αἰτίαν. ἀλλὰ μὴν κἀκεῖνον δεῖ ὑπάρχειν
·
τὸν λόγον, τὸν καθόλου, τοῖς ἄρχουσιν. κρεῖττον δ’ ᾧ μὴ
·
πρόσεστι τὸ παθητικὸν ὅλως ἢ ᾧ συμφυές· τῷ μὲν οὖν
·
νόμῳ τοῦτο οὐχ ὑπάρχει, ψυχὴν δ’ ἀνθρωπίνην ἀνάγκη τοῦτ’
20
ἔχειν πᾶσαν. ἀλλ’ ἴσως ἂν φαίη τις ὡς ἀντὶ τούτου βου‐
·
λεύσεται περὶ τῶν καθ’ ἕκαστα κάλλιον. ὅτι μὲν τοίνυν
·
ἀνάγκη νομοθέτην αὐτὸν εἶναι, δῆλον, καὶ κεῖσθαι νόμους,
·
ἀλλὰ μὴ κυρίους ᾗ παρεκβαίνουσιν, ἐπεὶ περὶ τῶν γ’ ἄλλων
·
εἶναι δεῖ κυρίους· ὅσα δὲ μὴ δυνατὸν τὸν νόμον κρίνειν ἢ
25
ὅλως ἢ εὖ, πότερον ἕνα τὸν ἄριστον δεῖ ἄρχειν ἢ πάντας;
·
καὶ γὰρ νῦν συνιόντες δικάζουσι καὶ βουλεύονται καὶ κρί‐
·
νουσιν, αὗται δ’ αἱ κρίσεις εἰσὶ πᾶσαι περὶ τῶν καθ’ ἕκα‐
·
στον. καθ’ ἕνα μὲν οὖν συμβαλλόμενος ὁστισοῦν ἴσως χείρων·
·
ἀλλ’ ἐστὶν ἡ πόλις ἐκ πολλῶν, ὥσπερ ἑστίασις συμφορητὸς
30
καλλίων μιᾶς καὶ ἁπλῆς· διὰ τοῦτο καὶ κρίνει ἄμεινον
·
ὄχλος πολλὰ ἢ εἷς ὁστισοῦν.
·
ἔτι μᾶλλον ἀδιάφθορον τὸ
·
πολύ—καθάπερ ὕδωρ τὸ πλεῖον, οὕτω καὶ τὸ πλῆθος τῶν
·
ὀλίγων ἀδιαφθορώτερον· τοῦ δ’ ἑνὸς ὑπ’ ὀργῆς κρατηθέντος
·
ἤ τινος ἑτέρου πάθους τοιούτου ἀναγκαῖον διεφθάρθαι τὴν κρί‐
35
σιν, ἐκεῖ δ’ ἔργον ἅμα πάντας ὀργισθῆναι καὶ ἁμαρτεῖν.
·
ἔστω δὲ τὸ πλῆθος οἱ ἐλεύθεροι, μηδὲν παρὰ τὸν νόμον
·
πράττοντες ἀλλ’ ἢ περὶ ὧν ἐκλείπειν ἀναγκαῖον αὐτόν.
·
εἰ δὲ δὴ τοῦτο μὴ ῥᾴδιον ἐν πολλοῖς, ἀλλ’ εἰ πλείους εἶεν
·
ἀγαθοὶ καὶ ἄνδρες καὶ πολῖται, πότερον ὁ εἷς ἀδιαφθορώ‐
40
τερος ἄρχων, ἢ μᾶλλον οἱ πλείους μὲν τὸν ἀριθμὸν ἀγαθοὶ
0086 035 Pol1286b
·
δὲ πάντες; ἢ δῆλον ὡς οἱ πλείους; ”ἀλλ’ οἱ μὲν στασιάσουσιν
·
ὁ δὲ εἷς ἀστασίαστος.” ἀλλὰ πρὸς τοῦτ’ ἀντιθετέον ἴσως ὅτι
·
σπουδαῖοι τὴν ψυχήν, ὥσπερ κἀκεῖνος ὁ εἷς. εἰ δὴ τὴν μὲν
·
τῶν πλειόνων ἀρχὴν ἀγαθῶν δ’ ἀνδρῶν πάντων ἀριστοκρα‐
5
τίαν θετέον, τὴν δὲ τοῦ ἑνὸς βασιλείαν, αἱρετώτερον ἂν εἴη ταῖς
·
πόλεσιν ἀριστοκρατία βασιλείας, καὶ μετὰ δυνάμεως καὶ
·
χωρὶς δυνάμεως οὔσης τῆς ἀρχῆς, ἂν ᾖ λαβεῖν πλείους ὁμοίους.
·
καὶ διὰ τοῦτ’ ἴσως ἐβασιλεύοντο πρότερον, ὅτι σπάνιον ἦν εὑρεῖν
·
ἄνδρας πολὺ διαφέροντας κατ’ ἀρετήν, ἄλλως τε καὶ τότε
10
μικρὰς οἰκοῦντας πόλεις. ἔτι δ’ ἀπ’ εὐεργεσίας καθίστασαν
·
τοὺς βασιλεῖς, ὅπερ ἐστὶν ἔργον τῶν ἀγαθῶν ἀνδρῶν. ἐπεὶ
·
δὲ συνέβαινε γίγνεσθαι πολλοὺς ὁμοίους πρὸς ἀρετήν, οὐκέτι
·
ὑπέμενον ἀλλ’ ἐζήτουν κοινόν τι καὶ πολιτείαν καθίστασαν.
·
ἐπεὶ δὲ χείρους γιγνόμενοι ἐχρηματίζοντο ἀπὸ τῶν κοινῶν,
15
ἐντεῦθέν ποθεν εὔλογον γενέσθαι τὰς ὀλιγαρχίας· ἔντιμον
·
γὰρ ἐποίησαν τὸν πλοῦτον. ἐκ δὲ τούτων πρῶτον εἰς τυραν‐
·
νίδας μετέβαλλον, ἐκ δὲ τῶν τυραννίδων εἰς δημοκρατίαν·
·
αἰεὶ γὰρ εἰς ἐλάττους ἄγοντες δι’ αἰσχροκέρδειαν ἰσχυρότε‐
·
ρον τὸ πλῆθος κατέστησαν, ὥστ’ ἐπιθέσθαι καὶ γενέσθαι δημο‐
20
κρατίας. ἐπεὶ δὲ καὶ μείζους εἶναι συμβέβηκε τὰς πό‐
·
λεις, ἴσως οὐδὲ ῥᾴδιον ἔτι γίγνεσθαι πολιτείαν ἑτέραν παρὰ
·
δημοκρατίαν.
·
εἰ δὲ δή τις ἄριστον θείη τὸ βασιλεύεσθαι
·
ταῖς πόλεσιν, πῶς ἕξει τὰ περὶ τῶν τέκνων; πότερον καὶ
·
τὸ γένος δεῖ βασιλεύειν; ἀλλὰ γιγνομένων ὁποῖοί τινες
25
ἔτυχον, βλαβερόν. “ἀλλ’ οὐ παραδώσει κύριος ὢν τοῖς
·
τέκνοις.” ἀλλ’ οὐκ ἔτι τοῦτο ῥᾴδιον πιστεῦσαι· χαλεπὸν γάρ,
·
καὶ μείζονος ἀρετῆς ἢ κατ’ ἀνθρωπίνην φύσιν. ἔχει δ’
·
ἀπορίαν καὶ περὶ τῆς δυνάμεως, πότερον ἔχειν δεῖ τὸν
·
μέλλοντα βασιλεύειν ἰσχύν τινα περὶ αὑτόν, ᾗ δυνήσεται
30
βιάζεσθαι τοὺς μὴ βουλομένους πειθαρχεῖν, ἢ πῶς ἐνδέχεται
·
τὴν ἀρχὴν διοικεῖν; εἰ γὰρ καὶ κατὰ νόμον εἴη κύριος, μη‐
·
δὲν πράττων κατὰ τὴν αὑτοῦ βούλησιν παρὰ τὸν νόμον, ὅμως
·
ἀναγκαῖον ὑπάρχειν αὐτῷ δύναμιν ᾗ φυλάξει τοὺς νόμους.
·
τάχα μὲν οὖν τὰ περὶ τὸν βασιλέα τὸν τοιοῦτον οὐ χαλεπὸν
35
διορίσαι· δεῖ γὰρ αὐτὸν μὲν ἔχειν ἰσχύν, εἶναι δὲ τοσαύτην τὴν
·
ἰσχὺν ὥστε ἑκάστου μὲν καὶ ἑνὸς καὶ συμπλειόνων κρείττω τοῦ
·
δὲ πλήθους ἥττω 〈καθεστάναι〉, καθάπερ οἵ τ’ ἀρχαῖοι τὰς φυλακὰς
·
ἐδίδοσαν, ὅτε καθισταῖέν τινα τῆς πόλεως ὃν ἐκάλουν αἰσυμνή‐
·
την ἢ τύραννον, καὶ Διονυσίῳ τις, ὅτ’ ᾔτει τοὺς φύλακας, συν‐
40
εβούλευε τοῖς Συρακουσίοις διδόναι τοσούτους τοὺς φύλακας.
0086 035 Pol1287a
·
Περὶ δὲ τοῦ βασιλέως τοῦ κατὰ τὴν αὑτοῦ βούλησιν
·
πάντα πράττοντος ὅ τε λόγος ἐφέστηκε νῦν καὶ ποιητέον τὴν
·
σκέψιν. ὁ μὲν γὰρ κατὰ νόμον λεγόμενος βασιλεὺς οὐκ ἔστιν
·
εἶδος, καθάπερ εἴπομεν, πολιτείας (ἐν πάσαις γὰρ ὑπ‐
5
άρχειν ἐνδέχεται στρατηγίαν ἀίδιον, οἷον ἐν δημοκρατίᾳ καὶ
·
ἀριστοκρατίᾳ, καὶ πολλοὶ ποιοῦσιν ἕνα κύριον τῆς διοικήσεως·
·
τοιαύτη γὰρ ἀρχή τις ἔστι καὶ περὶ Ἐπίδαμνον, καὶ περὶ
·
Ὀποῦντα δὲ κατά τι μέρος ἔλαττον)· περὶ δὲ τῆς παμβασι‐
·
λείας καλουμένης (αὕτη δ’ ἐστὶ καθ’ ἣν ἄρχει πάντα κατὰ
10
τὴν ἑαυτοῦ βούλησιν ὁ βασιλεύς) δοκεῖ [δέ] τισιν οὐδὲ κατὰ
·
φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν, ὅπου
·
συνέστηκεν ἐξ ὁμοίων ἡ πόλις· τοῖς γὰρ ὁμοίοις φύσει τὸ
·
αὐτὸ δίκαιον ἀναγκαῖον καὶ τὴν αὐτὴν ἀξίαν κατὰ φύσιν
·
εἶναι, ὥστ’ εἴπερ καὶ τὸ ἴσην ἔχειν τοὺς ἀνίσους τροφὴν ἢ
15
ἐσθῆτα βλαβερὸν τοῖς σώμασιν, οὕτως ἔχει καὶ τὰ περὶ τὰς
·
τιμάς· ὁμοίως τοίνυν καὶ τὸ ἄνισον τοὺς ἴσους· διόπερ οὐδὲν
·
μᾶλλον ἄρχειν ἢ ἄρχεσθαι δίκαιον, καὶ τὸ ἀνὰ μέρος τοί‐
·
νυν ὡσαύτως. τοῦτο δ’ ἤδη νόμος· ἡ γὰρ τάξις νόμος. τὸν
·
ἄρα νόμον ἄρχειν αἱρετώτερον μᾶλλον ἢ τῶν πολιτῶν ἕνα
20
τινά, κατὰ τὸν αὐτὸν δὲ λόγον τοῦτον, κἂν εἴ τινας ἄρχειν
·
βέλτιον, τούτους καταστατέον νομοφύλακας καὶ ὑπηρέτας τοῖς
·
νόμοις· ἀναγκαῖον γὰρ εἶναί τινας ἀρχάς, ἀλλ’ οὐχ ἕνα τοῦ‐
·
τον εἶναί φασι δίκαιον, ὁμοίων γε ὄντων πάντων. ἀλλὰ μὴν
·
ὅσα γε μὴ δοκεῖ δύνασθαι διορίζειν ὁ νόμος, οὐδ’ ἄνθρωπος
25
ἂν δύναιτο γνωρίζειν. ἀλλ’ ἐπίτηδες παιδεύσας ὁ νόμος
·
ἐφίστησι τὰ λοιπὰ τῇ δικαιοτάτῃ γνώμῃ κρίνειν καὶ διοικεῖν
·
τοὺς ἄρχοντας. ἔτι δ’ ἐπανορθοῦσθαι δίδωσιν ὅ τι ἂν δόξῃ
·
πειρωμένοις ἄμεινον εἶναι τῶν κειμένων. ὁ μὲν οὖν τὸν νό‐
·
μον κελεύων ἄρχειν δοκεῖ κελεύειν ἄρχειν τὸν θεὸν καὶ τὸν νοῦν
30
μόνους, ὁ δ’ ἄνθρωπον κελεύων προστίθησι καὶ θηρίον· ἥ τε γὰρ
·
ἐπιθυμία τοιοῦτον, καὶ ὁ θυμὸς ἄρχοντας διαστρέφει καὶ τοὺς
·
ἀρίστους ἄνδρας. διόπερ ἄνευ ὀρέξεως νοῦς ὁ νόμος ἐστίν. τὸ
·
δὲ τῶν τεχνῶν εἶναι δοκεῖ παράδειγμα ψεῦδος, ὅτι τὸ κατὰ
·
γράμματα ἰατρεύεσθαι φαῦλον, ἀλλὰ αἱρετώτερον χρῆ‐
35
σθαι τοῖς ἔχουσι τὰς τέχνας. οἱ μὲν γὰρ οὐδὲν διὰ φιλίαν
·
παρὰ τὸν λόγον ποιοῦσιν, ἀλλ’ ἄρνυνται τὸν μισθὸν τοὺς
·
κάμνοντας ὑγιάσαντες· οἱ δ’ ἐν ταῖς πολιτικαῖς ἀρχαῖς
·
πολλὰ πρὸς ἐπήρειαν καὶ χάριν εἰώθασι πράττειν, ἐπεὶ καὶ
·
τοὺς ἰατροὺς ὅταν ὑποπτεύωσι πεισθέντας τοῖς ἐχθροῖς δια‐
40
φθείρειν διὰ κέρδος, τότε τὴν ἐκ τῶν γραμμάτων θεραπείαν
·
ζητήσαιεν ἂν μᾶλλον. ἀλλὰ μὴν εἰσάγονταί γ’ ἐφ’ ἑαυτοὺς
0086 035 Pol1287b
·
οἱ ἰατροὶ κάμνοντες ἄλλους ἰατροὺς καὶ οἱ παιδοτρίβαι γυ‐
·
μναζόμενοι παιδοτρίβας, ὡς οὐ δυνάμενοι κρίνειν τὸ ἀληθὲς
·
διὰ τὸ κρίνειν περί τε οἰκείων καὶ ἐν πάθει ὄντες. ὥστε δῆλον
·
ὅτι τὸ δίκαιον ζητοῦντες τὸ μέσον ζητοῦσιν· ὁ γὰρ νόμος τὸ
5
μέσον. ἔτι κυριώτεροι καὶ περὶ κυριωτέρων τῶν κατὰ γράμ‐
·
ματα νόμων οἱ κατὰ τὰ ἔθη εἰσίν, ὥστ’ εἰ τῶν κατὰ γράμ‐
·
ματα ἄνθρωπος ἄρχων ἀσφαλέστερος, ἀλλ’ οὐ τῶν κατὰ τὸ
·
ἔθος.
·
ἀλλὰ μὴν οὐδὲ ῥᾴδιον ἐφορᾶν πολλὰ τὸν ἕνα· δεήσει
·
ἄρα πλείονας εἶναι τοὺς ὑπ’ αὐτοῦ καθισταμένους ἄρχοντας,
10
ὥστε τί διαφέρει τοῦτο ἐξ ἀρχῆς εὐθὺς ὑπάρχειν ἢ τὸν ἕνα
·
καταστῆσαι τοῦτον τὸν τρόπον; ἔτι, ὃ καὶ πρότερον εἰρημένον
·
ἐστίν, εἴπερ ὁ ἀνὴρ ὁ σπουδαῖος, διότι βελτίων, ἄρχειν δί‐
·
καιος, τοῦ γε ἑνὸς οἱ δύο ἀγαθοὶ βελτίους· τοῦτο γάρ ἐστι τὸ
·
”σύν τε δύ’ ἐρχομένω” καὶ ἡ εὐχὴ τοῦ Ἀγαμέμνονος ”τοι‐
15
οῦτοι δέκα μοι συμφράδμονες”. εἰσὶ δὲ καὶ νῦν περὶ ἐνίων αἱ
·
ἀρχαὶ κύριαι κρίνειν, ὥσπερ ὁ δικαστής, περὶ ὧν ὁ νόμος
·
ἀδυνατεῖ διορίζειν, ἐπεὶ περὶ ὧν γε δυνατός, οὐδεὶς ἀμφις‐
·
βητεῖ περὶ τούτων ὡς οὐκ ἂν ἄριστα ὁ νόμος ἄρξειε καὶ κρίνειεν.
·
ἀλλ’ ἐπειδὴ τὰ μὲν ἐνδέχεται περιληφθῆναι τοῖς νόμοις τὰ
20
δὲ ἀδύνατα, ταῦτ’ ἐστὶν ἃ ποιεῖ διαπορεῖν καὶ ζητεῖν πότερον
·
τὸν ἄριστον νόμον ἄρχειν αἱρετώτερον ἢ τὸν ἄνδρα τὸν ἄρι‐
·
στον· περὶ ὧν γὰρ βουλεύονται νομοθετῆσαι τῶν ἀδυνάτων
·
ἐστίν. οὐ τοίνυν τοῦτό γ’ ἀντιλέγουσιν, ὡς οὐκ ἀναγκαῖον ἄν‐
·
θρωπον εἶναι τὸν κρινοῦντα περὶ τῶν τοιούτων, ἀλλ’ ὅτι οὐχ
25
ἕνα μόνον ἀλλὰ πολλούς.
25
κρίνει γὰρ ἕκαστος ἄρχων πεπαι‐
·
δευμένος ὑπὸ τοῦ νόμου καλῶς, ἄτοπον τ’ ἴσως ἂν εἶναι δό‐
·
ξειεν εἰ βέλτιον ἴδοι τις δυοῖν ὄμμασι καὶ δυσὶν ἀκοαῖς
·
κρίνων, καὶ πράττων δυσὶ ποσὶ καὶ χερσίν, ἢ πολλοὶ πολ‐
·
λοῖς· ἐπεὶ καὶ νῦν ὀφθαλμοὺς πολλοὺς οἱ μόναρχοι ποιοῦσιν
30
αὑτῶν καὶ ὦτα καὶ χεῖρας καὶ πόδας· τοὺς γὰρ τῇ ἀρχῇ
·
καὶ αὑτοῖς φίλους ποιοῦνται συνάρχους. μὴ φίλοι μὲν οὖν ὄντες
·
οὐ ποιήσουσι κατὰ τὴν τοῦ μονάρχου προαίρεσιν· εἰ δὲ φίλοι
·
κἀκείνου καὶ τῆς ἀρχῆς, ὅ γε φίλος ἴσος καὶ ὅμοιος, ὥστ’ εἰ
·
τούτους οἴεται δεῖν ἄρχειν, τοὺς ἴσους καὶ ὁμοίους ἄρχειν οἴεται
35
δεῖν ὁμοίως. ἃ μὲν οὖν οἱ διαμφισβητοῦντες πρὸς τὴν βασι‐
·
λείαν λέγουσι, σχεδὸν ταῦτ’ ἐστίν. Ἀλλ’ ἴσως ταῦτ’ ἐπὶ
·
μὲν τινῶν ἔχει τὸν τρόπον τοῦτον, ἐπὶ δὲ τινῶν οὐχ οὕτως. ἔστι
·
γάρ τι φύσει δεσποτικὸν καὶ ἄλλο βασιλευτικὸν καὶ ἄλλο πολι‐
·
τικὸν καὶ δίκαιον καὶ συμφέρον· τυραννικὸν δ’ οὐκ ἔστι κατὰ
40
φύσιν, οὐδὲ τῶν ἄλλων πολιτειῶν ὅσαι παρεκβάσεις εἰσί·
·
ταῦτα γὰρ γίνεται παρὰ φύσιν. ἀλλ’ ἐκ τῶν εἰρημένων
0086 035 Pol1288a
·
γε φανερὸν ὡς ἐν μὲν τοῖς ὁμοίοις καὶ ἴσοις οὔτε συμφέρον
·
ἐστὶν οὔτε δίκαιον ἕνα κύριον εἶναι πάντων, οὔτε μὴ νόμων ὄν‐
·
των, ἀλλ’ ὡς αὐτὸν ὄντα νόμον, οὔτε νόμων ὄντων, οὔτε ἀγαθὸν
·
ἀγαθῶν οὔτε μὴ ἀγαθῶν μὴ ἀγαθόν, οὐδ’ ἂν κατ’ ἀρετὴν
5
ἀμείνων ᾖ, εἰ μὴ τρόπον τινά. τίς δ’ ὁ τρόπος, λεκτέον·
·
εἴρηται δέ πως ἤδη καὶ πρότερον.
·
πρῶτον δὲ διοριστέον τί τὸ
·
βασιλευτὸν καὶ τί τὸ ἀριστοκρατικὸν καὶ τί τὸ πολιτικόν.
·
βασιλευτὸν μὲν οὖν τὸ τοιοῦτόν ἐστι πλῆθος ὃ πέφυκε φέρειν
·
γένος ὑπερέχον κατ’ ἀρετὴν πρὸς ἡγεμονίαν πολιτικήν, ἀρι‐
10
στοκρατικὸν δὲ πλῆθος ὃ πέφυκε φέρειν γένος ἄρχεσθαι
·
δυνάμενον τὴν τῶν ἐλευθέρων ἀρχὴν ὑπὸ τῶν κατ’ ἀρετὴν
·
ἡγεμονικῶν πρὸς πολιτικὴν ἀρχήν, πολιτικὸν δὲ πλῆθος ἐν
·
ᾧ πέφυκε ἐγγίνεσθαι γένος πολιτικὸν δυνάμενον ἄρχε‐
·
σθαι καὶ ἄρχειν κατὰ νόμον τὸν κατ’ ἀξίαν διανέμοντα
15
τοῖς εὐπόροις τὰς ἀρχάς. ὅταν οὖν ἢ γένος ὅλον ἢ καὶ τῶν
·
ἄλλων ἕνα τινὰ συμβῇ διαφέροντα γενέσθαι κατ’ ἀρετὴν
·
τοσοῦτον ὥσθ’ ὑπερέχειν τὴν ἐκείνου τῆς τῶν ἄλλων πάντων,
·
τότε δίκαιον τὸ γένος εἶναι τοῦτο βασιλικὸν καὶ κύριον πάν‐
·
των, καὶ βασιλέα τὸν ἕνα τοῦτον. καθάπερ γὰρ εἴρηται πρό‐
20
τερον, οὐ μόνον οὕτως ἔχει κατὰ τὸ δίκαιον ὃ προφέρειν εἰώ‐
·
θασιν οἱ τὰς πολιτείας καθιστάντες, οἵ τε τὰς ἀριστοκρατικὰς
·
καὶ οἱ τὰς ὀλιγαρχικὰς καὶ πάλιν οἱ τὰς δημοκρατικάς
·
(πάντες γὰρ καθ’ ὑπεροχὴν ἀξιοῦσιν, ἀλλὰ ὑπεροχὴν οὐ τὴν
·
αὐτήν), ἀλλὰ καὶ κατὰ τὸ πρότερον λεχθέν. οὔτε γὰρ κτείνειν ἢ
25
φυγαδεύειν οὐδ’ ὀστρακίζειν δή που τὸν τοιοῦτον πρέπον ἐστίν,
·
οὔτ’ ἀξιοῦν ἄρχεσθαι κατὰ μέρος· οὐ γὰρ πέφυκε τὸ μέρος
·
ὑπερέχειν τοῦ παντός, τῷ δὲ τὴν τηλικαύτην ὑπερβολὴν ἔχοντι
·
τοῦτο συμβέβηκεν. ὥστε λείπεται μόνον τὸ πείθεσθαι τῷ
·
τοιούτῳ καὶ κύριον εἶναι μὴ κατὰ μέρος τοῦτον ἀλλ’ ἁπλῶς.
30
περὶ μὲν οὖν βασιλείας, τίνας ἔχει διαφοράς, καὶ πότερον οὐ
·
συμφέρει ταῖς πόλεσιν ἢ συμφέρει, καὶ τίσι, καὶ πῶς, δι‐
·
ωρίσθω τὸν τρόπον τοῦτον. Ἐπεὶ δὲ τρεῖς φαμεν εἶναι τὰς
·
ὀρθὰς πολιτείας, τούτων δ’ ἀναγκαῖον ἀρίστην εἶναι τὴν ὑπὸ
·
τῶν ἀρίστων οἰκονομουμένην, τοιαύτη δ’ ἐστὶν ἐν ᾗ συμβέβη‐
35
κεν ἢ ἕνα τινὰ συμπάντων ἢ γένος ὅλον ἢ πλῆθος ὑπερέχον
·
εἶναι κατ’ ἀρετήν, τῶν μὲν ἄρχεσθαι δυναμένων τῶν δ’
·
ἄρχειν πρὸς τὴν αἱρετωτάτην ζωήν, ἐν δὲ τοῖς πρώτοις ἐδεί‐
·
χθη λόγοις ὅτι τὴν αὐτὴν ἀναγκαῖον ἀνδρὸς ἀρετὴν εἶναι καὶ
·
πολίτου τῆς πόλεως τῆς ἀρίστης, φανερὸν ὅτι τὸν αὐτὸν τρόπον
40
καὶ διὰ τῶν αὐτῶν ἀνήρ τε γίνεται σπουδαῖος καὶ πόλιν συ‐
·
στήσειεν ἄν τις ἀριστοκρατουμένην ἢ βασιλευομένην, ὥστ’ ἔσται
0086 035 Pol1288b
·
καὶ παιδεία καὶ ἔθη ταὐτὰ σχεδὸν τὰ ποιοῦντα
·
ἄνδρα καὶ τὰ ποιοῦντα πολιτικὸν καὶ βασιλικόν. διωρισμέ‐
·
νων δὲ τούτων περὶ τῆς πολιτείας ἤδη πειρατέον λέγειν τῆς
·
ἀρίστης, τίνα πέφυκε γίγνεσθαι τρόπον καὶ καθίστασθαι πῶς.
5
[ἀνάγκη δὴ τὸν μέλλοντα περὶ αὐτῆς ποιήσασθαι τὴν προς‐
·
ήκουσαν σκέψιν.]
10t
Δ
10
Ἐν ἁπάσαις ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ταῖς
·
μὴ κατὰ μόριον γινομέναις, ἀλλὰ περὶ γένος ἕν τι τελείαις
·
οὔσαις, μιᾶς ἐστι θεωρῆσαι τὸ περὶ ἕκαστον γένος ἁρμόττον,
·
οἷον ἄσκησις σώματι ποία τε ποίῳ συμφέρει, καὶ τίς ἀρίστη
·
(τῷ γὰρ κάλλιστα πεφυκότι καὶ κεχορηγημένῳ τὴν ἀρίστην
15
ἀναγκαῖον ἁρμόττειν), καὶ τίς τοῖς πλείστοις μία πᾶσιν (καὶ
·
γὰρ τοῦτο τῆς γυμναστικῆς ἔργον ἐστίν), ἔτι δ’ ἐάν τις μὴ τῆς
·
ἱκνουμένης ἐπιθυμῇ μήθ’ ἕξεως μήτ’ ἐπιστήμης τῶν περὶ τὴν
·
ἀγωνίαν, οὐθὲν ἧττον τοῦ παιδοτρίβου καὶ τοῦ γυμναστικοῦ παρα‐
·
σκευάσαι γε καὶ ταύτην ἐστὶ τὴν δύναμιν. ὁμοίως δὲ τοῦτο
20
καὶ περὶ ἰατρικὴν καὶ περὶ ναυπηγίαν καὶ ἐσθῆτα καὶ περὶ
·
πᾶσαν ἄλλην τέχνην ὁρῶμεν συμβαῖνον. ὥστε δῆλον ὅτι
·
καὶ πολιτείαν τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὴν ἀρίστην θεωρῆσαι
·
τίς ἐστι καὶ ποία τις ἂν οὖσα μάλιστ’ εἴη κατ’ εὐχὴν μηδε‐
·
νὸς ἐμποδίζοντος τῶν ἐκτός, καὶ τίς τίσιν ἁρμόττουσα (πολ‐
25
λοῖς γὰρ τῆς ἀρίστης τυχεῖν ἴσως ἀδύνατον, ὥστε τὴν κρατί‐
·
στην τε ἁπλῶς καὶ τὴν ἐκ τῶν ὑποκειμένων ἀρίστην οὐ δεῖ
·
λεληθέναι τὸν ἀγαθὸν νομοθέτην καὶ τὸν ὡς ἀληθῶς πολιτικόν),
·
ἔτι δὲ τρίτην τὴν ἐξ ὑποθέσεως (δεῖ γὰρ καὶ τὴν δοθεῖσαν δύ‐
·
νασθαι θεωρεῖν, ἐξ ἀρχῆς τε πῶς ἂν γένοιτο, καὶ γενομένη
30
τίνα τρόπον ἂν σῴζοιτο πλεῖστον χρόνον· λέγω δὲ οἷον εἴ τινι
·
πόλει συμβέβηκε μήτε τὴν ἀρίστην πολιτεύεσθαι πολιτείαν,
·
ἀχορήγητον δὲ εἶναι καὶ τῶν ἀναγκαίων, μήτε τὴν ἐνδεχο‐
·
μένην ἐκ τῶν ὑπαρχόντων, ἀλλά τινα φαυλοτέραν), παρὰ
·
πάντα δὲ ταῦτα τὴν μάλιστα πάσαις ταῖς πόλεσιν ἁρμότ‐
35
τουσαν δεῖ γνωρίζειν, ὥσθ’ οἱ πλεῖστοι τῶν ἀποφαινομένων περὶ
·
πολιτείας, καὶ εἰ τἆλλα λέγουσι καλῶς, τῶν γε χρησίμων
·
διαμαρτάνουσιν. οὐ γὰρ μόνον τὴν ἀρίστην δεῖ θεωρεῖν, ἀλλὰ
·
καὶ τὴν δυνατήν, ὁμοίως δὲ καὶ τὴν ῥᾴω καὶ κοινοτέραν
·
ἁπάσαις· νῦν δ’ οἱ μὲν τὴν ἀκροτάτην καὶ δεομένην πολ‐
40
λῆς χορηγίας ζητοῦσι μόνον, οἱ δὲ μᾶλλον κοινήν τινα λέ‐
·
γοντες, τὰς ὑπαρχούσας ἀναιροῦντες πολιτείας, τὴν Λακωνικὴν
0086 035 Pol1289a
·
ἤ τινα ἄλλην ἐπαινοῦσι· χρὴ δὲ τοιαύτην εἰσηγεῖσθαι τάξιν
·
ἣν ῥᾳδίως ἐκ τῶν ὑπαρχουσῶν καὶ πεισθήσονται καὶ δυνή‐
·
σονται καινίζειν, ὥστ’ ἔστιν οὐκ ἔλαττον ἔργον τὸ ἐπανορθῶσαι
·
πολιτείαν ἢ κατασκευάζειν ἐξ ἀρχῆς, ὥσπερ καὶ τὸ μετα‐
5
μανθάνειν ἢ μανθάνειν ἐξ ἀρχῆς· διὸ πρὸς τοῖς εἰρημένοις
·
καὶ ταῖς ὑπαρχούσαις πολιτείαις δεῖ δύνασθαι βοηθεῖν τὸν
·
πολιτικόν, καθάπερ ἐλέχθη καὶ πρότερον. τοῦτο δὲ ἀδύνατον
·
ἀγνοοῦντα πόσα πολιτείας ἔστιν εἴδη. νῦν δὲ μίαν δημοκρα‐
·
τίαν οἴονταί τινες εἶναι καὶ μίαν ὀλιγαρχίαν· οὐκ ἔστι δὲ
10
τοῦτ’ ἀληθές. ὥστε δεῖ τὰς διαφορὰς μὴ λανθάνειν τὰς τῶν
·
πολιτειῶν, πόσαι, καὶ συντίθενται ποσαχῶς, ἔστι δὲ τῆς
·
αὐτῆς φρονήσεως ταύτης καὶ νόμους τοὺς ἀρίστους ἰδεῖν καὶ τοὺς
·
ἑκάστῃ τῶν πολιτειῶν ἁρμόττοντας. πρὸς γὰρ τὰς πολιτείας
·
τοὺς νόμους δεῖ τίθεσθαι καὶ τίθενται πάντες, ἀλλ’ οὐ τὰς πολι‐
15
τείας πρὸς τοὺς νόμους. πολιτεία μὲν γάρ ἐστι τάξις ταῖς
·
πόλεσιν ἡ περὶ τὰς ἀρχάς, τίνα τρόπον νενέμηνται, καὶ τί
·
τὸ κύριον τῆς πολιτείας καὶ τί τὸ τέλος ἑκάστης τῆς κοινω‐
·
νίας ἐστίν· νόμοι δ’ οἱ κεχωρισμένοι τῶν δηλούντων τὴν πολι‐
·
τείαν, καθ’ οὓς δεῖ τοὺς ἄρχοντας ἄρχειν καὶ φυλάττειν τοὺς
20
παραβαίνοντας αὐτούς. ὥστε δῆλον ὅτι τὰς διαφορὰς ἀναγ‐
·
καῖον καὶ τὸν ὁρισμὸν ἔχειν τῆς πολιτείας ἑκάστης καὶ πρὸς
·
τὰς τῶν νόμων θέσεις· οὐ γὰρ οἷόν τε τοὺς αὐτοὺς νόμους συμ‐
·
φέρειν ταῖς ὀλιγαρχίαις οὐδὲ ταῖς δημοκρατίαις πάσαις,
·
εἴπερ δὴ πλείους καὶ μὴ μία δημοκρατία μηδὲ ὀλιγαρχία
25
μόνον ἔστιν.
·
Ἐπεὶ δ’ ἐν τῇ πρώτῃ μεθόδῳ περὶ τῶν πολιτειῶν δι‐
·
ειλόμεθα τρεῖς μὲν τὰς ὀρθὰς πολιτείας, βασιλείαν ἀριστο‐
·
κρατίαν πολιτείαν, τρεῖς δὲ τὰς τούτων παρεκβάσεις, τυραν‐
·
νίδα μὲν βασιλείας ὀλιγαρχίαν δὲ ἀριστοκρατίας δημοκρα‐
30
τίαν δὲ πολιτείας, καὶ περὶ μὲν ἀριστοκρατίας καὶ βασιλείας
·
εἴρηται (τὸ γὰρ περὶ τῆς ἀρίστης πολιτείας θεωρῆσαι ταὐτὸ
·
καὶ περὶ τούτων ἐστὶν εἰπεῖν τῶν ὀνομάτων· βούλεται γὰρ
·
ἑκατέρα κατ’ ἀρετὴν συνεστάναι κεχορηγημένην), ἔτι δὲ τί
·
διαφέρουσιν ἀλλήλων ἀριστοκρατία καὶ βασιλεία, καὶ πότε
35
δεῖ βασιλείαν νομίζειν, διώρισται πρότερον, λοιπὸν περὶ πολι‐
·
τείας διελθεῖν τῆς τῷ κοινῷ προσαγορευομένης ὀνόματι,
·
καὶ περὶ τῶν ἄλλων πολιτειῶν, ὀλιγαρχίας τε καὶ δημο‐
·
κρατίας καὶ τυραννίδος. φανερὸν μὲν οὖν καὶ τούτων τῶν
·
παρεκβάσεων τίς χειρίστη καὶ δευτέρα τίς. ἀνάγκη γὰρ
40
τὴν μὲν τῆς πρώτης καὶ θειοτάτης παρέκβασιν εἶναι χειρί‐
·
στην, τὴν δὲ βασιλείαν ἀναγκαῖον ἢ τοὔνομα μόνον ἔχειν οὐκ
0086 035 Pol1289b
·
οὖσαν, ἢ διὰ πολλὴν ὑπεροχὴν εἶναι τὴν τοῦ βασιλεύοντος·
·
ὥστε τὴν τυραννίδα χειρίστην οὖσαν πλεῖστον ἀπέχειν πολι‐
·
τείας, δεύτερον δὲ τὴν ὀλιγαρχίαν (ἡ γὰρ ἀριστοκρατία δι‐
·
έστηκεν ἀπὸ ταύτης πολὺ τῆς πολιτείας), μετριωτάτην δὲ
5
τὴν δημοκρατίαν. ἤδη μὲν οὖν τις ἀπεφήνατο καὶ τῶν πρό‐
·
τερον οὕτως, οὐ μὴν εἰς ταὐτὸ βλέψας ἡμῖν. ἐκεῖνος μὲν γὰρ
·
ἔκρινε πασῶν μὲν οὐσῶν ἐπιεικῶν, οἷον ὀλιγαρχίας τε χρη‐
·
στῆς καὶ τῶν ἄλλων, χειρίστην δημοκρατίαν, φαύλων δὲ
·
ἀρίστην· ἡμεῖς δὲ ὅλως ταύτας ἐξημαρτημένας εἶναί φαμεν,
10
καὶ βελτίω μὲν ὀλιγαρχίαν ἄλλην ἄλλης οὐ καλῶς ἔχειν
·
λέγειν, ἧττον δὲ φαύλην. ἀλλὰ περὶ μὲν τῆς τοιαύτης κρί‐
·
σεως ἀφείσθω τὰ νῦν· ἡμῖν δὲ πρῶτον μὲν διαιρετέον πόσαι
·
διαφοραὶ τῶν πολιτειῶν, εἴπερ ἔστιν εἴδη πλείονα τῆς τε δημο‐
·
κρατίας καὶ τῆς ὀλιγαρχίας, ἔπειτα τίς κοινοτάτη καὶ
15
τίς αἱρετωτάτη μετὰ τὴν ἀρίστην πολιτείαν, κἂν εἴ τις ἄλλη
·
τετύχηκεν ἀριστοκρατικὴ καὶ συνεστῶσα καλῶς, ἅμα δὲ ταῖς
·
πλείσταις ἁρμόττουσα πόλεσι, τίς ἐστιν, ἔπειτα καὶ τῶν ἄλ‐
·
λων τίς τίσιν αἱρετή (τάχα γὰρ τοῖς μὲν ἀναγκαία δημο‐
·
κρατία μᾶλλον ὀλιγαρχίας, τοῖς δ’ αὕτη μᾶλλον ἐκείνης),
20
μετὰ δὲ ταῦτα τίνα τρόπον δεῖ καθιστάναι τὸν βουλόμενον
·
ταύτας τὰς πολιτείας, λέγω δὲ δημοκρατίας τε καθ’ ἕκα‐
·
στον εἶδος καὶ πάλιν ὀλιγαρχίας· τέλος δέ, πάντων τούτων
·
ὅταν ποιησώμεθα συντόμως τὴν ἐνδεχομένην μνείαν, πειρα‐
·
τέον ἐπελθεῖν τίνες φθοραὶ καὶ τίνες σωτηρίαι τῶν πολιτειῶν
25
καὶ κοινῇ καὶ χωρὶς ἑκάστης, καὶ διὰ τίνας αἰτίας ταῦτα
·
μάλιστα γίνεσθαι πέφυκεν.
·
Τοῦ μὲν οὖν εἶναι πλείους πολιτείας αἴτιον ὅτι πάσης ἔστι
·
μέρη πλείω πόλεως τὸν ἀριθμόν. πρῶτον μὲν γὰρ ἐξ οἰκιῶν
·
συγκειμένας πάσας ὁρῶμεν τὰς πόλεις, ἔπειτα πάλιν τούτου
30
τοῦ πλήθους τοὺς μὲν εὐπόρους ἀναγκαῖον εἶναι τοὺς δ’ ἀπόρους
·
τοὺς δὲ μέσους, καὶ τῶν εὐπόρων δὲ καὶ τῶν ἀπόρων τὸ μὲν
·
ὁπλιτικὸν τὸ δὲ ἄνοπλον. καὶ τὸν μὲν γεωργικὸν δῆμον ὁρῶ‐
·
μεν ὄντα, τὸν δ’ ἀγοραῖον, τὸν δὲ βάναυσον. καὶ τῶν γνωρί‐
·
μων εἰσὶ διαφοραὶ καὶ κατὰ τὸν πλοῦτον καὶ τὰ μεγέθη
35
τῆς οὐσίας, οἷον ἱπποτροφίας (τοῦτο γὰρ οὐ ῥᾴδιον μὴ πλου‐
·
τοῦντας ποιεῖν· διόπερ ἐπὶ τῶν ἀρχαίων χρόνων ὅσαις πόλε‐
·
σιν ἐν τοῖς ἵπποις ἡ δύναμις ἦν, ὀλιγαρχίαι παρὰ τούτοις
·
ἦσαν· ἐχρῶντο δὲ πρὸς τοὺς πολέμους ἵπποις πρὸς τοὺς ἀστυ‐
·
γείτονας, οἷον Ἐρετριεῖς καὶ Χαλκιδεῖς καὶ Μάγνητες οἱ ἐπὶ
40
Μαιάνδρῳ καὶ τῶν ἄλλων πολλοὶ περὶ τὴν Ἀσίαν)· ἔτι πρὸς
·
ταῖς κατὰ πλοῦτον διαφοραῖς ἐστιν ἡ μὲν κατὰ γένος ἡ δὲ
0086 035 Pol1290a
·
κατ’ ἀρετήν, κἂν εἴ τι δὴ τοιοῦτον ἕτερον εἴρηται πόλεως εἶναι
·
μέρος ἐν τοῖς περὶ τὴν ἀριστοκρατίαν· ἐκεῖ γὰρ διείλομεν
·
ἐκ πόσων μερῶν ἀναγκαίων ἐστὶ πᾶσα πόλις· τούτων γὰρ
·
τῶν μερῶν ὁτὲ μὲν πάντα μετέχει τῆς πολιτείας ὁτὲ δ’
5
ἐλάττω ὁτὲ δὲ πλείω. φανερὸν τοίνυν ὅτι πλείους ἀναγκαῖον
·
εἶναι πολιτείας, εἴδει διαφερούσας ἀλλήλων· καὶ γὰρ ταῦτ’
·
εἴδει διαφέρει τὰ μέρη σφῶν αὐτῶν. πολιτεία μὲν γὰρ ἡ
·
τῶν ἀρχῶν τάξις ἐστί, ταύτας δὲ διανέμονται πάντες ἢ κατὰ
·
τὴν δύναμιν τῶν μετεχόντων ἢ κατά τιν’ αὐτῶν ἰσότητα
10
κοινήν, λέγω δ’ οἷον τῶν ἀπόρων ἢ τῶν εὐπόρων ἢ κοινήν
·
τιν’ ἀμφοῖν. ἀναγκαῖον ἄρα πολιτείας εἶναι τοσαύτας ὅσαι
·
περ τάξεις κατὰ τὰς ὑπεροχάς εἰσι καὶ κατὰ τὰς δια‐
·
φορὰς τῶν μορίων.
·
μάλιστα δὲ δοκοῦσιν εἶναι δύο, καθάπερ
·
ἐπὶ τῶν πνευμάτων λέγεται τὰ μὲν βόρεια τὰ δὲ νότια, τὰ
15
δ’ ἄλλα τούτων παρεκβάσεις, οὕτω καὶ τῶν πολιτειῶν δύο,
·
δῆμος καὶ ὀλιγαρχία. τὴν γὰρ ἀριστοκρατίαν τῆς ὀλιγαρ‐
·
χίας εἶδος τιθέασιν ὡς οὖσαν ὀλιγαρχίαν τινά, καὶ τὴν κα‐
·
λουμένην πολιτείαν δημοκρατίας, ὥσπερ ἐν τοῖς πνεύμασι
·
τὸν μὲν ζέφυρον τοῦ βορέου, τοῦ δὲ νότου τὸν εὖρον. ὁμοίως
20
δ’ ἔχει καὶ περὶ τὰς ἁρμονίας, ὥς φασί τινες· καὶ γὰρ ἐκεῖ
·
τίθενται εἴδη δύο, τὴν δωριστὶ καὶ τὴν φρυγιστί, τὰ δ’ ἄλλα
·
συντάγματα τὰ μὲν Δώρια τὰ δὲ Φρύγια καλοῦσιν. μά‐
·
λιστα μὲν οὖν εἰώθασιν οὕτως ὑπολαμβάνειν περὶ τῶν πολι‐
·
τειῶν· ἀληθέστερον δὲ καὶ βέλτιον ὡς ἡμεῖς διείλομεν, δυοῖν
25
ἢ μιᾶς οὔσης τῆς καλῶς συνεστηκυίας τὰς ἄλλας εἶναι παρ‐
·
εκβάσεις, τὰς μὲν τῆς εὖ κεκραμένης ἁρμονίας τὰς δὲ
·
τῆς ἀρίστης πολιτείας, ὀλιγαρχικὰς μὲν τὰς συντονωτέρας
·
καὶ δεσποτικωτέρας, τὰς δ’ ἀνειμένας καὶ μαλακὰς δημο‐
·
τικάς.
30
Οὐ δεῖ δὲ τιθέναι δημοκρατίαν, καθάπερ εἰώθασί τινες
·
νῦν, ἁπλῶς οὕτως, ὅπου κύριον τὸ πλῆθος (καὶ γὰρ ἐν ταῖς
·
ὀλιγαρχίαις καὶ πανταχοῦ τὸ πλέον μέρος κύριον), οὐδ’ ὀλι‐
·
γαρχίαν, ὅπου κύριοι ὀλίγοι τῆς πολιτείας. εἰ γὰρ εἴησαν
·
οἱ πάντες χίλιοι καὶ τριακόσιοι, καὶ τούτων οἱ χίλιοι πλού‐
35
σιοι, καὶ μὴ μεταδιδοῖεν ἀρχῆς τοῖς τριακοσίοις καὶ πένησιν
·
ἐλευθέροις οὖσι καὶ τἆλλα ὁμοίοις, οὐθεὶς ἂν φαίη δημοκρα‐
·
τεῖσθαι τούτους· ὁμοίως δὲ καὶ εἰ πένητες ὀλίγοι μὲν εἶεν,
·
κρείττους δὲ τῶν εὐπόρων πλειόνων ὄντων, οὐδεὶς ἂν ὀλιγαρ‐
·
χίαν προσαγορεύσειεν οὐδὲ τὴν τοιαύτην, εἰ τοῖς ἄλλοις οὖσι
40
πλουσίοις μὴ μετείη τῶν τιμῶν. μᾶλλον τοίνυν λεκτέον ὅτι
0086 035 Pol1290b
·
δῆμος μέν ἐστιν ὅταν οἱ ἐλεύθεροι κύριοι ὦσιν, ὀλιγαρχία
·
δ’ ὅταν οἱ πλούσιοι, ἀλλὰ συμβαίνει τοὺς μὲν πολλοὺς εἶναι
·
τοὺς δ’ ὀλίγους· ἐλεύθεροι μὲν γὰρ πολλοί, πλούσιοι δ’ ὀλίγοι.
·
καὶ γὰρ ἂν εἰ κατὰ μέγεθος διενέμοντο τὰς ἀρχάς, ὥσπερ
5
ἐν Αἰθιοπίᾳ φασί τινες, ἢ κατὰ κάλλος, ὀλιγαρχία ἦν ἄν·
·
ὀλίγον γὰρ τὸ πλῆθος καὶ τὸ τῶν καλῶν καὶ τὸ τῶν μεγά‐
·
λων. οὐ μὴν ἀλλ’ οὐδὲ τούτοις μόνον ἱκανῶς ἔχει διωρίσθαι
·
τὰς πολιτείας ταύτας· ἀλλ’ ἐπεὶ πλείονα μόρια καὶ τοῦ
·
δήμου καὶ τῆς ὀλιγαρχίας εἰσίν, ἔτι διαληπτέον ὡς οὔτ’ ἂν οἱ
10
ἐλεύθεροι ὀλίγοι ὄντες πλειόνων καὶ μὴ ἐλευθέρων ἄρχωσι,
·
δῆμος, οἷον ἐν Ἀπολλωνίᾳ τῇ ἐν τῷ Ἰονίῳ καὶ ἐν Θήρᾳ (ἐν
·
τούτων γὰρ ἑκατέρᾳ τῶν πόλεων ἐν ταῖς τιμαῖς ἦσαν οἱ
·
διαφέροντες κατ’ εὐγένειαν καὶ πρῶτοι κατασχόντες τὰς
·
ἀποικίας, ὀλίγοι ὄντες, πολλῶν), οὔτε ἂν οἱ πλούσιοι διὰ τὸ
15
κατὰ πλῆθος ὑπερέχειν, ὀλιγαρχία, οἷον ἐν Κολοφῶνι τὸ πα‐
·
λαιόν (ἐκεῖ γὰρ ἐκέκτηντο μακρὰν οὐσίαν οἱ πλείους πρὶν
·
γενέσθαι τὸν πόλεμον τὸν πρὸς Λυδούς), ἀλλ’ ἔστι δημοκρα‐
·
τία μὲν ὅταν οἱ ἐλεύθεροι καὶ ἄποροι πλείους ὄντες κύριοι
·
τῆς ἀρχῆς ὦσιν, ὀλιγαρχία δ’ ὅταν οἱ πλούσιοι καὶ εὐγενέ‐
20
στεροι ὀλίγοι ὄντες.
·
ὅτι μὲν οὖν πολιτεῖαι πλείους, καὶ δι’ ἣν αἰτίαν, εἴρη‐
·
ται· διότι δὲ πλείους τῶν εἰρημένων, καὶ τίνες καὶ διὰ τί,
·
λέγωμεν ἀρχὴν λαβόντες τὴν εἰρημένην πρότερον. ὁμολο‐
·
γοῦμεν γὰρ οὐχ ἓν μέρος ἀλλὰ πλείω πᾶσαν ἔχειν πόλιν.
25
ὥσπερ οὖν εἰ ζῴου προῃρούμεθα λαβεῖν εἴδη, πρῶτον ἂν ἀπο‐
·
διωρίζομεν ἅπερ ἀναγκαῖον πᾶν ἔχειν ζῷον (οἷον ἔνιά τε
·
τῶν αἰσθητηρίων καὶ τὸ τῆς τροφῆς ἐργαστικὸν καὶ δεκτικόν,
·
οἷον στόμα καὶ κοιλίαν, πρὸς δὲ τούτοις, οἷς κινεῖται μορίοις
·
ἕκαστον αὐτῶν)· εἰ δὴ τοσαῦτα εἴη μόνον, τούτων δ’ εἶεν
30
διαφοραί (λέγω δ’ οἷον στόματός τινα πλείω γένη καὶ κοι‐
·
λίας καὶ τῶν αἰσθητηρίων, ἔτι δὲ καὶ τῶν κινητικῶν μορίων),
·
ὁ τῆς συζεύξεως τῆς τούτων ἀριθμὸς ἐξ ἀνάγκης ποιήσει
·
πλείω γένη ζῴων (οὐ γὰρ οἷόν τε ταὐτὸν ζῷον ἔχειν πλείους
·
στόματος διαφοράς, ὁμοίως δὲ οὐδ’ ὤτων), ὥσθ’ ὅταν λη‐
35
φθῶσι τούτων πάντες οἱ ἐνδεχόμενοι συνδυασμοί, ποιήσουσιν
·
εἴδη ζῴου, καὶ τοσαῦτ’ εἴδη τοῦ ζῴου ὅσαι περ αἱ συζεύξεις
·
τῶν ἀναγκαίων μορίων εἰσίν—τὸν αὐτὸν δὴ τρόπον καὶ τῶν
·
εἰρημένων πολιτειῶν. καὶ γὰρ αἱ πόλεις οὐκ ἐξ ἑνὸς ἀλλ’
·
ἐκ πολλῶν σύγκεινται μερῶν, ὥσπερ εἴρηται πολλάκις. ἓν
40
μὲν οὖν ἐστι τὸ περὶ τὴν τροφὴν πλῆθος, οἱ καλούμενοι γεωρ‐
0086 035 Pol1291a
·
γοί, δεύτερον δὲ τὸ καλούμενον βάναυσον (ἔστι δὲ τοῦτο τὸ περὶ
·
τὰς τέχνας ὧν ἄνευ πόλιν ἀδύνατον οἰκεῖσθαι· τούτων δὲ
·
τῶν τεχνῶν τὰς μὲν ἐξ ἀνάγκης ὑπάρχειν δεῖ, τὰς δὲ εἰς
·
τρυφὴν ἢ τὸ καλῶς ζῆν), τρίτον δὲ 〈τὸ〉 ἀγοραῖον (λέγω δ’ ἀγο‐
5
ραῖον τὸ περὶ τὰς πράσεις καὶ τὰς ὠνὰς καὶ τὰς ἐμπορίας καὶ
·
καπηλείας διατρῖβον), τέταρτον δὲ τὸ θητικόν, πέμπτον δὲ
·
γένος τὸ προπολεμῆσον, ὃ τούτων οὐθὲν ἧττόν ἐστιν ἀναγκαῖον
·
ὑπάρχειν, εἰ μέλλουσι μὴ δουλεύσειν τοῖς ἐπιοῦσιν. μὴ γὰρ ἓν
·
τῶν ἀδυνάτων ᾖ πόλιν ἄξιον εἶναι καλεῖν τὴν φύσει δούλην·
10
αὐτάρκης γὰρ ἡ πόλις, τὸ δὲ δοῦλον οὐκ αὔταρκες. διόπερ
·
ἐν τῇ Πολιτείᾳ κομψῶς τοῦτο, οὐχ ἱκανῶς δὲ εἴρηται. φησὶ
·
γὰρ ὁ Σωκράτης ἐκ τεττάρων τῶν ἀναγκαιοτάτων πόλιν
·
συγκεῖσθαι, λέγει δὲ τούτους ὑφάντην καὶ γεωργὸν καὶ σκυτο‐
·
τόμον καὶ οἰκοδόμον· πάλιν δὲ προστίθησιν, ὡς οὐκ αὐτάρ‐
15
κων τούτων, χαλκέα καὶ τοὺς ἐπὶ τοῖς ἀναγκαίοις βοσκήμα‐
·
σιν, ἔτι δ’ ἔμπορόν τε καὶ κάπηλον· καὶ ταῦτα πάντα γί‐
·
νεται πλήρωμα τῆς πρώτης πόλεως, ὡς τῶν ἀναγκαίων τε
·
χάριν πᾶσαν πόλιν συνεστηκυῖαν, ἀλλ’ οὐ τοῦ καλοῦ μᾶλλον,
·
ἴσον τε δεομένην σκυτέων τε καὶ γεωργῶν. τὸ δὲ προπολε‐
20
μοῦν οὐ πρότερον ἀποδίδωσι μέρος πρὶν ἢ τῆς χώρας αὐξο‐
·
μένης καὶ τῆς τῶν πλησίον ἁπτομένης εἰς πόλεμον κατα‐
·
στῶσιν. ἀλλὰ μὴν καὶ ἐν τοῖς τέτταρσι καὶ τοῖς ὁποσοισοῦν
·
κοινωνοῖς ἀναγκαῖον εἶναί τινα τὸν ἀποδώσοντα καὶ κρινοῦντα
·
τὸ δίκαιον. εἴπερ οὖν καὶ ψυχὴν ἄν τις θείη ζῴου μόριον
25
μᾶλλον ἢ σῶμα, καὶ πόλεων τὰ τοιαῦτα μᾶλλον θετέον
·
τῶν εἰς τὴν ἀναγκαίαν χρῆσιν συντεινόντων, τὸ πολεμικὸν
·
καὶ τὸ μετέχον δικαιοσύνης δικαστικῆς, πρὸς δὲ τούτοις τὸ
·
βουλευόμενον, ὅπερ ἐστὶ συνέσεως πολιτικῆς ἔργον. καὶ ταῦτ’
·
εἴτε κεχωρισμένως ὑπάρχει τισὶν εἴτε τοῖς αὐτοῖς, οὐθὲν δια‐
30
φέρει πρὸς τὸν λόγον· καὶ γὰρ ὁπλιτεύειν καὶ γεωργεῖν
·
συμβαίνει τοῖς αὐτοῖς πολλάκις. ὥστε εἴπερ καὶ ταῦτα καὶ
·
ἐκεῖνα θετέα μόρια τῆς πόλεως, φανερὸν ὅτι τό γε ὁπλιτι‐
·
κὸν ἀναγκαῖόν ἐστι μόριον τῆς πόλεως.
·
ἕβδομον δὲ τὸ ταῖς
·
οὐσίαις λειτουργοῦν, ὃ καλοῦμεν εὐπόρους. ὄγδοον δὲ τὸ δημιουρ‐
35
γικὸν καὶ τὸ περὶ τὰς ἀρχὰς λειτουργοῦν, εἴπερ ἄνευ ἀρχόν‐
·
των ἀδύνατον εἶναι πόλιν. ἀναγκαῖον οὖν εἶναί τινας τοὺς
·
δυναμένους ἄρχειν καὶ λειτουργοῦντας ἢ συνεχῶς ἢ κατὰ
·
μέρος τῇ πόλει ταύτην τὴν λειτουργίαν. λοιπὰ δὲ περὶ ὧν
·
τυγχάνομεν διωρικότες ἀρτίως, τὸ βουλευόμενον καὶ κρῖνον
40
περὶ τῶν δικαίων τοῖς ἀμφισβητοῦσιν. εἴπερ οὖν ταῦτα δεῖ
·
γενέσθαι ταῖς πόλεσι, καὶ καλῶς γενέσθαι καὶ δικαίως,
0086 035 Pol1291b
·
ἀναγκαῖον καὶ μετέχοντας εἶναί τινας ἀρετῆς τῶν πολι‐
·
τῶν. τὰς μὲν οὖν ἄλλας δυνάμεις τοῖς αὐτοῖς ὑπάρχειν
·
ἐνδέχεσθαι δοκεῖ πολλοῖς, οἷον τοὺς αὐτοὺς εἶναι τοὺς προπολε‐
·
μοῦντας καὶ γεωργοῦντας καὶ τεχνίτας, ἔτι δὲ τοὺς βουλευο‐
5
μένους τε καὶ κρίνοντας· ἀντιποιοῦνται δὲ καὶ τῆς ἀρετῆς
·
πάντες, καὶ τὰς πλείστας ἀρχὰς ἄρχειν οἴονται δύνασθαι·
·
ἀλλὰ πένεσθαι καὶ πλουτεῖν τοὺς αὐτοὺς ἀδύνατον. διὸ ταῦτα
·
μέρη μάλιστα εἶναι δοκεῖ πόλεως, οἱ εὔποροι καὶ οἱ ἄποροι.
·
ἔτι δὲ διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν ὀλίγους εἶναι τοὺς δὲ
10
πολλοὺς ταῦτα ἐναντία μέρη φαίνεται τῶν τῆς πόλεως
·
μορίων. ὥστε καὶ τὰς πολιτείας κατὰ τὰς ὑπεροχὰς τούτων
·
καθιστᾶσι, καὶ δύο πολιτεῖαι δοκοῦσιν εἶναι, δημοκρατία καὶ
·
ὀλιγαρχία.
·
ὅτι μὲν οὖν εἰσι πολιτεῖαι πλείους, καὶ διὰ τίνας
15
αἰτίας, εἴρηται πρότερον· ὅτι δὲ ἔστι καὶ δημοκρατίας εἴδη
·
πλείω καὶ ὀλιγαρχίας, λέγωμεν. φανερὸν δὲ τοῦτο καὶ ἐκ
·
τῶν εἰρημένων. εἴδη γὰρ πλείω τοῦ τε δήμου καὶ τῶν λεγο‐
·
μένων γνωρίμων ἔστιν, οἷον δήμου μὲν εἴδη ἓν μὲν οἱ γεωργοί,
·
ἕτερον δὲ τὸ περὶ τὰς τέχνας, ἄλλο δὲ τὸ ἀγοραῖον τὸ περὶ
20
ὠνὴν καὶ πρᾶσιν διατρῖβον, ἄλλο δὲ τὸ περὶ τὴν θάλατταν, καὶ
·
τούτου τὸ μὲν πολεμικὸν τὸ δὲ χρηματιστικὸν τὸ δὲ πορ‐
·
θμευτικὸν τὸ δ’ ἁλιευτικόν (πολλαχοῦ γὰρ ἕκαστα τούτων
·
πολύοχλα, οἷον ἁλιεῖς μὲν ἐν Τάραντι καὶ Βυζαντίῳ, τρι‐
·
ηρικὸν δὲ Ἀθήνησιν, ἐμπορικὸν δὲ ἐν Αἰγίνῃ καὶ Χίῳ, πορ‐
25
θμικὸν 〈δ’〉 ἐν Τενέδῳ), πρὸς δὲ τούτοις τὸ χερνητικὸν καὶ τὸ
·
μικρὰν ἔχον οὐσίαν ὥστε μὴ δύνασθαι σχολάζειν, ἔτι τὸ
·
μὴ ἐξ ἀμφοτέρων [πολιτῶν] ἐλεύθερον, κἂν εἴ τι τοιοῦτον
·
ἕτερον πλήθους εἶδος· τῶν δὲ γνωρίμων πλοῦτος εὐγένεια
·
ἀρετὴ παιδεία καὶ τὰ τούτοις λεγόμενα κατὰ τὴν αὐτὴν
30
διαφοράν.
30
δημοκρατία μὲν οὖν ἐστι πρώτη μὲν ἡ λεγομένη
·
μάλιστα κατὰ τὸ ἴσον. ἴσον γάρ φησιν ὁ νόμος ὁ τῆς
·
τοιαύτης δημοκρατίας τὸ μηδὲν μᾶλλον ὑπερέχειν τοὺς ἀπό‐
·
ρους ἢ τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι ὁποτερουσοῦν, ἀλλ’
·
ὁμοίους ἀμφοτέρους. εἴπερ γὰρ ἐλευθερία μάλιστ’ ἔστιν ἐν δημο‐
35
κρατίᾳ, καθάπερ ὑπολαμβάνουσί τινες, καὶ ἰσότης, οὕτως
·
ἂν εἴη μάλιστα, κοινωνούτων ἁπάντων μάλιστα τῆς πολι‐
·
τείας ὁμοίως. ἐπεὶ δὲ πλείων ὁ δῆμος, κύριον δὲ τὸ δόξαν
·
τοῖς πλείοσιν, ἀνάγκη δημοκρατίαν εἶναι ταύτην. ἓν μὲν οὖν
·
εἶδος δημοκρατίας τοῦτο· ἄλλο δὲ τὸ τὰς ἀρχὰς ἀπὸ τιμη‐
40
μάτων εἴναι, βραχέων δὲ τούτων ὄντων· δεῖ δὲ τῷ κτωμένῳ
·
ἐξουσίαν εἶναι μετέχειν καὶ τὸν ἀποβάλλοντα μὴ μετέχειν·
0086 035 Pol1292a
·
ἕτερον εἶδος δημοκρατίας τὸ μετέχειν ἅπαντας τοὺς πολίτας
·
ὅσοι ἀνυπεύθυνοι, ἄρχειν δὲ τὸν νόμον· ἕτερον δὲ εἶδος δημο‐
·
κρατίας τὸ παντὶ μετεῖναι τῶν ἀρχῶν, ἐὰν μόνον ᾖ πολί‐
·
της, ἄρχειν δὲ τὸν νόμον· ἕτερον δὲ εἶδος δημοκρατίας τἆλλα
5
μὲν εἶναι ταὐτά, κύριον δ’ εἶναι τὸ πλῆθος καὶ μὴ τὸν νό‐
·
μον. τοῦτο δὲ γίνεται ὅταν τὰ ψηφίσματα κύρια ᾖ ἀλλὰ
·
μὴ ὁ νόμος· συμβαίνει δὲ τοῦτο διὰ τοὺς δημαγωγούς. ἐν
·
μὲν γὰρ ταῖς κατὰ νόμον δημοκρατουμέναις οὐ γίνεται δημα‐
·
γωγός, ἀλλ’ οἱ βέλτιστοι τῶν πολιτῶν εἰσιν ἐν προεδρίᾳ·
10
ὅπου δ’ οἱ νόμοι μή εἰσι κύριοι, ἐνταῦθα γίνονται δημαγω‐
·
γοί. μόναρχος γὰρ ὁ δῆμος γίνεται, σύνθετος εἷς ἐκ πολ‐
·
λῶν· οἱ γὰρ πολλοὶ κύριοί εἰσιν οὐχ ὡς ἕκαστος ἀλλὰ πάν‐
·
τες. Ὅμηρος δὲ ποίαν λέγει οὐκ ἀγαθὸν εἶναι πολυκοιρανίην,
·
πότερον ταύτην ἢ ὅταν πλείους ὦσιν οἱ ἄρχοντες ὡς ἕκαστος,
15
ἄδηλον. ὁ δ’ οὖν τοιοῦτος δῆμος, ἅτε μόναρχος ὤν, ζητεῖ μον‐
·
αρχεῖν διὰ τὸ μὴ ἄρχεσθαι ὑπὸ νόμου, καὶ γίνεται δεσπο‐
·
τικός, ὥστε οἱ κόλακες ἔντιμοι, καὶ ἔστιν ὁ τοιοῦτος δῆμος
·
ἀνάλογον τῶν μοναρχιῶν τῇ τυραννίδι. διὸ καὶ τὸ ἦθος τὸ
·
αὐτό, καὶ ἄμφω δεσποτικὰ τῶν βελτιόνων, καὶ τὰ ψηφί‐
20
σματα ὥσπερ ἐκεῖ τὰ ἐπιτάγματα, καὶ ὁ δημαγωγὸς
·
καὶ ὁ κόλαξ οἱ αὐτοὶ καὶ ἀνάλογον. καὶ μάλιστα δ’ ἑκάτε‐
·
ροι παρ’ ἑκατέροις ἰσχύουσιν, οἱ μὲν κόλακες παρὰ τοῖς τυράν‐
·
νοις, οἱ δὲ δημαγωγοὶ παρὰ τοῖς δήμοις τοῖς τοιούτοις. αἴτιοι
·
δέ εἰσι τοῦ εἶναι τὰ ψηφίσματα κύρια ἀλλὰ μὴ τοὺς νόμους
25
οὗτοι, πάντα ἀνάγοντες εἰς τὸν δῆμον· συμβαίνει γὰρ αὐτοῖς
·
γίνεσθαι μεγάλοις διὰ τὸ τὸν μὲν δῆμον πάντων εἶναι κύ‐
·
ριον, τῆς δὲ τοῦ δήμου δόξης τούτους· πείθεται γὰρ τὸ πλῆθος
·
τούτοις. ἔτι δ’ οἱ ταῖς ἀρχαῖς ἐγκαλοῦντες τὸν δῆμόν φασι
·
δεῖν κρίνειν, ὁ δὲ ἀσμένως δέχεται τὴν πρόκλησιν· ὥστε κατα‐
30
λύονται πᾶσαι αἱ ἀρχαί. εὐλόγως δὲ ἂν δόξειεν ἐπιτιμᾶν
·
ὁ φάσκων τὴν τοιαύτην εἶναι δημοκρατίαν οὐ πολιτείαν.
·
ὅπου γὰρ μὴ νόμοι ἄρχουσιν, οὐκ ἔστι πολιτεία. δεῖ γὰρ τὸν
·
μὲν νόμον ἄρχειν πάντων 〈τῶν καθόλου〉, τῶν δὲ καθ’ ἕκαστα τὰς
·
ἀρχάς, καὶ ταύτην πολιτείαν κρίνειν. ὥστ’ εἴπερ ἐστὶ δημοκρατία
35
μία τῶν πολιτειῶν, φανερὸν ὡς ἡ τοιαύτη κατάστασις, ἐν ᾗ ψηφί‐
·
σμασι πάντα διοικεῖται, οὐδὲ δημοκρατία κυρίως· οὐθὲν
·
γὰρ ἐνδέχεται ψήφισμα εἶναι καθόλου. τὰ μὲν οὖν τῆς δημο‐
·
κρατίας εἴδη διωρίσθω τὸν τρόπον τοῦτον.
·
Ὀλιγαρχίας δὲ εἴδη ἓν μὲν τὸ ἀπὸ τιμημάτων εἶναι
40
τὰς ἀρχὰς τηλικούτων ὥστε τοὺς ἀπόρους μὴ μετέχειν, πλείους
·
ὄντας, ἐξεῖναι δὲ τῷ κτωμένῳ μετέχειν τῆς πολιτείας, ἄλλο
0086 035 Pol1292b
·
δέ, ὅταν ἀπὸ τιμημάτων μακρῶν ὦσιν αἱ ἀρχαὶ καὶ αἱρῶν‐
·
ται αὐτοὶ τοὺς ἐλλείποντας (ἂν μὲν οὖν ἐκ πάντων τούτων
·
τοῦτο ποιῶσι, δοκεῖ τοῦτ’ εἶναι μᾶλλον ἀριστοκρατικόν, ἐὰν δὲ
·
ἐκ τινῶν ἀφωρισμένων, ὀλιγαρχικόν)· ἕτερον εἶδος ὀλιγαρ‐
5
χίας, ὅταν παῖς ἀντὶ πατρὸς εἰσίῃ, τέταρτον δ’, ὅταν
·
ὑπάρχῃ τε τὸ νῦν λεχθὲν καὶ ἄρχῃ μὴ ὁ νόμος ἀλλ’ οἱ
·
ἄρχοντες. καὶ ἔστιν ἀντίστροφος αὕτη ἐν ταῖς ὀλιγαρχίαις
·
ὥσπερ ἡ τυραννὶς ἐν ταῖς μοναρχίαις, καὶ περὶ ἧς τελευ‐
·
ταίας εἴπαμεν δημοκρατίας ἐν ταῖς δημοκρατίαις· καὶ κα‐
10
λοῦσι δὴ τὴν τοιαύτην ὀλιγαρχίαν δυναστείαν.
·
ὀλιγαρχίας μὲν οὖν εἴδη τοσαῦτα καὶ δημοκρατίας· οὐ
·
δεῖ δὲ λανθάνειν ὅτι πολλαχοῦ συμβέβηκεν ὥστε τὴν μὲν
·
πολιτείαν τὴν κατὰ τοὺς νόμους μὴ δημοτικὴν εἶναι, διὰ δὲ
·
τὸ ἔθος καὶ τὴν ἀγωγὴν πολιτεύεσθαι δημοτικῶς, ὁμοίως
15
δὲ πάλιν παρ’ ἄλλοις τὴν μὲν κατὰ τοὺς νόμους εἶναι πολι‐
·
τείαν δημοτικωτέραν, τῇ δ’ ἀγωγῇ καὶ τοῖς ἔθεσιν ὀλιγαρ‐
·
χεῖσθαι μᾶλλον. συμβαίνει δὲ τοῦτο μάλιστα μετὰ τὰς
·
μεταβολὰς τῶν πολιτειῶν· οὐ γὰρ εὐθὺς μεταβαίνουσιν,
·
ἀλλὰ ἀγαπῶσι τὰ πρῶτα μικρὰ πλεονεκτοῦντες παρ’ ἀλλή‐
20
λων, ὥσθ’ οἱ μὲν νόμοι διαμένουσιν οἱ προϋπάρχοντες, κρα‐
·
τοῦσι δ’ οἱ μεταβαλόντες τὴν πολιτείαν.
·
Ὅτι δ’ ἔστι τοσαῦτα εἴδη δημοκρατίας καὶ ὀλιγαρχίας,
·
ἐξ αὐτῶν τῶν εἰρημένων φανερόν ἐστιν. ἀνάγκη γὰρ ἢ
·
πάντα τὰ εἰρημένα μέρη τοῦ δήμου κοινωνεῖν τῆς πολιτείας,
25
ἢ τὰ μὲν τὰ δὲ μή. ὅταν μὲν οὖν τὸ γεωργικὸν καὶ τὸ κε‐
·
κτημένον μετρίαν οὐσίαν κύριον ᾖ τῆς πολιτείας, πολιτεύον‐
·
ται κατὰ νόμους (ἔχουσι γὰρ ἐργαζόμενοι ζῆν, οὐ δύνανται
·
δὲ σχολάζειν, ὥστε τὸν νόμον ἐπιστήσαντες ἐκκλησιάζουσι τὰς
·
ἀναγκαίας ἐκκλησίας), τοῖς δὲ ἄλλοις μετέχειν ἔξεστιν ὅταν
30
κτήσωνται τὸ τίμημα τὸ διωρισμένον ὑπὸ τῶν νόμων· διὸ
·
πᾶσι τοῖς κτησαμένοις ἔξεστι μετέχειν· ὅλως μὲν γὰρ τὸ μὲν
·
μὴ ἐξεῖναι πᾶσιν ὀλιγαρχικόν, †τὸ δὲ δὴ ἐξεῖναι σχολάζειν
·
ἀδύνατον μὴ προσόδων οὐσῶν.† τοῦτο μὲν οὖν εἶδος ἓν δημο‐
·
κρατίας διὰ ταύτας τὰς αἰτίας· ἕτερον δὲ εἶδος διὰ τὴν
35
ἐχομένην διαίρεσιν· ἔστι γὰρ καὶ πᾶσιν ἐξεῖναι τοῖς ἀνυπευθύ‐
·
νοις κατὰ τὸ γένος, μετέχειν μέντοι 〈τοὺς〉 δυναμένους σχολά‐
·
ζειν· διόπερ ἐν τῇ τοιαύτῃ δημοκρατίᾳ οἱ νόμοι ἄρχουσι,
·
διὰ τὸ μὴ εἶναι πρόσοδον. τρίτον δ’ εἶδος τὸ πᾶσιν ἐξεῖναι,
·
ὅσοι ἂν ἐλεύθεροι ὦσι, μετέχειν τῆς πολιτείας, μὴ μέντοι
40
μετέχειν διὰ τὴν προειρημένην αἰτίαν, ὥστ’ ἀναγκαῖον καὶ
·
ἐν ταύτῃ ἄρχειν τὸν νόμον. τέταρτον δὲ εἶδος δημοκρατίας
0086 035 Pol1293a
·
ἡ τελευταία τοῖς χρόνοις ἐν ταῖς πόλεσι γεγενημένη. διὰ
·
γὰρ τὸ μείζους γεγονέναι πολὺ τὰς πόλεις τῶν ἐξ ὑπαρχῆς
·
καὶ προσόδων ὑπάρχειν εὐπορίας, μετέχουσι μὲν πάντες τῆς
·
πολιτείας διὰ τὴν ὑπεροχὴν τοῦ πλήθους, κοινωνοῦσι δὲ καὶ
5
πολιτεύονται διὰ τὸ δύνασθαι σχολάζειν καὶ τοὺς ἀπόρους,
·
λαμβάνοντας μισθόν. καὶ μάλιστα δὲ σχολάζει τὸ τοιοῦτον
·
πλῆθος· οὐ γὰρ ἐμποδίζει αὐτοὺς οὐθὲν ἡ τῶν ἰδίων ἐπιμέ‐
·
λεια, τοὺς δὲ πλουσίους ἐμποδίζει, ὥστε πολλάκις οὐ κοινωνοῦσι
·
τῆς ἐκκλησίας οὐδὲ τοῦ δικάζειν. διὸ γίνεται τὸ τῶν ἀπόρων
10
πλῆθος κύριον τῆς πολιτείας, ἀλλ’ οὐχ οἱ νόμοι.
10
τὰ μὲν οὖν
·
τῆς δημοκρατίας εἴδη τοσαῦτα καὶ τοιαῦτα διὰ ταύτας τὰς
·
ἀνάγκας ἐστίν, τάδε δὲ τῆς ὀλιγαρχίας· ὅταν μὲν πλείους
·
ἔχωσιν οὐσίαν, ἐλάττω δὲ καὶ μὴ πολλὴν λίαν, τὸ τῆς
·
πρώτης ὀλιγαρχίας εἶδός ἐστιν· ποιοῦσι γὰρ ἐξουσίαν μετέχειν
15
τῷ κτωμένῳ, καὶ διὰ τὸ πλῆθος εἶναι τῶν μετεχόντων τοῦ
·
πολιτεύματος ἀνάγκη μὴ τοὺς ἀνθρώπους ἀλλὰ τὸν νόμον
·
εἶναι κύριον (ὅσῳ γὰρ ἂν πλεῖον ἀπέχωσι τῆς μοναρχίας,
·
καὶ μήτε τοσαύτην ἔχωσιν οὐσίαν ὥστε σχολάζειν ἀμελοῦν‐
·
τες, μήθ’ οὕτως ὀλίγην ὥστε τρέφεσθαι ἀπὸ τῆς πόλεως,
20
ἀνάγκη τὸν νόμον ἀξιοῦν αὐτοῖς ἄρχειν, ἀλλὰ μὴ αὐτούς)·
·
ἐὰν δὲ δὴ ἐλάττους ὦσιν οἱ τὰς οὐσίας ἔχοντες ἢ οἱ τὸ πρό‐
·
τερον, πλείω δέ, τὸ τῆς δευτέρας ὀλιγαρχίας γίνεται εἶδος·
·
μᾶλλον γὰρ ἰσχύοντες πλεονεκτεῖν ἀξιοῦσιν, διὸ αὐτοὶ μὲν
·
αἱροῦνται ἐκ τῶν ἄλλων τοὺς εἰς τὸ πολίτευμα βαδίζοντας,
25
διὰ δὲ τὸ μήπω οὕτως ἰσχυροὶ εἶναι ὥστ’ ἄνευ νόμου ἄρχειν
·
τὸν νόμον τίθενται τοιοῦτον. ἐὰν δ’ ἐπιτείνωσι τῷ ἐλάττονες
·
ὄντες μείζονας οὐσίας ἔχειν, ἡ τρίτη ἐπίδοσις γίνεται τῆς
·
ὀλιγαρχίας, τὸ δι’ αὑτῶν μὲν τὰς ἀρχὰς ἔχειν, κατὰ νό‐
·
μον δὲ τὸν κελεύοντα τῶν τελευτώντων διαδέχεσθαι τοὺς
30
υἱεῖς. ὅταν δὲ ἤδη πολὺ ὑπερτείνωσι ταῖς οὐσίαις καὶ ταῖς
·
πολυφιλίαις, ἐγγὺς ἡ τοιαύτη δυναστεία μοναρχίας ἐστίν, καὶ
·
κύριοι γίνονται οἱ ἄνθρωποι, ἀλλ’ οὐχ ὁ νόμος· καὶ τὸ τέ‐
·
ταρτον εἶδος τῆς ὀλιγαρχίας τοῦτ’ ἐστίν, ἀντίστροφον τῷ τελευ‐
·
ταίῳ τῆς δημοκρατίας.
35
Ἔτι δ’ εἰσὶ δύο πολιτεῖαι παρὰ δημοκρατίαν τε καὶ
·
ὀλιγαρχίαν, ὧν τὴν μὲν ἑτέραν λέγουσί τε πάντες καὶ εἴρη‐
·
ται τῶν τεττάρων πολιτειῶν εἶδος ἕν (λέγουσι δὲ τέτταρας
·
μοναρχίαν ὀλιγαρχίαν δημοκρατίαν, τέταρτον δὲ τὴν κα‐
·
λουμένην ἀριστοκρατίαν)· πέμπτη δ’ ἐστὶν ἣ προσαγορεύεται
40
τὸ κοινὸν ὄνομα πασῶν (πολιτείαν γὰρ καλοῦσιν), ἀλλὰ διὰ
·
τὸ μὴ πολλάκις γίνεσθαι λανθάνει τοὺς πειρωμένους ἀριθμεῖν
·
τὰ τῶν πολιτειῶν εἴδη, καὶ χρῶνται ταῖς τέτταρσι μόνον
0086 035 Pol1293b
·
(ὥσπερ Πλάτων) ἐν ταῖς πολιτείαις. ἀριστοκρατίαν μὲν οὖν
·
καλῶς ἔχει καλεῖν περὶ ἧς διήλθομεν ἐν τοῖς πρώτοις λό‐
·
γοις (τὴν γὰρ ἐκ τῶν ἀρίστων ἁπλῶς κατ’ ἀρετὴν πολιτείαν
·
καὶ μὴ πρὸς ὑπόθεσίν τινα ἀγαθῶν ἀνδρῶν μόνην δίκαιον
5
προσαγορεύειν ἀριστοκρατίαν· ἐν μόνῃ γὰρ ἁπλῶς ὁ αὐτὸς
·
ἀνὴρ καὶ πολίτης ἀγαθός ἐστιν, οἱ δ’ ἐν ταῖς ἄλλαις ἀγα‐
·
θοὶ πρὸς τὴν πολιτείαν εἰσὶ τὴν αὑτῶν)· οὐ μὴν ἀλλ’ εἰσί
·
τινες αἳ πρός τε τὰς ὀλιγαρχουμένας ἔχουσι διαφορὰς καὶ
·
καλοῦνται ἀριστοκρατίαι καὶ πρὸς τὴν καλουμένην πολιτείαν.
10
ὅπου γὰρ μὴ μόνον πλουτίνδην ἀλλὰ καὶ ἀριστίνδην αἱροῦνται
·
τὰς ἀρχάς, αὕτη ἡ πολιτεία διαφέρει τε ἀμφοῖν καὶ ἀρι‐
·
στοκρατικὴ καλεῖται. καὶ γὰρ ἐν ταῖς μὴ ποιουμέναις κοινὴν
·
ἐπιμέλειαν ἀρετῆς εἰσὶν ὅμως τινὲς οἱ εὐδοκιμοῦντες καὶ δο‐
·
κοῦντες εἶναι ἐπιεικεῖς. ὅπου οὖν ἡ πολιτεία βλέπει εἴς τε
15
πλοῦτον καὶ ἀρετὴν καὶ δῆμον, οἷον ἐν Καρχηδόνι, αὕτη ἀρι‐
·
στοκρατική ἐστιν, καὶ ἐν αἷς εἰς τὰ δύο μόνον, οἷον ἡ Λακε‐
·
δαιμονίων, εἴς τε ἀρετὴν καὶ δῆμον, καὶ ἔστι μίξις τῶν δύο
·
τούτων, δημοκρατίας τε καὶ ἀρετῆς. ἀριστοκρατίας μὲν οὖν
·
παρὰ τὴν πρώτην τὴν ἀρίστην πολιτείαν ταῦτα δύο εἴδη,
20
καὶ τρίτον ὅσαι τῆς καλουμένης πολιτείας ῥέπουσι πρὸς τὴν
·
ὀλιγαρχίαν μᾶλλον.
·
Λοιπὸν δ’ ἐστὶν ἡμῖν περί τε τῆς ὀνομαζομένης πολιτείας
·
εἰπεῖν καὶ περὶ τυραννίδος. ἐτάξαμεν δ’ οὕτως οὐκ οὖσαν οὔτε
·
ταύτην παρέκβασιν οὔτε τὰς ἄρτι ῥηθείσας ἀριστοκρατίας, ὅτι
25
τὸ μὲν ἀληθὲς πᾶσαι διημαρτήκασι τῆς ὀρθοτάτης πολι‐
·
τείας, ἔπειτα καταριθμοῦνται μετὰ τούτων εἰσί τ’ αὐτῶν
·
αὗται παρεκβάσεις ἅσπερ ἐν τοῖς κατ’ ἀρχὴν εἴπομεν. τελευ‐
·
ταῖον δὲ περὶ τυραννίδος εὔλογόν ἐστι ποιήσασθαι μνείαν
·
διὰ τὸ πασῶν ἥκιστα ταύτην εἶναι πολιτείαν, ἡμῖν δὲ τὴν
30
μέθοδον εἶναι περὶ πολιτείας. δι’ ἣν μὲν οὖν αἰτίαν τέτακται
·
τὸν τρόπον τοῦτον, εἴρηται· νῦν δὲ δεικτέον ἡμῖν περὶ πολι‐
·
τείας. φανερωτέρα γὰρ ἡ δύναμις αὐτῆς διωρισμένων τῶν
·
περὶ ὀλιγαρχίας καὶ δημοκρατίας. ἔστι γὰρ ἡ πολιτεία ὡς
·
ἁπλῶς εἰπεῖν μίξις ὀλιγαρχίας καὶ δημοκρατίας. εἰώθασι
35
δὲ καλεῖν τὰς μὲν ἀποκλινούσας [ὡς] πρὸς τὴν δημοκρατίαν
·
πολιτείας, τὰς δὲ πρὸς τὴν ὀλιγαρχίαν μᾶλλον ἀριστοκρα‐
·
τίας διὰ τὸ μᾶλλον ἀκολουθεῖν παιδείαν καὶ εὐγένειαν τοῖς
·
εὐπορωτέροις. ἔτι δὲ δοκοῦσιν ἔχειν οἱ εὔποροι ὧν ἕνεκεν οἱ
·
ἀδικοῦντες ἀδικοῦσιν· ὅθεν καὶ καλοὺς κἀγαθοὺς καὶ γνωρίμους
40
τούτους προσαγορεύουσιν. ἐπεὶ οὖν ἡ ἀριστοκρατία βούλεται τὴν
·
ὑπεροχὴν ἀπονέμειν τοῖς ἀρίστοις τῶν πολιτῶν, καὶ τὰς ὀλι‐
·
γαρχίας εἶναί φασιν ἐκ τῶν καλῶν κἀγαθῶν μᾶλλον. δο‐
0086 035 Pol1294a
·
κεῖ δ’ εἶναι τῶν ἀδυνάτων τὸ εὐνομεῖσθαι τὴν μὴ ἀριστοκρα‐
·
τουμένην πόλιν ἀλλὰ πονηροκρατουμένην, ὁμοίως δὲ καὶ ἀρι‐
·
στοκρατεῖσθαι τὴν μὴ εὐνομουμένην. οὐκ ἔστι δὲ εὐνομία τὸ εὖ
·
κεῖσθαι τοὺς νόμους, μὴ πείθεσθαι δέ. διὸ μίαν μὲν εὐνομίαν
5
ὑποληπτέον εἶναι τὸ πείθεσθαι τοῖς κειμένοις νόμοις, ἑτέραν
·
δὲ τὸ καλῶς κεῖσθαι τοὺς νόμους οἷς ἐμμένουσιν (ἔστι γὰρ πεί‐
·
θεσθαι καὶ κακῶς κειμένοις). τοῦτο δὲ ἐνδέχεται διχῶς· ἢ
·
γὰρ τοῖς ἀρίστοις τῶν ἐνδεχομένων αὐτοῖς, ἢ τοῖς ἁπλῶς
·
ἀρίστοις.
·
δοκεῖ δὲ ἀριστοκρατία μὲν εἶναι μάλιστα τὸ τὰς
10
τιμὰς νενεμῆσθαι κατ’ ἀρετήν (ἀριστοκρατίας μὲν γὰρ ὅρος
·
ἀρετή, ὀλιγαρχίας δὲ πλοῦτος, δήμου δ’ ἐλευθερία)· τὸ δ’ ὅ τι
·
ἂν δόξῃ τοῖς πλείοσιν, ἐν πάσαις ὑπάρχει· καὶ γὰρ ἐν ὀλι‐
·
γαρχίᾳ καὶ ἐν ἀριστοκρατίᾳ καὶ ἐν δήμοις, ὅ τι ἂν δόξῃ τῷ
·
πλείονι μέρει τῶν μετεχόντων τῆς πολιτείας, τοῦτ’ ἐστὶ κύριον.
15
ἐν μὲν οὖν ταῖς πλείσταις πόλεσι τὸ τῆς πολιτείας εἶδος 〈κακῶς〉
·
καλεῖται· μόνον γὰρ ἡ μίξις στοχάζεται τῶν εὐπόρων καὶ
·
τῶν ἀπόρων, πλούτου καὶ ἐλευθερίας· σχεδὸν γὰρ παρὰ τοῖς
·
πλείστοις οἱ εὔποροι τῶν καλῶν κἀγαθῶν δοκοῦσι κατ‐
·
έχειν χώραν· ἐπεὶ δὲ τρία ἐστὶ τὰ ἀμφισβητοῦντα τῆς ἰσότητος
20
τῆς πολιτείας, ἐλευθερία πλοῦτος ἀρετή (τὸ γὰρ τέταρτον, ὃ
·
καλοῦσιν εὐγένειαν, ἀκολουθεῖ τοῖς δυσίν· ἡ γὰρ εὐγένειά ἐστιν
·
ἀρχαῖος πλοῦτος καὶ ἀρετή), φανερὸν ὅτι τὴν μὲν τοῖν δυοῖν
·
μίξιν, τῶν εὐπόρων καὶ τῶν ἀπόρων, πολιτείαν λεκτέον, τὴν
·
δὲ τῶν τριῶν ἀριστοκρατίαν μάλιστα τῶν ἄλλων παρὰ τὴν
25
ἀληθινὴν καὶ πρώτην. ὅτι μὲν οὖν ἔστι καὶ ἕτερα πολιτείας
·
εἴδη παρὰ μοναρχίαν τε καὶ δημοκρατίαν καὶ ὀλιγαρχίαν,
·
εἴρηται, καὶ ποῖα ταῦτα, καὶ τί διαφέρουσιν ἀλλήλων αἵ τ’
·
ἀριστοκρατίαι καὶ αἱ πολιτεῖαι τῆς ἀριστοκρατίας, καὶ ὅτι οὐ
·
πόρρω αὗται ἀλλήλων, φανερόν.
30
Τίνα δὲ τρόπον γίνεται παρὰ δημοκρατίαν καὶ ὀλιγαρ‐
·
χίαν ἡ καλουμένη πολιτεία, καὶ πῶς αὐτὴν δεῖ καθιστά‐
·
ναι, λέγωμεν ἐφεξῆς τοῖς εἰρημένοις. ἅμα δὲ δῆλον ἔσται
·
καὶ οἷς ὁρίζονται τὴν δημοκρατίαν καὶ τὴν ὀλιγαρχίαν· λη‐
·
πτέον γὰρ τὴν τούτων διαίρεσιν, εἶτα ἐκ τούτων ἀφ’ ἑκατέρας
35
ὥσπερ σύμβολον λαμβάνοντας συνθετέον. εἰσὶ δὲ ὅροι τρεῖς
·
τῆς συνθέσεως καὶ μίξεως. ἢ γὰρ ἀμφότερα ληπτέον ἃ
·
ἑκάτεροι νομοθετοῦσιν, οἷον περὶ τοῦ δικάζειν (ἐν μὲν γὰρ
·
ταῖς ὀλιγαρχίαις τοῖς εὐπόροις ζημίαν τάττουσιν ἂν μὴ δικά‐
·
ζωσι, τοῖς δ’ ἀπόροις οὐδένα μισθόν, ἐν δὲ ταῖς δημοκρα‐
40
τίαις τοῖς μὲν ἀπόροις μισθόν, τοῖς δ’ εὐπόροις οὐδεμίαν ζη‐
·
μίαν· κοινὸν δὲ καὶ μέσον τούτων ἀμφότερα ταῦτα, διὸ καὶ
0086 035 Pol1294b
·
πολιτικόν, μέμεικται γὰρ ἐξ ἀμφοῖν)· εἷς μὲν οὖν οὗτος τοῦ
·
συνδυασμοῦ τρόπος, ἕτερος δὲ τὸ 〈τὸ〉 μέσον λαμβάνειν ὧν ἑκά‐
·
τεροι τάττουσιν, οἷον ἐκκλησιάζειν οἱ μὲν ἀπὸ τιμήματος
·
οὐθενὸς ἢ μικροῦ πάμπαν, οἱ δ’ ἀπὸ μακροῦ τιμήματος, κοι‐
5
νὸν δέ γε οὐδέτερον, ἀλλὰ τὸ μέσον ἑκατέρου τίμημα τού‐
·
των. τρίτον δ’ ἐκ δυοῖν ταγμάτοιν, τὰ μὲν ἐκ τοῦ ὀλιγαρ‐
·
χικοῦ νόμου τὰ δ’ ἐκ τοῦ δημοκρατικοῦ. λέγω δ’ οἷον δοκεῖ
·
δημοκρατικὸν μὲν εἶναι τὸ κληρωτὰς εἶναι τὰς ἀρχάς, τὸ
·
δ’ αἱρετὰς ὀλιγαρχικόν, καὶ δημοκρατικὸν μὲν τὸ μὴ ἀπὸ
10
τιμήματος, ὀλιγαρχικὸν δὲ τὸ ἀπὸ τιμήματος· ἀριστοκρα‐
·
τικὸν τοίνυν καὶ πολιτικὸν τὸ ἐξ ἑκατέρας ἑκάτερον λαβεῖν,
·
ἐκ μὲν τῆς ὀλιγαρχίας τὸ αἱρετὰς ποιεῖν τὰς ἀρχάς, ἐκ δὲ
·
τῆς δημοκρατίας τὸ μὴ ἀπὸ τιμήματος.
·
ὁ μὲν οὖν τρόπος τῆς
·
μίξεως οὗτος· τοῦ δ’ εὖ μεμεῖχθαι δημοκρατίαν καὶ ὀλιγαρχίαν
15
ὅρος, ὅταν ἐνδέχηται λέγειν τὴν αὐτὴν πολιτείαν δημοκρα‐
·
τίαν καὶ ὀλιγαρχίαν. δῆλον γὰρ ὅτι τοῦτο πάσχουσιν οἱ λέ‐
·
γοντες διὰ τὸ μεμεῖχθαι καλῶς· πέπονθε δὲ τοῦτο καὶ τὸ
·
μέσον, ἐμφαίνεται γὰρ ἑκάτερον ἐν αὐτῷ τῶν ἄκρων· ὅπερ
·
συμβαίνει περὶ τὴν Λακεδαιμονίων πολιτείαν. πολλοὶ γὰρ
20
ἐγχειροῦσι λέγειν ὡς δημοκρατίας οὔσης διὰ τὸ δημοκρατικὰ
·
πολλὰ τὴν τάξιν ἔχειν, οἷον πρῶτον τὸ περὶ τὴν τροφὴν τῶν
·
παίδων (ὁμοίως γὰρ οἱ τῶν πλουσίων τρέφονται τοῖς τῶν
·
πενήτων, καὶ παιδεύονται τὸν τρόπον τοῦτον ὃν ἂν δύναιντο
·
καὶ τῶν πενήτων οἱ παῖδες), ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐχομέ‐
25
νης ἡλικίας, καὶ ὅταν ἄνδρες γένωνται, τὸν αὐτὸν τρόπον
·
(οὐθὲν γὰρ διάδηλος ὁ πλούσιος καὶ ὁ πένης οὕτω) τὰ περὶ τὴν
·
τροφὴν ταὐτὰ πᾶσιν ἐν τοῖς συσσιτίοις, καὶ τὴν ἐσθῆτα οἱ
·
πλούσιοι τοιαύτην οἵαν ἄν τις παρασκευάσαι δύναιτο καὶ
·
τῶν πενήτων ὁστισοῦν· ἔτι τὸ δύο τὰς μεγίστας ἀρχὰς τὴν
30
μὲν αἱρεῖσθαι τὸν δῆμον, τῆς δὲ μετέχειν (τοὺς μὲν γὰρ
·
γέροντας αἱροῦνται, τῆς δ’ ἐφορείας μετέχουσιν)· οἱ δ’ ὀλιχαρ‐
·
χίαν διὰ τὸ πολλὰ ἔχειν ὀλιγαρχικά, οἷον τὸ πάσας αἱρε‐
·
τὰς εἶναι καὶ μηδεμίαν κληρωτήν, καὶ ὀλίγους εἶναι κυρίους
·
θανάτου καὶ φυγῆς, καὶ ἄλλα τοιαῦτα πολλά. δεῖ δ’ ἐν
35
τῇ πολιτείᾳ τῇ μεμειγμένῃ καλῶς ἀμφότερα δοκεῖν εἶναι
·
καὶ μηδέτερον, καὶ σῴζεσθαι δι’ αὑτῆς καὶ μὴ ἔξωθεν, καὶ
·
δι’ αὑτῆς μὴ τῷ πλείους [ἔξωθεν] εἶναι τοὺς βουλομένους (εἴη γὰρ
·
ἂν καὶ πονηρᾷ πολιτείᾳ τοῦθ’ ὑπάρχον) ἀλλὰ τῷ μηδ’ ἂν
·
βούλεσθαι πολιτείαν ἑτέραν μηθὲν τῶν τῆς πόλεως μορίων
40
ὅλως. τίνα μὲν οὖν τρόπον δεῖ καθιστάναι πολιτείαν, ὁμοίως
·
δὲ καὶ τὰς ὀνομαζομένας ἀριστοκρατίας, νῦν εἴρηται.
0086 035 Pol1295a
·
Περὶ δὲ τυραννίδος ἦν ἡμῖν λοιπὸν εἰπεῖν, οὐχ ὡς ἐν‐
·
ούσης πολυλογίας περὶ αὐτήν, ἀλλ’ ὅπως λάβῃ τῆς μεθόδου
·
τὸ μέρος, ἐπειδὴ καὶ ταύτην τίθεμεν τῶν πολιτειῶν τι μέ‐
·
ρος. περὶ μὲν οὖν βασιλείας διωρίσαμεν ἐν τοῖς πρώτοις λό‐
5
γοις, ἐν οἷς περὶ τῆς μάλιστα λεγομένης βασιλείας ἐποιού‐
·
μεθα τὴν σκέψιν, πότερον ἀσύμφορος ἢ συμφέρει ταῖς πό‐
·
λεσιν, καὶ τίνα καὶ πόθεν δεῖ καθιστάναι, καὶ πῶς· τυραν‐
·
νίδος δ’ εἴδη δύο μὲν διείλομεν ἐν οἷς περὶ βασιλείας ἐπ‐
·
εσκοποῦμεν, διὰ τὸ τὴν δύναμιν ἐπαλλάττειν πως αὐτῶν καὶ
10
πρὸς τὴν βασιλείαν, διὰ τὸ κατὰ νόμον εἶναι ἀμφοτέρας
·
ταύτας τὰς ἀρχάς (ἔν τε γὰρ τῶν βαρβάρων τισὶν αἱροῦν‐
·
ται αὐτοκράτορας μονάρχους, καὶ τὸ παλαιὸν ἐν τοῖς ἀρ‐
·
χαίοις Ἕλλησιν ἐγίγνοντό τινες μόναρχοι τὸν τρόπον τοῦτον,
·
οὓς ἐκάλουν αἰσυμνήτας), ἔχουσι δέ τινας πρὸς ἀλλήλας αὗται
15
διαφοράς, ἦσαν δὲ διὰ μὲν τὸ κατὰ νόμον βασιλικαὶ καὶ
·
διὰ τὸ μοναρχεῖν ἑκόντων, τυραννικαὶ δὲ διὰ τὸ δεσποτικῶς
·
ἄρχειν κατὰ τὴν αὑτῶν γνώμην· τρίτον δὲ εἶδος τυραννίδος,
·
ἥπερ μάλιστ’ εἶναι δοκεῖ τυραννίς, ἀντίστροφος οὖσα τῇ παμ‐
·
βασιλείᾳ. τοιαύτην δ’ ἀναγκαῖον εἶναι τυραννίδα τὴν μοναρ‐
20
χίαν ἥτις ἀνυπεύθυνος ἄρχει τῶν ὁμοίων καὶ βελτιόνων
·
πάντων πρὸς τὸ σφέτερον αὐτῆς συμφέρον, ἀλλὰ μὴ πρὸς
·
τὸ τῶν ἀρχομένων. διόπερ ἀκούσιος· οὐθεὶς γὰρ ἑκὼν ὑπο‐
·
μένει τῶν ἐλευθέρων τὴν τοιαύτην ἀρχήν. τυραννίδος μὲν οὖν
·
εἴδη ταῦτα καὶ τοσαῦτα διὰ τὰς εἰρημένας αἰτίας.
25
Τίς δ’ ἀρίστη πολιτεία καὶ τίς ἄριστος βίος ταῖς πλεί‐
·
σταις πόλεσι καὶ τοῖς πλείστοις τῶν ἀνθρώπων, μήτε πρὸς
·
ἀρετὴν συγκρίνουσι τὴν ὑπὲρ τοὺς ἰδιώτας, μήτε πρὸς παιδείαν
·
ἣ φύσεως δεῖται καὶ χορηγίας τυχηρᾶς, μήτε πρὸς πολι‐
·
τείαν τὴν κατ’ εὐχὴν γινομένην, ἀλλὰ βίον τε τὸν τοῖς
30
πλείστοις κοινωνῆσαι δυνατὸν καὶ πολιτείαν ἧς τὰς πλείστας
·
πόλεις ἐνδέχεται μετασχεῖν; καὶ γὰρ ἃς καλοῦσιν ἀριστο‐
·
κρατίας, περὶ ὧν νῦν εἴπομεν, τὰ μὲν ἐξωτέρω πίπτουσι ταῖς
·
πλείσταις τῶν πόλεων, τὰ δὲ γειτνιῶσι τῇ καλουμένῃ πολι‐
·
τείᾳ (διὸ περὶ ἀμφοῖν ὡς μιᾶς λεκτέον). ἡ δὲ δὴ κρίσις περὶ
35
ἁπάντων τούτων ἐκ τῶν αὐτῶν στοιχείων ἐστίν. εἰ γὰρ καλῶς
·
ἐν τοῖς Ἠθικοῖς εἴρηται τὸ τὸν εὐδαίμονα βίον εἶναι τὸν κατ’
·
ἀρετὴν ἀνεμπόδιστον, μεσότητα δὲ τὴν ἀρετήν, τὸν μέσον
·
ἀναγκαῖον εἶναι βίον βέλτιστον, 〈τὸ〉 τῆς ἑκάστοις ἐνδεχομένης
·
τυχεῖν μεσότητος· τοὺς δὲ αὐτοὺς τούτους ὅρους ἀναγκαῖον εἶναι
40
καὶ πόλεως ἀρετῆς καὶ κακίας καὶ πολιτείας· ἡ γὰρ πολι‐
0086 035 Pol1295b
·
τεία βίος τίς ἐστι πόλεως. ἐν ἁπάσαις δὴ ταῖς πόλεσιν ἔστι
·
τρία μέρη τῆς πόλεως, οἱ μὲν εὔποροι σφόδρα, οἱ δὲ ἄποροι
·
σφόδρα, οἱ δὲ τρίτοι οἱ μέσοι τούτων. ἐπεὶ τοίνυν ὁμολο‐
·
γεῖται τὸ μέτριον ἄριστον καὶ τὸ μέσον, φανερὸν ὅτι καὶ τῶν
5
εὐτυχημάτων ἡ κτῆσις ἡ μέση βελτίστη πάντων. ῥᾴστη γὰρ
·
τῷ λόγῳ πειθαρχεῖν, ὑπέρκαλον δὲ ἢ ὑπερίσχυρον ἢ ὑπερευ‐
·
γενῆ ἢ ὑπερπλούσιον 〈ὄντα〉, ἢ τἀναντία τούτοις, ὑπέρπτωχον ἢ
·
ὑπερασθενῆ ἢ σφόδρα ἄτιμον, χαλεπὸν τῷ λόγῳ ἀκολου‐
·
θεῖν· γίγνονται γὰρ οἱ μὲν ὑβρισταὶ καὶ μεγαλοπόνηροι
10
μᾶλλον, οἱ δὲ κακοῦργοι καὶ μικροπόνηροι λίαν, τῶν δ’ ἀδικη‐
·
μάτων τὰ μὲν γίγνεται δι’ ὕβριν τὰ δὲ διὰ κακουργίαν.
·
ἔτι δὲ ἥκισθ’ οὗτοι φυγαρχοῦσι καὶ σπουδαρχιῶσι· ταῦτα δ’
·
ἀμφότερα βλαβερὰ ταῖς πόλεσιν. πρὸς δὲ τούτοις οἱ μὲν ἐν
·
ὑπεροχαῖς εὐτυχημάτων ὄντες, ἰσχύος καὶ πλούτου καὶ φί‐
15
λων καὶ τῶν ἄλλων τῶν τοιούτων, ἄρχεσθαι οὔτε βούλονται
·
οὔτε ἐπίστανται (καὶ τοῦτ’ εὐθὺς οἴκοθεν ὑπάρχει παισὶν οὖσιν·
·
διὰ γὰρ τὴν τρυφὴν οὐδ’ ἐν τοῖς διδασκαλείοις ἄρχεσθαι σύν‐
·
ηθες αὐτοῖς), οἱ δὲ καθ’ ὑπερβολὴν ἐν ἐνδείᾳ τούτων ταπει‐
·
νοὶ λίαν. ὥσθ’ οἱ μὲν ἄρχειν οὐκ ἐπίστανται, ἀλλ’ ἄρχεσθαι
20
δουλικὴν ἀρχήν, οἱ δ’ ἄρχεσθαι μὲν οὐδεμίαν ἀρχήν, ἄρχειν
·
δὲ δεσποτικὴν ἀρχήν. γίνεται οὖν δούλων καὶ δεσποτῶν
·
πόλις, ἀλλ’ οὐκ ἐλευθέρων, καὶ τῶν μὲν φθονούντων τῶν δὲ
·
καταφρονούντων· ἃ πλεῖστον ἀπέχει φιλίας καὶ κοινωνίας
·
πολιτικῆς· ἡ γὰρ κοινωνία φιλικόν· οὐδὲ γὰρ ὁδοῦ βούλονται
25
κοινωνεῖν τοῖς ἐχθροῖς. βούλεται δέ γε ἡ πόλις ἐξ ἴσων εἶναι
·
καὶ ὁμοίων ὅτι μάλιστα, τοῦτο δ’ ὑπάρχει μάλιστα τοῖς μέ‐
·
σοις. ὥστ’ ἀναγκαῖον ἄριστα πολιτεύεσθαι ταύτην τὴν πόλιν
·
〈ἥ〉 ἐστιν ἐξ ὧν φαμεν φύσει τὴν σύστασιν εἶναι τῆς πόλεως. καὶ
·
σῴζονται δ’ ἐν ταῖς πόλεσιν οὗτοι μάλιστα τῶν πολιτῶν. οὔτε
30
γὰρ αὐτοὶ τῶν ἀλλοτρίων, ὥσπερ οἱ πένητες, ἐπιθυμοῦσιν, οὔτε
·
τῆς τούτων ἕτεροι, καθάπερ τῆς τῶν πλουσίων οἱ πένητες ἐπι‐
·
θυμοῦσιν· καὶ διὰ τὸ μήτ’ ἐπιβουλεύεσθαι μήτ’ ἐπιβουλεύειν
·
ἀκινδύνως διάγουσιν. διὰ τοῦτο καλῶς ηὔξατο Φωκυλίδης
·
“πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι.”
·
δῆλον
35
ἄρα ὅτι καὶ ἡ κοινωνία ἡ πολιτικὴ ἀρίστη ἡ διὰ τῶν μέσων,
·
καὶ τὰς τοιαύτας ἐνδέχεται εὖ πολιτεύεσθαι πόλεις ἐν αἷς
·
δὴ πολὺ τὸ μέσον καὶ κρεῖττον, μάλιστα μὲν ἀμφοῖν, εἰ
·
δὲ μή, θατέρου μέρους· προστιθέμενον γὰρ ποιεῖ ῥοπὴν καὶ
·
κωλύει γίνεσθαι τὰς ἐναντίας ὑπερβολάς. διόπερ εὐτυχία
40
μεγίστη τοὺς πολιτευομένους οὐσίαν ἔχειν μέσην καὶ ἱκανήν,
0086 035 Pol1296a
·
ὡς ὅπου οἱ μὲν πολλὰ σφόδρα κέκτηνται οἱ δὲ μηθέν, ἢ δῆ‐
·
μος ἔσχατος γίγνεται ἢ ὀλιγαρχία ἄκρατος, ἢ τυραννὶς δι’
·
ἀμφοτέρας τὰς ὑπερβολάς· καὶ γὰρ ἐκ δημοκρατίας τῆς
·
νεανικωτάτης καὶ ἐξ ὀλιγαρχίας γίγνεται τυραννίς, ἐκ δὲ
5
τῶν μέσων καὶ τῶν σύνεγγυς πολὺ ἧττον. τὴν δ’ αἰτίαν
·
ὕστερον ἐν τοῖς περὶ τὰς μεταβολὰς τῶν πολιτειῶν ἐροῦμεν.
·
ὅτι δ’ ἡ μέση βελτίστη, φανερόν· μόνη γὰρ ἀστασίαστος·
·
ὅπου γὰρ πολὺ τὸ διὰ μέσου, ἥκιστα στάσεις καὶ διαστάσεις
·
γίγνονται τῶν πολιτῶν. καὶ αἱ μεγάλαι πόλεις ἀστασια‐
10
στότεραι διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι πολὺ τὸ μέσον· ἐν δὲ
·
ταῖς μικραῖς ῥᾴδιόν τε διαλαβεῖν εἰς δύο πάντας, ὥστε μη‐
·
θὲν καταλιπεῖν μέσον, καὶ πάντες σχεδὸν ἄποροι ἢ εὔποροί
·
εἰσι. καὶ αἱ δημοκρατίαι δὲ ἀσφαλέστεραι τῶν ὀλιγαρχιῶν
·
εἰσι καὶ πολυχρονιώτεραι διὰ τοὺς μέσους (πλείους τε γάρ
15
εἰσι καὶ μᾶλλον μετέχουσι τῶν τιμῶν ἐν ταῖς δημοκρατίαις
·
ἢ ταῖς ὀλιγαρχίαις), ἐπεὶ ὅταν ἄνευ τούτων τῷ πλήθει ὑπερ‐
·
τείνωσιν οἱ ἄποροι, κακοπραγία γίνεται καὶ ἀπόλλυνται
·
ταχέως. σημεῖον δὲ δεῖ νομίζειν καὶ τὸ τοὺς βελτίστους νομο‐
·
θέτας εἶναι τῶν μέσων πολιτῶν· Σόλων τε γὰρ ἦν τούτων
20
(δηλοῖ δ’ ἐκ τῆς ποιήσεως) καὶ Λυκοῦργος (οὐ γὰρ ἦν βασι‐
·
λεύς) καὶ Χαρώνδας καὶ σχεδὸν οἱ πλεῖστοι τῶν ἄλλων.
·
φανερὸν δ’ ἐκ τούτων καὶ διότι αἱ πλεῖσται πολιτεῖαι αἱ μὲν
·
δημοκρατικαί εἰσιν αἱ δ’ ὀλιγαρχικαί. διὰ γὰρ τὸ ἐν ταύ‐
·
ταις πολλάκις ὀλίγον εἶναι τὸ μέσον, αἰεὶ ὁπότεροι ἂν ὑπερ‐
25
έχωσιν, εἴθ’ οἱ τὰς οὐσίας ἔχοντες εἴθ’ ὁ δῆμος, οἱ τὸ μέσον
·
ἐκβαίνοντες καθ’ αὑτοὺς ἄγουσι τὴν πολιτείαν, ὥστε ἢ δῆμος
·
γίγνεται ἢ ὀλιγαρχία. πρὸς δὲ τούτοις διὰ τὸ στάσεις γίγνε‐
·
σθαι καὶ μάχας πρὸς ἀλλήλους τῷ δήμῳ καὶ τοῖς εὐπόροις,
·
ὁποτέροις ἂν μᾶλλον συμβῇ κρατῆσαι τῶν ἐναντίων, οὐ καθ‐
30
ιστᾶσι κοινὴν πολιτείαν οὐδ’ ἴσην, ἀλλὰ τῆς νίκης ἆθλον τὴν
·
ὑπεροχὴν τῆς πολιτείας λαμβάνουσιν, καὶ οἱ μὲν δημοκρα‐
·
τίαν οἱ δ’ ὀλιγαρχίαν ποιοῦσιν. ἔτι δὲ καὶ τῶν ἐν ἡγεμονίᾳ
·
γενομένων τῆς Ἑλλάδος πρὸς τὴν παρ’ αὑτοῖς ἑκάτεροι πολι‐
·
τείαν ἀποβλέποντες οἱ μὲν δημοκρατίας ἐν ταῖς πόλεσι
35
καθίστασαν οἱ δ’ ὀλιγαρχίας, οὐ πρὸς τὸ τῶν πόλεων συμ‐
·
φέρον σκοποῦντες ἀλλὰ πρὸς τὸ σφέτερον αὐτῶν, ὥστε διὰ
·
ταύτας τὰς αἰτίας ἢ μηδέποτε τὴν μέσην γίνεσθαι πολι‐
·
τείαν ἢ ὀλιγάκις καὶ παρ’ ὀλίγοις· εἷς γὰρ ἀνὴρ συνεπεί‐
·
σθη μόνος τῶν πρότερον ἐφ’ ἡγεμονίᾳ γενομένων ταύτην
40
ἀποδοῦναι τὴν τάξιν, ἤδη δὲ καὶ τοῖς ἐν ταῖς πόλεσιν ἔθος
0086 035 Pol1296b
·
καθέστηκε μηδὲ βούλεσθαι τὸ ἴσον, ἀλλ’ ἢ ἄρχειν ζητεῖν ἢ
·
κρατουμένους ὑπομένειν. τίς μὲν οὖν ἀρίστη πολιτεία, καὶ διὰ
·
τίν’ αἰτίαν, ἐκ τούτων φανερόν· τῶν δ’ ἄλλων πολιτειῶν,
·
ἐπειδὴ πλείους δημοκρατίας καὶ πλείους ὀλιγαρχίας φαμὲν
5
εἶναι, ποίαν πρώτην θετέον καὶ δευτέραν καὶ τοῦτον δὴ τὸν
·
τρόπον ἐχομένην τῷ τὴν μὲν εἶναι βελτίω τὴν δὲ χείρω,
·
διωρισμένης τῆς ἀρίστης οὐ χαλεπὸν ἰδεῖν. ἀεὶ γὰρ ἀναγκαῖον
·
εἶναι βελτίω τὴν ἐγγύτατα ταύτης, χείρω δὲ τὴν ἀφεστη‐
·
κυῖαν τοῦ μέσου πλεῖον, ἂν μὴ πρὸς ὑπόθεσιν κρίνῃ τις. λέγω
10
δὲ τὸ πρὸς ὑπόθεσιν, ὅτι πολλάκις, οὔσης ἄλλης πολιτείας
·
αἱρετωτέρας, ἐνίοις οὐδὲν κωλύει συμφέρειν ἑτέραν μᾶλλον
·
εἶναι πολιτείαν.
·
Τίς δὲ πολιτεία τίσι καὶ ποία συμφέρει ποίοις, ἐχό‐
·
μενόν ἐστι τῶν εἰρημένων διελθεῖν. ληπτέον δὴ πρῶτον περὶ
15
πασῶν καθόλου ταὐτόν· δεῖ γὰρ κρεῖττον εἶναι τὸ βουλόμενον
·
μέρος τῆς πόλεως τοῦ μὴ βουλομένου μένειν τὴν πολιτείαν.
·
ἔστι δὲ πᾶσα πόλις ἔκ τε τοῦ ποιοῦ καὶ ποσοῦ. λέγω δὲ
·
ποιὸν μὲν ἐλευθερίαν πλοῦτον παιδείαν εὐγένειαν, ποσὸν
·
δὲ τὴν τοῦ πλήθους ὑπεροχήν. ἐνδέχεται δὲ τὸ μὲν ποιὸν
20
ὑπάρχειν ἑτέρῳ μέρει τῆς πόλεως, ἐξ ὧν συνέστηκε μερῶν
·
ἡ πόλις, ἄλλῳ δὲ μέρει τὸ ποσόν, οἷον πλείους τὸν ἀρι‐
·
θμὸν εἶναι τῶν γενναίων τοὺς ἀγεννεῖς ἢ τῶν πλουσίων τοὺς
·
ἀπόρους, μὴ μέντοι τοσοῦτον ὑπερέχειν τῷ ποσῷ ὅσον λεί‐
·
πεται τῷ ποιῷ. διὸ ταῦτα πρὸς ἄλληλα συγκριτέον. ὅπου
25
μὲν οὖν ὑπερέχει τὸ τῶν ἀπόρων πλῆθος τὴν εἰρημένην ἀνα‐
·
λογίαν, ἐνταῦθα πέφυκεν εἶναι δημοκρατίαν, καὶ ἕκαστον
·
εἶδος δημοκρατίας κατὰ τὴν ὑπεροχὴν τοῦ δήμου ἑκάστου,
·
οἷον ἐὰν μὲν τὸ τῶν γεωργῶν ὑπερτείνῃ πλῆθος, τὴν πρώ‐
·
την δημοκρατίαν, ἐὰν δὲ τὸ τῶν βαναύσων καὶ μισθαρ‐
30
νούντων, τὴν τελευταίαν, ὁμοίως δὲ καὶ τὰς ἄλλας τὰς
·
μεταξὺ τούτων· ὅπου δὲ τὸ τῶν εὐπόρων καὶ γνωρίμων μᾶλ‐
·
λον ὑπερτείνει τῷ ποιῷ ἢ λείπεται τῷ ποσῷ, ἐνταῦθα
·
ὀλιγαρχίαν, καὶ τῆς ὀλιγαρχίας τὸν αὐτὸν τρόπον ἕκαστον
·
εἶδος κατὰ τὴν ὑπεροχὴν τοῦ ὀλιγαρχικοῦ πλήθους.
·
δεῖ δ’
35
ἀεὶ τὸν νομοθέτην ἐν τῇ πολιτείᾳ προσλαμβάνειν τοὺς μέ‐
·
σους· ἄν τε γὰρ ὀλιγαρχικοὺς τοὺς νόμους τιθῇ, στοχάζεσθαι
·
χρὴ τῶν μέσων, ἐάν τε δημοκρατικούς, προσάγεσθαι τοῖς
·
νόμοις τούτους. ὅπου δὲ τὸ τῶν μέσων ὑπερτείνει πλῆθος ἢ
·
συναμφοτέρων τῶν ἄκρων ἢ καὶ θατέρου μόνον, ἐνταῦθ’ ἐν‐
40
δέχεται πολιτείαν εἶναι μόνιμον. οὐθὲν γὰρ φοβερὸν μή
0086 035 Pol1297a
·
ποτε συμφωνήσωσιν οἱ πλούσιοι τοῖς πένησιν ἐπὶ τούτους·
·
οὐδέποτε γὰρ ἅτεροι βουλήσονται δουλεύειν τοῖς ἑτέροις, κοι‐
·
νοτέραν δ’, ἂν ζητῶσιν, οὐδεμίαν εὑρήσουσιν ἄλλην ταύτης.
·
ἐν μέρει γὰρ ἄρχειν οὐκ ἂν ὑπομείνειαν διὰ τὴν ἀπιστίαν
5
τὴν πρὸς ἀλλήλους· πανταχοῦ δὲ πιστότατος ὁ διαιτητής,
·
διαιτητὴς δ’ ὁ μέσος. ὅσῳ δ’ ἂν ἄμεινον ἡ πολιτεία μει‐
·
χθῇ, τοσούτῳ μονιμωτέρα. διαμαρτάνουσι δὲ πολλοὶ καὶ
·
τῶν τὰς ἀριστοκρατικὰς βουλομένων ποιεῖν πολιτείας, οὐ
·
μόνον ἐν τῷ πλεῖον νέμειν τοῖς εὐπόροις, ἀλλὰ καὶ ἐν τῷ
10
παρακρούεσθαι τὸν δῆμον. ἀνάγκη γὰρ χρόνῳ ποτὲ ἐκ τῶν
·
ψευδῶν ἀγαθῶν ἀληθὲς συμβῆναι κακόν· αἱ γὰρ πλεονε‐
·
ξίαι τῶν πλουσίων ἀπολλύασι μᾶλλον τὴν πολιτείαν ἢ αἱ
·
τοῦ δήμου.
·
Ἔστι δ’ ὅσα προφάσεως χάριν ἐν ταῖς πολιτείαις σοφί‐
15
ζονται πρὸς τὸν δῆμον πέντε τὸν ἀριθμόν, περὶ ἐκκλη‐
·
σίαν, περὶ τὰς ἀρχάς, περὶ δικαστήρια, περὶ ὅπλισιν, περὶ
·
γυμνασίαν· περὶ ἐκκλησίαν μὲν τὸ ἐξεῖναι ἐκκλησιάζειν πᾶσι,
·
ζημίαν δὲ ἐπικεῖσθαι τοῖς εὐπόροις ἐὰν μὴ ἐκκλησι‐
·
άζωσιν, ἢ μόνοις ἢ μείζω πολλῷ, περὶ δὲ τὰς ἀρχὰς
20
τὸ τοῖς μὲν ἔχουσι τίμημα μὴ ἐξεῖναι ἐξόμνυσθαι, τοῖς δ’
·
ἀπόροις ἐξεῖναι, καὶ περὶ τὰ δικαστήρια τοῖς μὲν εὐπόροις
·
εἶναι ζημίαν ἂν μὴ δικάζωσι, τοῖς δ’ ἀπόροις ἄδειαν, ἢ
·
τοῖς μὲν μεγάλην τοῖς δὲ μικράν, ὥσπερ ἐν τοῖς Χαρών‐
·
δου νόμοις. ἐνιαχοῦ δ’ ἔξεστι μὲν πᾶσιν ἀπογραψαμένοις
25
ἐκκλησιάζειν καὶ δικάζειν, ἐὰν δὲ ἀπογραψάμενοι μήτ’
·
ἐκκλησιάζωσι μήτε δικάζωσιν, ἐπίκεινται μεγάλαι ζημίαι
·
τούτοις, ἵνα διὰ μὲν τὴν ζημίαν φεύγωσι τὸ ἀπογράφεσθαι,
·
διὰ δὲ τὸ μὴ ἀπογράφεσθαι μὴ δικάζωσι μηδ’ ἐκκλησιά‐
·
ζωσιν. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ ὅπλα κεκτῆσθαι
30
καὶ τοῦ γυμνάζεσθαι νομοθετοῦσιν. τοῖς μὲν γὰρ ἀπόροις
·
ἔξεστι μὴ κεκτῆσθαι, τοῖς δ’ εὐπόροις ἐπιζήμιον μὴ κεκτη‐
·
μένοις, κἂν μὴ γυμνάζωνται, τοῖς μὲν οὐδεμία ζημία, τοῖς
·
δ’ εὐπόροις ἐπιζήμιον, ὅπως οἱ μὲν διὰ τὴν ζημίαν μετ‐
·
έχωσιν, οἱ δὲ διὰ τὸ μὴ φοβεῖσθαι μὴ μετέχωσιν. ταῦτα
35
μὲν οὖν ὀλιγαρχικὰ σοφίσματα τῆς νομοθεσίας· ἐν δὲ ταῖς
·
δημοκρατίαις πρὸς ταῦτ’ ἀντισοφίζονται. τοῖς μὲν γὰρ
·
ἀπόροις μισθὸν πορίζουσιν ἐκκλησιάζουσι καὶ δικάζουσιν, τοῖς
·
δ’ εὐπόροις οὐδεμίαν τάττουσι ζημίαν. ὥστε φανερὸν ὅτι εἴ
·
τις βούλεται μιγνύναι δικαίως, δεῖ τὰ παρ’ ἑκατέροις συν‐
40
άγειν καὶ τοῖς μὲν μισθὸν πορίζειν τοῖς δὲ ζημίαν· οὕτω
·
γὰρ ἂν κοινωνοῖεν ἅπαντες, ἐκείνως δ’ ἡ πολιτεία γίγνεται
0086 035 Pol1297b
·
τῶν ἑτέρων μόνον. δεῖ δὲ τὴν πολιτείαν εἶναι μὲν ἐκ τῶν
·
τὰ ὅπλα ἐχόντων μόνον· τοῦ δὲ τιμήματος τὸ πλῆθος ἁπλῶς
·
μὲν ὁρισαμένους οὐκ ἔστιν εἰπεῖν τοσοῦτον 〈δεῖν〉 ὑπάρχειν,
·
ἀλλὰ σκεψαμένους τὸ πόσον ἐπιβάλλει μακρότατον ὥστε
5
τοὺς μετέχοντας τῆς πολιτείας εἶναι πλείους τῶν μὴ μετ‐
·
εχόντων, τοῦτο τάττειν. ἐθέλουσι γὰρ οἱ πένητες καὶ μὴ μετ‐
·
έχοντες τῶν τιμῶν ἡσυχίαν ἔχειν, ἐὰν μήτε ὑβρίζῃ τις
·
αὐτοὺς μήτε ἀφαιρῆται μηθὲν τῆς οὐσίας. ἀλλὰ τοῦτο οὐ
·
ῥᾴδιον· οὐ γὰρ ἀεὶ συμβαίνει χαρίεντας εἶναι τοὺς μετέχον‐
10
τας τοῦ πολιτεύματος. καὶ εἰώθασι δέ, ὅταν πόλεμος ᾖ,
·
ὀκνεῖν, ἂν μὴ λαμβάνωσι τροφήν, ἄποροι δὲ ὦσιν· ἐὰν
·
δὲ πορίζῃ τις τροφήν, βούλονται πολεμεῖν.
·
ἔστι δὲ ἡ
·
πολιτεία παρ’ ἐνίοις οὐ μόνον ἐκ τῶν ὁπλιτευόντων ἀλλὰ
·
καὶ ἐκ τῶν ὡπλιτευκότων· ἐν Μαλιεῦσι δὲ ἡ μὲν πολι‐
15
τεία ἦν ἐκ τούτων, τὰς δὲ ἀρχὰς ᾑροῦντο ἐκ τῶν στρατευο‐
·
μένων. καὶ ἡ πρώτη δὲ πολιτεία ἐν τοῖς Ἕλλησιν ἐγένετο
·
μετὰ τὰς βασιλείας ἐκ τῶν πολεμούντων, ἡ μὲν ἐξ ἀρχῆς
·
ἐκ τῶν ἱππέων (τὴν γὰρ ἰσχὺν καὶ τὴν ὑπεροχὴν ἐν τοῖς
·
ἱππεῦσιν ὁ πόλεμος εἶχεν· ἄνευ μὲν γὰρ συντάξεως ἄχρη‐
20
στον τὸ ὁπλιτικόν, αἱ δὲ περὶ τῶν τοιούτων ἐμπειρίαι καὶ
·
τάξεις ἐν τοῖς ἀρχαίοις οὐχ ὑπῆρχον, ὥστ’ ἐν τοῖς ἱππεῦσιν
·
εἶναι τὴν ἰσχύν), αὐξανομένων δὲ τῶν πόλεων καὶ τῶν ἐν
·
τοῖς ὅπλοις ἰσχυσάντων μᾶλλον πλείους μετεῖχον τῆς πολι‐
·
τείας· διόπερ ἃς νῦν καλοῦμεν πολιτείας, οἱ πρότερον ἐκά‐
25
λουν δημοκρατίας· ἦσαν δὲ αἱ ἀρχαῖαι πολιτεῖαι εὐλόγως
·
ὀλιγαρχικαὶ καὶ βασιλικαί. δι’ ὀλιγανθρωπίαν γὰρ οὐκ
·
εἶχον πολὺ τὸ μέσον, ὥστ’ ὀλίγοι τε ὄντες τὸ πλῆθος καὶ
·
κατὰ τὴν σύνταξιν φαῦλοι ὑπέμενον τὸ ἄρχεσθαι. διὰ
·
τίνα μὲν οὖν εἰσιν αἰτίαν αἱ πολιτεῖαι πλείους, καὶ διὰ τί
30
παρὰ τὰς λεγομένας ἕτεραι (δημοκρατία τε γὰρ οὐ μία
·
τὸν ἀριθμόν ἐστι, καὶ τῶν ἄλλων ὁμοίως), ἔτι δὲ τίνες αἱ
·
διαφοραὶ καὶ διὰ τίνα αἰτίαν συμβαίνει, πρὸς δὲ τούτοις
·
τίς ἀρίστη τῶν πολιτειῶν ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν, καὶ
·
τῶν ἄλλων ποία ποίοις ἁρμόττει τῶν πολιτειῶν, εἴρηται.
35
Πάλιν δὲ καὶ κοινῇ καὶ χωρὶς περὶ ἑκάστης λέγωμεν
·
περὶ τῶν ἐφεξῆς, λαβόντες ἀρχὴν τὴν προσήκουσαν αὐτῶν.
·
ἔστι δὴ τρία μόρια τῶν πολιτειῶν πασῶν, περὶ ὧν δεῖ θε‐
·
ωρεῖν τὸν σπουδαῖον νομοθέτην ἑκάστῃ τὸ συμφέρον· ὧν ἐχόν‐
·
των καλῶς ἀνάγκη τὴν πολιτείαν ἔχειν καλῶς, καὶ τὰς
40
πολιτείας ἀλλήλων διαφέρειν ἐν τῷ διαφέρειν ἕκαστον τού‐
·
των. ἔστι δὲ τῶν τριῶν τούτων ἓν μὲν τί τὸ βουλευόμενον
0086 035 Pol1298a
·
περὶ τῶν κοινῶν, δεύτερον δὲ τὸ περὶ τὰς ἀρχάς (τοῦτο δ’ ἐστὶ
·
τίνας δεῖ καὶ τίνων εἶναι κυρίας, καὶ ποίαν τινὰ δεῖ γίνε‐
·
σθαι τὴν αἵρεσιν αὐτῶν), τρίτον δέ τί τὸ δικάζον. κύριον
·
δ’ ἐστὶ τὸ βουλευόμενον περὶ πολέμου καὶ εἰρήνης, καὶ συμ‐
5
μαχίας καὶ διαλύσεως, καὶ περὶ νόμων, καὶ περὶ θανάτου
·
καὶ φυγῆς καὶ δημεύσεως, καὶ περὶ ἀρχῶν αἱρέσεως καὶ τῶν εὐθυ‐
·
νῶν. ἀναγκαῖον δ’ ἤτοι πᾶσι τοῖς πολίταις ἀποδίδοσθαι πάσας
·
ταύτας τὰς κρίσεις ἢ τισὶ πάσας (οἷον ἀρχῇ τινὶ μιᾷ ἢ πλείοσιν,
·
ἢ ἑτέραις ἑτέρας) ἢ τινὰς μὲν αὐτῶν πᾶσι τινὰς δὲ τισίν.
·
τὸ
10
μὲν οὖν πάντας καὶ περὶ ἁπάντων δημοτικόν· τὴν τοιαύτην
·
γὰρ ἰσότητα ζητεῖ ὁ δῆμος. εἰσὶ δὲ οἱ τρόποι τοῦ πάντας
·
πλείους, εἷς μὲν τὸ κατὰ μέρος ἀλλὰ μὴ πάντας ἀθρόους
·
(ὥσπερ ἐν τῇ πολιτείᾳ τῇ Τηλεκλέους ἐστὶ τοῦ Μιλησίου· καὶ
·
ἐν ἄλλαις δὲ πολιτείαις βουλεύονται αἱ συναρχίαι συνιοῦ‐
15
σαι, εἰς δὲ τὰς ἀρχὰς βαδίζουσι πάντες κατὰ μέρος ἐκ
·
τῶν φυλῶν καὶ τῶν μορίων τῶν ἐλαχίστων παντελῶς, ἕως
·
ἂν διεξέλθῃ διὰ πάντων), συνιέναι δὲ μόνον περί τε νόμων
·
θέσεως καὶ τῶν περὶ τῆς πολιτείας, καὶ τὰ παραγγελλό‐
·
μενα ἀκουσομένους ὑπὸ τῶν ἀρχόντων· ἄλλος δὲ τρόπος τὸ
20
πάντας ἀθρόους, συνιέναι δὲ μόνον πρός τε τὰς ἀρχαιρε‐
·
σίας [αἱρησομένους] καὶ πρὸς τὰς νομοθεσίας καὶ περὶ πολέ‐
·
μου καὶ εἰρήνης καὶ πρὸς εὐθύνας, τὰ δ’ ἄλλα τὰς ἀρ‐
·
χὰς βουλεύεσθαι τὰς ἐφ’ ἑκάστοις τεταγμένας, αἱρετὰς
·
οὔσας ἐξ ἁπάντων ἢ κληρωτάς· ἄλλος δὲ τρόπος τὸ περὶ
25
τὰς ἀρχὰς καὶ τὰς εὐθύνας ἀπαντᾶν τοὺς πολίτας, καὶ
·
περὶ πολέμου βουλευσομένους καὶ συμμαχίας, τὰ δ’ ἄλλα
·
τὰς ἀρχὰς διοικεῖν αἱρετὰς οὔσας, ὅσας ἐνδέχεται, τοιαῦ‐
·
ται δ’ εἰσὶν ὅσας ἄρχειν ἀναγκαῖον τοὺς ἐπισταμένους· τέ‐
·
ταρτος δὲ τρόπος τὸ πάντας περὶ πάντων βουλεύεσθαι συν‐
30
ιόντας, τὰς δ’ ἀρχὰς περὶ μηθενὸς κρίνειν ἀλλὰ μόνον
·
προανακρίνειν, ὅνπερ ἡ τελευταία δημοκρατία νῦν διοικεῖ‐
·
ται τρόπον, ἣν ἀνάλογόν φαμεν εἶναι ὀλιγαρχίᾳ τε δυνα‐
·
στευτικῇ καὶ μοναρχίᾳ τυραννικῇ. οὗτοι μὲν οὖν οἱ τρόποι
·
δημοκρατικοὶ πάντες, τὸ δὲ τινὰς περὶ πάντων ὀλιγαρχι‐
35
κόν. ἔχει δὲ καὶ τοῦτο διαφορὰς πλείους. ὅταν μὲν γὰρ
·
ἀπὸ τιμημάτων μετριωτέρων αἱρετοί τε ὦσι καὶ πλείους
·
διὰ τὴν μετριότητα τοῦ τιμήματος, καὶ περὶ ὧν ὁ νόμος
·
ἀπαγορεύει μὴ κινῶσιν ἀλλ’ ἀκολουθῶσι, καὶ ἐξῇ κτωμένῳ
·
τὸ τίμημα μετέχειν, ὀλιγαρχία μὲν πολιτικὴ δέ ἐστιν ἡ
40
τοιαύτη διὰ τὸ μετριάζειν· ὅταν δὲ μὴ πάντες τοῦ βουλεύε‐
0086 035 Pol1298b
·
σθαι μετέχωσιν ἀλλ’ αἱρετοί, κατὰ νόμον δ’ ἄρχωσιν ὥς‐
·
περ καὶ πρότερον, ὀλιγαρχικόν· ὅταν δὲ καὶ αἱρῶνται
·
αὐτοὶ αὑτοὺς οἱ κύριοι τοῦ βουλεύεσθαι, καὶ ὅταν παῖς ἀντὶ
·
πατρὸς εἰσίῃ καὶ κύριοι τῶν νόμων ὦσιν, ὀλιγαρχικωτάτην ἀναγ‐
5
καῖον εἶναι τὴν τάξιν ταύτην. ὅταν δὲ τινῶν τινές, οἷον
·
πολέμου μὲν καὶ εἰρήνης καὶ εὐθυνῶν πάντες, τῶν δὲ ἄλ‐
·
λων ἄρχοντες, καὶ οὗτοι αἱρετοί, μὴ κληρωτοί, ἀριστοκρατία
·
ἡ πολιτεία. ἐὰν δ’ ἐνίων μὲν αἱρετοὶ ἐνίων δὲ κληρωτοί,
·
καὶ κληρωτοὶ ἢ ἁπλῶς ἢ ἐκ προκρίτων, ἢ κοινῇ αἱρετοὶ
10
καὶ κληρωτοί, τὰ μὲν πολιτείας ἀριστοκρατικῆς ἐστι τούτων,
·
τὰ δὲ πολιτείας αὐτῆς.
·
διῄρηται μὲν οὖν τὸ βουλευόμενον
·
πρὸς τὰς πολιτείας τοῦτον τὸν τρόπον, καὶ διοικεῖ ἑκάστη
·
πολιτεία κατὰ τὸν εἰρημένον διορισμόν· συμφέρει δὲ δημο‐
·
κρατίᾳ [τε] τῇ μάλιστ’ εἶναι δοκούσῃ δημοκρατίᾳ νῦν (λέγω
15
δὲ τοιαύτην ἐν ᾗ κύριος ὁ δῆμος καὶ τῶν νόμων ἐστίν) πρὸς
·
τὸ βουλεύεσθαι βέλτιον τὸ αὐτὸ ποιεῖν ὅπερ ἐπὶ τῶν δικα‐
·
στηρίων ἐν ταῖς ὀλιγαρχίαις (τάττουσι γὰρ ζημίαν τούτοις
·
οὓς βούλονται δικάζειν, ἵνα δικάζωσιν, οἱ δὲ δημοτικοὶ μι‐
·
σθὸν τοῖς ἀπόροις), τοῦτο δὴ καὶ περὶ τὰς ἐκκλησίας ποιεῖν
20
(βουλεύσονται γὰρ βέλτιον κοινῇ βουλευόμενοι πάντες, ὁ μὲν
·
δῆμος μετὰ τῶν γνωρίμων, οὗτοι δὲ μετὰ τοῦ πλήθους), συμ‐
·
φέρει δὲ καὶ τὸ αἱρετοὺς εἶναι τοὺς βουλευομένους, ἢ κληρωτοὺς
·
ἴσους ἐκ τῶν μορίων, συμφέρει δέ, κἂν ὑπερβάλλωσι πολὺ
·
κατὰ τὸ πλῆθος οἱ δημοτικοὶ τῶν πολιτῶν, ἢ μὴ πᾶσι
25
διδόναι μισθόν, ἀλλ’ ὅσοι σύμμετροι πρὸς τὸ τῶν γνωρί‐
·
μων πλῆθος, ἢ ἀποκληροῦν τοὺς πλείους· ἐν δὲ ταῖς ὀλιγαρ‐
·
χίαις ἢ προσαιρεῖσθαί τινας ἐκ τοῦ πλήθους, ἢ κατασκευά‐
·
σαντας ἀρχεῖον οἷον ἐν ἐνίαις πολιτείαις ἐστὶν οὓς καλοῦσι
·
προβούλους καὶ νομοφύλακας, [καὶ] περὶ τούτων χρηματίζειν
30
περὶ ὧν ἂν οὗτοι προβουλεύσωσιν (οὕτω γὰρ μεθέξει ὁ δῆμος
·
τοῦ βουλεύεσθαι, καὶ λύειν οὐθὲν δυνήσεται τῶν περὶ τὴν πολι‐
·
τείαν), ἔτι ἢ ταὐτὰ ψηφίζεσθαι τὸν δῆμον ἢ μηθὲν ἐν‐
·
αντίον τοῖς εἰσφερομένοις, ἢ τῆς συμβουλῆς μὲν μεταδιδό‐
·
ναι πᾶσι, βουλεύεσθαι δὲ τοὺς ἄρχοντας. καὶ τὸ ἀντικεί‐
35
μενον δὲ τοῦ ἐν ταῖς πολιτείαις γιγνομένου δεῖ ποιεῖν. ἀπο‐
·
ψηφιζόμενον μὲν γὰρ κύριον δεῖ ποιεῖν τὸ πλῆθος, κατα‐
·
ψηφιζόμενον δὲ μὴ κύριον, ἀλλ’ ἐπαναγέσθω πάλιν ἐπὶ
·
τοὺς ἄρχοντας. ἐν γὰρ ταῖς πολιτείαις ἀνεστραμμένως
·
ποιοῦσιν· οἱ γὰρ ὀλίγοι ἀποψηφισάμενοι μὲν κύριοι, κατα‐
40
ψηφισάμενοι δὲ οὐ κύριοι, ἀλλ’ ἐπανάγεται εἰς τοὺς πλεί‐
0086 035 Pol1299a
·
ους αἰεί. περὶ μὲν οὖν τοῦ βουλευομένου καὶ τοῦ κυρίου
·
[δεῖ] τῆς πολιτείας τοῦτον διωρίσθω τὸν τρόπον.
·
Ἐχομένη δὲ τούτων ἐστὶν ἡ περὶ τὰς ἀρχὰς διαίρεσις.
·
ἔχει γὰρ καὶ τοῦτο τὸ μόριον τῆς πολιτείας πολλὰς δια‐
5
φοράς, πόσαι τε ἀρχαί, καὶ κύριαι τίνων, καὶ περὶ χρόνου,
·
πόσος ἑκάστης ἀρχῆς (οἱ μὲν γὰρ ἑξαμήνους, οἱ δὲ δι’
·
ἐλάττονος, οἱ δ’ ἐνιαυσίας, οἱ δὲ πολυχρονιωτέρας ποιοῦσι
·
τὰς ἀρχάς), καὶ πότερον εἶναι δεῖ τὰς ἀρχὰς ἀιδίους ἢ
·
πολυχρονίους ἢ μηδέτερον ἀλλὰ πλεονάκις τοὺς αὐτούς, ἢ
10
μὴ τὸν αὐτὸν δὶς ἀλλ’ ἅπαξ μόνον, ἔτι δὲ περὶ τὴν κατά‐
·
στασιν τῶν ἀρχῶν, ἐκ τίνων δεῖ γίνεσθαι καὶ ὑπὸ τίνων
·
καὶ πῶς. περὶ πάντων γὰρ τούτων δεῖ δύνασθαι διελεῖν
·
κατὰ πόσους ἐνδέχεται γενέσθαι τρόπους, κἄπειτα προσαρμό‐
·
σαι ὁποίαις 〈αἱ〉 ποιαὶ πολιτείαις συμφέρουσιν. ἔστι δὲ οὐδὲ τοῦ‐
15
το διορίσαι ῥᾴδιον, ποίας δεῖ καλεῖν ἀρχάς· πολλῶν γὰρ ἐπι‐
·
στατῶν ἡ πολιτικὴ κοινωνία δεῖται, διόπερ 〈οὐ〉 πάντας οὔτε τοὺς
·
αἱρετοὺς οὔτε τοὺς κληρωτοὺς ἄρχοντας θετέον, οἷον τοὺς ἱερεῖς
·
πρῶτον (τοῦτο γὰρ ἕτερόν τι παρὰ τὰς πολιτικὰς ἀρχὰς
·
θετέον)· ἔτι δὲ καὶ χορηγοὶ καὶ κήρυκες [δ’] αἱροῦνται καὶ πρε‐
20
σβευταί. εἰσὶ δὲ αἱ μὲν πολιτικαὶ τῶν ἐπιμελειῶν, ἢ πάν‐
·
των τῶν πολιτῶν πρός τινα πρᾶξιν, οἷον στρατηγὸς στρα‐
·
τευομένων, ἢ κατὰ μέρος, οἷον ὁ γυναικονόμος ἢ παιδο‐
·
νόμος· αἱ δ’ οἰκονομικαί (πολλάκις γὰρ αἱροῦνται σιτομέτρας)·
·
αἱ δ’ ὑπηρετικαὶ καὶ πρὸς ἅς, ἂν εὐπορῶσι, τάττουσι δούλους.
25
μάλιστα δ’ ὡς ἁπλῶς εἰπεῖν ἀρχὰς λεκτέον ταύτας ὅσαις
·
ἀποδέδοται βουλεύσασθαί τε περὶ τινῶν καὶ κρῖναι καὶ ἐπι‐
·
τάξαι, καὶ μάλιστα τοῦτο· τὸ γὰρ ἐπιτάττειν ἀρχικώτερόν
·
ἐστιν. ἀλλὰ ταῦτα διαφέρει πρὸς μὲν τὰς χρήσεις οὐδὲν
·
ὡς εἰπεῖν (οὐ γάρ πω κρίσις γέγονεν ἀμφισβητούντων περὶ
30
τοῦ ὀνόματος), ἔχει δέ τιν’ ἄλλην διανοητικὴν πραγματείαν.
·
ποῖαι δ’ ἀρχαὶ καὶ πόσαι ἀναγκαῖαι εἰ ἔσται πόλις, καὶ
·
ποῖαι ἀναγκαῖαι μὲν οὔ, χρήσιμοι δὲ πρὸς σπουδαίαν πολι‐
·
τείαν, μᾶλλον ἄν τις ἀπορήσειε πρὸς ἅπασάν τε δὴ πολι‐
·
τείαν καὶ δὴ καὶ τὰς μικρὰς πόλεις. ἐν μὲν γὰρ δὴ
35
ταῖς μεγάλαις ἐνδέχεταί τε καὶ δεῖ μίαν τετάχθαι πρὸς
·
ἓν ἔργον (πολλούς τε γὰρ εἰς τὰ ἀρχεῖα ἐνδέχεται βαδί‐
·
ζειν διὰ τὸ πολλοὺς εἶναι τοὺς πολίτας, ὥστε τὰς μὲν δια‐
·
λείπειν πολὺν χρόνον τὰς δ’ ἅπαξ ἄρχειν, καὶ βέλτιον
·
ἕκαστον ἔργον τυγχάνει τῆς ἐπιμελείας μονοπραγματούσης
0086 035 Pol1299b
·
ἢ πολυπραγματούσης)· ἐν δὲ ταῖς μικραῖς ἀνάγκη συνάγειν
·
εἰς ὀλίγους πολλὰς ἀρχάς (διὰ γὰρ ὀλιγανθρωπίαν οὐ
·
ῥᾴδιόν ἐστι πολλοὺς ἐν ταῖς ἀρχαῖς εἶναι· τίνες γὰρ οἱ
·
τούτοις ἔσονται διαδεξόμενοι πάλιν;). δέονται δ’ ἐνίοτε τῶν
5
αὐτῶν ἀρχῶν καὶ νόμων αἱ μικραὶ ταῖς μεγάλαις· πλὴν
·
αἱ μὲν δέονται πολλάκις τῶν αὐτῶν, ταῖς δ’ ἐν πολλῷ
·
χρόνῳ τοῦτο συμβαίνει, διόπερ οὐθὲν κωλύει πολλὰς ἐπι‐
·
μελείας ἅμα προστάττειν (οὐ γὰρ ἐμποδιοῦσιν ἀλλήλαις),
·
καὶ πρὸς τὴν ὀλιγανθρωπίαν ἀναγκαῖον τὰ ἀρχεῖα οἷον
10
ὀβελισκολύχνια ποιεῖν. ἐὰν οὖν ἔχωμεν λέγειν πόσας
·
ἀναγκαῖον ὑπάρχειν πάσῃ πόλει, καὶ πόσας οὐκ ἀναγ‐
·
καῖον μὲν δεῖ δ’ ὑπάρχειν, ῥᾷον ἄν τις εἰδὼς ταῦτα συν‐
·
άγοι ποίας ἁρμόττει συνάγειν ἀρχὰς εἰς μίαν ἀρχήν.
·
ἁρμόττει δὲ καὶ τοῦτο μὴ λεληθέναι, ποίων δεῖ κατὰ τόπον
15
ἀρχεῖα πολλὰ ἐπιμελεῖσθαι καὶ ποίων πανταχοῦ μίαν
·
ἀρχὴν εἶναι κυρίαν, οἷον εὐκοσμίας πότερον ἐν ἀγορᾷ μὲν
·
ἀγορανόμον, ἄλλον δὲ κατ’ ἄλλον τόπον, ἢ πανταχοῦ τὸν
·
αὐτόν· καὶ πότερον κατὰ τὸ πρᾶγμα δεῖ διαιρεῖν ἢ κατὰ
·
τοὺς ἀνθρώπους, λέγω δ’ οἷον ἕνα τῆς εὐκοσμίας, ἢ παίδων
20
ἄλλον καὶ γυναικῶν· καὶ κατὰ τὰς πολιτείας δέ, πότερον
·
διαφέρει καθ’ ἑκάστην καὶ τὸ τῶν ἀρχῶν γένος ἢ οὐθέν, οἷον
·
ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ καὶ ἀριστοκρατίᾳ καὶ μοναρ‐
·
χίᾳ πότερον αἱ αὐταὶ μέν εἰσιν ἀρχαὶ κύριαι, οὐκ ἐξ
·
ἴσων δ’ οὐδ’ ἐξ ὁμοίων, ἀλλ’ ἑτέρων ἐν ἑτέραις, οἷον ἐν μὲν
25
ταῖς ἀριστοκρατίαις ἐκ πεπαιδευμένων, ἐν δὲ ταῖς ὀλιγαρ‐
·
χίαις ἐκ τῶν πλουσίων, ἐν δὲ ταῖς δημοκρατίαις ἐκ τῶν
·
ἐλευθέρων, ἢ τυγχάνουσι μέν τινες οὖσαι καὶ κατ’ αὐτὰς
·
τὰς διαφορὰς τῶν ἀρχῶν, ἔστι δ’ ὅπου συμφέρουσιν αἱ αὐταὶ
·
καὶ ὅπου διαφέρουσαι (ἔνθα μὲν γὰρ ἁρμόττει μεγάλας
30
ἔνθα δ’ εἶναι μικρὰς τὰς αὐτάς).
30
οὐ μὴν ἀλλὰ καὶ ἴδιαί
·
τινες εἰσίν, οἷον ἡ τῶν προβούλων· αὕτη γὰρ οὐ δημοκρα‐
·
τική. βουλὴ δὲ δημοτικόν· δεῖ μὲν γὰρ εἶναί τι τοιοῦτον ᾧ
·
ἐπιμελὲς ἔσται τοῦ δήμου προβουλεύειν, ὅπως ἀσχολῶν ἔσται,
·
τοῦτο δ’, ἐὰν ὀλίγοι τὸν ἀριθμὸν ὦσιν, ὀλιγαρχικόν· τοὺς
35
δὲ προβούλους ὀλίγους ἀναγκαῖον εἶναι τὸ πλῆθος, ὥστ’ ὀλι‐
·
γαρχικόν. ἀλλ’ ὅπου ἄμφω αὗται αἱ ἀρχαί, οἱ πρόβουλοι
·
καθεστᾶσιν ἐπὶ τοῖς βουλευταῖς· ὁ μὲν γὰρ βουλευτὴς δημο‐
·
τικόν, ὁ δὲ πρόβουλος ὀλιγαρχικόν. καταλύεται δὲ καὶ
·
τῆς βουλῆς ἡ δύναμις ἐν ταῖς τοιαύταις δημοκρατίαις ἐν
0086 035 Pol1300a
·
αἷς αὐτὸς συνιὼν ὁ δῆμος χρηματίζει περὶ πάντων. τοῦτο
·
δὲ συμβαίνειν εἴωθεν ὅταν εὐπορία τις ᾖ [ἡ] μισθοῦ τοῖς
·
ἐκκλησιάζουσιν· σχολάζοντες γὰρ συλλέγονταί τε πολλάκις
·
καὶ ἅπαντα αὐτοὶ κρίνουσιν. παιδονόμος δὲ καὶ γυναικο‐
5
νόμος, καὶ εἴ τις ἄλλος ἄρχων κύριός ἐστι τοιαύτης ἐπι‐
·
μελείας, ἀριστοκρατικόν, δημοκρατικὸν δ’ οὔ (πῶς γὰρ οἷόν τε
·
κωλύειν ἐξιέναι τὰς τῶν ἀπόρων;), οὐδ’ ὀλιγαρχικόν (τρυ‐
·
φῶσι γὰρ αἱ τῶν ὀλιγαρχούντων).
·
ἀλλὰ περὶ μὲν τούτων
·
ἐπὶ τοσοῦτον εἰρήσθω νῦν, περὶ δὲ τὰς τῶν ἀρχῶν κατα‐
10
στάσεις πειρατέον ἐξ ἀρχῆς διελθεῖν. εἰσὶ δ’ αἱ διαφοραὶ
·
ἐν τρισὶν ὅροις, ὧν συντιθεμένων ἀναγκαῖον πάντας εἰλῆ‐
·
φθαι τοὺς τρόπους. ἔστι δὲ τῶν τριῶν τούτων ἓν μὲν τίνες οἱ
·
καθιστάντες τὰς ἀρχάς, δεύτερον δὲ ἐκ τίνων, λοιπὸν δὲ
·
τίνα τρόπον. ἑκάστου δὲ τῶν τριῶν τούτων διαφοραὶ τρεῖς
15
εἰσιν. ἢ γὰρ πάντες οἱ πολῖται καθιστᾶσιν ἢ τινές, καὶ ἢ
·
ἐκ πάντων ἢ ἐκ τινῶν ἀφωρισμένων (οἷον ἢ τιμήματι ἢ
·
γένει ἢ ἀρετῇ ἤ τινι τοιούτῳ ἄλλῳ, ὥσπερ ἐν Μεγάροις ἐκ
·
τῶν συγκατελθόντων καὶ συμμαχεσαμένων πρὸς τὸν δῆ‐
·
μον)· καὶ ταῦτα ἢ αἱρέσει ἢ κλήρῳ (πάλιν ταῦτα συν‐
20
δυαζόμενα, λέγω δὲ τὰς μὲν τινὲς τὰς δὲ πάντες, καὶ
·
τὰς μὲν ἐκ πάντων τὰς δ’ ἐκ τινῶν, καὶ τὰς μὲν αἱρέσει
·
τὰς δὲ κλήρῳ).
·
τούτων δ’ ἑκάστης ἔσονται τῆς διαφορᾶς
·
τρόποι ἕξ. ἢ γὰρ πάντες ἐκ πάντων αἱρέσει, ἢ πάν‐
·
τες ἐκ πάντων κλήρῳ 〈ἢ πάντες ἐκ τινῶν αἱρέσει ἢ πάντες
·
ἐκ τινῶν κλήρῳ〉 (καί, εἰ ἐξ ἁπάντων, ἢ ὡς ἀνὰ μέ‐
25
ρος, οἷον κατὰ φυλὰς καὶ δήμους καὶ φατρίας, ἕως ἂν
·
διέλθῃ διὰ πάντων τῶν πολιτῶν, ἢ ἀεὶ ἐξ ἁπάντων), ἢ καὶ
·
τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως· πάλιν εἰ τινὲς οἱ καθιστάντες,
·
ἢ ἐκ πάντων αἱρέσει ἢ ἐκ πάντων κλήρῳ, ἢ ἐκ τινῶν αἱρέ‐
·
σει ἢ ἐκ τινῶν κλήρῳ, ἢ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως, λέγω
30
δὲ τὰ μὲν ἐκ πάντων αἱρέσει τὰ δὲ κληρῷ 〈καὶ τὰ
30a
μὲν ἐκ τινῶν αἱρέσει τὰ δὲ κληρῷ〉· ὥστε δώδεκα
·
οἱ τρόποι γίνονται χωρὶς τῶν δύο συνδυασμῶν. τούτων δ’
·
αἱ μὲν τρεῖς καταστάσεις δημοτικαί, τὸ πάντας ἐκ πάντων
·
αἱρέσει ἢ κλήρῳ [γίνεσθαι] ἢ ἀμφοῖν, τὰς μὲν κλήρῳ τὰς
·
δ’ αἱρέσει τῶν ἀρχῶν· τὸ δὲ μὴ πάντας ἅμα μὲν καθ‐
35
ιστάναι, ἐξ ἁπάντων δ’ ἢ ἐκ τινῶν ἢ κλήρῳ ἢ αἱρέσει ἢ
·
ἀμφοῖν, ἢ τὰς μὲν ἐκ πάντων τὰς δ’ ἐκ τινῶν, 〈ἢ κληρῷ
·
ἢ αἱρέσει ἢ〉 ἀμφοῖν
·
(τὸ δὲ ἀμφοῖν λέγω τὰς μὲν κλήρῳ τὰς δ’ αἱρέσει) πολι‐
·
τικόν, καὶ τὸ τινὰς ἐκ πάντων ἢ αἱρέσει καθιστά‐
·
ναι ἢ κλήρῳ ἢ ἀμφοῖν) τὰς μὲν κλήρῳ τὰς δ’ αἱρέ‐
40
σει ὀλιγαρχικόν (ὀλιγαρχικώτερον δὲ [καὶ] τὸ ἐξ ἀμφοῖν).
·
τὸ δὲ τὰς μὲν ἐκ πάντων τὰς δ’ ἐκ τινῶν πολιτικὸν ἀρι‐
0086 035 Pol1300b
·
στοκρατικῶς, ἢ τὰς μὲν αἱρέσει τὰς δὲ κληρῷ, τὸ δὲ τινὰς
·
ἐκ τινῶν 〈αἱρέσει〉 ὀλιγαρχικὸν καὶ τὸ τινὰς ἐκ τινῶν κλήρῳ
·
(μὴ γινομένου δ’, ὁμοίως), καὶ τὸ τινὰς ἐκ τινῶν ἀμφοῖν.
·
τὸ δὲ τινὰς ἐξ ἁπάντων τό τε ἐκ τινῶν αἱρέσει πάντας
5
ἀριστοκρατικόν. οἱ μὲν οὖν τρόποι τῶν περὶ τὰς ἀρχὰς το‐
·
σοῦτοι τὸν ἀριθμόν εἰσι, καὶ διῄρηνται κατὰ τὰς πολιτείας
·
οὕτως· τίνα δὲ τίσι συμφέρει καὶ πῶς δεῖ γίνεσθαι τὰς κατα‐
·
στάσεις, ἅμα ταῖς δυνάμεσι τῶν ἀρχῶν καὶ τίνες εἰσὶν
·
ἔσται φανερόν. λέγω δὲ δύναμιν ἀρχῆς οἷον τὴν κυρίαν
10
τῶν προσόδων καὶ τὴν κυρίαν τῆς φυλακῆς· ἄλλο γὰρ
·
εἶδος δυνάμεως οἷον στρατηγίας καὶ τῆς τῶν περὶ τὴν ἀγο‐
·
ρὰν συμβολαίων κυρίας.
·
Λοιπὸν δὲ τῶν τριῶν τὸ δικαστικὸν εἰπεῖν. ληπτέον
·
δὲ καὶ τούτων τοὺς τρόπους κατὰ τὴν αὐτὴν ὑπόθεσιν. ἔστι
15
δὲ διαφορὰ τῶν δικαστηρίων ἐν τρισὶν ὅροις, ἐξ ὧν τε καὶ
·
περὶ ὧν καὶ πῶς. λέγω δὲ ἐξ ὧν μέν, πότερον ἐκ πάν‐
·
των ἢ ἐκ τινῶν· περὶ ὧν δέ, πόσα εἴδη δικαστηρίων· τὸ δὲ
·
πῶς, πότερον κλήρῳ ἢ αἱρέσει. πρῶτον οὖν διαιρείσθω πόσα
·
εἴδη δικαστηρίων. ἔστι δὲ τὸν ἀριθμὸν ὀκτώ, ἓν μὲν εὐθυν‐
20
τικόν, ἄλλο δὲ εἴ τίς τι τῶν κοινῶν ἀδικεῖ, ἕτερον ὅσα εἰς
·
τὴν πολιτείαν φέρει, τέταρτον καὶ ἄρχουσι καὶ ἰδιώταις ὅσα
·
περὶ ζημιώσεων ἀμφισβητοῦσιν, πέμπτον τὸ περὶ τῶν ἰδίων
·
συναλλαγμάτων καὶ ἐχόντων μέγεθος, καὶ παρὰ ταῦτα
·
τό τε φονικὸν καὶ τὸ ξενικόν (φονικοῦ μὲν οὖν εἴδη, ἄν τ’
25
ἐν τοῖς αὐτοῖς δικασταῖς ἄν τ’ ἐν ἄλλοις, περί τε τῶν ἐκ
·
προνοίας καὶ περὶ τῶν ἀκουσίων, καὶ ὅσα ὁμολογεῖται μέν,
·
ἀμφισβητεῖται δὲ περὶ τοῦ δικαίου, τέταρτον δὲ ὅσα τοῖς
·
φεύγουσι φόνου ἐπὶ καθόδῳ ἐπιφέρεται, οἷον Ἀθήνησι λέγε‐
·
ται καὶ τὸ ἐν Φρεαττοῖ δικαστήριον· συμβαίνει δὲ τὰ τοιαῦτα
30
ἐν τῷ παντὶ χρόνῳ ὀλίγα καὶ ἐν ταῖς μεγάλαις πόλεσιν·
·
τοῦ δὲ ξενικοῦ ἓν μὲν ξένοις πρὸς ξένους, ἄλλο 〈δὲ〉 ξένοις πρὸς
·
ἀστούς), ἔτι δὲ παρὰ πάντα ταῦτα περὶ τῶν μικρῶν συν‐
·
αλλαγμάτων, ὅσα δραχμιαῖα καὶ πεντάδραχμα καὶ μικρῷ
·
πλείονος. δεῖ μὲν γὰρ καὶ περὶ τούτων γίνεσθαι κρίσιν, οὐκ
35
ἐμπίπτει δὲ εἰς δικαστῶν πλῆθος.
35
ἀλλὰ περὶ μὲν τούτων
·
ἀφείσθω καὶ τῶν φονικῶν καὶ τῶν ξενικῶν, περὶ δὲ τῶν
·
πολιτικῶν λέγωμεν, περὶ ὧν μὴ γινομένων καλῶς διαστά‐
·
σεις γίνονται καὶ τῶν πολιτειῶν αἱ κινήσεις. ἀνάγκη δ’
·
ἤτοι πάντας περὶ πάντων κρίνειν τῶν διῃρημένων αἱρέσει
40
ἢ κλήρῳ, ἢ πάντας περὶ πάντων τὰ μὲν κλήρῳ τὰ δ’
·
αἱρέσει, ἢ περὶ ἐνίων τῶν αὐτῶν τοὺς μὲν κλήρῳ τοὺς δ’
0086 035 Pol1301a
·
αἱρετούς. οὗτοι μὲν οὖν οἱ τρόποι τέτταρες τὸν ἀριθμόν· το‐
·
σοῦτοι δ’ ἕτεροι καὶ οἱ κατὰ μέρος. πάλιν γὰρ ἐκ τινῶν
·
καὶ οἱ δικάζοντες περὶ πάντων αἱρέσει, ἢ ἐκ τινῶν περὶ
·
πάντων κλήρῳ, ἢ τὰ μὲν κλήρῳ τὰ δὲ αἱρέσει, ἢ ἔνια δικα‐
5
στήρια περὶ τῶν αὐτῶν ἐκ κληρωτῶν καὶ αἱρετῶν. οὗτοι μὲν
·
οὖν, ὥσπερ ἐλέχθησαν, οἱ τρόποι 〈οἱ ἀντίστροφοι〉 τοῖς εἰρημένοις·
·
ἔτι δὲ τὰ αὐτὰ συνδυαζόμενα, λέγω δ’ οἷον τὰ μὲν ἐκ πάν‐
·
των τὰ δ’ ἐκ τινῶν τὰ δ’ ἐξ ἀμφοῖν (οἷον εἰ τοῦ αὐτοῦ
·
δικαστηρίου εἶεν οἱ μὲν ἐκ πάντων οἱ δ’ ἐκ τινῶν), καὶ ἢ
10
κλήρῳ ἢ αἱρέσει ἢ ἀμφοῖν. ὅσους μὲν οὖν ἐνδέχεται τρόπους
·
εἶναι τὰ δικαστήρια, εἴρηται· τούτων δὲ τὰ μὲν πρῶτα δημο‐
·
τικά, ὅσα ἐκ πάντων [ἢ] περὶ πάντων, τὰ δὲ δεύτερα
·
ὀλιγαρχικά, ὅσα ἐκ τινῶν περὶ πάντων, τὰ δὲ τρίτα ἀρι‐
·
στοκρατικὰ καὶ πολιτικά, ὅσα τὰ μὲν ἐκ πάντων τὰ δ’
15
ἐκ τινῶν.
·
Ε
·
Περὶ μὲν οὖν τῶν ἄλλων ὧν προειλόμεθα σχεδὸν
20
εἴρηται περὶ πάντων· ἐκ τίνων δὲ μεταβάλλουσιν αἱ πολι‐
·
τεῖαι καὶ πόσων καὶ ποίων, καὶ τίνες ἑκάστης πολιτείας
·
φθοραί, καὶ ἐκ ποίων εἰς ποίας μάλιστα μεθίστανται, ἔτι
·
δὲ σωτηρίαι τίνες καὶ κοινῇ καὶ χωρὶς ἑκάστης εἰσίν, ἔτι δὲ
·
διὰ τίνων ἂν μάλιστα σῴζοιτο τῶν πολιτειῶν ἑκάστη, σκε‐
25
πτέον ἐφεξῆς τοῖς εἰρημένοις.
25
δεῖ δὲ πρῶτον ὑπολαβεῖν
·
τὴν ἀρχήν, ὅτι πολλαὶ γεγένηνται πολιτεῖαι πάντων μὲν
·
ὁμολογούντων τὸ δίκαιον καὶ τὸ κατ’ ἀναλογίαν ἴσον, τούτου
·
δ’ ἁμαρτανόντων, ὥσπερ εἴρηται καὶ πρότερον. δῆμος μὲν
·
γὰρ ἐγένετο ἐκ τοῦ ἴσους ὁτιοῦν ὄντας οἴεσθαι ἁπλῶς ἴσους
30
εἶναι (ὅτι γὰρ ἐλεύθεροι πάντες ὁμοίως, ἁπλῶς ἴσοι εἶναι
·
νομίζουσιν), ὀλιγαρχία δὲ ἐκ τοῦ ἀνίσους ἕν τι ὄντας ὅλως
·
εἶναι ἀνίσους ὑπολαμβάνειν (κατ’ οὐσίαν γὰρ ἄνισοι ὄντες
·
ἁπλῶς ἄνισοι ὑπολαμβάνουσιν εἶναι). εἶτα οἱ μὲν ὡς ἴσοι
·
ὄντες πάντων τῶν ἴσων ἀξιοῦσι μετέχειν· οἱ δ’ ὡς ἄνισοι
35
ὄντες πλεονεκτεῖν ζητοῦσιν, τὸ γὰρ πλεῖον ἄνισον. ἔχουσι
·
μὲν οὖν τι πᾶσαι δίκαιον, ἡμαρτημέναι δ’ ἁπλῶς εἰσιν.
·
καὶ διὰ ταύτην τὴν αἰτίαν, ὅταν μὴ κατὰ τὴν ὑπόληψιν
·
ἣν ἑκάτεροι τυγχάνουσιν ἔχοντες μετέχωσι τῆς πολιτείας,
·
στασιάζουσιν. πάντων δὲ δικαιότατα μὲν ἂν στασιάζοιεν,
40
ἥκιστα δὲ τοῦτο πράττουσιν, οἱ κατ’ ἀρετὴν διαφέροντες· μά‐
0086 035 Pol1301b
·
λιστα γὰρ εὔλογον ἀνίσους ἁπλῶς εἶναι τούτους μόνον. εἰσὶ
·
δέ τινες οἳ κατὰ γένος ὑπερέχοντες οὐκ ἀξιοῦσι τῶν ἴσων
·
αὑτοὺς διὰ τὴν ἀνισότητα ταύτην· εὐγενεῖς γὰρ εἶναι δο‐
·
κοῦσιν οἷς ὑπάρχει προγόνων ἀρετὴ καὶ πλοῦτος.
·
ἀρχαὶ
5
μὲν οὖν ὡς εἰπεῖν αὗται καὶ πηγαὶ τῶν στάσεών εἰσιν, ὅθεν
·
στασιάζουσιν· διὸ καὶ αἱ μεταβολαὶ γίνονται διχῶς· ὁτὲ
·
μὲν γὰρ πρὸς τὴν πολιτείαν, ὅπως ἐκ τῆς καθεστηκυίας
·
ἄλλην μεταστήσωσιν, οἷον ἐκ δημοκρατίας ὀλιγαρχίαν ἢ
·
δημοκρατίαν ἐξ ὀλιγαρχίας, ἢ πολιτείαν καὶ ἀριστοκρατίαν
10
ἐκ τούτων, ἢ ταύτας ἐξ ἐκείνων, ὁτὲ δ’ οὐ πρὸς τὴν καθ‐
·
εστηκυῖαν πολιτείαν, ἀλλὰ τὴν μὲν κατάστασιν προαιροῦνται
·
τὴν αὐτήν, δι’ αὑτῶν δ’ εἶναι βούλονται ταύτην, οἷον τὴν
·
ὀλιγαρχίαν ἢ τὴν μοναρχίαν· ἔτι περὶ τοῦ μᾶλλον καὶ
·
ἧττον, οἷον ἢ ὀλιγαρχίαν οὖσαν εἰς τὸ μᾶλλον ὀλιγαρχεῖ‐
15
σθαι ἢ εἰς τὸ ἧττον, ἢ δημοκρατίαν οὖσαν εἰς τὸ μᾶλλον
·
δημοκρατεῖσθαι ἢ εἰς τὸ ἧττον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν
·
λοιπῶν πολιτειῶν, ἢ ἵνα ἐπιταθῶσιν ἢ ἀνεθῶσιν· ἔτι πρὸς
·
τὸ μέρος τι κινῆσαι τῆς πολιτείας, οἷον ἀρχήν τινα κατα‐
·
στῆσαι ἢ ἀνελεῖν, ὥσπερ ἐν Λακεδαίμονί φασι Λύσανδρόν
20
τινες ἐπιχειρῆσαι καταλῦσαι τὴν βασιλείαν καὶ Παυσα‐
·
νίαν τὸν βασιλέα τὴν ἐφορείαν, καὶ ἐν Ἐπιδάμνῳ δὲ μετ‐
·
έβαλεν ἡ πολιτεία κατὰ μόριον (ἀντὶ γὰρ τῶν φυλάρ‐
·
χων βουλὴν ἐποίησαν, εἰς δὲ τὴν ἡλιαίαν ἐπάναγκές ἐστιν
·
ἔτι τῶν ἐν τῷ πολιτεύματι βαδίζειν τὰς ἀρχάς, ὅταν
25
ἐπιψηφίζηται ἀρχή τις, ὀλιγαρχικὸν δὲ καὶ ὁ ἄρχων ὁ
·
εἷς ἦν ἐν τῇ πολιτείᾳ ταύτῃ). πανταχοῦ γὰρ διὰ τὸ ἄνισον
·
ἡ στάσις, οὐ μὴν εἰ τοῖς ἀνίσοις ὑπάρχει ἀνάλογον (ἀί̈διος
·
γὰρ βασιλεία ἄνισος, ἐὰν ᾖ ἐν ἴσοις)· ὅλως γὰρ τὸ ἴσον
·
ζητοῦντες στασιάζουσιν. ἔστι δὲ διττὸν τὸ ἴσον· τὸ μὲν γὰρ
30
ἀριθμῷ τὸ δὲ κατ’ ἀξίαν ἐστίν. λέγω δὲ ἀριθμῷ μὲν τὸ
·
πλήθει ἢ μεγέθει ταὐτὸ καὶ ἴσον, κατ’ ἀξίαν δὲ τὸ τῷ
·
λόγῳ, οἷον ὑπερέχει κατ’ ἀριθμὸν μὲν ἴσῳ τὰ τρία τοῖν
·
δυοῖν καὶ ταῦτα τοῦ ἑνός, λόγῳ δὲ τὰ τέτταρα τοῖν δυοῖν καὶ
·
ταῦτα τοῦ ἑνός· ἴσον γὰρ μέρος τὰ δύο τῶν τεττάρων καὶ
35
τὸ ἓν τοῖν δυοῖν· ἄμφω γὰρ ἡμίση. ὁμολογοῦντες δὲ τὸ
·
ἁπλῶς εἶναι δίκαιον τὸ κατ’ ἀξίαν, διαφέρονται, καθάπερ
·
ἐλέχθη πρότερον, οἱ μὲν ὅτι, ἐὰν κατὰ τὶ ἴσοι ὦσιν, ὅλως ἴσοι
·
νομίζουσιν εἶναι, οἱ δ’ ὅτι, ἐὰν κατὰ τὶ ἄνισοι, πάν‐
·
των ἀνίσων ἀξιοῦσιν ἑαυτούς. διὸ καὶ μάλιστα δύο γίνονται
40
πολιτεῖαι, δῆμος καὶ ὀλιγαρχία· εὐγένεια γὰρ καὶ ἀρετὴ
0086 035 Pol1302a
·
ἐν ὀλίγοις, ταῦτα δ’ ἐν πλείοσιν· εὐγενεῖς γὰρ καὶ ἀγαθοὶ
·
οὐδαμοῦ ἑκατόν, εὔποροι δὲ 〈καὶ ἄποροι〉 πολλοὶ πολλαχοῦ. τὸ δὲ
·
ἁπλῶς πάντῃ καθ’ ἑκατέραν τετάχθαι τὴν ἰσότητα φαῦ‐
·
λον. φανερὸν δ’ ἐκ τοῦ συμβαίνοντος· οὐδεμία γὰρ μόνιμος
5
ἐκ τῶν τοιούτων πολιτειῶν. τούτου δ’ αἴτιον ὅτι ἀδύνατον ἀπὸ
·
τοῦ πρώτου καὶ τοῦ ἐν ἀρχῇ ἡμαρτημένου μὴ ἀπαντᾶν εἰς τὸ
·
τέλος κακόν τι. διὸ δεῖ τὰ μὲν ἀριθμητικῇ ἰσότητι χρῆ‐
·
σθαι, τὰ δὲ τῇ κατ’ ἀξίαν.
·
ὅμως δὲ ἀσφαλεστέρα καὶ
·
ἀστασίαστος μᾶλλον ἡ δημοκρατία τῆς ὀλιγαρχίας. ἐν μὲν
10
γὰρ ταῖς ὀλιγαρχίαις ἐγγίνονται δύο, ἥ τε πρὸς ἀλλήλους
·
στάσις καὶ ἔτι ἡ πρὸς τὸν δῆμον, ἐν δὲ ταῖς δημοκρατίαις
·
ἡ πρὸς τὴν ὀλιγαρχίαν μόνον, αὐτῷ δὲ πρὸς αὑτόν, ὅ τι
·
καὶ ἄξιον εἰπεῖν, οὐκ ἐγγίνεται τῷ δήμῳ στάσις· ἔτι δὲ
·
ἡ ἐκ τῶν μέσων πολιτεία ἐγγυτέρω τοῦ δήμου ἢ ἡ τῶν ὀλί‐
15
γων· ἥπερ ἐστὶν ἀσφαλεστάτη τῶν τοιούτων πολιτειῶν.
·
Ἐπεὶ δὲ σκοποῦμεν ἐκ τίνων αἵ τε στάσεις γίνονται
·
καὶ αἱ μεταβολαὶ περὶ τὰς πολιτείας, ληπτέον καθόλου
·
πρῶτον τὰς ἀρχὰς καὶ τὰς αἰτίας αὐτῶν. εἰσὶ δὴ σχεδὸν
·
ὡς εἰπεῖν τρεῖς τὸν ἀριθμόν, ἃς διοριστέον καθ’ αὑτὰς τύπῳ
20
πρῶτον. δεῖ γὰρ λαβεῖν πῶς τε ἔχοντες στασιάζουσι καὶ
·
τίνων ἕνεκεν, καὶ τρίτον τίνες ἀρχαὶ γίνονται τῶν πολι‐
·
τικῶν ταραχῶν καὶ τῶν πρὸς ἀλλήλους στάσεων. τοῦ μὲν οὖν
·
αὐτοὺς ἔχειν πως πρὸς τὴν μεταβολὴν αἰτίαν καθόλου μά‐
·
λιστα θετέον περὶ ἧς ἤδη τυγχάνομεν εἰρηκότες. οἱ μὲν
25
γὰρ ἰσότητος ἐφιέμενοι στασιάζουσιν ἂν νομίζωσιν ἔλαττον
·
ἔχειν ὄντες ἴσοι τοῖς πλεονεκτοῦσιν, οἱ δὲ τῆς ἀνισότητος
·
καὶ τῆς ὑπεροχῆς ἂν ὑπολαμβάνωσιν ὄντες ἄνισοι μὴ
·
πλέον ἔχειν ἀλλ’ ἴσον ἢ ἔλαττον (τούτων δ’ ἔστι μὲν ὀρέ‐
·
γεσθαι δικαίως, ἔστι δὲ καὶ ἀδίκως)· ἐλάττους τε γὰρ ὄν‐
30
τες ὅπως ἴσοι ὦσι στασιάζουσι, καὶ ἴσοι ὄντες ὅπως μεί‐
·
ζους. πῶς μὲν οὖν ἔχοντες στασιάζουσιν, εἴρηται· περὶ ὧν δὲ
·
στασιάζουσιν ἐστὶ κέρδος καὶ τιμὴ καὶ τἀναντία τούτοις. καὶ
·
γὰρ ἀτιμίαν φεύγοντες καὶ ζημίαν, ἢ ὑπὲρ αὑτῶν ἢ τῶν
·
φίλων, στασιάζουσιν ἐν ταῖς πόλεσιν. αἱ δ’ αἰτίαι καὶ ἀρ‐
35
χαὶ τῶν κινήσεων, ὅθεν αὐτοί τε διατίθενται τὸν εἰρημένον
·
τρόπον καὶ περὶ τῶν λεχθέντων, ἔστι μὲν ὡς τὸν ἀριθμὸν
·
ἑπτὰ τυγχάνουσιν οὖσαι, ἔστι δ’ ὡς πλείους. ὧν δύο μέν ἐστι
·
ταὐτὰ τοῖς εἰρημένοις, ἀλλ’ οὐχ ὡσαύτως· διὰ κέρδος γὰρ
·
καὶ διὰ τιμὴν παροξύνονται πρὸς ἀλλήλους οὐχ ἵνα κτή‐
40
σωνται σφίσιν αὐτοῖς, ὥσπερ εἴρηται πρότερον, ἀλλ’ ἑτέ‐
0086 035 Pol1302b
·
ρους ὁρῶντες τοὺς μὲν δικαίως τοὺς δ’ ἀδίκως πλεονεκτοῦντας
·
τούτων· ἔτι διὰ ὕβριν, διὰ φόβον, διὰ ὑπεροχήν, διὰ κατα‐
·
φρόνησιν, διὰ αὔξησιν τὴν παρὰ τὸ ἀνάλογον· ἔτι δὲ
·
ἄλλον τρόπον δι’ ἐριθείαν, δι’ ὀλιγωρίαν, διὰ μικρότητα,
5
διὰ ἀνομοιότητα. Τούτων δὲ ὕβρις μὲν καὶ κέρδος τίνα ἔχου‐
·
σι δύναμιν καὶ πῶς αἴτια, σχεδόν ἐστι φανερόν· ὑβριζόντων
·
τε γὰρ τῶν ἐν ταῖς ἀρχαῖς καὶ πλεονεκτούντων στασιάζουσι
·
καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὰς πολιτείας τὰς διδούσας
·
τὴν ἐξουσίαν· ἡ δὲ πλεονεξία γίνεται ὁτὲ μὲν ἀπὸ τῶν
10
ἰδίων ὁτὲ δὲ ἀπὸ τῶν κοινῶν. —δῆλον δὲ καὶ ἡ τιμή, καὶ
·
τί δύναται καὶ πῶς αἰτία στάσεως· καὶ γὰρ αὐτοὶ ἀτιμαζό‐
·
μενοι καὶ ἄλλους ὁρῶντες τιμωμένους στασιάζουσιν· ταῦτα
·
δὲ ἀδίκως μὲν γίνεται ὅταν παρὰ τὴν ἀξίαν ἢ τιμῶνταί
·
τινες ἢ ἀτιμάζωνται, δικαίως δὲ ὅταν κατὰ τὴν ἀξίαν.
15
—δι’ ὑπεροχὴν δέ, ὅταν τις ᾖ τῇ δυνάμει μείζων (ἢ εἷς ἢ
·
πλείους) ἢ κατὰ τὴν πόλιν καὶ τὴν δύναμιν τοῦ πολιτεύ‐
·
ματος· γίνεσθαι γὰρ εἴωθεν ἐκ τῶν τοιούτων μοναρχία ἢ
·
δυναστεία· διὸ ἐνιαχοῦ εἰώθασιν ὀστρακίζειν, οἷον ἐν Ἄργει
·
καὶ Ἀθήνησιν· καίτοι βέλτιον ἐξ ἀρχῆς ὁρᾶν ὅπως μὴ ἐν‐
20
έσονται τοσοῦτον ὑπερέχοντες, ἢ ἐάσαντας γενέσθαι ἰᾶσθαι
·
ὕστερον. —διὰ δὲ φόβον στασιάζουσιν οἵ τε ἠδικηκότες, δεδιό‐
·
τες μὴ δῶσι δίκην, καὶ οἱ μέλλοντες ἀδικεῖσθαι, βουλόμε‐
·
νοι φθάσαι πρὶν ἀδικηθῆναι, ὥσπερ ἐν Ῥόδῳ συνέστησαν
·
οἱ γνώριμοι ἐπὶ τὸν δῆμον διὰ τὰς ἐπιφερομένας δίκας.
25
—διὰ καταφρόνησιν δὲ καὶ στασιάζουσι καὶ ἐπιτίθενται, οἷον
·
ἔν τε ταῖς ὀλιγαρχίαις, ὅταν πλείους ὦσιν οἱ μὴ μετέχον‐
·
τες τῆς πολιτείας (κρείττους γὰρ οἴονται εἶναι), καὶ ἐν ταῖς
·
δημοκρατίαις οἱ εὔποροι καταφρονήσαντες τῆς ἀταξίας καὶ
·
ἀναρχίας, οἷον καὶ ἐν Θήβαις μετὰ τὴν ἐν Οἰνοφύτοις
30
μάχην κακῶς πολιτευομένων ἡ δημοκρατία διεφθάρη, καὶ
·
ἡ Μεγαρέων δι’ ἀταξίαν καὶ ἀναρχίαν ἡττηθέντων, καὶ ἐν
·
Συρακούσαις πρὸ τῆς Γέλωνος τυραννίδος, καὶ ἐν Ῥόδῳ ὁ
·
δῆμος πρὸ τῆς ἐπαναστάσεως.
·
γίνονται δὲ καὶ δι’ αὔξησιν
·
τὴν παρὰ τὸ ἀνάλογον μεταβολαὶ τῶν πολιτειῶν. ὥσπερ
35
γὰρ σῶμα ἐκ μερῶν σύγκειται καὶ δεῖ αὐξάνεσθαι ἀνά‐
·
λογον ἵνα μένῃ ἡ συμμετρία, εἰ δὲ μή, φθείρεται, ὅταν ὁ
·
μὲν ποὺς τεττάρων πηχῶν ᾖ τὸ δ’ ἄλλο σῶμα δυοῖν σπι‐
·
θαμαῖν, ἐνίοτε δὲ κἂν εἰς ἄλλου ζῴου μεταβάλοι μορφήν,
·
εἰ μὴ μόνον κατὰ τὸ ποσὸν ἀλλὰ καὶ κατὰ τὸ ποιὸν
40
αὐξάνοιτο παρὰ τὸ ἀνάλογον, οὕτω καὶ πόλις σύγκειται
0086 035 Pol1303a
·
ἐκ μερῶν, ὧν πολλάκις λανθάνει τι αὐξανόμενον, οἷον τὸ
·
τῶν ἀπόρων πλῆθος ἐν ταῖς δημοκρατίαις καὶ πολιτείαις.
·
συμβαίνει δ’ ἐνίοτε τοῦτο καὶ διὰ τύχας, οἷον ἐν Τάραντι
·
ἡττηθέντων καὶ ἀπολομένων πολλῶν γνωρίμων ὑπὸ τῶν
5
Ἰαπύγων μικρὸν ὕστερον τῶν Μηδικῶν δημοκρατία ἐγένετο
·
ἐκ πολιτείας, καὶ ἐν Ἄργει τῶν ἐν τῇ ἑβδόμῃ ἀπολομέ‐
·
νων ὑπὸ Κλεομένους τοῦ Λάκωνος ἠναγκάσθησαν παρα‐
·
δέξασθαι τῶν περιοίκων τινάς, καὶ ἐν Ἀθήναις ἀτυχούντων
·
πεζῇ οἱ γνώριμοι ἐλάττους ἐγένοντο διὰ τὸ ἐκ καταλόγου
10
στρατεύεσθαι ὑπὸ τὸν Λακωνικὸν πόλεμον. συμβαίνει δὲ
·
τοῦτο καὶ ἐν ταῖς δημοκρατίαις, ἧττον δέ· πλειόνων γὰρ
·
τῶν εὐπόρων γινομένων ἢ τῶν οὐσιῶν αὐξανομένων μετα‐
·
βάλλουσιν εἰς ὀλιγαρχίας καὶ δυναστείας. —μεταβάλλουσι
·
δ’ αἱ πολιτεῖαι καὶ ἄνευ στάσεως διά τε τὰς ἐριθείας, ὥς‐
15
περ ἐν Ἡραίᾳ (ἐξ αἱρετῶν γὰρ διὰ τοῦτο ἐποίησαν κληρω‐
·
τάς, ὅτι ᾑροῦντο τοὺς ἐριθευομένους), καὶ δι’ ὀλιγωρίαν, ὅταν
·
ἐάσωσιν εἰς τὰς ἀρχὰς τὰς κυρίας παριέναι τοὺς μὴ τῇ
·
πολιτείᾳ φίλους, ὥσπερ ἐν Ὠρεῷ κατελύθη ἡ ὀλιγαρχία
·
τῶν ἀρχόντων γενομένου Ἡρακλεοδώρου, ὃς ἐξ ὀλιγαρχίας
20
πολιτείαν καὶ δημοκρατίαν κατεσκεύασεν. —ἔτι διὰ τὸ παρὰ
·
μικρόν. λέγω δὲ παρὰ μικρόν, ὅτι πολλάκις λανθάνει μεγά‐
·
λη γινομένη μετάβασις τῶν νομίμων, ὅταν παρορῶσι
·
τὸ μικρόν, ὥσπερ ἐν Ἀμβρακίᾳ μικρὸν ἦν τὸ τίμημα, τέ‐
·
λος δ’ 〈ἀπ’〉 οὐθενὸς ἦρχον, ὡς ἐγγίζον ἢ μηθὲν διαφέρον τοῦ
25
μηθὲν τὸ μικρόν.
25
στασιωτικὸν δὲ καὶ τὸ μὴ ὁμόφυλον, ἕως ἂν
·
συμπνεύσῃ· ὥσπερ γὰρ οὐδ’ ἐκ τοῦ τυχόντος πλήθους πόλις
·
γίγνεται, οὕτως οὐδ’ ἐν τῷ τυχόντι χρόνῳ· διὸ ὅσοι ἤδη
·
συνοίκους ἐδέξαντο ἢ ἐποίκους, οἱ πλεῖστοι διεστασίασαν· οἷον
·
Τροιζηνίοις Ἀχαιοὶ συνῴκησαν Σύβαριν, εἶτα πλείους οἱ
30
Ἀχαιοὶ γενόμενοι ἐξέβαλον τοὺς Τροιζηνίους, ὅθεν τὸ ἄγος
·
συνέβη τοῖς Συβαρίταις· καὶ ἐν Θουρίοις Συβαρῖται τοῖς
·
συνοικήσασιν (πλεονεκτεῖν γὰρ ἀξιοῦντες ὡς σφετέρας τῆς
·
χώρας ἐξέπεσον)· καὶ Βυζαντίοις οἱ ἔποικοι ἐπιβουλεύοντες
·
φωραθέντες ἐξέπεσον διὰ μάχης· καὶ Ἀντισσαῖοι τοὺς Χίων
35
φυγάδας εἰσδεξάμενοι διὰ μάχης ἐξέβαλον· Ζαγκλαῖοι
·
δὲ Σαμίους ὑποδεξάμενοι ἐξέπεσον αὐτοί· καὶ Ἀπολ‐
·
λωνιᾶται οἱ ἐν τῷ Εὐξείνῳ πόντῳ ἐποίκους ἐπαγαγόμενοι
·
ἐστασίασαν· καὶ Συρακούσιοι μετὰ τὰ τυραννικὰ τοὺς ξένους
0086 035 Pol1303b
·
καὶ τοὺς μισθοφόρους πολίτας ποιησάμενοι ἐστασίασαν καὶ
·
εἰς μάχην ἦλθον· καὶ Ἀμφιπολῖται δεξάμενοι Χαλκιδέων
·
ἐποίκους ἐξέπεσον ὑπὸ τούτων οἱ πλεῖστοι αὐτῶν. στασιάζουσι
·
δ’ ἐν μὲν ταῖς ὀλιγαρχίαις οἱ πολλοὶ ὡς ἀδικούμενοι, ὅτι
5
οὐ μετέχουσι τῶν ἴσων, καθάπερ εἴρηται πρότερον, ἴσοι ὄντες,
·
ἐν δὲ ταῖς δημοκρατίαις οἱ γνώριμοι, ὅτι μετέχουσι τῶν
·
ἴσων οὐκ ἴσοι ὄντες. στασιάζουσι δὲ ἐνίοτε αἱ πόλεις καὶ διὰ
·
τοὺς τόπους, ὅταν μὴ εὐφυῶς ἔχῃ ἡ χώρα πρὸς τὸ μίαν
·
εἶναι πόλιν, οἷον ἐν Κλαζομεναῖς οἱ ἐπὶ Χυτῷ πρὸς τοὺς
10
ἐν νήσῳ, καὶ Κολοφώνιοι καὶ Νοτιεῖς· καὶ Ἀθήνησιν οὐχ
·
ὁμοίως εἰσὶν ἀλλὰ μᾶλλον δημοτικοὶ οἱ τὸν Πειραιᾶ οἰκοῦν‐
·
τες τῶν τὸ ἄστυ. ὥσπερ γὰρ ἐν τοῖς πολέμοις αἱ δια‐
·
βάσεις τῶν ὀχετῶν, καὶ τῶν πάνυ σμικρῶν, διασπῶσι τὰς
·
φάλαγγας, οὕτως ἔοικε πᾶσα διαφορὰ ποιεῖν διάστασιν.
15
μεγίστη μὲν οὖν ἴσως διάστασις ἀρετὴ καὶ μοχθηρία, εἶτα
·
πλοῦτος καὶ πενία, καὶ οὕτως δὴ ἑτέρα ἑτέρας μᾶλλον, ὧν
·
μία καὶ ἡ εἰρημένη ἐστί. Γίγνονται μὲν οὖν αἱ στάσεις
·
οὐ περὶ μικρῶν ἀλλ’ ἐκ μικρῶν, στασιάζουσι δὲ περὶ μεγά‐
·
λων. μάλιστα δὲ καὶ αἱ μικραὶ ἰσχύουσιν, ὅταν ἐν τοῖς κυρίοις
20
γένωνται, οἷον συνέβη καὶ ἐν Συρακούσαις ἐν τοῖς ἀρχαίοις
·
χρόνοις. μετέβαλε γὰρ ἡ πολιτεία ἐκ δύο νεανίσκων στασι‐
·
ασάντων 〈τῶν〉 ἐν ταῖς ἀρχαῖς ὄντων, περὶ ἐρωτικὴν αἰτίαν.
·
θατέρου γὰρ ἀποδημοῦντος ἑταῖρος ὤν τις τὸν ἐρώμενον αὐτοῦ
·
ὑπεποιήσατο, πάλιν δ’ ἐκεῖνος τούτῳ χαλεπήνας τὴν γυ‐
25
ναῖκα αὐτοῦ ἀνέπεισεν ὡς αὑτὸν ἐλθεῖν· ὅθεν προσλαμβά‐
·
νοντες τοὺς ἐν τῷ πολιτεύματι διεστασίασαν πάντας. διόπερ
·
ἀρχομένων εὐλαβεῖσθαι δεῖ τῶν τοιούτων, καὶ διαλύειν τὰς
·
τῶν ἡγεμόνων καὶ δυναμένων στάσεις· ἐν ἀρχῇ γὰρ γίνε‐
·
ται τὸ ἁμάρτημα, ἡ δ’ ἀρχὴ λέγεται ἥμισυ εἶναι παντός,
30
ὥστε καὶ τὸ ἐν αὐτῇ μικρὸν ἁμάρτημα ἀνάλογόν ἐστι πρὸς
·
τὰ ἐν τοῖς ἄλλοις μέρεσιν. ὅλως δὲ αἱ τῶν γνωρίμων στά‐
·
σεις συναπολαύειν ποιοῦσι καὶ τὴν ὅλην πόλιν, οἷον ἐν
·
Ἑστιαίᾳ συνέβη μετὰ τὰ Μηδικά, δύο ἀδελφῶν περὶ τῆς
·
πατρῴας νομῆς διενεχθέντων· ὁ μὲν γὰρ ἀπορώτερος,
35
ὡς οὐκ ἀποφαίνοντος τὴν οὐσίαν οὐδὲ τὸν θησαυρὸν ὃν
·
εὗρεν ὁ πατήρ, προσήγετο τοὺς δημοτικούς, ὁ δ’ ἕτερος ἔχων
·
οὐσίαν πολλὴν τοὺς εὐπόρους. καὶ ἐν Δελφοῖς ἐκ κηδείας γε‐
·
νομένης διαφορᾶς ἀρχὴ πασῶν ἐγένετο τῶν στάσεων τῶν
0086 035 Pol1304a
·
ὕστερον· ὁ μὲν γὰρ οἰωνισάμενός τι σύμπτωμα, ὡς ἦλθεν
·
ἐπὶ τὴν νύμφην, οὐ λαβὼν ἀπῆλθεν, οἱ δ’ ὡς ὑβρισθέντες
·
ἐνέβαλον τῶν ἱερῶν χρημάτων θύοντος, κἄπειτα ὡς ἱερό‐
·
συλον ἀπέκτειναν. καὶ περὶ Μυτιλήνην δὲ ἐξ ἐπικλήρων
5
στάσεως γενομένης πολλῶν ἐγένετο ἀρχὴ κακῶν καὶ τοῦ
·
πολέμου τοῦ πρὸς Ἀθηναίους, ἐν ᾧ Πάχης ἔλαβε τὴν πόλιν
·
αὐτῶν· Τιμοφάνους γὰρ τῶν εὐπόρων τινὸς καταλιπόντος
·
δύο θυγατέρας, ὁ περιωσθεὶς καὶ οὐ λαβὼν τοῖς υἱέσιν αὑτοῦ
·
Δέξανδρος ἦρξε τῆς στάσεως καὶ τοὺς Ἀθηναίους παρώξυνε,
10
πρόξενος ὢν τῆς πόλεως. καὶ ἐν Φωκεῦσιν ἐξ ἐπικλήρου
·
στάσεως γενομένης περὶ Μνασέαν τὸν Μνάσωνος πατέρα καὶ
·
Εὐθυκράτη τὸν Ὀνομάρχου, ἡ στάσις αὕτη ἀρχὴ τοῦ ἱεροῦ
·
πολέμου κατέστη τοῖς Φωκεῦσιν. μετέβαλε δὲ καὶ ἐν Ἐπι‐
·
δάμνῳ ἡ πολιτεία ἐκ γαμικῶν· ὑπομνηστευσάμενος
15
γάρ τις, ὡς ἐζημίωσεν αὐτὸν ὁ τοῦ ὑπομνηστευθέντος
·
πατήρ, γενόμενος τῶν ἀρχόντων, ἅτερος συμπαρέλαβε τοὺς
·
ἐκτὸς τῆς πολιτείας ὡς ἐπηρεασθείς.
·
μεταβάλλουσι δὲ καὶ
·
εἰς ὀλιγαρχίαν καὶ εἰς δῆμον καὶ εἰς πολιτείαν ἐκ τοῦ
·
εὐδοκιμῆσαί τι ἢ αὐξηθῆναι ἢ ἀρχεῖον ἢ μόριον τῆς πό‐
20
λεως, οἷον ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ εὐδοκιμήσασα ἐν τοῖς
·
Μηδικοῖς ἔδοξε συντονωτέραν ποιῆσαι τὴν πολιτείαν, καὶ
·
πάλιν ὁ ναυτικὸς ὄχλος γενόμενος αἴτιος τῆς περὶ Σαλα‐
·
μῖνα νίκης καὶ διὰ ταύτης τῆς ἡγεμονίας διὰ τὴν κατὰ
·
θάλατταν δύναμιν τὴν δημοκρατίαν ἰσχυροτέραν ἐποίησεν,
25
καὶ ἐν Ἄργει οἱ γνώριμοι εὐδοκιμήσαντες περὶ τὴν ἐν
·
Μαντινείᾳ μάχην τὴν πρὸς Λακεδαιμονίους ἐπεχείρησαν
·
καταλύειν τὸν δῆμον, καὶ ἐν Συρακούσαις ὁ δῆμος αἴτιος
·
γενόμενος τῆς νίκης τοῦ πολέμου τοῦ πρὸς Ἀθηναίους ἐκ πολι‐
·
τείας εἰς δημοκρατίαν μετέβαλεν, καὶ ἐν Χαλκίδι Φόξον
30
τὸν τύραννον μετὰ τῶν γνωρίμων ὁ δῆμος ἀνελὼν εὐθὺς
·
εἴχετο τῆς πολιτείας, καὶ ἐν Ἀμβρακίᾳ πάλιν ὡσαύτως
·
Περίανδρον συνεκβαλὼν τοῖς ἐπιθεμένοις ὁ δῆμος τὸν τύ‐
·
ραννον εἰς ἑαυτὸν περιέστησε τὴν πολιτείαν. καὶ ὅλως δὴ
·
δεῖ τοῦτο μὴ λανθάνειν, ὡς οἱ δυνάμεως αἴτιοι γενόμενοι,
35
καὶ ἰδιῶται καὶ ἀρχαὶ καὶ φυλαὶ καὶ ὅλως μέρος καὶ πλῆθος
·
ὁποιονοῦν, στάσιν κινοῦσιν· ἢ γὰρ οἱ τούτοις φθονοῦντες
·
τιμωμένοις ἄρχουσι τῆς στάσεως, ἢ οὗτοι διὰ τὴν ὑπεροχὴν
·
οὐ θέλουσι μένειν ἐπὶ τῶν ἴσων. κινοῦνται δ’ αἱ πολιτεῖαι
·
καὶ ὅταν τἀναντία εἶναι δοκοῦντα μέρη τῆς πόλεως ἰσάζῃ
0086 035 Pol1304b
·
ἀλλήλοις, οἷον οἱ πλούσιοι καὶ ὁ δῆμος, μέσον δ’ ᾖ μηθὲν
·
ἢ μικρὸν πάμπαν· ἂν γὰρ πολὺ ὑπερέχῃ ὁποτερονοῦν τῶν
·
μερῶν, πρὸς τὸ φανερῶς κρεῖττον τὸ λοιπὸν οὐ θέλει κινδυ‐
·
νεύειν. διὸ καὶ οἱ κατ’ ἀρετὴν διαφέροντες οὐ ποιοῦσι στάσιν
5
ὡς εἰπεῖν· ὀλίγοι γὰρ γίγνονται πρὸς πολλούς. καθόλου μὲν
·
οὖν περὶ πάσας τὰς πολιτείας αἱ ἀρχαὶ καὶ αἰτίαι τῶν
·
στάσεων καὶ τῶν μεταβολῶν τοῦτον ἔχουσι τὸν τρόπον· κι‐
·
νοῦσι δὲ τὰς πολιτείας ὁτὲ μὲν διὰ βίας ὁτὲ δὲ δι’ ἀπάτης,
·
διὰ βίας μὲν ἢ εὐθὺς ἐξ ἀρχῆς ἢ ὕστερον ἀναγκάζοντες.
10
καὶ γὰρ ἡ ἀπάτη διττή. ὁτὲ μὲν γὰρ ἐξαπατήσαντες τὸ
·
πρῶτον ἑκόντων μεταβάλλουσι τὴν πολιτείαν, εἶθ’ ὕστερον
·
βίᾳ κατέχουσιν ἀκόντων, οἷον ἐπὶ τῶν Τετρακοσίων τὸν δῆ‐
·
μον ἐξηπάτησαν φάσκοντες τὸν βασιλέα χρήματα παρ‐
·
έξειν πρὸς τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους, ψευσά‐
15
μενοι δὲ κατέχειν ἐπειρῶντο τὴν πολιτείαν· ὁτὲ δὲ ἐξ ἀρχῆς
·
τε πείσαντες καὶ ὕστερον πάλιν πεισθέντων ἑκόντων ἄρχου‐
·
σιν αὐτῶν. ἁπλῶς μὲν οὖν περὶ πάσας τὰς πολιτείας ἐκ
·
τῶν εἰρημένων συμβέβηκε γίνεσθαι τὰς μεταβολάς.
·
Καθ’ ἕκαστον δ’ εἶδος πολιτείας ἐκ τούτων μερίζοντας
20
τὰ συμβαίνοντα δεῖ θεωρεῖν. αἱ μὲν οὖν δημοκρατίαι μά‐
·
λιστα μεταβάλλουσι διὰ τὴν τῶν δημαγωγῶν ἀσέλγειαν·
·
τὰ μὲν γὰρ ἰδίᾳ συκοφαντοῦντες τοὺς τὰς οὐσίας ἔχοντας
·
συστρέφουσιν αὐτούς (συνάγει γὰρ καὶ τοὺς ἐχθίστους ὁ κοινὸς
·
φόβος), τὰ δὲ κοινῇ τὸ πλῆθος ἐπάγοντες. καὶ τοῦτο ἐπὶ
25
πολλῶν ἄν τις ἴδοι γιγνόμενον οὕτω. καὶ γὰρ ἐν Κῷ ἡ
·
δημοκρατία μετέβαλε πονηρῶν ἐγγενομένων δημαγωγῶν
·
(οἱ γὰρ γνώριμοι συνέστησαν)· καὶ ἐν Ῥόδῳ· μισθοφοράν
·
τε γὰρ οἱ δημαγωγοὶ ἐπόριζον, καὶ ἐκώλυον ἀποδιδόναι
·
τὰ ὀφειλόμενα τοῖς τριηράρχοις, οἱ δὲ διὰ τὰς ἐπιφερο‐
30
μένας δίκας ἠναγκάσθησαν συστάντες καταλῦσαι τὸν δῆ‐
·
μον. κατελύθη δὲ καὶ ἐν Ἡρακλείᾳ ὁ δῆμος μετὰ τὸν
·
ἀποικισμὸν εὐθὺς διὰ τοὺς δημαγωγούς· ἀδικούμενοι γὰρ
·
ὑπ’ αὐτῶν οἱ γνώριμοι ἐξέπιπτον, ἔπειτα ἀθροισθέντες οἱ
·
ἐκπίπτοντες καὶ κατελθόντες κατέλυσαν τὸν δῆμον. παρα‐
35
πλησίως δὲ καὶ ἡ ἐν Μεγάροις κατελύθη δημοκρατία· οἱ
·
γὰρ δημαγωγοί, ἵνα χρήματα ἔχωσι δημεύειν, ἐξέβαλον
·
πολλοὺς τῶν γνωρίμων, ἕως πολλοὺς ἐποίησαν τοὺς φεύγον‐
·
τας, οἱ δὲ κατιόντες ἐνίκησαν μαχόμενοι τὸν δῆμον καὶ
·
κατέστησαν τὴν ὀλιγαρχίαν. συνέβη δὲ ταὐτὸν καὶ περὶ
0086 035 Pol1305a
·
Κύμην ἐπὶ τῆς δημοκρατίας ἣν κατέλυσε Θρασύμαχος.
·
σχεδὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων ἄν τις ἴδοι θεωρῶν τὰς μετα‐
·
βολὰς τοῦτον ἐχούσας τὸν τρόπον. ὁτὲ μὲν γάρ, ἵνα
·
χαρίζωνται, ἀδικοῦντες τοὺς γνωρίμους συνιστᾶσιν, ἢ τὰς οὐσίας
5
ἀναδάστους ποιοῦντες ἢ τὰς προσόδους ταῖς λειτουργίαις, ὁτὲ δὲ
·
διαβάλλοντες, ἵν’ ἔχωσι δημεύειν τὰ κτήματα τῶν πλου‐
·
σίων.
·
ἐπὶ δὲ τῶν ἀρχαίων, ὅτε γένοιτο ὁ αὐτὸς δημαγω‐
·
γὸς καὶ στρατηγός, εἰς τυραννίδα μετέβαλλον· σχεδὸν γὰρ
·
οἱ πλεῖστοι τῶν ἀρχαίων τυράννων ἐκ δημαγωγῶν γεγόνα‐
10
σιν. αἴτιον δὲ τοῦ τότε μὲν γίγνεσθαι νῦν δὲ μή, ὅτι τότε
·
μὲν οἱ δημαγωγοὶ ἦσαν ἐκ τῶν στρατηγούντων (οὐ γάρ
·
πω δεινοὶ ἦσαν λέγειν), νῦν δὲ τῆς ῥητορικῆς ηὐξημένης οἱ
·
δυνάμενοι λέγειν δημαγωγοῦσι μέν, δι’ ἀπειρίαν δὲ τῶν
·
πολεμικῶν οὐκ ἐπιτίθενται, πλὴν εἴ που βραχύ τι γέγονε
15
τοιοῦτον. ἐγίγνοντο δὲ τυραννίδες πρότερον μᾶλλον ἢ νῦν
·
καὶ διὰ τὸ μεγάλας ἀρχὰς ἐγχειρίζεσθαί τισιν, ὥσπερ
·
ἐν Μιλήτῳ ἐκ τῆς πρυτανείας (πολλῶν γὰρ ἦν καὶ με‐
·
γάλων κύριος ὁ πρύτανις). ἔτι δὲ διὰ τὸ μὴ μεγάλας
·
εἶναι τότε τὰς πόλεις, ἀλλ’ ἐπὶ τῶν ἀγρῶν οἰκεῖν τὸν
20
δῆμον ἄσχολον ὄντα πρὸς τοῖς ἔργοις, οἱ προστάται τοῦ
·
δήμου, ὅτε πολεμικοὶ γένοιντο, τυραννίδι ἐπετίθεντο. πάντες
·
δὲ τοῦτο ἔδρων ὑπὸ τοῦ δήμου πιστευθέντες, ἡ δὲ πίστις ἦν ἡ
·
ἀπέχθεια ἡ πρὸς τοὺς πλουσίους, οἷον Ἀθήνησί τε Πεισίστρα‐
·
τος στασιάσας πρὸς τοὺς πεδιακούς, καὶ Θεαγένης ἐν Μεγά‐
25
ροις τῶν εὐπόρων τὰ κτήνη ἀποσφάξας, λαβὼν παρὰ τὸν
·
ποταμὸν ἐπινέμοντας, καὶ Διονύσιος κατηγορῶν Δαφναίου
·
καὶ τῶν πλουσίων ἠξιώθη τῆς τυραννίδος, διὰ τὴν ἔχθραν
·
πιστευθεὶς ὡς δημοτικὸς ὤν. μεταβάλλουσι δὲ καὶ ἐκ τῆς
·
πατρίας δημοκρατίας εἰς τὴν νεωτάτην· ὅπου γὰρ αἱρεταὶ
30
μὲν αἱ ἀρχαί, μὴ ἀπὸ τιμημάτων δέ, αἱρεῖται δὲ ὁ δῆ‐
·
μος, δημαγωγοῦντες οἱ σπουδαρχιῶντες εἰς τοῦτο καθιστᾶσιν
·
ὥστε κύριον εἶναι τὸν δῆμον καὶ τῶν νόμων. ἄκος δὲ τοῦ
·
μὴ γίγνεσθαι ἢ τοῦ γίγνεσθαι ἧττον τὸ τὰς φυλὰς φέρειν τοὺς
·
ἄρχοντας, ἀλλὰ μὴ πάντα τὸν δῆμον. τῶν μὲν οὖν δημο‐
35
κρατιῶν αἱ μεταβολαὶ γίγνονται πᾶσαι σχεδὸν διὰ ταύ‐
·
τας τὰς αἰτίας.
·
Αἱ δ’ ὀλιγαρχίαι μεταβάλλουσι [διὰ] δύο μάλιστα τρό‐
·
πους τοὺς φανερωτάτους. ἕνα μὲν ἐὰν ἀδικῶσι τὸ πλῆθος·
·
πᾶς γὰρ ἱκανὸς γίνεται προστάτης, μάλιστα δ’ ὅταν ἐξ
40
αὐτῆς συμβῇ τῆς ὀλιγαρχίας γίνεσθαι τὸν ἡγεμόνα, καθ‐
·
άπερ ἐν Νάξῳ Λύγδαμις, ὃς καὶ ἐτυράννησεν ὕστερον τῶν
0086 035 Pol1305b
·
Ναξίων. ἔχει δὲ καὶ ἡ ἐξ ἄλλων ἀρχὴ στάσεως δια‐
·
φοράς. ὁτὲ μὲν γὰρ ἐξ αὐτῶν τῶν εὐπόρων, οὐ τῶν ὄντων
·
δ’ ἐν ταῖς ἀρχαῖς, γίγνεται κατάλυσις, ὅταν ὀλίγοι σφό‐
·
δρα ὦσιν οἱ ἐν ταῖς τιμαῖς, οἷον ἐν Μασσαλίᾳ καὶ ἐν
5
Ἴστρῳ καὶ ἐν Ἡρακλείᾳ καὶ ἐν ἄλλαις πόλεσι συμβέβη‐
·
κεν· οἱ γὰρ μὴ μετέχοντες τῶν ἀρχῶν ἐκίνουν, ἕως μετ‐
·
έλαβον οἱ πρεσβύτεροι πρότερον τῶν ἀδελφῶν, ὕστερον δ’
·
οἱ νεώτεροι πάλιν· οὐ γὰρ ἄρχουσιν ἐνιαχοῦ μὲν ἅμα πα‐
·
τήρ τε καὶ υἱός, ἐνιαχοῦ δὲ ὁ πρεσβύτερος καὶ ὁ νεώτερος
10
ἀδελφός· καὶ ἔνθα μὲν πολιτικωτέρα ἐγένετο ἡ ὀλιγαρχία,
·
ἐν Ἴστρῳ δ’ εἰς δῆμον ἀπετελεύτησεν, ἐν Ἡρακλείᾳ δ’ ἐξ
·
ἐλαττόνων εἰς ἑξακοσίους ἦλθεν· μετέβαλε δὲ καὶ ἐν Κνίδῳ
·
ἡ ὀλιγαρχία στασιασάντων τῶν γνωρίμων αὐτῶν πρὸς αὑτοὺς
·
διὰ τὸ ὀλίγους μετέχειν καί, καθάπερ εἴρηται, εἰ πατήρ,
15
υἱὸν μὴ μετέχειν, μηδ’ εἰ πλείους ἀδελφοί, ἀλλ’ ἢ τὸν
·
πρεσβύτατον· ἐπιλαβόμενος γὰρ στασιαζόντων ὁ δῆμος, καὶ
·
λαβὼν προστάτην ἐκ τῶν γνωρίμων, ἐπιθέμενος ἐκράτησεν,
·
ἀσθενὲς γὰρ τὸ στασιάζον· καὶ ἐν Ἐρυθραῖς δὲ ἐπὶ τῆς
·
τῶν Βασιλιδῶν ὀλιγαρχίας ἐν τοῖς ἀρχαίοις χρόνοις, καί‐
20
περ καλῶς ἐπιμελομένων τῶν ἐν τῇ πολιτείᾳ, ὅμως διὰ
·
τὸ ὑπ’ ὀλίγων ἄρχεσθαι ἀγανακτῶν ὁ δῆμος μετέβαλε
·
τὴν πολιτείαν.
·
κινοῦνται δ’ αἱ ὀλιγαρχίαι ἐξ αὑτῶν καὶ
·
διὰ φιλονεικίαν δημαγωγούντων (ἡ δημαγωγία δὲ διττή,
·
ἡ μὲν ἐν αὐτοῖς τοῖς ὀλίγοις—ἐγγίγνεται γὰρ δημαγωγὸς
25
κἂν πάνυ ὀλίγοι ὦσιν, οἷον ἐν τοῖς Τριάκοντα Ἀθήνησιν οἱ
·
περὶ Χαρικλέα ἴσχυσαν τοὺς Τριάκοντα δημαγωγοῦντες, καὶ
·
ἐν τοῖς Τετρακοσίοις οἱ περὶ Φρύνιχον τὸν αὐτὸν τρόπον—
·
ἢ ὅταν τὸν ὄχλον δημαγωγῶσιν οἱ ἐν τῇ ὀλιγαρχίᾳ ὄντες,
·
οἷον ἐν Λαρίσῃ οἱ πολιτοφύλακες διὰ τὸ αἱρεῖσθαι αὐτοὺς
30
τὸν ὄχλον ἐδημαγώγουν, καὶ ἐν ὅσαις ὀλιγαρχίαις οὐχ οὗτοι
·
αἱροῦνται τὰς ἀρχὰς ἐξ ὧν οἱ ἄρχοντές εἰσιν, ἀλλ’ αἱ μὲν
·
ἀρχαὶ ἐκ τιμημάτων μεγάλων εἰσὶν ἢ ἑταιριῶν, αἱροῦνται
·
δ’ οἱ ὁπλῖται ἢ ὁ δῆμος, ὅπερ ἐν Ἀβύδῳ συνέβαινεν, καὶ
·
ὅπου τὰ δικαστήρια μὴ ἐκ τοῦ πολιτεύματός ἐστι—δημαγω‐
35
γοῦντες γὰρ πρὸς τὰς κρίσεις μεταβάλλουσι τὴν πολιτείαν,
·
ὅπερ καὶ ἐν Ἡρακλείᾳ ἐγένετο τῇ ἐν τῷ Πόντῳ—ἔτι δ’
·
ὅταν ἔνιοι εἰς ἐλάττους ἕλκωσι τὴν ὀλιγαρχίαν· οἱ γὰρ τὸ
·
ἴσον ζητοῦντες ἀναγκάζονται βοηθὸν ἐπαγαγέσθαι τὸν δῆ‐
·
μον). γίνονται δὲ μεταβολαὶ τῆς ὀλιγαρχίας καὶ ὅταν
40
ἀναλώσωσι τὰ ἴδια ζῶντες ἀσελγῶς· καὶ γὰρ οἱ τοιοῦτοι
·
καινοτομεῖν ζητοῦσι, καὶ ἢ τυραννίδι ἐπιτίθενται αὐτοὶ ἢ
0086 035 Pol1306a
·
κατασκευάζουσιν ἕτερον (ὥσπερ Ἱππαρῖνος Διονύσιον ἐν Συ‐
·
ρακούσαις, καὶ ἐν Ἀμφιπόλει ᾧ ὄνομα ἦν Κλεότιμος τοὺς
·
ἐποίκους τοὺς Χαλκιδέων ἤγαγε, καὶ ἐλθόντων διεστασίασεν
·
αὐτοὺς πρὸς τοὺς εὐπόρους, καὶ ἐν Αἰγίνῃ ὁ τὴν πρᾶξιν τὴν
5
πρὸς Χάρητα πράξας ἐνεχείρησε μεταβαλεῖν τὴν πολιτείαν
·
διὰ τοιαύτην αἰτίαν)· ὁτὲ μὲν οὖν εὐθὺς ἐπιχειροῦσί τι κινεῖν,
·
ὁτὲ δὲ κλέπτουσι τὰ κοινά, ὅθεν στασιάζουσιν ἢ οὗτοι πρὸς
·
αὑτοὺς ἢ οἱ πρὸς τούτους μαχόμενοι κλέπτοντας, ὅπερ ἐν
·
Ἀπολλωνίᾳ συνέβη τῇ ἐν τῷ Πόντῳ. ὁμονοοῦσα δὲ ὀλιγαρ‐
10
χία οὐκ εὐδιάφθορος ἐξ αὑτῆς. σημεῖον δὲ ἡ ἐν Φαρσά‐
·
λῳ πολιτεία· ἐκεῖνοι γὰρ ὀλίγοι ὄντες πολλῶν κύριοί εἰσι
·
διὰ τὸ χρῆσθαι σφίσιν αὐτοῖς καλῶς.
·
καταλύονται δὲ
·
καὶ ὅταν ἐν τῇ ὀλιγαρχίᾳ ἑτέραν ὀλιγαρχίαν ἐμποιῶσιν.
·
τοῦτο δ’ ἐστὶν ὅταν τοῦ παντὸς πολιτεύματος ὀλίγου ὄντος τῶν
15
μεγίστων ἀρχῶν μὴ μετέχωσιν οἱ ὀλίγοι πάντες, ὅπερ ἐν
·
Ἤλιδι συνέβη ποτέ· τῆς πολιτείας γὰρ δι’ ὀλίγων οὔσης
·
τῶν γερόντων ὀλίγοι πάμπαν ἐγίνοντο διὰ τὸ ἀιδίους εἶναι
·
ἐνενήκοντα ὄντας, τὴν δ’ αἵρεσιν δυναστευτικὴν εἶναι καὶ
·
ὁμοίαν τῇ τῶν ἐν Λακεδαίμονι γερόντων. γίγνεται δὲ μετα‐
20
βολὴ τῶν ὀλιγαρχιῶν καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ,
·
ἐν μὲν πολέμῳ διὰ τὴν πρὸς τὸν δῆμον ἀπιστίαν στρατιώ‐
·
ταις ἀναγκαζομένων χρῆσθαι (ᾧ γὰρ ἂν ἐγχειρίσωσιν,
·
οὗτος πολλάκις γίνεται τύραννος, ὥσπερ ἐν Κορίνθῳ Τιμο‐
·
φάνης· ἂν δὲ πλείους, οὗτοι αὑτοῖς περιποιοῦνται δυνα‐
25
στείαν· ὁτὲ δὲ ταῦτα δεδιότες μεταδιδόασι τῷ πλήθει τῆς
·
πολιτείας διὰ τὸ ἀναγκάζεσθαι τῷ δήμῳ χρῆσθαι)· ἐν δὲ
·
τῇ εἰρήνῃ διὰ τὴν ἀπιστίαν τὴν πρὸς ἀλλήλους ἐγχειρί‐
·
ζουσι τὴν φυλακὴν στρατιώταις καὶ ἄρχοντι μεσιδίῳ, ὃς
·
ἐνίοτε γίνεται κύριος ἀμφοτέρων, ὅπερ συνέβη ἐν Λαρίσῃ
30
ἐπὶ τῆς τῶν Ἀλευαδῶν ἀρχῆς τῶν περὶ Σῖμον, καὶ ἐν
·
Ἀβύδῳ ἐπὶ τῶν ἑταιριῶν ὧν ἦν μία ἡ Ἰφιάδου.
·
γίνονται
·
δὲ στάσεις καὶ ἐκ τοῦ περιωθεῖσθαι ἑτέρους ὑφ’ ἑτέρων τῶν
·
ἐν τῇ ὀλιγαρχίᾳ αὐτῶν καὶ καταστασιάζεσθαι κατὰ γά‐
·
μους ἢ δίκας, οἷον ἐκ γαμικῆς μὲν αἰτίας αἱ εἰρημέναι
35
πρότερον (καὶ τὴν ἐν Ἐρετρίᾳ δ’ ὀλιγαρχίαν τὴν τῶν ἱπ‐
·
πέων Διαγόρας κατέλυσεν ἀδικηθεὶς περὶ γάμον), ἐκ
·
δὲ δικαστηρίου κρίσεως ἡ ἐν Ἡρακλείᾳ στάσις ἐγένετο καὶ 〈ἡ〉 ἐν
·
Θήβαις, ἐπ’ αἰτίᾳ μοιχείας δικαίως μὲν στασιαστικῶς δὲ
·
ποιησαμένων τὴν κόλασιν τῶν μὲν ἐν Ἡρακλείᾳ κατ’ Εὐρυ‐
0086 035 Pol1306b
·
τίωνος, τῶν δ’ ἐν Θήβαις κατ’ Ἀρχίου (ἐφιλονείκησαν γὰρ
·
αὐτοῖς οἱ ἐχθροὶ ὥστε δεθῆναι ἐν ἀγορᾷ ἐν τῷ κύφωνι).
·
πολλαὶ δὲ καὶ διὰ τὸ ἄγαν δεσποτικὰς εἶναι τὰς ὀλιγαρ‐
·
χίας ὑπὸ τῶν ἐν τῇ πολιτείᾳ τινῶν δυσχερανάντων κατ‐
5
ελύθησαν, ὥσπερ ἡ ἐν Κνίδῳ καὶ ἡ ἐν Χίῳ ὀλιγαρχία.
·
γίγνονται δὲ καὶ ἀπὸ συμπτώματος μεταβολαὶ καὶ τῆς
·
καλουμένης πολιτείας καὶ τῶν ὀλιγαρχιῶν ἐν ὅσαις ἀπὸ
·
τιμήματος βουλεύουσι καὶ δικάζουσι καὶ τὰς ἄλλας ἀρχὰς
·
ἄρχουσιν. πολλάκις γὰρ ὅταν ταχθῇ πρῶτον τίμημα πρὸς
10
τοὺς παρόντας καιρούς, ὥστε μετέχειν ἐν μὲν τῇ ὀλιγαρχίᾳ
·
ὀλίγους ἐν δὲ τῇ πολιτείᾳ τοὺς μέσους, εὐετηρίας γιγνομένης
·
δι’ εἰρήνην ἢ δι’ ἄλλην τιν’ εὐτυχίαν συμβαίνει πολλαπλα‐
·
σίου γίγνεσθαι τιμήματος ἀξίας τὰς αὐτὰς κτήσεις, ὥστε
·
πάντας πάντων μετέχειν, ὁτὲ μὲν ἐκ προσαγωγῆς καὶ
15
κατὰ μικρὸν γινομένης τῆς μεταβολῆς καὶ λανθανούσης,
·
ὁτὲ δὲ καὶ θᾶττον. αἱ μὲν οὖν ὀλιγαρχίαι μεταβάλλουσι
·
καὶ στασιάζουσι διὰ τοιαύτας αἰτίας (ὅλως δὲ καὶ αἱ δημο‐
·
κρατίαι καὶ αἱ ὀλιγαρχίαι ἐξίστανται ἐνίοτε οὐκ εἰς τὰς
·
ἐναντίας πολιτείας ἀλλ’ εἰς τὰς ἐν τῷ αὐτῷ γένει, οἷον
20
ἐκ τῶν ἐννόμων δημοκρατιῶν καὶ ὀλιγαρχιῶν εἰς τὰς κυ‐
·
ρίους καὶ ἐκ τούτων εἰς ἐκείνας).
·
Ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στάσεις αἱ μὲν
·
διὰ τὸ ὀλίγους τῶν τιμῶν μετέχειν, ὅπερ εἴρηται κινεῖν καὶ
·
τὰς ὀλιγαρχίας, διὰ τὸ καὶ τὴν ἀριστοκρατίαν ὀλιγαρχίαν
25
εἶναί πως (ἐν ἀμφοτέραις γὰρ ὀλίγοι οἱ ἄρχοντες, οὐ μέν‐
·
τοι διὰ ταὐτὸν ὀλίγοι)· ἐπεὶ δοκεῖ γε διὰ ταῦτα καὶ ἡ
·
ἀριστοκρατία ὀλιγαρχία εἶναι. μάλιστα δὲ τοῦτο συμβαίνειν
·
ἀναγκαῖον ὅταν ᾖ τι πλῆθος τῶν πεφρονηματισμένων ὡς
·
ὁμοίων κατ’ ἀρετήν, οἷον ἐν Λακεδαίμονι οἱ λεγόμενοι Παρ‐
30
θενίαι (ἐκ τῶν ὁμοίων γὰρ ἦσαν), οὓς φωράσαντες ἐπιβου‐
·
λεύσαντας ἀπέστειλαν Τάραντος οἰκιστάς, ἢ ὅταν τινὲς ἀτιμά‐
·
ζωνται μεγάλοι ὄντες καὶ μηθενὸς ἥττους κατ’ ἀρετὴν
·
ὑπό τινων ἐντιμοτέρων, οἷον Λύσανδρος ὑπὸ τῶν βασιλέων,
·
ἢ ὅταν ἀνδρώδης τις ὢν μὴ μετέχῃ τῶν τιμῶν, οἷον Κι‐
35
νάδων ὁ τὴν ἐπ’ Ἀγησιλάου συστήσας ἐπίθεσιν ἐπὶ τοὺς
·
Σπαρτιάτας· ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν οἱ δ’ εὐ‐
·
πορῶσιν (καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται· συνέβη
·
δὲ καὶ τοῦτο ἐν Λακεδαίμονι ὑπὸ τὸν Μεσηνιακὸν πόλε‐
·
μον· δῆλον δὲ [καὶ] τοῦτο ἐκ τῆς Τυρταίου ποιήσεως τῆς κα‐
0086 035 Pol1307a
·
λουμένης Εὐνομίας· θλιβόμενοι γάρ τινες διὰ τὸν πόλεμον
·
ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώραν)· ἔτι ἐάν τις μέγας ᾖ
·
καὶ δυνάμενος ἔτι μείζων εἶναι, ἵνα μοναρχῇ, ὥσπερ ἐν
·
Λακεδαίμονι δοκεῖ Παυσανίας ὁ στρατηγήσας κατὰ τὸν Μη‐
5
δικὸν πόλεμον, καὶ ἐν Καρχηδόνι Ἄννων.
5
λύονται δὲ μά‐
·
λιστα αἵ τε πολιτεῖαι καὶ αἱ ἀριστοκρατίαι διὰ τὴν ἐν αὐτῇ
·
τῇ πολιτείᾳ τοῦ δικαίου παρέκβασιν. ἀρχὴ γὰρ τὸ μὴ με‐
·
μεῖχθαι καλῶς ἐν μὲν τῇ πολιτείᾳ δημοκρατίαν καὶ ὀλι‐
·
γαρχίαν, ἐν δὲ τῇ ἀριστοκρατίᾳ ταῦτά τε καὶ τὴν ἀρετήν,
10
μάλιστα δὲ τὰ δύο· λέγω δὲ τὰ δύο δῆμον καὶ ὀλιγαρ‐
·
χίαν. ταῦτα γὰρ αἱ πολιτεῖαί τε πειρῶνται μιγνύναι καὶ
·
αἱ πολλαὶ τῶν καλουμένων ἀριστοκρατιῶν. διαφέρουσι γὰρ
·
τῶν ὀνομαζομένων πολιτειῶν αἱ ἀριστοκρατίαι τούτῳ, καὶ
·
διὰ τοῦτ’ εἰσὶν αἱ μὲν ἧττον αἱ δὲ μᾶλλον μόνιμοι αὐτῶν·
15
τὰς γὰρ ἀποκλινούσας μᾶλλον πρὸς τὴν ὀλιγαρχίαν ἀρι‐
·
στοκρατίας καλοῦσιν, τὰς δὲ πρὸς τὸ πλῆθος πολιτείας· δι‐
·
όπερ ἀσφαλέστεραι αἱ τοιαῦται τῶν ἑτέρων εἰσίν· κρεῖττόν
·
τε γὰρ τὸ πλεῖον, καὶ μᾶλλον ἀγαπῶσιν ἴσον ἔχοντες,
·
οἱ δ’ ἐν ταῖς εὐπορίαις, ἂν ἡ πολιτεία διδῷ τὴν ὑπεροχήν,
20
ὑβρίζειν ζητοῦσι καὶ πλεονεκτεῖν. ὅλως δ’ ἐφ’ ὁπότερον ἂν
·
ἐγκλίνῃ ἡ πολιτεία, ἐπὶ ταῦτα μεθίσταται ἑκατέρων τὸ
·
σφέτερον αὐξανόντων, οἷον ἡ μὲν πολιτεία εἰς δῆμον, ἀρι‐
·
στοκρατία δ’ εἰς ὀλιγαρχίαν· ἢ εἰς τἀναντία, οἷον ἡ μὲν
·
ἀριστοκρατία εἰς δῆμον (ὡς ἀδικούμενοι γὰρ περισπῶσιν εἰς
25
τοὐναντίον οἱ ἀπορώτεροι), αἱ δὲ πολιτεῖαι εἰς ὀλιγαρχίαν
·
(μόνον γὰρ μόνιμον τὸ κατ’ ἀξίαν ἴσον καὶ τὸ ἔχειν τὰ
·
αὑτῶν)· συνέβη δὲ τὸ εἰρημένον ἐν Θουρίοις. διὰ μὲν γὰρ
·
τὸ ἀπὸ πλείονος τιμήματος εἶναι τὰς ἀρχὰς εἰς ἔλαττον
·
μετέβη καὶ εἰς ἀρχεῖα πλείω, διὰ δὲ τὸ τὴν χώραν ὅλην
30
τοὺς γνωρίμους συγκτήσασθαι παρὰ τὸν νόμον (ἡ γὰρ πολι‐
·
τεία ὀλιγαρχικωτέρα ἦν, ὥστε ἐδύναντο πλεονεκτεῖν) ὁ [δὲ]
·
δῆμος γυμνασθεὶς ἐν τῷ πολέμῳ τῶν φρουρῶν ἐγένετο κρείτ‐
·
των, ἕως ἀφεῖσαν τῆς χώρας ὅσοι πλείω ἦσαν ἔχοντες.
·
ἔτι διὰ τὸ πάσας τὰς ἀριστοκρατικὰς πολιτείας ὀλιγαρχι‐
35
κὰς εἶναι μᾶλλον πλεονεκτοῦσιν οἱ γνώριμοι, οἷον καὶ ἐν
·
Λακεδαίμονι εἰς ὀλίγους αἱ οὐσίαι ἔρχονται· καὶ ἔξεστι ποιεῖν
·
ὅ τι ἂν θέλωσι τοῖς γνωρίμοις μᾶλλον, καὶ κηδεύειν ὅτῳ
·
θέλουσιν, διὸ καὶ ἡ Λοκρῶν πόλις ἀπώλετο ἐκ τῆς πρὸς
·
Διονύσιον κηδείας, ὃ ἐν δημοκρατίᾳ οὐκ ἂν ἐγένετο, οὐδ’ ἂν
40
ἐν ἀριστοκρατίᾳ εὖ μεμειγμένῃ. μάλιστα δὲ λανθάνουσιν αἱ
0086 035 Pol1307b
·
ἀριστοκρατίαι μεταβάλλουσαι τῷ λύεσθαι κατὰ μικρόν,
·
ὅπερ εἴρηται ἐν τοῖς πρότερον καθόλου κατὰ πασῶν τῶν
·
πολιτειῶν, ὅτι αἴτιον τῶν μεταβολῶν καὶ τὸ μικρόν ἐστιν·
·
ὅταν γάρ τι προῶνται τῶν πρὸς τὴν πολιτείαν, μετὰ τοῦτο
5
καὶ ἄλλο μικρῷ μεῖζον εὐχερέστερον κινοῦσιν, ἕως ἂν πάντα
·
κινήσωσι τὸν κόσμον. συνέβη δὲ τοῦτο καὶ ἐπὶ τῆς Θουρίων
·
πολιτείας. νόμου γὰρ ὄντος διὰ πέντε ἐτῶν στρατηγεῖν, γε‐
·
νόμενοί τινες πολεμικοὶ τῶν νεωτέρων καὶ παρὰ τῷ πλήθει
·
τῶν φρουρῶν εὐδοκιμοῦντες, καταφρονήσαντες τῶν ἐν τοῖς
10
πράγμασι καὶ νομίζοντες ῥᾳδίως κατασχήσειν, τοῦτον τὸν
·
νόμον λύειν ἐπεχείρησαν πρῶτον, ὥστ’ ἐξεῖναι τοὺς αὐτοὺς
·
συνεχῶς στρατηγεῖν, ὁρῶντες τὸν δῆμον αὐτοὺς χειροτονή‐
·
σοντα προθύμως. οἱ δ’ ἐπὶ τούτῳ τεταγμένοι τῶν ἀρχόν‐
·
των, οἱ καλούμενοι σύμβουλοι, ὁρμήσαντες τὸ πρῶτον ἐναν‐
15
τιοῦσθαι συνεπείσθησαν, ὑπολαμβάνοντες τοῦτον κινήσαντας
·
τὸν νόμον ἐάσειν τὴν ἄλλην πολιτείαν, ὕστερον δὲ βουλόμε‐
·
νοι κωλύειν ἄλλων κινουμένων οὐκέτι πλέον ἐποίουν οὐθέν,
·
ἀλλὰ μετέβαλεν ἡ τάξις πᾶσα τῆς πολιτείας εἰς δυνα‐
·
στείαν τῶν ἐπιχειρησάντων νεωτερίζειν.
·
πᾶσαι δ’ αἱ πολι‐
20
τεῖαι λύονται ὁτὲ μὲν ἐξ αὑτῶν ὁτὲ δ’ ἔξωθεν, ὅταν ἐναν‐
·
τία πολιτεία ᾖ ἢ πλησίον ἢ πόρρω μὲν ἔχουσα δὲ δύναμιν.
·
ὅπερ συνέβαινεν ἐπ’ Ἀθηναίων καὶ Λακεδαιμονίων· οἱ μὲν
·
γὰρ Ἀθηναῖοι πανταχοῦ τὰς ὀλιγαρχίας, οἱ δὲ Λάκωνες
·
τοὺς δήμους κατέλυον. ὅθεν μὲν οὖν αἱ μεταβολαὶ γίγνονται
25
τῶν πολιτειῶν καὶ αἱ στάσεις, εἴρηται σχεδόν.
·
Περὶ δὲ σωτηρίας καὶ κοινῇ καὶ χωρὶς ἑκάστης πολι‐
·
τείας ἐχόμενόν ἐστιν εἰπεῖν. πρῶτον μὲν οὖν δῆλον ὅτι, εἴπερ
·
ἔχομεν δι’ ὧν φθείρονται αἱ πολιτεῖαι, ἔχομεν καὶ δι’ ὧν
·
σῴζονται· τῶν γὰρ ἐναντίων τἀναντία ποιητικά, φθορὰ δὲ
30
σωτηρίᾳ ἐναντίον. ἐν μὲν οὖν ταῖς εὖ κεκραμέναις πολι‐
·
τείαις ὥσπερ ἄλλο τι δεῖ τηρεῖν ὅπως μηθὲν παρανομῶσι,
·
καὶ μάλιστα τὸ μικρὸν φυλάττειν· λανθάνει γὰρ παρα‐
·
δυομένη ἡ παρανομία, ὥσπερ τὰς οὐσίας τὸ μικρὸν δαπάνημα
·
ἀναιρεῖ πολλάκις γινόμενον. λανθάνει δὲ ἡ δαπάνη
35
διὰ τὸ μὴ ἀθρόα γίγνεσθαι· παραλογίζεται γὰρ ἡ διά‐
·
νοια ὑπ’ αὐτῶν, ὥσπερ ὁ σοφιστικὸς λόγος “εἰ ἕκαστον μι‐
·
κρόν, καὶ πάντα”· τοῦτο δ’ ἔστι μὲν ὥς, ἔστι δ’ ὡς οὔ· τὸ
·
γὰρ ὅλον καὶ τὰ πάντα οὐ μικρόν, ἀλλὰ σύγκειται ἐκ
·
μικρῶν.
·
μίαν μὲν οὖν φυλακὴν ταύτην πρὸς τὴν ἀρχὴν
40
δεῖ ποιεῖσθαι· ἔπειτα μὴ πιστεύειν τοῖς σοφίσματος χάριν
0086 035 Pol1308a
·
πρὸς τὸ πλῆθος συγκειμένοις, ἐξελέγχεται γὰρ ὑπὸ τῶν
·
ἔργων (ποῖα δὲ λέγομεν τῶν πολιτειῶν σοφίσματα, πρό‐
·
τερον εἴρηται). ἔτι δ’ ὁρᾶν ὅτι ἔνιαι μένουσιν οὐ μόνον ἀρι‐
·
στοκρατίαι ἀλλὰ καὶ ὀλιγαρχίαι οὐ διὰ τὸ ἀσφαλεῖς εἶναι
5
τὰς πολιτείας, ἀλλὰ διὰ τὸ εὖ χρῆσθαι τοὺς ἐν ταῖς ἀρ‐
·
χαῖς γινομένους καὶ τοῖς ἔξω τῆς πολιτείας καὶ τοῖς ἐν τῷ
·
πολιτεύματι, τοὺς μὲν μὴ μετέχοντας τῷ μὴ ἀδικεῖν καὶ
·
τῷ τοὺς ἡγεμονικοὺς αὐτῶν εἰσάγειν εἰς τὴν πολιτείαν καὶ
·
τοὺς μὲν φιλοτίμους μὴ ἀδικεῖν εἰς ἀτιμίαν τοὺς δὲ πολλοὺς
10
εἰς κέρδος, πρὸς αὑτοὺς δὲ καὶ τοὺς μετέχοντας τῷ χρῆσθαι
·
ἀλλήλοις δημοτικῶς. ὃ γὰρ ἐπὶ τοῦ πλήθους ζητοῦσιν οἱ δημο‐
·
τικοί, τὸ ἴσον, τοῦτ’ ἐπὶ τῶν ὁμοίων οὐ μόνον δίκαιον
·
ἀλλὰ καὶ συμφέρον ἐστίν. διὸ ἐὰν πλείους ὦσιν ἐν τῷ πολι‐
·
τεύματι, πολλὰ συμφέρει τῶν δημοτικῶν νομοθετημά‐
15
των, οἷον τὸ ἑξαμήνους τὰς ἀρχὰς εἶναι, ἵνα πάντες οἱ
·
ὅμοιοι μετέχωσιν· ἔστι γὰρ ὥσπερ δῆμος ἤδη οἱ ὅμοιοι
·
(διὸ καὶ ἐν τούτοις ἐγγίγνονται δημαγωγοὶ πολλάκις, ὥσπερ
·
εἴρηται πρότερον), ἔπειθ’ ἧττον εἰς δυναστείας ἐμπίπτουσιν αἱ
·
ὀλιγαρχίαι καὶ ἀριστοκρατίαι (οὐ γὰρ ὁμοίως ῥᾴδιον κα‐
20
κουργῆσαι ὀλίγον χρόνον ἄρχοντας καὶ πολύν, ἐπεὶ διὰ
·
τοῦτο ἐν ταῖς ὀλιγαρχίαις καὶ δημοκρατίαις γίγνονται τυ‐
·
ραννίδες· ἢ γὰρ οἱ μέγιστοι ἐν ἑκατέρᾳ ἐπιτίθενται τυραν‐
·
νίδι, ἔνθα μὲν οἱ δημαγωγοὶ ἔνθα δ’ οἱ δυνάσται, ἢ οἱ τὰς
·
μεγίστας ἔχοντες ἀρχάς, ὅταν πολὺν χρόνον ἄρχωσιν).
·
σῴ‐
25
ζονται δ’ αἱ πολιτεῖαι οὐ μόνον διὰ τὸ πόρρω εἶναι τῶν
·
διαφθειρόντων, ἀλλ’ ἐνίοτε καὶ διὰ τὸ ἐγγύς· φοβούμενοι
·
γὰρ διὰ χειρῶν ἔχουσι μᾶλλον τὴν πολιτείαν. ὥστε δεῖ
·
τοὺς τῆς πολιτείας φροντίζοντας φόβους παρασκευάζειν, ἵνα
·
φυλάττωσι καὶ μὴ καταλύωσιν ὥσπερ νυκτερινὴν φυλα‐
30
κὴν τὴν τῆς πολιτείας τήρησιν, καὶ τὸ πόρρω ἐγγὺς ποιεῖν.
·
ἔτι τὰς τῶν γνωρίμων φιλονεικίας καὶ στάσεις καὶ διὰ τῶν
·
νόμων πειρᾶσθαι δεῖ φυλάττειν, καὶ τοὺς ἔξω τῆς φιλο‐
·
νεικίας ὄντας πρὶν παρειληφέναι καὶ αὐτούς, ὡς τὸ ἐν
·
ἀρχῇ γινόμενον κακὸν γνῶναι οὐ τοῦ τυχόντος ἀλλὰ πολι‐
35
τικοῦ ἀνδρός. πρὸς δὲ τὴν διὰ τὰ τιμήματα γιγνομένην
·
μεταβολὴν ἐξ ὀλιγαρχίας καὶ πολιτείας, ὅταν συμβαίνῃ
·
τοῦτο μενόντων μὲν τῶν αὐτῶν τιμημάτων εὐπορίας δὲ
·
νομίσματος γιγνομένης, συμφέρει τοῦ τιμήματος ἐπισκο‐
·
πεῖν τοῦ κοινοῦ τὸ πλῆθος πρὸς τὸ παρελθόν, ἐν ὅσαις μὲν
40
πόλεσι τιμῶνται κατ’ ἐνιαυτόν, κατὰ τοῦτον τὸν χρόνον,
0086 035 Pol1308b
·
ἐν δὲ ταῖς μείζοσι διὰ τριετηρίδος ἢ πενταετηρίδος, κἂν ᾖ
·
πολλαπλάσιον ἢ πολλοστημόριον τοῦ πρότερον, ἐν ᾧ αἱ τι‐
·
μήσεις κατέστησαν τῆς πολιτείας, νόμον εἶναι καὶ τὰ τιμή‐
·
ματα ἐπιτείνειν ἢ ἀνιέναι, ἐὰν μὲν ὑπερβάλλῃ, ἐπιτείνον‐
5
τας κατὰ τὴν πολλαπλασίωσιν, ἐὰν δ’ ἐλλείπῃ, ἀνιέντας
·
καὶ ἐλάττω ποιοῦντας τὴν τίμησιν. ἐν μὲν γὰρ ταῖς ὀλιγαρ‐
·
χίαις καὶ ταῖς πολιτείαις, μὴ ποιούντων [μὲν] οὕτως ἔνθα
·
μὲν ὀλιγαρχίαν ἔνθα δὲ δυναστείαν γίνεσθαι συμβαίνει,
·
ἐκείνως δὲ ἐκ μὲν πολιτείας δημοκρατίαν, ἐκ δ’ ὀλιγαρ‐
10
χίας πολιτείαν ἢ δῆμον.
10
κοινὸν δὲ καὶ ἐν δήμῳ καὶ ὀλιγαρ‐
·
χίᾳ καὶ ἐν μοναρχίᾳ καὶ πάσῃ πολιτείᾳ μήτ’ αὐξάνειν
·
λίαν μηθένα παρὰ τὴν συμμετρίαν, ἀλλὰ μᾶλλον πει‐
·
ρᾶσθαι μικρὰς καὶ πολυχρονίους διδόναι τιμὰς ἢ βραχὺ
·
μεγάλας (διαφθείρονται γάρ, καὶ φέρειν οὐ παντὸς ἀνδρὸς
15
εὐτυχίαν), εἰ δὲ μή, μή τοί γ’ ἀθρόας δόντας ἀφαιρεῖσθαι
·
πάλιν ἀθρόας, ἀλλ’ ἐκ προσαγωγῆς· καὶ μάλιστα μὲν
·
πειρᾶσθαι τοῖς νόμοις οὕτω ῥυθμίζειν ὥστε μηδένα ἐγγίγνεσθαι
·
πολὺ ὑπερέχοντα δυνάμει μήτε φίλων μήτε χρημάτων,
·
εἰ δὲ μή, ἀποδημητικὰς ποιεῖσθαι τὰς παραστάσεις αὐτῶν.
20
ἐπεὶ δὲ καὶ διὰ τοὺς ἰδίους βίους νεωτερίζουσιν, δεῖ ἐμποιεῖν
·
ἀρχήν τινα τὴν ἐποψομένην τοὺς ζῶντας ἀσυμφόρως πρὸς
·
τὴν πολιτείαν, ἐν μὲν δημοκρατίᾳ πρὸς τὴν δημοκρατίαν,
·
ἐν δὲ ὀλιγαρχίᾳ πρὸς τὴν ὀλιγαρχίαν, ὁμοίως δὲ καὶ τῶν
·
ἄλλων πολιτειῶν ἑκάστῃ· καὶ τὸ εὐημεροῦν δὲ τῆς πόλεως
25
ἀνὰ μέρος φυλάττεσθαι διὰ τὰς αὐτὰς αἰτίας· τούτου δ’
·
ἄκος τὸ αἰεὶ τοῖς ἀντικειμένοις μορίοις ἐγχειρίζειν τὰς
·
πράξεις καὶ τὰς ἀρχάς (λέγω δ’ ἀντικεῖσθαι τοὺς ἐπι‐
·
εικεῖς τῷ πλήθει, καὶ τοὺς ἀπόρους τοῖς εὐπόροις), καὶ τὸ πει‐
·
ρᾶσθαι ἢ συμμιγνύναι τὸ τῶν ἀπόρων πλῆθος καὶ τὸ τῶν
30
εὐπόρων ἢ τὸ μέσον αὔξειν (τοῦτο γὰρ διαλύει τὰς διὰ
·
τὴν ἀνισότητα στάσεις). μέγιστον δὲ ἐν πάσῃ πολιτείᾳ τὸ
·
καὶ τοῖς νόμοις καὶ τῇ ἄλλῃ οἰκονομίᾳ οὕτω τετάχθαι ὥστε
·
μὴ εἶναι τὰς ἀρχὰς κερδαίνειν.
·
τοῦτο δὲ μάλιστα ἐν ταῖς
·
ὀλιγαρχικαῖς δεῖ τηρεῖν. οὐ γὰρ οὕτως ἀγανακτοῦσιν εἰργό‐
35
μενοι τοῦ ἄρχειν οἱ πολλοί, ἀλλὰ καὶ χαίρουσιν ἐάν τις
·
ἐᾷ πρὸς τοῖς ἰδίοις σχολάζειν, ὥστ’ ἐὰν οἴωνται τὰ κοινὰ
·
κλέπτειν τοὺς ἄρχοντας, τότε γ’ ἀμφότερα λυπεῖ, τό τε
·
τῶν τιμῶν μὴ μετέχειν καὶ τὸ τῶν κερδῶν· μοναχῶς δὲ
·
καὶ ἐνδέχεται ἅμα εἶναι δημοκρατίαν καὶ ἀριστοκρατίαν,
40
εἰ τοῦτο κατασκευάσειέ τις. ἐνδέχοιτο γὰρ ἂν καὶ τοὺς
0086 035 Pol1309a
·
γνωρίμους καὶ τὸ πλῆθος ἔχειν ἃ βούλονται ἀμφοτέρους.
·
τὸ μὲν γὰρ ἐξεῖναι πᾶσιν ἄρχειν δημοκρατικόν, τὸ δὲ τοὺς
·
γνωρίμους εἶναι ἐν ταῖς ἀρχαῖς ἀριστοκρατικόν, τοῦτο δ’
·
ἔσται ὅταν μὴ ᾖ κερδαίνειν ἀπὸ τῶν ἀρχῶν· οἱ γὰρ ἄποροι
5
οὐ βουλήσονται ἄρχειν τῷ μηδὲν κερδαίνειν, ἀλλὰ πρὸς
·
τοῖς ἰδίοις εἶναι μᾶλλον, οἱ δὲ εὔποροι δυνήσονται διὰ τὸ
·
μηδενὸς προσδεῖσθαι τῶν κοινῶν· ὥστε συμβήσεται τοῖς μὲν
·
ἀπόροις γίγνεσθαι εὐπόροις διὰ τὸ διατρίβειν πρὸς τοῖς
·
ἔργοις, τοῖς δὲ γνωρίμοις μὴ ἄρχεσθαι ὑπὸ τῶν τυχόντων.
10
τοῦ μὲν οὖν μὴ κλέπτεσθαι τὰ κοινὰ ἡ παράδοσις γιγνέσθω
·
τῶν χρημάτων παρόντων πάντων τῶν πολιτῶν, καὶ ἀντί‐
·
γραφα κατὰ φατρίας καὶ λόχους καὶ φυλὰς τιθέσθωσαν·
·
τοῦ δὲ ἀκερδῶς ἄρχειν τιμὰς εἶναι δεῖ νενομοθετημένας
·
τοῖς εὐδοκιμοῦσιν. δεῖ δ’ ἐν μὲν ταῖς δημοκρατίαις τῶν
15
εὐπόρων φείδεσθαι, μὴ μόνον τῷ τὰς κτήσεις μὴ ποιεῖν ἀνα‐
·
δάστους, ἀλλὰ μηδὲ τοὺς καρπούς, ὃ ἐν ἐνίαις τῶν πολιτειῶν
·
λανθάνει γιγνόμενον, βέλτιον δὲ καὶ βουλομένους κωλύειν
·
λειτουργεῖν τὰς δαπανηρὰς μὲν μὴ χρησίμους δὲ λειτουργίας,
·
οἷον χορηγίας καὶ λαμπαδαρχίας καὶ ὅσαι ἄλλαι τοι‐
20
αῦται· ἐν δ’ ὀλιγαρχίᾳ τῶν ἀπόρων ἐπιμέλειαν ποιεῖσθαι
·
πολλήν, καὶ τὰς ἀρχὰς ἀφ’ ὧν λήμματα 〈ἔστι〉 τούτοις ἀπο‐
·
νέμειν, κἄν τις ὑβρίσῃ τῶν εὐπόρων εἰς τούτους, μείζω τὰ
·
ἐπιτίμια εἶναι ἢ ἂν σφῶν αὐτῶν, καὶ τὰς κληρονομίας μὴ
·
κατὰ δόσιν εἶναι ἀλλὰ κατὰ γένος, μηδὲ πλειόνων ἢ μιᾶς
25
τὸν αὐτὸν κληρονομεῖν. οὕτω γὰρ ἂν ὁμαλώτεραι αἱ οὐσίαι
·
εἶεν καὶ τῶν ἀπόρων εἰς εὐπορίαν ἂν καθίσταιντο πλείους.
·
συμφέρει δὲ καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ τῶν
·
ἄλλων ἢ ἰσότητα ἢ προεδρίαν νέμειν τοῖς ἧττον κοινωνοῦσι
·
τῆς πολιτείας, ἐν μὲν δήμῳ τοῖς εὐπόροις, ἐν δ’ ὀλιγαρ‐
30
χίᾳ τοῖς ἀπόροις, πλὴν ὅσαι ἀρχαὶ κύριαι τῆς πολιτείας,
·
ταύτας δὲ τοῖς ἐκ τῆς πολιτείας ἐγχειρίζειν μόνοις ἢ
·
πλείοσιν.
·
Τρία δέ τινα χρὴ ἔχειν τοὺς μέλλοντας ἄρξειν τὰς
·
κυρίας ἀρχάς, πρῶτον μὲν φιλίαν πρὸς τὴν καθεστῶσαν
35
πολιτείαν, ἔπειτα δύναμιν μεγίστην τῶν ἔργων τῆς ἀρχῆς,
·
τρίτον δ’ ἀρετὴν καὶ δικαιοσύνην ἐν ἑκάστῃ πολιτείᾳ τὴν
·
πρὸς τὴν πολιτείαν (εἰ γὰρ μὴ ταὐτὸν τὸ δίκαιον κατὰ
·
πάσας τὰς πολιτείας, ἀνάγκη καὶ τῆς δικαιοσύνης εἶναι
·
διαφοράς). ἔχει δ’ ἀπορίαν, ὅταν μὴ συμβαίνῃ ταῦτα
40
πάντα περὶ τὸν αὐτόν, πῶς χρὴ ποιεῖσθαι τὴν αἵρεσιν·
0086 035 Pol1309b
·
οἷον εἰ στρατηγικὸς μέν τις εἴη, πονηρὸς δὲ καὶ μὴ τῇ πολι‐
·
τείᾳ φίλος, ὁ δὲ δίκαιος καὶ φίλος, πῶς δεῖ ποιεῖσθαι
·
τὴν αἵρεσιν; ἔοικε δὲ δεῖν βλέπειν εἰς δύο, τίνος πλεῖον
·
μετέχουσι πάντες καὶ τίνος ἔλαττον· διὸ ἐν στρατηγίᾳ μὲν
5
εἰς τὴν ἐμπειρίαν μᾶλλον τῆς ἀρετῆς (ἔλαττον γὰρ στρα‐
·
τηγίας μετέχουσι, τῆς δ’ ἐπιεικείας πλεῖον), ἐν δὲ φυλακῇ
·
καὶ ταμιείᾳ τἀναντία (πλείονος γὰρ ἀρετῆς δεῖται ἢ ὅσην
·
οἱ πολλοὶ ἔχουσιν, ἡ δὲ ἐπιστήμη κοινὴ πᾶσιν).
·
ἀπορήσειε
·
δ’ ἄν τις, ἂν δύναμις ὑπάρχῃ καὶ τῇ πολιτείᾳ φιλία,
10
τί δεῖ τῆς ἀρετῆς; ποιήσει γὰρ τὰ συμφέροντα καὶ τὰ δύο.
·
ἢ ὅτι ἐνδέχεται τοὺς τὰ δύο ταῦτα ἔχοντας ἀκρατεῖς εἶναι,
·
ὥστε καθάπερ καὶ αὑτοῖς οὐχ ὑπηρετοῦσιν εἰδότες καὶ φι‐
·
λοῦντες αὑτούς, οὕτω καὶ πρὸς τὸ κοινὸν οὐθὲν κωλύει ἔχειν
·
ἐνίους; ἁπλῶς δέ, ὅσα ἐν τοῖς νόμοις ὡς συμφέροντα λέ‐
15
γομεν ταῖς πολιτείαις, ἅπαντα ταῦτα σῴζει τὰς πολιτείας,
·
καὶ τὸ πολλάκις εἰρημένον μέγιστον στοιχεῖον, τὸ τηρεῖν
·
ὅπως κρεῖττον ἔσται τὸ βουλόμενον τὴν πολιτείαν πλῆθος τοῦ
·
μὴ βουλομένου. παρὰ πάντα δὲ ταῦτα δεῖ μὴ λανθάνειν,
·
ὃ νῦν λανθάνει τὰς παρεκβεβηκυίας πολιτείας, τὸ μέσον·
20
πολλὰ γὰρ τῶν δοκούντων δημοτικῶν λύει τὰς δημο‐
·
κρατίας καὶ τῶν ὀλιγαρχικῶν τὰς ὀλιγαρχίας. οἱ δ’ οἰόμενοι
·
ταύτην εἶναι μίαν ἀρετὴν ἕλκουσιν εἰς τὴν ὑπερβολήν,
·
ἀγνοοῦντες ὅτι, καθάπερ ῥὶς ἔστι παρεκβεβηκυῖα μὲν τὴν
·
εὐθύτητα τὴν καλλίστην πρὸς τὸ γρυπὸν ἢ τὸ σιμόν, ἀλλ’
25
ὅμως ἔτι καλὴ καὶ χάριν ἔχουσα πρὸς τὴν ὄψιν, οὐ μὴν
·
ἀλλ’ ἐὰν ἐπιτείνῃ τις ἔτι μᾶλλον εἰς τὴν ὑπερβολήν, πρῶ‐
·
τον μὲν ἀποβαλεῖ τὴν μετριότητα τοῦ μορίου, τέλος δ’ οὕτως
·
ὥστε μηδὲ ῥῖνα ποιήσει φαίνεσθαι διὰ τὴν ὑπεροχὴν καὶ
·
τὴν ἔλλειψιν τῶν ἐναντίων, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ
30
περὶ τῶν ἄλλων μορίων, συμβαίνει δὴ τοῦτο καὶ περὶ τὰς
·
[ἄλλας] πολιτείας. καὶ γὰρ ὀλιγαρχίαν καὶ δημοκρατίαν
·
ἔστιν ὥστ’ ἔχειν ἱκανῶς, καίπερ ἐξεστηκυίας τῆς βελτίστης
·
τάξεως· ἐὰν δέ τις ἐπιτείνῃ μᾶλλον ἑκατέραν αὐτῶν, πρῶ‐
·
τον μὲν χείρω ποιήσει τὴν πολιτείαν, τέλος δ’ οὐδὲ πολι‐
35
τείαν. διὸ δεῖ τοῦτο μὴ ἀγνοεῖν τὸν νομοθέτην καὶ τὸν πολι‐
·
τικόν, ποῖα σῴζει τῶν δημοτικῶν καὶ ποῖα φθείρει τὴν
·
δημοκρατίαν, καὶ ποῖα τῶν ὀλιγαρχικῶν τὴν ὀλιγαρχίαν.
·
οὐδετέραν μὲν γὰρ ἐνδέχεται αὐτῶν εἶναι καὶ διαμένειν
·
ἄνευ τῶν εὐπόρων καὶ τοῦ πλήθους, ἀλλ’ ὅταν ὁμαλότης
40
γένηται τῆς οὐσίας ἄλλην ἀνάγκη εἶναι ταύτην τὴν πολι‐
0086 035 Pol1310a
·
τείαν, ὥστε φθείροντες τοῖς καθ’ ὑπεροχὴν νόμοις φθείρουσι
·
τὰς πολιτείας.
·
ἁμαρτάνουσι δὲ καὶ ἐν ταῖς δημοκρατίαις
·
καὶ ἐν ταῖς ὀλιγαρχίαις, ἐν μὲν ταῖς δημοκρατίαις οἱ δημα‐
·
γωγοί, ὅπου τὸ πλῆθος κύριον τῶν νόμων (δύο γὰρ
5
ποιοῦσιν ἀεὶ τὴν πόλιν, μαχόμενοι τοῖς εὐπόροις, δεῖ δὲ
·
τοὐναντίον αἰεὶ δοκεῖν λέγειν ὑπὲρ τῶν εὐπόρων), ἐν δὲ ταῖς ὀλι‐
·
γαρχίαις ὑπὲρ τοῦ δήμου τοὺς ὀλιγαρχικούς, καὶ τοὺς ὅρκους
·
ἐναντίους ἢ νῦν ὀμνύναι τοὺς ὀλιγαρχικούς· νῦν μὲν γὰρ ἐν
·
ἐνίαις ὀμνύουσι “καὶ τῷ δήμῳ κακόνους ἔσομαι καὶ βουλεύσω
10
ὅ τι ἂν ἔχω κακόν”, χρὴ δὲ καὶ ὑπολαμβάνειν καὶ ὑπο‐
·
κρίνεσθαι τοὐναντίον, ἐπισημαινομένους ἐν τοῖς ὅρκοις ὅτι ”οὐκ
·
ἀδικήσω τὸν δῆμον”.
·
μέγιστον δὲ πάντων τῶν εἰρημένων
·
πρὸς τὸ διαμένειν τὰς πολιτείας, οὗ νῦν ὀλιγωροῦσι πάντες,
·
τὸ παιδεύεσθαι πρὸς τὰς πολιτείας. ὄφελος γὰρ οὐθὲν τῶν
15
ὠφελιμωτάτων νόμων καὶ συνδεδοξασμένων ὑπὸ πάντων
·
τῶν πολιτευομένων, εἰ μὴ ἔσονται εἰθισμένοι καὶ πεπαιδευ‐
·
μένοι ἐν τῇ πολιτείᾳ, εἰ μὲν οἱ νόμοι δημοτικοί, δημοτι‐
·
κῶς, εἰ δ’ ὀλιγαρχικοί, ὀλιγαρχικῶς. εἴπερ γὰρ ἔστιν ἐφ’
·
ἑνὸς ἀκρασία, ἔστι καὶ ἐπὶ πόλεως. ἔστι δὲ τὸ πεπαιδεῦ‐
20
σθαι πρὸς τὴν πολιτείαν οὐ τοῦτο, τὸ ποιεῖν οἷς χαίρουσιν οἱ
·
ὀλιγαρχοῦντες ἢ οἱ δημοκρατίαν βουλόμενοι, ἀλλ’ οἷς δυνή‐
·
σονται οἱ μὲν ὀλιγαρχεῖν οἱ δὲ δημοκρατεῖσθαι. νῦν δ’ ἐν
·
μὲν ταῖς ὀλιγαρχίαις οἱ τῶν ἀρχόντων υἱοὶ τρυφῶσιν, οἱ
·
δὲ τῶν ἀπόρων γίγνονται γεγυμνασμένοι καὶ πεπονηκότες,
25
ὥστε καὶ βούλονται μᾶλλον καὶ δύνανται νεωτερίζειν· ἐν δὲ
·
ταῖς δημοκρατίαις ταῖς μάλιστα εἶναι δοκούσαις δημοκρατι‐
·
καῖς τοὐναντίον τοῦ συμφέροντος καθέστηκεν, αἴτιον δὲ τούτου
·
ὅτι κακῶς ὁρίζονται τὸ ἐλεύθερον. δύο γάρ ἐστιν οἷς ἡ δημο‐
·
κρατία δοκεῖ ὡρίσθαι, τῷ τὸ πλεῖον εἶναι κύριον καὶ τῇ
30
ἐλευθερίᾳ· τὸ μὲν γὰρ ἴσον δίκαιον δοκεῖ εἶναι, ἴσον δ’ ὅ τι
·
ἂν δόξῃ τῷ πλήθει, τοῦτ’ εἶναι κύριον, ἐλεύθερον δὲ [καὶ
·
ἴσον] τὸ ὅ τι ἂν βούληταί τις ποιεῖν· ὥστε ζῇ ἐν ταῖς τοι‐
·
αύταις δημοκρατίαις ἕκαστος ὡς βούλεται, καὶ εἰς ὃ χρῄζων,
·
ὡς φησὶν Εὐριπίδης· τοῦτο δ’ ἐστὶ φαῦλον· οὐ γὰρ δεῖ
35
οἴεσθαι δουλείαν εἶναι τὸ ζῆν πρὸς τὴν πολιτείαν, ἀλλὰ
·
σωτηρίαν. ἐξ ὧν μὲν οὖν αἱ πολιτεῖαι μεταβάλλουσι καὶ
·
φθείρονται, καὶ διὰ τίνων σῴζονται καὶ διαμένουσιν, ὡς
·
ἁπλῶς εἰπεῖν τοσαῦτά ἐστιν.
·
Λείπεται δ’ ἐπελθεῖν καὶ περὶ μοναρχίας, ἐξ ὧν τε
40
φθείρεται καὶ δι’ ὧν σῴζεσθαι πέφυκεν. σχεδὸν δὲ παρα‐
0086 035 Pol1310b
·
πλήσια τοῖς εἰρημένοις περὶ τὰς πολιτείας ἐστὶ καὶ τὰ συμ‐
·
βαίνοντα περὶ τὰς βασιλείας καὶ τὰς τυραννίδας. ἡ μὲν
·
γὰρ βασιλεία κατὰ τὴν ἀριστοκρατίαν ἐστίν, ἡ δὲ τυραννὶς
·
ἐξ ὀλιγαρχίας τῆς ὑστάτης σύγκειται καὶ δημοκρατίας·
5
διὸ δὴ καὶ βλαβερωτάτη τοῖς ἀρχομένοις ἐστίν, ἅτε ἐκ δυοῖν
·
συγκειμένη κακῶν καὶ τὰς παρεκβάσεις καὶ τὰς ἁμαρ‐
·
τίας ἔχουσα τὰς παρ’ ἀμφοτέρων τῶν πολιτειῶν. ὑπάρχει
·
δ’ ἡ γένεσις εὐθὺς ἐξ ἐναντίων ἑκατέρᾳ τῶν μοναρχιῶν·
·
ἡ μὲν γὰρ βασιλεία πρὸς βοήθειαν τὴν ἐπὶ τὸν δῆμον τοῖς
10
ἐπιεικέσι γέγονεν, καὶ καθίσταται βασιλεὺς ἐκ τῶν ἐπιεικῶν
·
καθ’ ὑπεροχὴν ἀρετῆς ἢ πράξεων τῶν ἀπὸ τῆς ἀρετῆς, ἢ
·
καθ’ ὑπεροχὴν τοιούτου γένους, ὁ δὲ τύραννος ἐκ τοῦ δήμου καὶ
·
τοῦ πλήθους ἐπὶ τοὺς γνωρίμους, ὅπως ὁ δῆμος ἀδικῆται μη‐
·
δὲν ὑπ’ αὐτῶν. φανερὸν δ’ ἐκ τῶν συμβεβηκότων. σχεδὸν
15
γὰρ οἱ πλεῖστοι τῶν τυράννων γεγόνασιν ἐκ δημαγωγῶν
·
ὡς εἰπεῖν, πιστευθέντες ἐκ τοῦ διαβάλλειν τοὺς γνωρίμους. αἱ
·
μὲν γὰρ τοῦτον τὸν τρόπον κατέστησαν τῶν τυραννίδων, ἤδη
·
τῶν πόλεων ηὐξημένων, αἱ δὲ πρὸ τούτων ἐκ τῶν βασι‐
·
λέων παρεκβαινόντων τὰ πάτρια καὶ δεσποτικωτέρας ἀρχῆς
20
ὀρεγομένων, αἱ δὲ ἐκ τῶν αἱρετῶν ἐπὶ τὰς κυρίας ἀρχάς
·
(τὸ γὰρ ἀρχαῖον οἱ δῆμοι καθίστασαν πολυχρονίους τὰς
·
δημιουργίας καὶ τὰς θεωρίας), αἱ δ’ ἐκ τῶν ὀλιγαρχιῶν,
·
αἱρουμένων ἕνα τινὰ κύριον ἐπὶ τὰς μεγίστας ἀρχάς. πᾶσι
·
γὰρ ὑπῆρχε τοῖς τρόποις τούτοις τὸ κατεργάζεσθαι ῥᾳδίως,
25
εἰ μόνον βουληθεῖεν, διὰ τὸ δύναμιν προϋπάρχειν τοῖς μὲν
·
βασιλικῆς ἀρχῆς τοῖς δὲ τὴν τῆς τιμῆς· οἷον Φείδων μὲν
·
περὶ Ἄργος καὶ ἕτεροι τύραννοι κατέστησαν βασιλείας
·
ὑπαρχούσης, οἱ δὲ περὶ τὴν Ἰωνίαν καὶ Φάλαρις ἐκ τῶν
·
τιμῶν, Παναίτιος δ’ ἐν Λεοντίνοις καὶ Κύψελος ἐν Κορίνθῳ
30
καὶ Πεισίστρατος Ἀθήνησι καὶ Διονύσιος ἐν Συρακούσαις
·
καὶ ἕτεροι τὸν αὐτὸν τρόπον ἐκ δημαγωγίας. καθάπερ οὖν
·
εἴπομεν, ἡ βασιλεία τέτακται κατὰ τὴν ἀριστοκρατίαν.
·
κατ’ ἀξίαν γάρ ἐστιν, ἢ κατ’ ἰδίαν ἀρετὴν ἢ κατὰ γένος,
·
ἢ κατ’ εὐεργεσίας, ἢ κατὰ ταῦτά τε καὶ δύναμιν. ἅπαν‐
35
τες γὰρ εὐεργετήσαντες ἢ δυνάμενοι τὰς πόλεις ἢ τὰ ἔθνη
·
εὐεργετεῖν ἐτύγχανον τῆς τιμῆς ταύτης, οἱ μὲν κατὰ πόλε‐
·
μον κωλύσαντες δουλεύειν, ὥσπερ Κόδρος, οἱ δ’ ἐλευθε‐
·
ρώσαντες, ὥσπερ Κῦρος, ἢ κτίσαντες ἢ κτησάμενοι χώραν,
·
ὥσπερ οἱ Λακεδαιμονίων βασιλεῖς καὶ Μακεδόνων καὶ
40
Μολοττῶν. βούλεται δ’ ὁ βασιλεὺς εἶναι φύλαξ, ὅπως οἱ
0086 035 Pol1311a
·
μὲν κεκτημένοι τὰς οὐσίας μηθὲν ἄδικον πάσχωσιν, ὁ δὲ
·
δῆμος μὴ ὑβρίζηται μηθέν· ἡ δὲ τυραννίς, ὥσπερ εἴρηται
·
πολλάκις, πρὸς οὐδὲν ἀποβλέπει κοινόν, εἰ μὴ τῆς ἰδίας
·
ὠφελείας χάριν. ἔστι δὲ σκοπὸς τυραννικὸς μὲν τὸ ἡδύ,
5
βασιλικὸς δὲ τὸ καλόν. διὸ καὶ τῶν πλεονεκτημάτων τὰ
·
μὲν χρημάτων τυραννικά, τὰ δ’ εἰς τιμὴν βασιλικὰ μᾶλ‐
·
λον· καὶ φυλακὴ βασιλικὴ μὲν πολιτική, τυραννικὴ δὲ
·
διὰ ξένων.
·
ὅτι δ’ ἡ τυραννὶς ἔχει κακὰ καὶ τὰ τῆς δημο‐
·
κρατίας καὶ τὰ τῆς ὀλιγαρχίας, φανερόν· ἐκ μὲν ὀλιγαρ‐
10
χίας τὸ τὸ τέλος εἶναι πλοῦτον (οὕτω γὰρ καὶ δια‐
·
μένειν ἀναγκαῖον μόνως τήν τε φυλακὴν καὶ τὴν τρυφήν),
·
καὶ τὸ τῷ πλήθει μηδὲν πιστεύειν (διὸ καὶ τὴν παραίρεσιν
·
ποιοῦνται τῶν ὅπλων), καὶ τὸ κακοῦν τὸν ὄχλον καὶ τὸ ἐκ
·
τοῦ ἄστεως ἀπελαύνειν καὶ διοικίζειν ἀμφοτέρων κοινόν, καὶ
15
τῆς ὀλιγαρχίας καὶ τῆς τυραννίδος· ἐκ δημοκρατίας δὲ τὸ
·
πολεμεῖν τοῖς γνωρίμοις καὶ διαφθείρειν λάθρᾳ καὶ φανε‐
·
ρῶς καὶ φυγαδεύειν ὡς ἀντιτέχνους καὶ πρὸς τὴν ἀρχὴν
·
ἐμποδίους. ἐκ γὰρ τούτων συμβαίνει γίγνεσθαι καὶ τὰς
·
ἐπιβουλάς, τῶν μὲν ἄρχειν αὐτῶν βουλομένων, τῶν δὲ μὴ
20
δουλεύειν. ὅθεν καὶ τὸ Περιάνδρου πρὸς Θρασύβουλον συμ‐
·
βούλευμά ἐστιν, ἡ τῶν ὑπερεχόντων σταχύων κόλουσις, ὡς
·
δέον αἰεὶ τοὺς ὑπερέχοντας τῶν πολιτῶν ἀναιρεῖν. καθάπερ
·
οὖν σχεδὸν ἐλέχθη, τὰς αὐτὰς ἀρχὰς δεῖ νομίζειν περί τε
·
τὰς πολιτείας εἶναι τῶν μεταβολῶν καὶ περὶ τὰς μοναρ‐
25
χίας· διά τε γὰρ ἀδικίαν καὶ διὰ φόβον καὶ διὰ κατα‐
·
φρόνησιν ἐπιτίθενται πολλοὶ τῶν ἀρχομένων ταῖς μοναρ‐
·
χίαις (τῆς δὲ ἀδικίας μάλιστα δι’ ὕβριν), ἐνίοτε δὲ καὶ διὰ
·
τὴν τῶν ἰδίων στέρησιν.
·
ἔστι δὲ καὶ τὰ τέλη ταὐτά, καθ‐
·
άπερ κἀκεῖ, καὶ περὶ τὰς τυραννίδας καὶ τὰς βασιλείας·
30
μέγεθος γὰρ ὑπάρχει πλούτου καὶ τιμῆς τοῖς μονάρχοις,
·
ὧν ἐφίενται πάντες. τῶν δ’ ἐπιθέσεων αἱ μὲν ἐπὶ τὸ σῶμα
·
γίγνονται τῶν ἀρχόντων, αἱ δ’ ἐπὶ τὴν ἀρχήν. αἱ μὲν οὖν
·
δι’ ὕβριν ἐπὶ τὸ σῶμα. τῆς δ’ ὕβρεως οὔσης πολυμεροῦς,
·
ἕκαστον αὐτῶν αἴτιον γίγνεται τῆς ὀργῆς· τῶν δ’ ὀργιζο‐
35
μένων σχεδὸν οἱ πλεῖστοι τιμωρίας χάριν ἐπιτίθενται, ἀλλ’
·
οὐχ ὑπεροχῆς. οἷον ἡ μὲν τῶν Πεισιστρατιδῶν διὰ τὸ προ‐
·
πηλακίσαι μὲν τὴν Ἁρμοδίου ἀδελφὴν ἐπηρεάσαι δ’ Ἁρμό‐
·
διον (ὁ μὲν γὰρ Ἁρμόδιος διὰ τὴν ἀδελφήν, ὁ δὲ Ἀριστο‐
·
γείτων διὰ τὸν Ἁρμόδιον), ἐπεβούλευσαν δὲ καὶ Περι‐
40
άνδρῳ τῷ ἐν Ἀμβρακίᾳ τυράννῳ διὰ τὸ συμπίνοντα μετὰ
0086 035 Pol1311b
·
τῶν παιδικῶν ἐρωτῆσαι αὐτὸν εἰ ἤδη ἐξ αὐτοῦ κύει· ἡ δὲ
·
Φιλίππου ὑπὸ Παυσανίου διὰ τὸ ἐᾶσαι ὑβρισθῆναι αὐτὸν
·
ὑπὸ τῶν περὶ Ἄτταλον, καὶ ἡ Ἀμύντου τοῦ μικροῦ ὑπὸ
·
Δέρδα διὰ τὸ καυχήσασθαι εἰς τὴν ἡλικίαν αὐτοῦ, καὶ ἡ
5
τοῦ εὐνούχου Εὐαγόρᾳ τῷ Κυπρίῳ· διὰ γὰρ τὸ τὴν γυναῖκα
·
παρελέσθαι τὸν υἱὸν αὐτοῦ ἀπέκτεινεν ὡς ὑβρισμένος. πολ‐
·
λαὶ δ’ ἐπιθέσεις γεγένηνται καὶ διὰ τὸ εἰς τὸ σῶμα αἰσχῦ‐
·
ναι τῶν μονάρχων τινάς. οἷον καὶ ἡ Κραταίου εἰς Ἀρχέ‐
·
λαον· αἰεὶ γὰρ βαρέως εἶχε πρὸς τὴν ὁμιλίαν, ὥστε ἱκανὴ καὶ
10
ἐλάττων 〈ἂν〉 ἐγένετο πρόφασις—ἢ διότι τῶν θυγατέρων οὐδε‐
·
μίαν ἔδωκεν ὁμολογήσας αὐτῷ, ἀλλὰ τὴν μὲν προτέραν,
·
κατεχόμενος ὑπὸ πολέμου πρὸς Σίρραν καὶ Ἀρράβαιον,
·
ἔδωκε τῷ βασιλεῖ τῷ τῆς Ἐλιμείας, τὴν δὲ νεωτέραν τῷ
·
υἱεῖ Ἀμύντᾳ, οἰόμενος οὕτως ἂν ἐκεῖνον ἥκιστα διαφέρεσθαι
15
καὶ τὸν ἐκ τῆς Κλεοπάτρας· ἀλλὰ τῆς γε ἀλλοτριότητος
·
ὑπῆρχεν ἀρχὴ τὸ βαρέως φέρειν πρὸς τὴν ἀφροδισιαστικὴν
·
χάριν. συνεπέθετο δὲ καὶ Ἑλλανοκράτης ὁ Λαρισαῖος διὰ
·
τὴν αὐτὴν αἰτίαν· ὡς γὰρ χρώμενος αὐτοῦ τῇ ἡλικίᾳ οὐ
·
κατῆγεν ὑποσχόμενος, δι’ ὕβριν καὶ οὐ δι’ ἐρωτικὴν ἐπι‐
20
θυμίαν ᾤετο εἶναι τὴν γεγενημένην ὁμιλίαν. Πύθων δὲ
·
καὶ Ἡρακλείδης οἱ Αἴνιοι Κότυν διέφθειραν τῷ πατρὶ τιμω‐
·
ροῦντες, Ἀδάμας δ’ ἀπέστη Κότυος διὰ τὸ ἐκτμηθῆναι
·
παῖς ὢν ὑπ’ αὐτοῦ, ὡς ὑβρισμένος.
·
πολλοὶ δὲ καὶ διὰ τὸ
·
εἰς τὸ σῶμα αἰκισθῆναι πληγαῖς ὀργισθέντες οἱ μὲν δι‐
25
έφθειραν, οἱ δ’ ἐνεχείρησαν ὡς ὑβρισθέντες, καὶ τῶν περὶ
·
τὰς ἀρχὰς καὶ βασιλικὰς δυναστείας. οἷον ἐν Μυτιλήνῃ
·
τοὺς Πενθιλίδας Μεγακλῆς περιιόντας καὶ τύπτοντας ταῖς
·
κορύναις ἐπιθέμενος μετὰ τῶν φίλων ἀνεῖλεν, καὶ ὕστερον
·
Σμέρδης Πενθίλον πληγὰς λαβὼν καὶ παρὰ τῆς γυναικὸς
30
ἐξελκυσθεὶς διέφθειρεν. καὶ τῆς Ἀρχελάου δ’ ἐπιθέσεως Δεκά‐
·
μνιχος ἡγεμὼν ἐγένετο, παροξύνων τοὺς ἐπιθεμένους πρῶ‐
·
τος· αἴτιον δὲ τῆς ὀργῆς ὅτι αὐτὸν ἐξέδωκε μαστιγῶσαι
·
Εὐριπίδῃ τῷ ποιητῇ· ὁ δ’ Εὐριπίδης ἐχαλέπαινεν εἰπόντος
·
τι αὐτοῦ εἰς δυσωδίαν τοῦ στόματος. καὶ ἄλλοι δὲ πολλοὶ
35
διὰ τοιαύτας αἰτίας οἱ μὲν ἀνῃρέθησαν οἱ δ’ ἐπεβουλεύθη‐
·
σαν. ὁμοίως δὲ καὶ διὰ φόβον· ἓν γάρ τι τοῦτο τῶν αἰτίων
·
ἦν, ὥσπερ καὶ περὶ τὰς πολιτείας καὶ τὰς μοναρχίας· οἷον
·
Ξέρξην Ἀρταπάνης φοβούμενος τὴν διαβολὴν τὴν περὶ Δα‐
·
ρεῖον, ὅτι ἐκρέμασεν οὐ κελεύσαντος Ξέρξου, ἀλλ’ οἰόμενος
40
συγγνώσεσθαι ὡς ἀμνημονοῦντα διὰ τὸ δειπνεῖν. αἱ δὲ διὰ
0086 035 Pol1312a
·
καταφρόνησιν, ὥσπερ Σαρδανάπαλλον ἰδών τις ξαίνοντα
·
μετὰ τῶν γυναικῶν (εἰ ἀληθῆ ταῦτα οἱ μυθολογοῦντες
·
λέγουσιν· εἰ δὲ μὴ ἐπ’ ἐκείνου, ἀλλ’ ἐπ’ ἄλλου γε ἂν γένοιτο
·
τοῦτο ἀληθές), καὶ Διονυσίῳ τῷ ὑστέρῳ Δίων ἐπέθετο διὰ τὸ
5
καταφρονεῖν, ὁρῶν τούς τε πολίτας οὕτως ἔχοντας καὶ
·
αὐτὸν ἀεὶ μεθύοντα. καὶ τῶν φίλων δέ τινες ἐπιτίθενται
·
διὰ καταφρόνησιν· διὰ γὰρ τὸ πιστεύεσθαι καταφρονοῦσιν
·
ὡς λήσοντες. καὶ οἱ οἰόμενοι δύνασθαι κατασχεῖν τὴν
·
ἀρχὴν τρόπον τινὰ διὰ τὸ καταφρονεῖν ἐπιτίθενται· ὡς
10
δυνάμενοι γὰρ καὶ καταφρονοῦντες τοῦ κινδύνου διὰ τὴν δύ‐
·
ναμιν ἐπιχειροῦσι ῥᾳδίως, ὥσπερ οἱ στρατηγοῦντες τοῖς μο‐
·
νάρχοις, οἷον Κῦρος Ἀστυάγει καὶ τοῦ βίου καταφρονῶν καὶ
·
τῆς δυνάμεως διὰ τὸ τὴν μὲν δύναμιν ἐξηργηκέναι αὐτὸν
·
δὲ τρυφᾶν, καὶ Σεύθης ὁ Θρᾷξ Ἀμαδόκῳ στρατηγὸς ὤν.
15
οἱ δὲ καὶ διὰ πλείω τούτων ἐπιτίθενται, οἷον καὶ κατα‐
·
φρονοῦντες καὶ διὰ κέρδος, ὥσπερ Ἀριοβαρζάνῃ Μιθριδάτης
·
(μάλιστα δὲ διὰ ταύτην τὴν αἰτίαν ἐγχειροῦσιν οἱ τὴν φύσιν
·
μὲν θρασεῖς, τιμὴν δ’ ἔχοντες πολεμικὴν παρὰ τοῖς μο‐
·
νάρχοις· ἀνδρεία γὰρ δύναμιν ἔχουσα θράσος ἐστίν), δι’ ἃς
20
ἀμφοτέρας, ὡς ῥᾳδίως κρατήσοντες, ποιοῦνται τὰς ἐπιθέσεις.
·
τῶν δὲ διὰ φιλοτιμίαν ἐπιτιθεμένων ἕτερος τρόπος ἔστι τῆς
·
αἰτίας παρὰ τοὺς εἰρημένους πρότερον. οὐ γὰρ ὥσπερ ἔνιοι
·
τοῖς τυράννοις ἐπιχειροῦσιν ὁρῶντες κέρδη τε μεγάλα καὶ
·
τιμὰς μεγάλας οὔσας αὐτοῖς, οὕτω καὶ τῶν διὰ φιλο‐
25
τιμίαν ἐπιτιθεμένων ἕκαστος προαιρεῖται κινδυνεύειν· ἀλλ’
·
ἐκεῖνοι μὲν διὰ τὴν εἰρημένην αἰτίαν, οὗτοι δ’ ὥσπερ κἂν
·
ἄλλης τινὸς γενομένης πράξεως περιττῆς καὶ δι’ ἣν ὀνο‐
·
μαστοὶ γίγνονται καὶ γνώριμοι τοῖς ἄλλοις, οὕτω καὶ
·
τοῖς μονάρχοις ἐγχειροῦσιν, οὐ κτήσασθαι βουλόμενοι
30
μοναρχίαν ἀλλὰ δόξαν. οὐ μὴν ἀλλ’ ἐλάχιστοί γε τὸν
·
ἀριθμόν εἰσιν οἱ διὰ ταύτην τὴν αἰτίαν ὁρμῶντες· ὑπο‐
·
κεῖσθαι γὰρ δεῖ τὸ τοῦ σωθῆναι μηδὲν φροντίζειν, ἂν μὴ
·
μέλλῃ κατασχήσειν τὴν πρᾶξιν. οἷς ἀκολουθεῖν μὲν δεῖ
·
τὴν Δίωνος ὑπόληψιν, οὐ ῥᾴδιον δ’ αὐτὴν ἐγγενέσθαι πολ‐
35
λοῖς· ἐκεῖνος γὰρ μετ’ ὀλίγων ἐστράτευσεν ἐπὶ Διονύσιον
·
οὕτως ἔχειν φάσκων ὡς, ὅποι περ ἂν δύνηται προελθεῖν,
·
ἱκανὸν αὑτῷ τοσοῦτον μετασχεῖν τῆς πράξεως, οἷον εἰ μι‐
·
κρὸν ἐπιβάντα τῆς γῆς εὐθὺς συμβαίη τελευτῆσαι, τοῦτον
·
καλῶς ἔχειν αὑτῷ τὸν θάνατον.
·
φθείρεται δὲ τυραννὶς ἕνα
40
μὲν τρόπον, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστη πολιτειῶν, ἔξω‐
0086 035 Pol1312b
·
θεν, ἐὰν ἐναντία τις ᾖ πολιτεία κρείττων (τὸ μὲν γὰρ
·
βούλεσθαι δῆλον ὡς ὑπάρξει διὰ τὴν ἐναντιότητα τῆς
·
προαιρέσεως· ἃ δὲ βούλονται, δυνάμενοι πράττουσι πάντες),
·
ἐναντίαι δ’ αἱ πολιτεῖαι, δῆμος μὲν τυραννίδι καθ’ Ἡσίο‐
5
δον ὡς κεραμεὺς κεραμεῖ (καὶ γὰρ ἡ δημοκρατία ἡ τελευ‐
·
ταία τυραννίς ἐστιν), βασιλεία δὲ καὶ ἀριστοκρατία διὰ
·
τὴν ἐναντιότητα τῆς πολιτείας (διὸ Λακεδαιμόνιοι πλείστας
·
κατέλυσαν τυραννίδας καὶ Συρακούσιοι κατὰ τὸν χρόνον ὃν
·
ἐπολιτεύοντο καλῶς)· ἕνα δ’ ἐξ αὑτῆς, ὅταν οἱ μετέχοντες
10
στασιάζωσιν, ὥσπερ ἡ τῶν περὶ Γέλωνα καὶ νῦν ἡ τῶν
·
περὶ Διονύσιον, ἡ μὲν Γέλωνος Θρασυβούλου τοῦ Ἱέρωνος
·
ἀδελφοῦ τὸν υἱὸν τοῦ Γέλωνος δημαγωγοῦντος καὶ πρὸς ἡδο‐
·
νὰς ὁρμῶντος, ἵν’ αὐτὸς ἄρχῃ, τῶν δὲ οἰκείων συστάντων,
·
ἵνα μὴ τυραννὶς ὅλως καταλυθῇ ἀλλὰ Θρασύβουλος—οἱ
15
δὲ συστάντες αὐτῶν, ὡς καιρὸν ἔχοντες, ἐξέβαλον ἅπαντας
·
αὐτούς· Διονύσιον δὲ Δίων στρατεύσας, κηδεστὴς ὢν καὶ
·
προσλαβὼν τὸν δῆμον, ἐκεῖνον ἐκβαλὼν διεφθάρη. δύο δὲ
·
οὐσῶν αἰτιῶν δι’ ἃς μάλιστ’ ἐπιτίθενται ταῖς τυραννίσι, μί‐
·
σους καὶ καταφρονήσεως, θάτερον μὲν ἀεὶ τούτων ὑπάρχει
20
τοῖς τυράννοις, τὸ μῖσος, ἐκ δὲ τοῦ καταφρονεῖσθαι πολλαὶ
·
γίνονται τῶν καταλύσεων. σημεῖον δέ· τῶν μὲν γὰρ κτη‐
·
σαμένων οἱ πλεῖστοι καὶ διεφύλαξαν τὰς ἀρχάς, οἱ δὲ
·
παραλαβόντες εὐθὺς ὡς εἰπεῖν ἀπολλύασι πάντες. ἀπο‐
·
λαυστικῶς γὰρ ζῶντες εὐκαταφρόνητοί τε γίνονται καὶ
25
πολλοὺς καιροὺς παραδιδόασι τοῖς ἐπιτιθεμένοις. μόριον δέ
·
τι τοῦ μίσους καὶ τὴν ὀργὴν δεῖ τιθέναι· τρόπον γάρ τινα
·
τῶν αὐτῶν αἰτία γίνεται πράξεων. πολλάκις δὲ καὶ πρακτι‐
·
κώτερον τοῦ μίσους· συντονώτερον γὰρ ἐπιτίθενται διὰ τὸ
·
μὴ χρῆσθαι λογισμῷ τὸ πάθος (μάλιστα δὲ συμβαίνει
30
τοῖς θυμοῖς ἀκολουθεῖν διὰ τὴν ὕβριν, δι’ ἣν αἰτίαν ἥ τε
·
τῶν Πεισιστρατιδῶν κατελύθη τυραννὶς καὶ πολλαὶ τῶν
·
ἄλλων), ἀλλὰ μᾶλλον τὸ μῖσος· ἡ μὲν γὰρ ὀργὴ μετὰ
·
λύπης πάρεστιν, ὥστε οὐ ῥᾴδιον λογίζεσθαι, ἡ δ’ ἔχθρα ἄνευ
·
λύπης.
·
ὡς δὲ ἐν κεφαλαίοις εἰπεῖν, ὅσας αἰτίας εἰρήκαμεν
35
τῆς τε ὀλιγαρχίας τῆς ἀκράτου καὶ τελευταίας καὶ τῆς
·
δημοκρατίας τῆς ἐσχάτης, τοσαύτας καὶ τῆς τυραννίδος
·
θετέον· καὶ γὰρ αὗται τυγχάνουσιν οὖσαι διαιρεταὶ τυραν‐
·
νίδες. βασιλεία δ’ ὑπὸ μὲν τῶν ἔξωθεν ἥκιστα φθείρεται,
·
διὸ καὶ πολυχρόνιός ἐστιν· ἐξ αὐτῆς δ’ αἱ πλεῖσται φθοραὶ
40
συμβαίνουσιν. φθείρεται δὲ κατὰ δύο τρόπους, ἕνα μὲν
0086 035 Pol1313a
·
στασιασάντων τῶν μετεχόντων τῆς βασιλείας, ἄλλον δὲ
·
τρόπον τυραννικώτερον πειρωμένων διοικεῖν, ὅταν εἶναι κύριοι
·
πλειόνων ἀξιῶσι καὶ παρὰ τὸν νόμον. οὐ γίγνονται δ’ ἔτι
·
βασιλεῖαι νῦν, ἀλλ’ ἄν περ γίγνωνται, μοναρχίαι καὶ τυραν‐
5
νίδες μᾶλλον, διὰ τὸ τὴν βασιλείαν ἑκούσιον μὲν ἀρχὴν
·
εἶναι, μειζόνων δὲ κυρίαν, πολλοὺς δ’ εἶναι τοὺς ὁμοίους, καὶ
·
μηδένα διαφέροντα τοσοῦτον ὥστε ἀπαρτίζειν πρὸς τὸ μέγε‐
·
θος καὶ τὸ ἀξίωμα τῆς ἀρχῆς. ὥστε διὰ μὲν τοῦτο ἑκόν‐
·
τες οὐχ ὑπομένουσιν· ἂν δὲ δι’ ἀπάτης ἄρξῃ τις ἢ βίας,
10
ἤδη δοκεῖ τοῦτο εἶναι τυραννίς. ἐν δὲ ταῖς κατὰ γένος βασι‐
·
λείαις τιθέναι δεῖ τῆς φθορᾶς αἰτίαν πρὸς ταῖς εἰρημέ‐
·
ναις καὶ τὸ γίνεσθαι πολλοὺς εὐκαταφρονήτους, καὶ τὸ δύ‐
·
ναμιν μὴ κεκτημένους τυραννικὴν ἀλλὰ βασιλικὴν τιμὴν
·
ὑβρίζειν· ῥᾳδία γὰρ ἐγίνετο ἡ κατάλυσις· μὴ βουλομένων
15
γὰρ εὐθὺς οὐκ ἔσται βασιλεύς, ἀλλὰ τύραννος καὶ μὴ
·
βουλομένων. φθείρονται μὲν οὖν αἱ μοναρχίαι διὰ ταύτας
·
καὶ τοιαύτας ἑτέρας αἰτίας.
·
Σῴζονται δὲ δηλονότι ὡς ἁπλῶς μὲν εἰπεῖν ἐκ τῶν
·
ἐναντίων, ὡς δὲ καθ’ ἕκαστον τῷ τὰς μὲν βασιλείας ἄγειν
20
ἐπὶ τὸ μετριώτερον. ὅσῳ γὰρ ἂν ἐλαττόνων ὦσι κύριοι,
·
πλείω χρόνον ἀναγκαῖον μένειν πᾶσαν τὴν ἀρχήν· αὐτοί
·
τε γὰρ ἧττον γίγνονται δεσποτικοὶ καὶ τοῖς ἤθεσιν ἴσοι μᾶλ‐
·
λον, καὶ ὑπὸ τῶν ἀρχομένων φθονοῦνται ἧττον. διὰ γὰρ
·
τοῦτο καὶ ἡ περὶ Μολοττοὺς πολὺν χρόνον βασιλεία διέμεινεν,
25
καὶ ἡ Λακεδαιμονίων διὰ τὸ ἐξ ἀρχῆς τε εἰς δύο μέρη
·
διαιρεθῆναι τὴν ἀρχήν, καὶ πάλιν Θεοπόμπου μετριάσαντος
·
τοῖς τε ἄλλοις καὶ τὴν τῶν ἐφόρων ἀρχὴν ἐπικαταστήσαν‐
·
τος· τῆς γὰρ δυνάμεως ἀφελὼν ηὔξησε τῷ χρόνῳ τὴν
·
βασιλείαν, ὥστε τρόπον τινὰ ἐποίησεν οὐκ ἐλάττον’ ἀλλὰ
30
μείζον’ αὐτήν. ὅπερ καὶ πρὸς τὴν γυναῖκα ἀποκρίνασθαί
·
φασιν αὐτόν, εἰποῦσαν εἰ μηδὲν αἰσχύνεται τὴν βασιλείαν
·
ἐλάττω παραδιδοὺς τοῖς υἱέσιν ἢ παρὰ τοῦ πατρὸς παρέλα‐
·
βεν· “οὐ δῆτα” φάναι· ”παραδίδωμι γὰρ πολυχρονιωτέραν.”
·
αἱ δὲ τυραννίδες σῴζονται κατὰ δύο τρόπους τοὺς ἐναντιω‐
35
τάτους, ὧν ἅτερός ἐστιν ὁ παραδεδομένος καὶ καθ’ ὃν δι‐
·
οικοῦσιν οἱ πλεῖστοι τῶν τυράννων τὴν ἀρχήν. τούτων δὲ τὰ
·
πολλά φασι καταστῆσαι Περίανδρον τὸν Κορίνθιον· πολλὰ
·
δὲ καὶ παρὰ τῆς Περσῶν ἀρχῆς ἔστι τοιαῦτα λαβεῖν.
·
ἔστι δὲ τά τε πάλαι λεχθέντα πρὸς σωτηρίαν, ὡς οἷόν τε,
40
τῆς τυραννίδος, τὸ τοὺς ὑπερέχοντας κολούειν καὶ τοὺς φρονη‐
·
ματίας ἀναιρεῖν, καὶ μήτε συσσίτια ἐᾶν μήτε ἑταιρίαν
0086 035 Pol1313b
·
μήτε παιδείαν μήτε ἄλλο μηθὲν τοιοῦτον, ἀλλὰ πάντα
·
φυλάττειν ὅθεν εἴωθε γίγνεσθαι δύο, φρόνημά τε καὶ πίστις,
·
καὶ μήτε σχολὰς μήτε ἄλλους συλλόγους ἐπιτρέπειν γίγνε‐
·
σθαι σχολαστικούς, καὶ πάντα ποιεῖν ἐξ ὧν ὅτι μάλιστα
5
ἀγνῶτες ἀλλήλοις ἔσονται πάντες (ἡ γὰρ γνῶσις πίστιν
·
ποιεῖ μᾶλλον πρὸς ἀλλήλους)· καὶ τὸ τοὺς ἐπιδημοῦντας αἰεὶ
·
φανεροὺς εἶναι καὶ διατρίβειν περὶ θύρας (οὕτω γὰρ ἂν
·
ἥκιστα λανθάνοιεν τί πράττουσι, καὶ φρονεῖν ἂν ἐθίζοιντο
·
μικρὸν αἰεὶ δουλεύοντες)· καὶ τἆλλα ὅσα τοιαῦτα Περσικὰ
10
καὶ βάρβαρα τυραννικά ἐστιν (πάντα γὰρ ταὐτὸν δύναται)·
·
καὶ τὸ μὴ λανθάνειν πειρᾶσθαι ὅσα τυγχάνει τις λέγων
·
ἢ πράττων τῶν ἀρχομένων, ἀλλ’ εἶναι κατασκόπους, οἷον
·
περὶ Συρακούσας αἱ ποταγωγίδες καλούμεναι, καὶ οὓς
·
ὠτακουστὰς ἐξέπεμπεν Ἱέρων, ὅπου τις εἴη συνουσία καὶ σύλ‐
15
λογος (παρρησιάζονταί τε γὰρ ἧττον, φοβούμενοι τοὺς τοι‐
·
ούτους, κἂν παρρησιάζωνται, λανθάνουσιν ἧττον)· καὶ τὸ δια‐
·
βάλλειν ἀλλήλοις καὶ συγκρούειν καὶ φίλους φίλοις καὶ
·
τὸν δῆμον τοῖς γνωρίμοις καὶ τοὺς πλουσίους ἑαυτοῖς. καὶ τὸ
·
πένητας ποιεῖν τοὺς ἀρχομένους τυραννικόν, ὅπως ἥ τε φυ‐
20
λακὴ τρέφηται καὶ πρὸς τῷ καθ’ ἡμέραν ὄντες ἄσχολοι
·
ὦσιν ἐπιβουλεύειν. παράδειγμα δὲ τούτου αἵ τε πυραμίδες
·
αἱ περὶ Αἴγυπτον καὶ τὰ ἀναθήματα τῶν Κυψελιδῶν
·
καὶ τοῦ Ὀλυμπίου ἡ οἰκοδόμησις ὑπὸ τῶν Πεισιστρατιδῶν,
·
καὶ τῶν περὶ Σάμον ἔργων τὰ Πολυκράτεια (πάντα γὰρ ταῦτα
25
δύναται ταὐτόν, ἀσχολίαν καὶ πενίαν τῶν ἀρχομένων)· καὶ
·
ἡ εἰσφορὰ τῶν τελῶν, οἷον ἐν Συρακούσαις (ἐν πέντε γὰρ
·
ἔτεσιν ἐπὶ Διονυσίου τὴν οὐσίαν ἅπασαν εἰσενηνοχέναι συν‐
·
έβαινεν). ἔστι δὲ καὶ πολεμοποιὸς ὁ τύραννος, ὅπως δὴ ἄσχολοί
·
τε ὦσι καὶ ἡγεμόνος ἐν χρείᾳ διατελῶσιν ὄντες. καὶ ἡ
30
μὲν βασιλεία σῴζεται διὰ τῶν φίλων, τυραννικὸν δὲ τὸ
·
μάλιστ’ ἀπιστεῖν τοῖς φίλοις, ὡς βουλομένων μὲν πάντων,
·
δυναμένων δὲ μάλιστα τούτων.
·
καὶ τὰ περὶ τὴν δημοκρα‐
·
τίαν δὲ γιγνόμενα τὴν τελευταίαν τυραννικὰ πάντα, γυναικο‐
·
κρατία τε περὶ τὰς οἰκίας, ἵν’ ἐξαγγέλλωσι κατὰ τῶν
35
ἀνδρῶν, καὶ δούλων ἄνεσις διὰ τὴν αὐτὴν αἰτίαν· οὔτε γὰρ
·
ἐπιβουλεύουσιν οἱ δοῦλοι καὶ αἱ γυναῖκες τοῖς τυράννοις,
·
εὐημεροῦντάς τε ἀναγκαῖον εὔνους εἶναι καὶ ταῖς τυραννίσι
·
καὶ ταῖς δημοκρατίαις· καὶ γὰρ ὁ δῆμος εἶναι βούλεται
·
μόναρχος. διὸ καὶ ὁ κόλαξ παρ’ ἀμφοτέροις ἔντιμος, παρὰ
40
μὲν τοῖς δήμοις ὁ δημαγωγός (ἔστι γὰρ ὁ δημαγωγὸς τοῦ
·
δήμου κόλαξ), παρὰ δὲ τοῖς τυράννοις οἱ ταπεινῶς ὁμιλοῦντες,
0086 035 Pol1314a
·
ὅπερ ἐστὶν ἔργον κολακείας. καὶ γὰρ διὰ τοῦτο πονηρόφιλον
·
ἡ τυραννίς· κολακευόμενοι γὰρ χαίρουσιν, τοῦτο δ’ οὐδ’ ἂν εἷς
·
ποιήσειε φρόνημα ἔχων ἐλεύθερον, ἀλλὰ φιλοῦσιν οἱ ἐπι‐
·
εικεῖς, ἢ οὐ κολακεύουσιν. καὶ χρήσιμοι οἱ πονηροὶ εἰς τὰ πο‐
5
νηρά· ἥλῳ γὰρ ὁ ἧλος, ὥσπερ ἡ παροιμία. καὶ τὸ μη‐
·
δενὶ χαίρειν σεμνῷ μηδ’ ἐλευθέρῳ τυραννικόν (αὑτὸν γὰρ
·
εἶναι μόνον ἀξιοῖ τοιοῦτον ὁ τύραννος, ὁ δ’ ἀντισεμνυνόμενος
·
καὶ ἐλευθεριάζων ἀφαιρεῖται τὴν ὑπεροχὴν καὶ τὸ δεσπο‐
·
τικὸν τῆς τυραννίδος· μισοῦσιν οὖν ὥσπερ καταλύοντας τὴν
10
ἀρχήν)· καὶ τὸ χρῆσθαι συσσίτοις καὶ συνημερευταῖς ξενι‐
·
κοῖς μᾶλλον ἢ πολιτικοῖς τυραννικόν, ὡς τοὺς μὲν πολε‐
·
μίους τοὺς δ’ οὐκ ἀντιποιουμένους—ταῦτα καὶ τὰ τοιαῦτα τυ‐
·
ραννικὰ μὲν καὶ σωτήρια τῆς ἀρχῆς, οὐθὲν δ’ ἐλλείπει
·
μοχθηρίας. ἔστι δ’ ὡς εἰπεῖν πάντα ταῦτα περιειλημμένα
15
τρισὶν εἴδεσιν. στοχάζεται γὰρ ἡ τυραννὶς τριῶν, ἑνὸς μὲν
·
τοῦ μικρὰ φρονεῖν τοὺς ἀρχομένους (οὐθενὶ γὰρ ἂν μικρό‐
·
ψυχος ἐπιβουλεύσειεν), δευτέρου δὲ τοῦ διαπιστεῖν ἀλλήλοις (οὐ
·
καταλύεται γὰρ πρότερον τυραννὶς πρὶν ἢ πιστεύσωσί τινες
·
ἑαυτοῖς· διὸ καὶ τοῖς ἐπιεικέσι πολεμοῦσιν ὡς βλαβεροῖς
20
πρὸς τὴν ἀρχὴν οὐ μόνον διὰ τὸ μὴ ἀξιοῦν ἄρχεσθαι δε‐
·
σποτικῶς, ἀλλὰ καὶ διὰ τὸ πιστοὺς καὶ ἑαυτοῖς καὶ τοῖς
·
ἄλλοις εἶναι καὶ μὴ καταγορεύειν μήτε ἑαυτῶν μήτε τῶν
·
ἄλλων)· τρίτον δ’ ἀδυναμία τῶν πραγμάτων (οὐθεὶς γὰρ
·
ἐπιχειρεῖ τοῖς ἀδυνάτοις, ὥστε οὐδὲ τυραννίδα καταλύειν μὴ
25
δυνάμεως ὑπαρχούσης). εἰς οὓς μὲν οὖν ὅρους ἀνάγεται τὰ
·
βουλεύματα τῶν τυράννων, οὗτοι τρεῖς τυγχάνουσιν ὄντες·
·
πάντα γὰρ ἀναγάγοι τις ἂν τὰ τυραννικὰ πρὸς ταύτας
·
τὰς ὑποθέσεις, τὰ μὲν ὅπως μὴ πιστεύωσιν ἀλλήλοις, τὰ
·
δ’ ὅπως μὴ δύνωνται, τὰ δ’ ὅπως μικρὸν φρονῶσιν.
·
ὁ μὲν
30
οὖν εἷς τρόπος δι’ οὗ γίγνεται σωτηρία ταῖς τυραννίσι τοιοῦτός
·
ἐστιν· ὁ δ’ ἕτερος σχεδὸν ἐξ ἐναντίας ἔχει τοῖς εἰρημένοις
·
τὴν ἐπιμέλειαν. ἔστι δὲ λαβεῖν αὐτὸν ἐκ τῆς φθορᾶς τῆς
·
τῶν βασιλειῶν. ὥσπερ γὰρ τῆς βασιλείας εἷς τρόπος τῆς
·
φθορᾶς τὸ ποιεῖν τὴν ἀρχὴν τυραννικωτέραν, οὕτω τῆς τυραν‐
35
νίδος σωτηρία τὸ ποιεῖν αὐτὴν βασιλικωτέραν, ἓν φυλάτ‐
·
τοντα μόνον, τὴν δύναμιν, ὅπως ἄρχῃ μὴ μόνον βουλομέ‐
·
νων ἀλλὰ καὶ μὴ βουλομένων. προϊέμενος γὰρ καὶ τοῦτο
·
προί̈εται καὶ τὸ τυραννεῖν. ἀλλὰ τοῦτο μὲν ὥσπερ ὑπό‐
·
θεσιν δεῖ μένειν, τὰ δ’ ἄλλα τὰ μὲν ποιεῖν τὰ δὲ δοκεῖν
40
ὑποκρινόμενον τὸν βασιλικὸν καλῶς, πρῶτον μὲν δοκεῖν
0086 035 Pol1314b
·
φροντίζειν τῶν κοινῶν, μήτε δαπανῶντα 〈εἰς〉 δωρεὰς τοιαύτας
·
ἐφ’ αἷς τὰ πλήθη χαλεπαίνουσιν, ὅταν ἀπ’ αὐτῶν μὲν
·
λαμβάνωσιν ἐργαζομένων καὶ πονούντων γλίσχρως, διδῶσι
·
δ’ ἑταίραις καὶ ξένοις καὶ τεχνίταις ἀφθόνως, λόγον τε
5
ἀποδιδόντα τῶν λαμβανομένων καὶ δαπανωμένων, ὅπερ
·
ἤδη πεποιήκασί τινες τῶν τυράννων (οὕτω γὰρ ἄν τις δι‐
·
οικῶν οἰκονόμος ἀλλ’ οὐ τύραννος εἶναι δόξειεν· οὐ δεῖ δὲ φο‐
·
βεῖσθαι μή ποτε ἀπορήσῃ χρημάτων κύριος ὢν τῆς πό‐
·
λεως· ἀλλὰ τοῖς γ’ ἐκτοπίζουσι τυράννοις ἀπὸ τῆς οἰκείας
10
καὶ συμφέρει τοῦτο μᾶλλον ἢ καταλιπεῖν ἀθροίσαντας·
·
ἧττον γὰρ ἂν οἱ φυλάττοντες ἐπιτιθεῖντο τοῖς πράγμασιν,
·
εἰσὶ δὲ φοβερώτεροι τῶν τυράννων τοῖς ἀποδημοῦσιν οἱ
·
φυλάττοντες τῶν πολιτῶν· οἱ μὲν γὰρ συναποδημοῦσιν, οἱ
·
δὲ ὑπομένουσιν)· ἔπειτα τὰς εἰσφορὰς καὶ τὰς λειτουργίας
15
δεῖ φαίνεσθαι τῆς τε οἰκονομίας ἕνεκα συνάγοντα, κἄν
·
ποτε δεηθῇ χρῆσθαι πρὸς τοὺς πολεμικοὺς καιρούς, ὅλως τε
·
αὑτὸν παρασκευάζειν φύλακα καὶ ταμίαν ὡς κοινῶν ἀλλὰ
·
μὴ ὡς ἰδίων· καὶ φαίνεσθαι μὴ χαλεπὸν ἀλλὰ σεμνόν,
·
ἔτι δὲ τοιοῦτον ὥστε μὴ φοβεῖσθαι τοὺς ἐντυγχάνοντας
20
ἀλλὰ μᾶλλον αἰδεῖσθαι· τούτου μέντοι τυγχάνειν οὐ ῥᾴδιον
·
ὄντα εὐκαταφρόνητον, διὸ δεῖ κἂν μὴ τῶν ἄλλων ἀρετῶν
·
ἐπιμέλειαν ποιῆται, ἀλλὰ τῆς πολεμικῆς, καὶ δόξαν ἐμ‐
·
ποιεῖν περὶ αὑτοῦ τοιαύτην· ἔτι δὲ μὴ μόνον αὐτὸν φαί‐
·
νεσθαι μηδένα τῶν ἀρχομένων ὑβρίζοντα, μήτε νέον μήτε
25
νέαν, ἀλλὰ μηδ’ ἄλλον μηδένα τῶν περὶ αὐτόν, ὁμοίως
·
δὲ καὶ τὰς οἰκείας ἔχειν γυναῖκας πρὸς τὰς ἄλλας, ὡς
·
καὶ διὰ γυναικῶν ὕβρεις πολλαὶ τυραννίδες ἀπολώλασιν·
·
περί τε τὰς ἀπολαύσεις τὰς σωματικὰς τοὐναντίον ποιεῖν
·
ἢ νῦν τινες τῶν τυράννων ποιοῦσιν (οὐ γὰρ μόνον εὐθὺς
30
ἕωθεν τοῦτο δρῶσιν, καὶ συνεχῶς πολλὰς ἡμέρας, ἀλλὰ
·
καὶ φαίνεσθαι τοῖς ἄλλοις βούλονται τοῦτο πράττοντες, ἵν’
·
ὡς εὐδαίμονας καὶ μακαρίους θαυμάσωσιν), ἀλλὰ μάλιστα
·
μὲν μετριάζειν τοῖς τοιούτοις, εἰ δὲ μή, τό γε φαίνεσθαι
·
τοῖς ἄλλοις διαφεύγειν (οὔτε γὰρ εὐεπίθετος οὔτ’ εὐκατα‐
35
φρόνητος ὁ νήφων, ἀλλ’ ὁ μεθύων, οὐδ’ ὁ ἄγρυπνος, ἀλλ’
·
ὁ καθεύδων)· τοὐναντίον τε ποιητέον τῶν πάλαι λεχθέντων
·
σχεδὸν πάντων (κατασκευάζειν γὰρ δεῖ καὶ κοσμεῖν τὴν
·
πόλιν ὡς ἐπίτροπον ὄντα καὶ μὴ τύραννον)· ἔτι δὲ τὰ πρὸς
·
τοὺς θεοὺς φαίνεσθαι ἀεὶ σπουδάζοντα διαφερόντως (ἧττόν τε
40
γὰρ φοβοῦνται τὸ παθεῖν τι παράνομον ὑπὸ τῶν τοιούτων,
0086 035 Pol1315a
·
ἐὰν δεισιδαίμονα νομίζωσιν εἶναι τὸν ἄρχοντα καὶ φρον‐
·
τίζειν τῶν θεῶν, καὶ ἐπιβουλεύουσιν ἧττον ὡς συμμάχους
·
ἔχοντι καὶ τοὺς θεούς), δεῖ δὲ ἄνευ ἀβελτερίας φαίνεσθαι
·
τοιοῦτον· τούς τε ἀγαθοὺς περί τι γιγνομένους τιμᾶν οὕτως
5
ὥστε μὴ νομίζειν ἄν ποτε τιμηθῆναι μᾶλλον ὑπὸ τῶν πολι‐
·
τῶν αὐτονόμων ὄντων, καὶ τὰς μὲν τοιαύτας τιμὰς ἀπο‐
·
νέμειν αὐτόν, τὰς δὲ κολάσεις δι’ ἑτέρων ἀρχόντων καὶ δικα‐
·
στηρίων. κοινὴ δὲ φυλακὴ πάσης μοναρχίας τὸ μηθένα
·
ποιεῖν ἕνα μέγαν, ἀλλ’ εἴπερ, πλείους (τηρήσουσι γὰρ ἀλλή‐
10
λους), ἐὰν δ’ ἄρα τινὰ δέῃ ποιῆσαι μέγαν, μή τοι τό γε
·
ἦθος θρασύν (ἐπιθετικώτατον γὰρ τὸ τοιοῦτον ἦθος περὶ
·
πάσας τὰς πράξεις), κἂν τῆς δυνάμεώς τινα δοκῇ παρα‐
·
λύειν, ἐκ προσαγωγῆς τοῦτο δρᾶν καὶ μὴ πᾶσαν ἀθρόον
·
ἀφαιρεῖσθαι τὴν ἐξουσίαν. ἔτι δὲ πάσης μὲν ὕβρεως εἴργε‐
15
σθαι, παρὰ πάσας δὲ δυεῖν, τῆς τε εἰς τὰ σώματα [κο‐
·
λάσεως] καὶ τῆς εἰς τὴν ἡλικίαν. μάλιστα δὲ ταύτην ποιη‐
·
τέον τὴν εὐλάβειαν περὶ τοὺς φιλοτίμους· τὴν μὲν γὰρ εἰς
·
τὰ χρήματα ὀλιγωρίαν οἱ φιλοχρήματοι φέρουσι βαρέως,
·
τὴν δ’ [εἰς] ἀτιμίαν οἵ τε φιλότιμοι καὶ οἱ ἐπιεικεῖς τῶν
20
ἀνθρώπων. διόπερ ἢ μὴ χρῆσθαι δεῖ τοῖς τοιούτοις, ἢ τὰς
·
μὲν κολάσεις πατρικῶς φαίνεσθαι ποιούμενον καὶ μὴ δι’
·
ὀλιγωρίαν, τὰς δὲ πρὸς τὴν ἡλικίαν ὁμιλίας δι’ ἐρωτικὰς
·
αἰτίας ἀλλὰ μὴ δι’ ἐξουσίαν, ὅλως δὲ τὰς δοκούσας ἀτι‐
·
μίας ἐξωνεῖσθαι μείζοσι τιμαῖς. τῶν δ’ ἐπιχειρούντων ἐπὶ
25
τὴν τοῦ σώματος διαφθορὰν οὗτοι φοβερώτατοι καὶ δέονται
·
πλείστης φυλακῆς ὅσοι μὴ προαιροῦνται περιποιεῖσθαι τὸ
·
ζῆν διαφθείραντες. διὸ μάλιστα εὐλαβεῖσθαι δεῖ τοὺς ὑβρί‐
·
ζεσθαι νομίζοντας ἢ αὑτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσιν·
·
ἀφειδῶς γὰρ ἑαυτῶν ἔχουσιν οἱ διὰ θυμὸν ἐπιχειροῦντες,
30
καθάπερ καὶ Ἡράκλειτος εἶπε, χαλεπὸν φάσκων εἶναι
·
θυμῷ μάχεσθαι, ψυχῆς γὰρ ὠνεῖσθαι.
·
ἐπεὶ δ’ αἱ πόλεις
·
ἐκ δύο συνεστήκασι μορίων, ἔκ τε τῶν ἀπόρων ἀνθρώπων
·
καὶ τῶν εὐπόρων, μάλιστα μὲν ἀμφοτέρους ὑπολαμβάνειν
·
δεῖ σῴζεσθαι διὰ τὴν ἀρχήν, καὶ τοὺς ἑτέρους ὑπὸ τῶν ἑ‐
35
τέρων ἀδικεῖσθαι μηδέν, ὁπότεροι δ’ ἂν ὦσι κρείττους, τούτους
·
ἰδίους μάλιστα ποιεῖσθαι τῆς ἀρχῆς, ὡς, ἂν ὑπάρξῃ τοῦτο
·
τοῖς πράγμασιν, οὔτε δούλων ἐλευθέρωσιν ἀνάγκη ποιεῖσθαι
·
τὸν τύραννον οὔτε ὅπλων παραίρεσιν· ἱκανὸν γὰρ θάτερον
·
μέρος πρὸς τῇ δυνάμει προστιθέμενον ὥστε κρείττους εἶναι
40
τῶν ἐπιτιθεμένων. περίεργον δὲ τὸ λέγειν καθ’ ἕκαστον τῶν
·
τοιούτων· ὁ γὰρ σκοπὸς φανερός, ὅτι δεῖ μὴ τυραννικὸν
0086 035 Pol1315b
·
ἀλλ’ οἰκονόμον καὶ βασιλικὸν εἶναι φαίνεσθαι τοῖς ἀρχο‐
·
μένοις καὶ μὴ σφετεριστὴν ἀλλ’ ἐπίτροπον, καὶ τὰς μετριό‐
·
τητας τοῦ βίου διώκειν, μὴ τὰς ὑπερβολάς, ἔτι δὲ τοὺς μὲν
·
γνωρίμους καθομιλεῖν, τοὺς δὲ πολλοὺς δημαγωγεῖν. ἐκ γὰρ
5
τούτων ἀναγκαῖον οὐ μόνον τὴν ἀρχὴν εἶναι καλλίω καὶ
·
ζηλωτοτέραν τῷ βελτιόνων ἄρχειν καὶ μὴ τεταπεινωμένων
·
μηδὲ μισούμενον καὶ φοβούμενον διατελεῖν, ἀλλὰ καὶ τὴν
·
ἀρχὴν εἶναι πολυχρονιωτέραν, ἔτι δ’ αὐτὸν διακεῖσθαι
·
κατὰ τὸ ἦθος ἤτοι καλῶς πρὸς ἀρετὴν ἢ ἡμίχρηστον ὄντα,
10
καὶ μὴ πονηρὸν ἀλλ’ ἡμιπόνηρον.
·
Καίτοι πασῶν ὀλιγοχρονιώταται τῶν πολιτειῶν εἰσιν
·
ὀλιγαρχία καὶ τυραννίς. πλεῖστον γὰρ ἐγένετο χρόνον ἡ
·
περὶ Σικυῶνα τυραννίς, ἡ τῶν Ὀρθαγόρου παίδων καὶ αὐτοῦ
·
Ὀρθαγόρου· ἔτη δ’ αὕτη διέμεινεν ἑκατόν. τούτου δ’ αἴτιον
15
ὅτι τοῖς ἀρχομένοις ἐχρῶντο μετρίως καὶ πολλὰ τοῖς νό‐
·
μοις ἐδούλευον, καὶ διὰ τὸ πολεμικὸς γενέσθαι Κλεισθένης
·
οὐκ ἦν εὐκαταφρόνητος, καὶ τὰ πολλὰ ταῖς ἐπιμελείαις
·
ἐδημαγώγουν. λέγεται γοῦν Κλεισθένης τὸν ἀποκρίναντα
·
τῆς νίκης αὐτὸν ὡς ἐστεφάνωσεν· ἔνιοι δ’ εἰκόνα φασὶν
20
εἶναι τοῦ κρίναντος οὕτως τὸν ἀνδριάντα τὸν ἐν τῇ ἀγορᾷ
·
καθήμενον. φασὶ δὲ καὶ Πεισίστρατον ὑπομεῖναί ποτε προς‐
·
κληθέντα δίκην εἰς Ἄρειον πάγον. δευτέρα δὲ περὶ Κόριν‐
·
θον ἡ τῶν Κυψελιδῶν· καὶ γὰρ αὕτη διετέλεσεν ἔτη τρία
·
καὶ ἑβδομήκοντα καὶ ἓξ μῆνας· Κύψελος μὲν γὰρ ἐτυράν‐
25
νησεν ἔτη τριάκοντα, Περίανδρος δὲ τετταράκοντα καὶ
·
ἥμισυ, Ψαμμίτιχος δ’ ὁ Γόργου τρία ἔτη. τὰ δ’ αἴτια
·
ταὐτὰ καὶ ταύτης· ὁ μὲν γὰρ Κύψελος δημαγωγὸς ἦν
·
καὶ κατὰ τὴν ἀρχὴν διετέλεσεν ἀδορυφόρητος, Περίανδρος
·
δ’ ἐγένετο μὲν τυραννικός, ἀλλὰ πολεμικός. τρίτη δ’ ἡ
30
τῶν Πεισιστρατιδῶν Ἀθήνησιν. οὐκ ἐγένετο δὲ συνεχής· δὶς
·
γὰρ ἔφυγε Πεισίστρατος τυραννῶν· ὥστ’ ἐν ἔτεσι τριάκοντα
·
καὶ τρισὶν ἑπτακαίδεκα ἔτη τούτων ἐτυράννησεν, ὀκτωκαί‐
·
δεκα δὲ οἱ παῖδες, ὥστε τὰ πάντα ἐγένετο ἔτη τριάκοντα
·
καὶ πέντε. τῶν δὲ λοιπῶν ἡ περὶ Ἱέρωνα καὶ Γέλωνα περὶ
35
Συρακούσας. ἔτη δ’ οὐδ’ αὕτη πολλὰ διέμεινεν, ἀλλὰ τὰ
·
σύμπαντα δυεῖν δέοντα εἴκοσι· Γέλων μὲν γὰρ ἑπτὰ τυραν‐
·
νήσας τῷ ὀγδόῳ τὸν βίον ἐτελεύτησεν, δέκα δ’ Ἱέρων,
·
Θρασύβουλος δὲ τῷ ἑνδεκάτῳ μηνὶ ἐξέπεσεν. αἱ δὲ πολλαὶ
·
τῶν τυραννίδων ὀλιγοχρόνιαι πᾶσαι γεγόνασι παντελῶς.
40
τὰ μὲν οὖν περὶ τὰς πολιτείας καὶ τὰ περὶ τὰς μο‐
·
ναρχίας, ἐξ ὧν τε φθείρονται καὶ πάλιν σῴζονται, σχεδὸν
0086 035 Pol1316a
·
εἴρηται περὶ πάντων. ἐν δὲ τῇ Πολιτείᾳ λέγεται μὲν περὶ
·
τῶν μεταβολῶν ὑπὸ τοῦ Σωκράτους, οὐ μέντοι λέγεται κα‐
·
λῶς. τῆς τε γὰρ ἀρίστης πολιτείας καὶ πρώτης οὔσης οὐ
·
λέγει τὴν μεταβολὴν ἰδίως. φησὶ γὰρ αἴτιον εἶναι τὸ μὴ
5
μένειν μηθὲν ἀλλ’ ἔν τινι περιόδῳ μεταβάλλειν, ἀρχὴν δ’
·
εἶναι τούτων “ὧν ἐπίτριτος πυθμὴν πεμπάδι συζυγεὶς δύο
·
ἁρμονίας παρέχεται”, λέγων ὅταν ὁ τοῦ διαγράμματος
·
ἀριθμὸς τούτου γένηται στερεός, ὡς τῆς φύσεώς ποτε φυούσης
·
φαύλους καὶ κρείττους τῆς παιδείας, τοῦτο μὲν οὖν αὐτὸ
10
λέγων ἴσως οὐ κακῶς (ἐνδέχεται γὰρ εἶναί τινας οὓς παι‐
·
δευθῆναι καὶ γενέσθαι σπουδαίους ἄνδρας ἀδύνατον), ἀλλ’
·
αὕτη τί ἂν ἴδιος εἴη μεταβολὴ τῆς ὑπ’ ἐκείνου λεγομένης
·
ἀρίστης πολιτείας μᾶλλον ἢ τῶν ἄλλων πασῶν καὶ τῶν
·
γιγνομένων πάντων; καὶ διά γε τὸν χρόνον, δι’ ὃν λέγει
15
πάντα μεταβάλλειν, καὶ τὰ μὴ ἅμα ἀρξάμενα γίγνεσθαι
·
ἅμα μεταβάλλει, οἷον εἰ τῇ προτέρᾳ ἡμέρᾳ ἐγένετο τῆς
·
τροπῆς, ἅμα ἄρα μεταβάλλει; πρὸς δὲ τούτοις διὰ τίν’ αἰτίαν
·
ἐκ ταύτης εἰς τὴν Λακωνικὴν μεταβάλλει; πλεονάκις γὰρ
·
εἰς τὴν ἐναντίαν μεταβάλλουσι πᾶσαι αἱ πολιτεῖαι ἢ τὴν
20
σύνεγγυς. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων μετα‐
·
βολῶν. ἐκ γὰρ τῆς Λακωνικῆς, φησί, μεταβάλλει εἰς τὴν
·
ὀλιγαρχίαν, ἐκ δὲ ταύτης εἰς δημοκρατίαν, εἰς τυραννίδα δὲ
·
ἐκ δημοκρατίας. καίτοι καὶ ἀνάπαλιν μεταβάλλουσιν, οἷον
·
ἐκ δήμου εἰς ὀλιγαρχίαν, καὶ μᾶλλον ἢ εἰς μοναρχίαν.
25
ἔτι δὲ τυραννίδος οὐ λέγει οὔτ’ εἰ ἔσται μεταβολὴ οὔτ’,
·
εἰ [μὴ] ἔσται, διὰ τίν’ αἰτίαν καὶ εἰς ποίαν πολιτείαν, τούτου
·
δ’ αἴτιον ὅτι οὐ ῥᾳδίως ἂν εἶχε λέγειν· ἀόριστον γάρ,
·
ἐπεὶ κατ’ ἐκεῖνον δεῖ εἰς τὴν πρώτην καὶ τὴν ἀρίστην· οὕτω
·
γὰρ ἂν ἐγίγνετο συνεχὲς καὶ κύκλος. ἀλλὰ μεταβάλλει καὶ
30
εἰς τυραννίδα τυραννίς, ὥσπερ ἡ Σικυῶνος ἐκ τῆς Μύρωνος
·
εἰς τὴν Κλεισθένους, καὶ εἰς ὀλιγαρχίαν, ὥσπερ ἡ ἐν Χαλ‐
·
κίδι ἡ Ἀντιλέοντος, καὶ εἰς δημοκρατίαν, ὥσπερ ἡ τῶν
·
Γέλωνος ἐν Συρακούσαις, καὶ εἰς ἀριστοκρατίαν, ὥσπερ ἡ
·
Χαρίλλου ἐν Λακεδαίμονι, καὶ 〈ἡ〉 ἐν Καρχηδόνι. καὶ εἰς τυραν‐
35
νίδα μεταβάλλει ἐξ ὀλιγαρχίας, ὥσπερ ἐν Σικελίᾳ
·
σχεδὸν αἱ πλεῖσται τῶν ἀρχαίων, ἐν Λεοντίνοις εἰς τὴν
·
Παναιτίου τυραννίδα καὶ ἐν Γέλᾳ εἰς τὴν Κλεάνδρου καὶ ἐν
·
Ῥηγίῳ εἰς τὴν Ἀναξιλάου καὶ ἐν ἄλλαις πολλαῖς πόλεσιν
·
ὡσαύτως. ἄτοπον δὲ καὶ τὸ οἴεσθαι εἰς ὀλιγαρχίαν διὰ
40
τοῦτο μεταβάλλειν ὅτι φιλοχρήματοι καὶ χρηματισταὶ οἱ
0086 035 Pol1316b
·
ἐν ταῖς ἀρχαῖς, ἀλλ’ οὐχ ὅτι οἱ πολὺ ὑπερέχοντες ταῖς
·
οὐσίαις οὐ δίκαιον οἴονται εἶναι ἴσον μετέχειν τῆς πόλεως
·
τοὺς κεκτημένους μηθὲν τοῖς κεκτημένοις· ἐν πολλαῖς τε
·
ὀλιγαρχίαις οὐκ ἔξεστι χρηματίζεσθαι, ἀλλὰ νόμοι εἰσὶν οἱ
5
κωλύοντες, ἐν Καρχηδόνι δὲ δημοκρατουμένῃ χρηματίζον‐
·
ται καὶ οὔπω μεταβεβλήκασιν.
·
ἄτοπον δὲ καὶ τὸ φάναι
·
δύο πόλεις εἶναι τὴν ὀλιγαρχικήν, πλουσίων καὶ πενήτων.
·
τί γὰρ αὕτη μᾶλλον τῆς Λακωνικῆς πέπονθεν ἢ ὁποιασοῦν
·
ἄλλης, οὗ μὴ πάντες κέκτηνται ἴσα ἢ μὴ πάντες ὁμοίως
10
εἰσὶν ἀγαθοὶ ἄνδρες; οὐδενὸς δὲ πενεστέρου γενομένου ἢ πρό‐
·
τερον οὐδὲν ἧττον μεταβάλλουσιν εἰς δῆμον ἐξ ὀλιγαρχίας, ἂν
·
γένωνται πλείους οἱ ἄποροι, καὶ ἐκ δήμου εἰς ὀλιγαρχίαν,
·
ἐὰν κρεῖττον ᾖ τοῦ πλήθους τὸ εὔπορον καὶ οἱ μὲν ἀμελῶ‐
·
σιν οἱ δὲ προσέχωσι τὸν νοῦν. πολλῶν τε οὐσῶν αἰτιῶν δι’
15
ὧν γίγνονται αἱ μεταβολαί, οὐ λέγει ἀλλ’ 〈ἢ〉 μίαν, ὅτι ἀσωτευ‐
·
όμενοι 〈καὶ〉 κατατοκιζόμενοι γίγνονται πένητες, ὡς ἐξ ἀρχῆς
·
πλουσίων ὄντων πάντων ἢ τῶν πλείστων. τοῦτο δ’ ἐστὶ ψεῦ‐
·
δος· ἀλλ’ ὅταν μὲν τῶν ἡγεμόνων τινὲς ἀπολέσωσι τὰς
·
οὐσίας, καινοτομοῦσιν, ὅταν δὲ τῶν ἄλλων, οὐθὲν γίγνεται
20
δεινόν, καὶ μεταβάλλουσιν οὐθὲν μᾶλλον οὐδὲ τότε εἰς δῆμον
·
ἢ εἰς ἄλλην πολιτείαν. ἔτι δὲ κἂν τιμῶν μὴ μετέχωσιν,
·
κἂν ἀδικῶνται ἢ ὑβρίζωνται, στασιάζουσι καὶ μεταβάλλουσι
·
τὰς πολιτείας, κἂν μὴ καταδαπανήσωσι τὴν οὐσίαν, διὰ τὸ
·
ἐξεῖναι ὅ τι ἂν βούλωνται ποιεῖν· οὗ αἰτίαν τὴν ἄγαν ἐλευ‐
25
θερίαν εἶναί φησιν. πλειόνων δ’ οὐσῶν ὀλιγαρχιῶν καὶ δημο‐
·
κρατιῶν, ὡς μιᾶς οὔσης ἑκατέρας λέγει τὰς μεταβολὰς
·
ὁ Σωκράτης.
·
Ζ
·
Πόσαι μὲν οὖν διαφοραὶ καὶ τίνες τοῦ τε βουλευτικοῦ
·
καὶ κυρίου τῆς πολιτείας καὶ τῆς περὶ τὰς ἀρχὰς τάξεως
·
καὶ περὶ δικαστηρίων, καὶ ποία πρὸς ποίαν συντέτακται
·
πολιτείαν, ἔτι δὲ περὶ φθορᾶς τε καὶ σωτηρίας τῶν πολι‐
35
τειῶν, ἐκ ποίων τε γίνεται καὶ διὰ τίνας αἰτίας, εἴρηται
·
πρότερον· ἐπεὶ δὲ τετύχηκεν εἴδη πλείω δημοκρατίας ὄντα
·
καὶ τῶν ἄλλων ὁμοίως πολιτειῶν, ἅμα τε περὶ ἐκείνων εἴ
·
τι λοιπόν, οὐ χεῖρον ἐπισκέψασθαι, καὶ τὸν οἰκεῖον καὶ τὸν
·
συμφέροντα τρόπον ἀποδοῦναι πρὸς ἑκάστην. ἔτι δὲ καὶ
40
τὰς συναγωγὰς αὐτῶν τῶν εἰρημένων ἐπισκεπτέον πάντων
0086 035 Pol1317a
·
τῶν τρόπων· ταῦτα γὰρ συνδυαζόμενα ποιεῖ τὰς πολιτείας
·
ἐπαλλάττειν, ὥστε ἀριστοκρατίας τε ὀλιγαρχικὰς εἶναι καὶ
·
πολιτείας δημοκρατικωτέρας. λέγω δὲ τοὺς συνδυασμοὺς
·
οὓς δεῖ μὲν ἐπισκοπεῖν, οὐκ ἐσκεμμένοι δ’ εἰσὶ νῦν, οἷον ἂν
5
τὸ μὲν βουλευόμενον καὶ τὸ περὶ τὰς ἀρχαιρεσίας ὀλιγαρ‐
·
χικῶς ᾖ συντεταγμένον, τὰ δὲ περὶ τὰ δικαστήρια ἀριστο‐
·
κρατικῶς, ἢ ταῦτα μὲν καὶ τὸ περὶ τὸ βουλευόμενον ὀλιγαρ‐
·
χικῶς, ἀριστοκρατικῶς δὲ τὸ περὶ τὰς ἀρχαιρεσίας, ἢ
·
κατ’ ἄλλον τινὰ τρόπον μὴ πάντα συντεθῇ τὰ τῆς πολι‐
10
τείας οἰκεῖα.
10
ποία μὲν οὖν δημοκρατία πρὸς ποίαν ἁρμότ‐
·
τει πόλιν, ὡσαύτως δὲ καὶ ποία τῶν ὀλιγαρχιῶν ποίῳ
·
πλήθει, καὶ τῶν λοιπῶν δὲ πολιτειῶν τίς συμφέρει τίσιν,
·
εἴρηται πρότερον· ὅμως δ’ 〈ἐπεὶ〉 δεῖ γενέσθαι δῆλον μὴ μόνον
·
ποία τούτων τῶν πολιτειῶν ἀρίστη ταῖς πόλεσιν, ἀλλὰ καὶ
15
πῶς δεῖ κατασκευάζειν καὶ ταύτας καὶ τὰς ἄλλας, ἐπ‐
·
έλθωμεν συντόμως. καὶ πρῶτον περὶ δημοκρατίας εἴπωμεν·
·
ἅμα γὰρ καὶ περὶ τῆς ἀντικειμένης πολιτείας φανερόν,
·
αὕτη δ’ ἐστὶν ἣν καλοῦσί τινες ὀλιγαρχίαν. ληπτέον δὲ
·
πρὸς ταύτην τὴν μέθοδον πάντα τὰ δημοτικὰ καὶ τὰ δο‐
20
κοῦντα ταῖς δημοκρατίαις ἀκολουθεῖν· ἐκ γὰρ τούτων συν‐
·
τιθεμένων τὰ τῆς δημοκρατίας εἴδη γίνεσθαι συμβαίνει, καὶ
·
πλείους δημοκρατίας μιᾶς εἶναι καὶ διαφόρους. δύο γάρ
·
εἰσιν αἰτίαι δι’ ἅσπερ αἱ δημοκρατίαι πλείους εἰσί, πρῶτον
·
μὲν ἡ λεχθεῖσα πρότερον, ὅτι διάφοροι οἱ δῆμοι (γίνεται
25
γὰρ τὸ μὲν γεωργικὸν πλῆθος, τὸ δὲ βάναυσον καὶ θητι‐
·
κόν· ὧν τοῦ πρώτου τῷ δευτέρῳ προσλαμβανομένου, καὶ τοῦ
·
τρίτου πάλιν τοῖς ἀμφοτέροις, οὐ μόνον διαφέρει τῷ βελτίω
·
καὶ χείρω γίνεσθαι τὴν δημοκρατίαν, ἀλλὰ καὶ τῷ μὴ
·
τὴν αὐτήν), δευτέρα δὲ περὶ ἧς νῦν λέγομεν. τὰ γὰρ ταῖς
30
δημοκρατίαις ἀκολουθοῦντα καὶ δοκοῦντ’ εἶναι τῆς πολιτείας
·
οἰκεῖα ταύτης ποιεῖ συντιθέμενα τὰς δημοκρατίας ἑτέρας·
·
τῇ μὲν γὰρ ἐλάττω, τῇ δ’ ἀκολουθήσει πλείονα, τῇ δ’
·
ἅπαντα ταῦτα. χρήσιμον δ’ ἕκαστον αὐτῶν γνωρίζειν πρός
·
τε τὸ κατασκευάζειν ἣν ἄν τις αὐτῶν τύχῃ βουλόμενος,
35
καὶ πρὸς τὰς διορθώσεις. ζητοῦσι μὲν γὰρ οἱ τὰς πολιτείας
·
καθιστάντες ἅπαντα τὰ οἰκεῖα συναγαγεῖν πρὸς τὴν ὑπό‐
·
θεσιν, ἁμαρτάνουσι δὲ τοῦτο ποιοῦντες, καθάπερ ἐν τοῖς περὶ
·
τὰς φθορὰς καὶ τὰς σωτηρίας τῶν πολιτειῶν εἴρηται πρότερον.
·
νυνὶ δὲ τὰ ἀξιώματα καὶ τὰ ἤθη καὶ ὧν ἐφίενται λέγωμεν.
40
Ὑπόθεσις μὲν οὖν τῆς δημοκρατικῆς πολιτείας ἐλευ‐
·
θερία (τοῦτο γὰρ λέγειν εἰώθασιν, ὡς ἐν μόνῃ τῇ πολιτείᾳ
0086 035 Pol1317b
·
ταύτῃ μετέχοντας ἐλευθερίας· τούτου γὰρ στοχάζεσθαί φασι
·
πᾶσαν δημοκρατίαν)· ἐλευθερίας δὲ ἓν μὲν τὸ ἐν μέρει ἄρ‐
·
χεσθαι καὶ ἄρχειν. καὶ γὰρ τὸ δίκαιον τὸ δημοτικὸν τὸ
·
ἴσον ἔχειν ἐστὶ κατὰ ἀριθμὸν ἀλλὰ μὴ κατ’ ἀξίαν, τούτου δ’
5
ὄντος τοῦ δικαίου τὸ πλῆθος ἀναγκαῖον εἶναι κύριον, καὶ ὅ τι
·
ἂν δόξῃ τοῖς πλείοσι, τοῦτ’ εἶναι τέλος καὶ τοῦτ’ εἶναι
·
τὸ δίκαιον· φασὶ γὰρ δεῖν ἴσον ἔχειν ἕκαστον τῶν πολιτῶν·
·
ὥστε ἐν ταῖς δημοκρατίαις συμβαίνει κυριωτέρους εἶναι τοὺς
·
ἀπόρους τῶν εὐπόρων· πλείους γάρ εἰσι, κύριον δὲ τὸ τοῖς
10
πλείοσι δόξαν. ἓν μὲν οὖν τῆς ἐλευθερίας σημεῖον τοῦτο, ὃν
·
τίθενται πάντες οἱ δημοτικοὶ τῆς πολιτείας ὅρον· ἓν δὲ τὸ
·
ζῆν ὡς βούλεταί τις. τοῦτο γὰρ τῆς ἐλευθερίας ἔργον εἶναί
·
φασιν, εἴπερ τοῦ δουλεύοντος τὸ ζῆν μὴ ὡς βούλεται. τῆς
·
μὲν οὖν δημοκρατίας ὅρος οὗτος δεύτερος· ἐντεῦθεν δ’ ἐλή‐
15
λυθε τὸ μὴ ἄρχεσθαι, μάλιστα μὲν ὑπὸ μηθενός, εἰ δὲ
·
μή, κατὰ μέρος, καὶ συμβάλλεται ταύτῃ πρὸς τὴν ἐλευθε‐
·
ρίαν τὴν κατὰ τὸ ἴσον.
·
τούτων δ’ ὑποκειμένων καὶ τοι‐
·
αύτης οὔσης τῆς ἀρχῆς τὰ τοιαῦτα δημοτικά· τὸ αἱρεῖσθαι
·
τὰς ἀρχὰς πάντας ἐκ πάντων, τὸ ἄρχειν πάντας μὲν
20
ἑκάστου ἕκαστον δ’ ἐν μέρει πάντων, τὸ κληρωτὰς εἶναι τὰς
·
ἀρχὰς ἢ πάσας ἢ ὅσαι μὴ ἐμπειρίας δέονται καὶ τέχνης,
·
τὸ μὴ ἀπὸ τιμήματος μηθενὸς εἶναι τὰς ἀρχὰς ἢ ὅτι μικρο‐
·
τάτου, τὸ μὴ δὶς τὸν αὐτὸν ἄρχειν μηδεμίαν ἢ ὀλιγάκις
·
ἢ ὀλίγας ἔξω τῶν κατὰ πόλεμον, τὸ ὀλιγοχρονίους εἶναι τὰς
25
ἀρχὰς ἢ πάσας ἢ ὅσας ἐνδέχεται, τὸ δικάζειν πάντας
·
καὶ ἐκ πάντων καὶ περὶ πάντων, ἢ περὶ τῶν πλείστων καὶ
·
τῶν μεγίστων καὶ τῶν κυριωτάτων, οἷον περὶ εὐθυνῶν καὶ
·
πολιτείας καὶ τῶν ἰδίων συναλλαγμάτων, τὸ τὴν ἐκκλη‐
·
σίαν κυρίαν εἶναι πάντων ἢ τῶν μεγίστων, ἀρχὴν δὲ μηδεμίαν
30
μηθενὸς ἢ ὅτι ὀλιγίστων κυρίαν (τῶν δ’ ἀρχῶν δημοτι‐
·
κώτατον βουλή, ὅπου μὴ μισθοῦ εὐπορία πᾶσιν· ἐνταῦθα
·
γὰρ ἀφαιροῦνται καὶ ταύτης τῆς ἀρχῆς τὴν δύναμιν· εἰς
·
αὑτὸν γὰρ ἀνάγει τὰς κρίσεις πάσας ὁ δῆμος εὐπορῶν
·
μισθοῦ, καθάπερ εἴρηται πρότερον ἐν τῇ μεθόδῳ τῇ πρὸ
35
ταύτης), ἔπειτα τὸ μισθοφορεῖν μάλιστα μὲν πάντας, ἐκ‐
·
κλησίαν δικαστήρια ἀρχάς, εἰ δὲ μή, τὰς ἀρχὰς καὶ τὰ
·
δικαστήρια καὶ 〈τὴν〉 βουλὴν καὶ τὰς ἐκκλησίας τὰς κυρίας, ἢ
·
τῶν ἀρχῶν ἃς ἀνάγκη συσσιτεῖν μετ’ ἀλλήλων. ἔτι ἐπειδὴ
·
ὀλιγαρχία καὶ γένει καὶ πλούτῳ καὶ παιδείᾳ ὁρίζεται,
40
τὰ δημοτικὰ δοκεῖ τἀναντία τούτων εἶναι, ἀγένεια πενία
·
βαναυσία· ἔτι δὲ τῶν ἀρχῶν τὸ μηδεμίαν ἀίδιον εἶναι,
0086 035 Pol1318a
·
ἐὰν δέ τις καταλειφθῇ ἐξ ἀρχαίας μεταβολῆς, τό γε περι‐
·
αιρεῖσθαι τὴν δύναμιν αὐτῆς καὶ ἐξ αἱρετῶν κληρωτοὺς
·
ποιεῖν. τὰ μὲν οὖν κοινὰ ταῖς δημοκρατίαις ταῦτ’ ἐστί· συμ‐
·
βαίνει δ’ ἐκ τοῦ δικαίου τοῦ ὁμολογουμένου εἶναι δημοκρατικοῦ
5
(τοῦτο δ’ ἐστὶ τὸ ἴσον ἔχειν ἅπαντας κατ’ ἀριθμόν) ἡ μά‐
·
λιστ’ εἶναι δοκοῦσα δημοκρατία καὶ δῆμος. ἴσον γὰρ τὸ
·
μηθὲν μᾶλλον ἄρχειν τοὺς ἀπόρους ἢ τοὺς εὐπόρους, μηδὲ
·
κυρίους εἶναι μόνους ἀλλὰ πάντας ἐξ ἴσου κατ’ ἀριθμόν·
·
οὕτω γὰρ ἂν ὑπάρχειν νομίζοιεν τήν τ’ ἰσότητα τῇ πολι‐
10
τείᾳ καὶ τὴν ἐλευθερίαν.
·
Τὸ δὲ μετὰ τοῦτο ἀπορεῖται πῶς ἕξουσι τὸ ἴσον, πότε‐
·
ρον δεῖ τὰ τιμήματα διελεῖν, χιλίοις τὰ τῶν πεντακοσί‐
·
ων, καὶ τοὺς χιλίους ἴσον δύνασθαι τοῖς πεντακοσίοις, ἢ
·
οὐχ οὕτω δεῖ τιθέναι τὴν κατὰ τοῦτο ἰσότητα, ἀλλὰ διελεῖν
15
μὲν οὕτως, ἔπειτα ἐκ τῶν πεντακοσίων ἴσους λαβόντα καὶ
·
ἐκ τῶν χιλίων, τούτους κυρίους εἶναι τῶν αἱρέσεων καὶ τῶν
·
δικαστηρίων. πότερον οὖν αὕτη ἡ πολιτεία δικαιοτάτη κατὰ
·
τὸ δημοτικὸν δίκαιον, ἢ μᾶλλον ἡ κατὰ τὸ πλῆθος; φασὶ
·
γὰρ οἱ δημοτικοὶ τοῦτο δίκαιον ὅ τι ἂν δόξῃ τοῖς πλείοσιν,
20
οἱ δ’ ὀλιγαρχικοὶ ὅ τι ἂν δόξῃ τῇ πλείονι οὐσίᾳ· κατὰ
·
πλῆθος γὰρ οὐσίας φασὶ κρίνεσθαι δεῖν. ἔχει δ’ ἀμφότερα
·
ἀνισότητα καὶ ἀδικίαν· εἰ μὲν γὰρ ὅ τι ἂν οἱ ὀλίγοι, τυ‐
·
ραννίς (καὶ γὰρ ἐὰν εἷς ἔχῃ πλείω τῶν ἄλλων εὐπόρων,
·
κατὰ τὸ ὀλιγαρχικὸν δίκαιον ἄρχειν δίκαιος μόνος), εἰ
25
δ’ ὅ τι ἂν οἱ πλείους κατ’ ἀριθμόν, ἀδικήσουσι δημεύοντες τὰ
·
τῶν πλουσίων καὶ ἐλαττόνων, καθάπερ εἴρηται πρότερον.
·
τίς ἂν οὖν εἴη ἰσότης ἣν ὁμολογήσουσιν ἀμφότεροι, σκεπτέον
·
ἐξ ὧν ὁρίζονται δικαίων ἀμφότεροι. λέγουσι γὰρ ὡς ὅ τι
·
ἂν δόξῃ τοῖς πλείοσι τῶν πολιτῶν, τοῦτ’ εἶναι δεῖ κύριον·
30
ἔστω δὴ τοῦτο, μὴ μέντοι πάντως, ἀλλ’ ἐπειδὴ δύο μέρη
·
τετύχηκεν ἐξ ὧν ἡ πόλις, πλούσιοι καὶ πένητες, ὅ τι ἂν
·
ἀμφοτέροις δόξῃ ἢ τοῖς πλείοσι, τοῦτο κύριον ἔστω, ἐὰν δὲ
·
τἀναντία δόξῃ, ὅ τι ἂν οἱ πλείους καὶ ὧν τὸ τίμημα πλεῖον·
·
οἷον, εἰ οἱ μὲν δέκα οἱ δὲ εἴκοσιν, ἔδοξε δὲ τῶν μὲν πλουσίων
35
τοῖς ἓξ τῶν δ’ ἀπορωτέρων τοῖς πεντεκαίδεκα, προσγεγέ‐
·
νηνται τοῖς μὲν πένησι τέτταρες τῶν πλουσίων, τοῖς δὲ πλου‐
·
σίοις πέντε τῶν πενήτων· ὁποτέρων οὖν τὸ τίμημα ὑπερτείνει
·
συναριθμουμένων ἀμφοτέρων ἑκατέροις, τοῦτο κύριον. ἐὰν δὲ
·
ἴσοι συμπέσωσι, κοινὴν εἶναι ταύτην νομιστέον ἀπορίαν ὥσπερ
40
νῦν ἐὰν δίχα ἡ ἐκκλησία γένηται ἢ τὸ δικαστήριον· ἢ
0086 035 Pol1318b
·
γὰρ ἀποκληρωτέον ἢ ἄλλο τι τοιοῦτον ποιητέον. ἀλλὰ περὶ
·
μὲν τοῦ ἴσου καὶ τοῦ δικαίου, κἂν ᾖ πάνυ χαλεπὸν εὑρεῖν
·
τὴν ἀλήθειαν περὶ αὐτῶν, ὅμως ῥᾷον τυχεῖν ἢ συμπεῖσαι
·
τοὺς δυναμένους πλεονεκτεῖν· ἀεὶ γὰρ ζητοῦσι τὸ ἴσον καὶ τὸ
5
δίκαιον οἱ ἥττους, οἱ δὲ κρατοῦντες οὐδὲν φροντίζουσιν
·
Δημοκρατιῶν δ’ οὐσῶν τεττάρων βελτίστη μὲν ἡ πρώτη
·
τάξει, καθάπερ ἐν τοῖς πρὸ τούτων ἐλέχθη λόγοις· ἔστι δὲ
·
καὶ ἀρχαιοτάτη πασῶν αὕτη. λέγω δὲ πρώτην ὥσπερ ἄν
·
τις διέλοι τοὺς δήμους. βέλτιστος γὰρ δῆμος ὁ γεωργικός
10
ἐστιν, ὥστε καὶ ποιεῖν ἐνδέχεται δημοκρατίαν ὅπου ζῇ τὸ
·
πλῆθος ἀπὸ γεωργίας ἢ νομῆς. διὰ μὲν γὰρ τὸ μὴ πολ‐
·
λὴν οὐσίαν ἔχειν ἄσχολος, ὥστε μὴ πολλάκις ἐκκλησιάζειν
·
διὰ δὲ τὸ [μὴ] ἔχειν τἀνακαῖα πρὸς τοῖς ἔργοις δια‐
·
τρίβουσι καὶ τῶν ἀλλοτρίων οὐκ ἐπιθυμοῦσιν, ἀλλ’ ἥδιον αὐτοῖς
15
τὸ ἐργάζεσθαι τοῦ πολιτεύεσθαι καὶ ἄρχειν, ὅπου ἂν μὴ ᾖ
·
λήμματα μεγάλα ἀπὸ τῶν ἀρχῶν. οἱ γὰρ πολλοὶ μᾶλλον
·
ὀρέγονται τοῦ κέρδους ἢ τῆς τιμῆς. σημεῖον δέ· καὶ
·
γὰρ τὰς ἀρχαίας τυραννίδας ὑπέμενον καὶ τὰς ὀλιγαρχίας
·
ὑπομένουσιν, ἐάν τις αὐτοὺς ἐργάζεσθαι μὴ κωλύῃ μηδ’
20
ἀφαιρῆται μηθέν· ταχέως γὰρ οἱ μὲν πλουτοῦσιν αὐτῶν
·
οἱ δ’ οὐκ ἀποροῦσιν. ἔτι δὲ τὸ κυρίους εἶναι τοῦ ἑλέσθαι καὶ
·
εὐθύνειν ἀναπληροῖ τὴν ἔνδειαν, εἴ τι φιλοτιμίας ἔχουσιν,
·
ἐπεὶ παρ’ ἐνίοις δήμοις, κἂν μὴ μετέχωσι τῆς αἱρέσεως
·
τῶν ἀρχῶν ἀλλά τινες αἱρετοὶ κατὰ μέρος ἐκ πάντων,
25
ὥσπερ ἐν Μαντινείᾳ, τοῦ δὲ βουλεύεσθαι κύριοι ὦσιν, ἱκανῶς
·
ἔχει τοῖς πολλοῖς· καὶ δεῖ νομίζειν καὶ τοῦτ’ εἶναι σχῆμά
·
τι δημοκρατίας, ὥσπερ ἐν Μαντινείᾳ ποτ’ ἦν. διὸ δὴ καὶ
·
συμφέρον ἐστὶ τῇ πρότερον ῥηθείσῃ δημοκρατίᾳ καὶ ὑπάρ‐
·
χειν εἴωθεν, αἱρεῖσθαι μὲν τὰς ἀρχὰς καὶ εὐθύνειν καὶ
30
δικάζειν πάντας, ἄρχειν δὲ τὰς μεγίστας αἱρετοὺς καὶ ἀπὸ
·
τιμημάτων, τὰς μείζους ἀπὸ μειζόνων, ἢ καὶ ἀπὸ τιμη‐
·
μάτων μὲν μηδεμίαν, ἀλλὰ τοὺς δυναμένους. ἀνάγκη δὲ
·
πολιτευομένους οὕτω πολιτεύεσθαί τε καλῶς (αἱ γὰρ ἀρχαὶ
·
αἰεὶ διὰ τῶν βελτίστων ἔσονται, τοῦ δήμου βουλομένου καὶ τοῖς
35
ἐπιεικέσιν οὐ φθονοῦντος), καὶ τοῖς ἐπιεικέσι καὶ γνωρίμοις
·
ἀρκοῦσαν εἶναι ταύτην τὴν τάξιν· ἄρξονται γὰρ οὐχ ὑπ’
·
ἄλλων χειρόνων, καὶ ἄρξουσι δικαίως διὰ τὸ τῶν εὐθυνῶν
·
εἶναι κυρίους ἑτέρους. τὸ γὰρ ἐπανακρέμασθαι, καὶ μὴ πᾶν
·
ἐξεῖναι ποιεῖν ὅ τι ἂν δόξῃ, συμφέρον ἐστίν· ἡ γὰρ ἐξουσία
40
τοῦ πράττειν ὅ τι ἂν ἐθέλῃ τις οὐ δύναται φυλάττειν τὸ ἐν
0086 035 Pol1319a
·
ἑκάστῳ τῶν ἀνθρώπων φαῦλον. ὥστε ἀναγκαῖον συμ‐
·
βαίνειν ὅπερ ἐστὶν ὠφελιμώτατον ἐν ταῖς πολιτείαις, ἄρχειν
·
τοὺς ἐπιεικεῖς ἀναμαρτήτους ὄντας, μηδὲν ἐλαττουμένου τοῦ
·
πλήθους.
·
ὅτι μὲν οὖν αὕτη τῶν δημοκρατιῶν ἀρίστη, φανε‐
5
ρόν, καὶ διὰ τίν’ αἰτίαν, ὅτι διὰ τὸ ποιόν τινα εἶναι τὸν
·
δῆμον· πρὸς δὲ τὸ κατασκευάζειν γεωργικὸν τὸν δῆμον τῶν
·
τε νόμων τινὲς τῶν παρὰ τοῖς πολλοῖς κειμένων τὸ ἀρ‐
·
χαῖον χρήσιμοι πάντως, ἢ τὸ ὅλως μὴ ἐξεῖναι κεκτῆσθαι
·
πλείω γῆν μέτρου τινὸς ἢ ἀπό τινος τόπου πρὸς τὸ ἄστυ
10
καὶ τὴν πόλιν (ἦν δὲ τό γε ἀρχαῖον ἐν πολλαῖς πόλεσι
·
νενομοθετημένον μηδὲ πωλεῖν ἐξεῖναι τοὺς πρώτους κλήρους·
·
ἔστι δὲ καὶ ὃν λέγουσιν Ὀξύλου νόμον εἶναι τοιοῦτόν τι δυνά‐
·
μενος, τὸ μὴ δανείζειν εἴς τι μέρος τῆς ὑπαρχούσης
·
ἑκάστῳ γῆς), νῦν δὲ δεῖ διορθοῦν καὶ τῷ Ἀφυταίων νόμῳ,
15
πρὸς γὰρ ὃ λέγομέν ἐστι χρήσιμος· ἐκεῖνοι γάρ, καίπερ
·
ὄντες πολλοὶ κεκτημένοι δὲ γῆν ὀλίγην, ὅμως πάντες γεωρ‐
·
γοῦσιν· τιμῶνται γὰρ οὐχ ὅλας τὰς κτήσεις, ἀλλὰ κατὰ
·
τηλικαῦτα μόρια διαιροῦντες ὥστ’ ἔχειν ὑπερβάλλειν ταῖς
·
τιμήσεσι καὶ τοὺς πένητας.
·
μετὰ δὲ τὸ γεωργικὸν πλῆθος
20
βέλτιστος δῆμός ἐστιν ὅπου νομεῖς εἰσι καὶ ζῶσιν ἀπὸ βο‐
·
σκημάτων· πολλὰ γὰρ ἔχει τῇ γεωργίᾳ παραπλησίως,
·
καὶ τὰ πρὸς τὰς πολεμικὰς πράξεις μάλισθ’ οὗτοι γεγυ‐
·
μνασμένοι τὰς ἕξεις καὶ χρήσιμοι τὰ σώματα καὶ δυ‐
·
νάμενοι θυραυλεῖν. τὰ δ’ ἄλλα πλήθη πάντα σχεδόν, ἐξ
25
ὧν αἱ λοιπαὶ δημοκρατίαι συνεστᾶσι, πολλῷ φαυλότερα
·
τούτων· ὁ γὰρ βίος φαῦλος, καὶ οὐθὲν ἔργον μετ’ ἀρετῆς
·
ὧν μεταχειρίζεται τὸ πλῆθος τό τε τῶν βαναύσων καὶ
·
τὸ τῶν ἀγοραίων ἀνθρώπων καὶ τὸ θητικόν, ἔτι δὲ διὰ τὸ
·
περὶ τὴν ἀγορὰν καὶ τὸ ἄστυ κυλίεσθαι πᾶν τὸ τοιοῦτον
30
γένος ὡς εἰπεῖν ῥᾳδίως ἐκκλησιάζει· οἱ δὲ γεωργοῦντες διὰ
·
τὸ διεσπάρθαι κατὰ τὴν χώραν οὔτ’ ἀπαντῶσιν οὔθ’ ὁμοίως
·
δέονται τῆς συνόδου ταύτης. ὅπου δὲ καὶ συμβαίνει τὴν
·
χώραν τὴν θέσιν ἔχειν τοιαύτην ὥστε [τὴν χώραν] πολὺ τῆς
·
πόλεως ἀπηρτῆσθαι, ῥᾴδιον καὶ δημοκρατίαν ποιεῖσθαι χρη‐
35
στὴν καὶ πολιτείαν· ἀναγκάζεται γὰρ τὸ πλῆθος ἐπὶ τῶν
·
ἀγρῶν ποιεῖσθαι τὰς ἀποικίας, ὥστε δεῖ, κἂν ἀγοραῖος
·
ὄχλος ᾖ, μὴ ποιεῖν ἐν ταῖς δημοκρατίαις ἐκκλησίας ἄνευ
·
τοῦ κατὰ τὴν χώραν πλήθους. πῶς μὲν οὖν δεῖ κατασκευά‐
·
ζειν τὴν βελτίστην καὶ πρώτην δημοκρατίαν, εἴρηται· φανε‐
40
ρὸν δὲ καὶ πῶς τὰς ἄλλας. ἑπομένως γὰρ δεῖ παρεκ‐
0086 035 Pol1319b
·
βαίνειν καὶ τὸ χεῖρον ἀεὶ πλῆθος χωρίζειν. τὴν δὲ τελευ‐
·
ταίαν, διὰ τὸ πάντας κοινωνεῖν, οὔτε πάσης ἐστὶ πόλεως
·
φέρειν, οὔτε ῥᾴδιον διαμένειν μὴ τοῖς νόμοις καὶ τοῖς ἔθε‐
·
σιν εὖ συγκειμένην (ἃ δὲ φθείρειν συμβαίνει καὶ ταύτην
5
καὶ τὰς ἄλλας πολιτείας, εἴρηται πρότερον τὰ πλεῖστα
·
σχεδόν). πρὸς δὲ τὸ καθιστάναι ταύτην τὴν δημοκρατίαν
·
καὶ τὸν δῆμον ποιεῖν ἰσχυρὸν εἰώθασιν οἱ προεστῶτες
·
προσλαμβάνειν ὡς πλείστους καὶ ποιεῖν πολίτας μὴ μόνον
·
τοὺς γνησίους ἀλλὰ καὶ τοὺς νόθους καὶ τοὺς ἐξ ὁποτερουοῦν
10
πολίτου, λέγω δὲ οἷον πατρὸς ἢ μητρός· ἅπαν γὰρ οἰκεῖον
·
τοῦτο τῷ τοιούτῳ δήμῳ μᾶλλον. εἰώθασι μὲν οὖν οἱ δημα‐
·
γωγοὶ κατασκευάζειν οὕτω, δεῖ μέντοι προσλαμβάνειν μέχρι
·
ἂν ὑπερτείνῃ τὸ πλῆθος τῶν γνωρίμων καὶ τῶν μέ‐
·
σων, καὶ τούτου μὴ πέρα προβαίνειν· ὑπερβάλλοντες γὰρ
15
ἀτακτοτέραν τε ποιοῦσι τὴν πολιτείαν, καὶ τοὺς γνωρίμους
·
πρὸς τὸ χαλεπῶς ὑπομένειν τὴν δημοκρατίαν παροξύνουσι
·
μᾶλλον, ὅπερ συνέβη τῆς στάσεως αἴτιον γενέσθαι περὶ
·
Κυρήνην· ὀλίγον μὲν γὰρ πονηρὸν παρορᾶται, πολὺ δὲ
·
γινόμενον ἐν ὀφθαλμοῖς μᾶλλόν ἐστιν. ἔτι δὲ καὶ τὰ
20
τοιαῦτα κατασκευάσματα χρήσιμα πρὸς τὴν δημοκρατίαν
·
τὴν τοιαύτην, οἷς Κλεισθένης τε Ἀθήνησιν ἐχρήσατο βουλό‐
·
μενος αὐξῆσαι τὴν δημοκρατίαν, καὶ περὶ Κυρήνην οἱ τὸν
·
δῆμον καθιστάντες. φυλαί τε γὰρ ἕτεραι ποιητέαι πλείους
·
καὶ φατρίαι, καὶ τὰ τῶν ἰδίων ἱερῶν συνακτέον εἰς ὀλίγα
25
καὶ κοινά, καὶ πάντα σοφιστέον ὅπως ἂν ὅτι μάλιστα ἀνα‐
·
μειχθῶσι πάντες ἀλλήλοις, αἱ δὲ συνήθειαι διαζευχθῶσιν
·
αἱ πρότερον. ἔτι δὲ καὶ τὰ τυραννικὰ κατασκευάσματα
·
δημοτικὰ δοκεῖ πάντα, λέγω δ’ οἷον ἀναρχία τε δούλων
·
(αὕτη δ’ ἂν εἴη μέχρι του συμφέρουσα) καὶ γυναικῶν καὶ
30
παίδων, καὶ τὸ ζῆν ὅπως τις βούλεται παρορᾶν· πολὺ γὰρ
·
ἔσται τὸ τῇ τοιαύτῃ πολιτείᾳ βοηθοῦν· ἥδιον γὰρ τοῖς πολ‐
·
λοῖς τὸ ζῆν ἀτάκτως ἢ τὸ σωφρόνως.
·
Ἔστι δ’ [ἔργον] τοῦ νομοθέτου καὶ τῶν βουλομένων συν‐
·
ιστάναι τινὰ τοιαύτην πολιτείαν οὐ τὸ καταστῆσαι μέγιστον
35
ἔργον οὐδὲ μόνον, ἀλλ’ ὅπως σῴζηται μᾶλλον· μίαν γὰρ
·
ἢ δύο ἢ τρεῖς ἡμέρας οὐ χαλεπὸν μεῖναι πολιτευομένους
·
ὁπωσοῦν. διὸ δεῖ, περὶ ὧν τεθεώρηται πρότερον, τίνες σωτη‐
·
ρίαι καὶ φθοραὶ τῶν πολιτειῶν, ἐκ τούτων πειρᾶσθαι κατα‐
·
σκευάζειν τὴν ἀσφάλειαν, εὐλαβουμένους μὲν τὰ φθείροντα,
40
τιθεμένους δὲ τοιούτους νόμους, καὶ τοὺς ἀγράφους καὶ τοὺς γε‐
0086 035 Pol1320a
·
γραμμένους, οἳ περιλήψονται μάλιστα τὰ σῴζοντα τὰς πολι‐
·
τείας, καὶ μὴ νομίζειν τοῦτ’ εἶναι δημοτικὸν μηδ’ ὀλι‐
·
γαρχικὸν ὃ ποιήσει τὴν πόλιν ὅτι μάλιστα δημοκρατεῖσθαι
·
ἢ ὀλιγαρχεῖσθαι, ἀλλ’ ὃ πλεῖστον χρόνον. οἱ δὲ νῦν δημα‐
5
γωγοὶ χαριζόμενοι τοῖς δήμοις πολλὰ δημεύουσι διὰ
·
τῶν δικαστηρίων. διὸ δεῖ πρὸς ταῦτα ἀντιπράττειν τοὺς κηδο‐
·
μένους τῆς πολιτείας, νομοθετοῦντας μηδὲν εἶναι δημόσιον
·
τῶν καταδικαζομένων καὶ φερόμενον πρὸς τὸ κοινόν, ἀλλ’
·
ἱερόν· οἱ μὲν γὰρ ἀδικοῦντες οὐθὲν ἧττον εὐλαβεῖς ἔσονται
10
(ζημιώσονται γὰρ ὁμοίως), ὁ δ’ ὄχλος ἧττον καταψηφιεῖ‐
·
ται τῶν κρινομένων, λήψεσθαι μηδὲν μέλλων. ἔτι δὲ τὰς
·
γινομένας δημοσίας δίκας ὡς ὀλιγίστας αἰεὶ ποιεῖν, μεγά‐
·
λοις ἐπιτιμίοις τοὺς εἰκῇ γραφομένους κωλύοντας· οὐ γὰρ
·
τοὺς δημοτικοὺς ἀλλὰ τοὺς γνωρίμους εἰώθασιν εἰσάγειν, δεῖ
15
δὲ τῇ πολιτείᾳ πάντας μάλιστα μὲν εὔνους εἶναι τοὺς
·
πολίτας, εἰ δὲ μή, μή τοί γε ὡς πολεμίους νομίζειν τοὺς
·
κυρίους.
·
ἐπεὶ δ’ αἱ τελευταῖαι δημοκρατίαι πολυάνθρωποί
·
τέ εἰσι καὶ χαλεπὸν ἐκκλησιάζειν ἀμίσθους, τοῦτο δ’ ὅπου
·
πρόσοδοι μὴ τυγχάνουσιν οὖσαι πολέμιον τοῖς γνωρίμοις
20
(ἀπό τε γὰρ εἰσφορᾶς καὶ δημεύσεως ἀναγκαῖον γίνεσθαι
·
καὶ δικαστηρίων φαύλων, ἃ πολλὰς ἤδη δημοκρατίας ἀν‐
·
έτρεψεν), ὅπου μὲν οὖν πρόσοδοι μὴ τυγχάνουσιν οὖσαι, δεῖ
·
ποιεῖν ὀλίγας ἐκκλησίας, καὶ δικαστήρια πολλῶν μὲν ὀλί‐
·
γας δ’ ἡμέρας (τοῦτο γὰρ φέρει μὲν καὶ πρὸς τὸ μὴ φο‐
25
βεῖσθαι τοὺς πλουσίους τὰς δαπάνας, ἐὰν οἱ μὲν εὔποροι μὴ
·
λαμβάνωσι δικαστικόν, οἱ δ’ ἄποροι, φέρει δὲ καὶ πρὸς τὸ
·
κρίνεσθαι τὰς δίκας πολὺ βέλτιον· οἱ γὰρ εὔποροι πολ‐
·
λὰς μὲν ἡμέρας οὐκ ἐθέλουσιν ἀπὸ τῶν ἰδίων ἀπεῖναι, βρα‐
·
χὺν δὲ χρόνον ἐθέλουσιν), ὅπου δ’ εἰσὶ πρόσοδοι, μὴ ποιεῖν ὃ
30
νῦν οἱ δημαγωγοὶ ποιοῦσιν (τὰ γὰρ περιόντα νέμουσιν· λαμ‐
·
βάνουσι δὲ ἅμα καὶ πάλιν δέονται τῶν αὐτῶν· ὁ τετρημέ‐
·
νος γάρ ἐστι πίθος ἡ τοιαύτη βοήθεια τοῖς ἀπόροις). ἀλλὰ
·
δεῖ τὸν ἀληθινῶς δημοτικὸν ὁρᾶν ὅπως τὸ πλῆθος μὴ λίαν
·
ἄπορον ᾖ· τοῦτο γὰρ αἴτιον τοῦ μοχθηρὰν εἶναι τὴν δημο‐
35
κρατίαν. τεχναστέον οὖν ὅπως ἂν εὐπορία γένοιτο χρόνιος. ἐπεὶ
·
δὲ συμφέρει τοῦτο καὶ τοῖς εὐπόροις, τὰ μὲν ἀπὸ τῶν προς‐
·
όδων γινόμενα συναθροίζοντας ἀθρόα χρὴ διανέμειν τοῖς
·
ἀπόροις, μάλιστα μὲν εἴ τις δύναται τοσοῦτον ἀθροίζειν ὅσον
·
εἰς γηδίου κτῆσιν, εἰ δὲ μή, πρὸς ἀφορμὴν ἐμπορίας καὶ
0086 035 Pol1320b
·
γεωργίας, καί, εἰ μὴ πᾶσι δυνατόν, ἀλλὰ κατὰ φυλὰς ἤ
·
τι μέρος ἕτερον ἐν μέρει διανέμειν, ἐν δὲ τούτῳ πρὸς τὰς
·
ἀναγκαίας συνόδους τοὺς εὐπόρους εἰσφέρειν τὸν μισθόν, ἀφει‐
·
μένους τῶν ματαίων λειτουργιῶν. τοιοῦτον δέ τινα τρόπον Καρ‐
5
χηδόνιοι πολιτευόμενοι φίλον κέκτηνται τὸν δῆμον· ἀεὶ γάρ
·
τινας ἐκπέμποντες τοῦ δήμου πρὸς τὰς περιοικίδας ποιοῦσιν
·
εὐπόρους. χαριέντων δ’ ἐστὶ καὶ νοῦν ἐχόντων γνωρίμων καὶ
·
διαλαμβάνοντας τοὺς ἀπόρους ἀφορμὰς διδόντας τρέπειν
·
ἐπ’ ἐργασίας. καλῶς δ’ ἔχει μιμεῖσθαι καὶ τὰ Ταραντίνων.
10
ἐκεῖνοι γὰρ κοινὰ ποιοῦντες τὰ κτήματα τοῖς ἀπόροις ἐπὶ τὴν
·
χρῆσιν εὔνουν παρασκευάζουσι τὸ πλῆθος· ἔτι δὲ τὰς ἀρχὰς
·
πάσας ἐποίησαν διττάς, τὰς μὲν αἱρετὰς τὰς δὲ κληρωτάς,
·
τὰς μὲν κληρωτὰς ὅπως ὁ δῆμος αὐτῶν μετέχῃ, τὰς δ’
·
αἱρετὰς ἵνα πολιτεύωνται βέλτιον. ἔστι δὲ τοῦτο ποιῆσαι. καὶ
15
τῆς αὐτῆς ἀρχῆς μερίζοντας τοὺς μὲν κληρωτοὺς τοὺς δ’
·
αἱρετούς. πῶς μὲν οὖν δεῖ τὰς δημοκρατίας κατασκευάζειν,
·
εἴρηται.
·
Σχεδὸν δὲ καὶ περὶ τὰς ὀλιγαρχίας πῶς δεῖ φανερὸν
·
ἐκ τούτων. ἐκ τῶν ἐναντίων γὰρ δεῖ συνάγειν ἑκάστην ὀλι‐
20
γαρχίαν, πρὸς τὴν ἐναντίαν δημοκρατίαν ἀναλογιζόμενον,
·
τὴν μὲν εὔκρατον μάλιστα τῶν ὀλιγαρχιῶν καὶ πρώτην—
·
αὕτη δ’ ἐστὶν ἡ σύνεγγυς τῇ καλουμένῃ πολιτείᾳ, 〈ἐν〉 ᾗ δεῖ τὰ
·
τιμήματα διαιρεῖν, τὰ μὲν ἐλάττω τὰ δὲ μείζω ποιοῦντας,
·
ἐλάττω μὲν ἀφ’ ὧν τῶν ἀναγκαίων μεθέξουσιν ἀρχῶν,
25
μείζω δ’ ἀφ’ ὧν τῶν κυριωτέρων· τῷ τε κτωμένῳ τὸ τί‐
·
μημα μετέχειν ἐξεῖναι τῆς πολιτείας, τοσούτου εἰσαγομένου
·
τοῦ δήμου πλήθους διὰ τοῦ τιμήματος μεθ’ οὗ κρείττονες ἔσον‐
·
ται τῶν μὴ μετεχόντων· ἀεὶ δὲ δεῖ παραλαμβάνειν ἐκ τοῦ
·
βελτίονος δήμου τοὺς κοινωνούς. ὁμοίως δὲ καὶ τὴν ἐχομένην
30
ὀλιγαρχίαν ἐπιτείνοντας δεῖ μικρὸν κατασκευάζειν. τῇ δ’
·
ἀντικειμένῃ τῇ τελευταίᾳ δημοκρατίᾳ, τῇ δυναστικωτάτῃ
·
καὶ τυραννικωτάτῃ τῶν ὀλιγαρχιῶν, ὅσῳ περ χειρίστη, το‐
·
σούτῳ δεῖ πλείονος φυλακῆς. ὥσπερ γὰρ τὰ μὲν εὖ σώματα
·
διακείμενα πρὸς ὑγίειαν καὶ πλοῖα τὰ πρὸς ναυτιλίαν
35
καλῶς ἔχοντα τοῖς πλωτῆρσιν ἐπιδέχεται πλείους ἁμαρτίας
·
ὥστε μὴ φθείρεσθαι δι’ αὐτάς, τὰ δὲ νοσερῶς ἔχοντα τῶν
·
σωμάτων καὶ τὰ τῶν πλοίων ἐκλελυμένα καὶ πλωτήρων
·
τετυχηκότα φαύλων οὐδὲ τὰς μικρὰς δύναται φέρειν ἁμαρ‐
·
τίας, οὕτω καὶ τῶν πολιτειῶν αἱ χείρισται πλείστης δέονται
0086 035 Pol1321a
·
φυλακῆς. τὰς μὲν οὖν δημοκρατίας ὅλως ἡ πολυανθρωπία
·
σῴζει (τοῦτο γὰρ ἀντίκειται πρὸς τὸ δίκαιον τὸ κατὰ τὴν
·
ἀξίαν)· τὴν δ’ ὀλιγαρχίαν δῆλον ὅτι τοὐναντίον ἀπὸ τῆς
·
εὐταξίας δεῖ τυγχάνειν τῆς σωτηρίας.
5
Ἐπεὶ δὲ τέτταρα μὲν ἔστι μέρη μάλιστα τοῦ πλήθους,
·
γεωργικὸν βαναυσικὸν ἀγοραῖον θητικόν, τέτταρα δὲ τὰ χρή‐
·
σιμα πρὸς πόλεμον, ἱππικὸν ὁπλιτικὸν ψιλὸν ναυτικόν,
·
ὅπου μὲν συμβέβηκε τὴν χώραν εἶναι ἱππάσιμον, ἐνταῦθα
·
μὲν εὐφυῶς ἔχει κατασκευάζειν τὴν ὀλιγαρχίαν ἰσχυράν
10
(ἡ γὰρ σωτηρία τοῖς οἰκοῦσι διὰ ταύτης ἐστὶ τῆς δυνάμεως,
·
αἱ δ’ ἱπποτροφίαι τῶν μακρὰς οὐσίας κεκτημένων εἰσίν),
·
ὅπου δ’ ὁπλιτικήν, τὴν ἐχομένην ὀλιγαρχίαν (τὸ γὰρ ὁπλι‐
·
τικὸν τῶν εὐπόρων ἐστὶ μᾶλλον ἢ τῶν ἀπόρων), ἡ δὲ ψιλὴ
·
δύναμις καὶ ναυτικὴ δημοτικὴ πάμπαν. νῦν μὲν οὖν
15
ὅπου τοιοῦτον πολὺ πλῆθος ἔστιν, ὅταν διαστῶσι, πολλάκις
·
ἀγωνίζονται χεῖρον· δεῖ δὲ πρὸς τοῦτο φάρμακον παρὰ τῶν
·
πολεμικῶν λαμβάνειν στρατηγῶν, οἳ συνδυάζουσι πρὸς τὴν
·
ἱππικὴν δύναμιν καὶ τὴν ὁπλιτικὴν τὴν ἁρμόττουσαν τῶν
·
ψιλῶν. ταύτῃ δ’ ἐπικρατοῦσιν ἐν ταῖς διαστάσεσιν οἱ δῆμοι
20
τῶν εὐπόρων· ψιλοὶ γὰρ ὄντες πρὸς ἱππικὴν καὶ ὁπλιτικὴν
·
ἀγωνίζονται ῥᾳδίως.
·
τὸ μὲν οὖν ἐκ τούτων καθιστάναι ταύ‐
·
την τὴν δύναμιν ἐφ’ ἑαυτούς ἐστι καθιστάναι, δεῖ δὲ διῃρη‐
·
μένης τῆς ἡλικίας, καὶ τῶν μὲν ὄντων πρεσβυτέρων τῶν
·
δὲ νέων, ἔτι μὲν ὄντας νέους τοὺς αὐτῶν υἱεῖς διδάσκεσθαι
25
τὰς κούφας καὶ τὰς ψιλὰς ἐργασίας, ἐκκεκριμένους δὲ ἐκ
·
παίδων ἀθλητὰς εἶναι αὐτοὺς τῶν ἔργων· τὴν δὲ μετάδοσιν
·
γίνεσθαι τῷ πλήθει τοῦ πολιτεύματος ἤτοι καθάπερ εἴρηται
·
πρότερον, τοῖς τὸ τίμημα κτωμένοις, ἢ καθάπερ Θηβαίοις,
·
ἀποσχομένοις χρόνον τινὰ τῶν βαναύσων ἔργων, ἢ καθ‐
30
άπερ ἐν Μασσαλίᾳ κρίσιν ποιουμένους τῶν ἀξίων τῶν ἐν τῷ
·
πολιτεύματι καὶ τῶν ἔξωθεν. ἔτι δὲ καὶ ταῖς ἀρχαῖς ταῖς
·
κυριωτάταις, ἃς δεῖ τοὺς ἐν τῇ πολιτείᾳ κατέχειν, δεῖ
·
προσκεῖσθαι λειτουργίας, ἵν’ ἑκὼν ὁ δῆμος μὴ μετέχῃ καὶ
·
συγγνώμην ἔχῃ τοῖς ἄρχουσιν ὡς μισθὸν πολὺν διδοῦσι τῆς
35
ἀρχῆς. ἁρμόττει δὲ θυσίας τε εἰσιόντας ποιεῖσθαι μεγαλο‐
·
πρεπεῖς καὶ κατασκευάζειν τι τῶν κοινῶν, ἵνα τῶν περὶ
·
τὰς ἑστιάσεις μετέχων ὁ δῆμος καὶ τὴν πόλιν ὁρῶν κοσμου‐
·
μένην τὰ μὲν ἀναθήμασι τὰ δὲ οἰκοδομήμασιν ἄσμενος
·
ὁρᾷ μένουσαν τὴν πολιτείαν· συμβήσεται δὲ καὶ τοῖς γνωρί‐
40
μοις εἶναι μνημεῖα τῆς δαπάνης. ἀλλὰ τοῦτο νῦν οἱ περὶ
·
τὰς ὀλιγαρχίας οὐ ποιοῦσιν, ἀλλὰ τοὐναντίον· τὰ λήμματα
·
γὰρ ζητοῦσιν οὐχ ἧττον ἢ τὴν τιμήν. διόπερ εὖ ἔχει λέγειν
0086 035 Pol1321b
·
ταύτας εἶναι δημοκρατίας μικράς. πῶς μὲν οὖν χρὴ καθ‐
·
ιστάναι τὰς δημοκρατίας καὶ τὰς ὀλιγαρχίας, διωρίσθω
·
τὸν τρόπον τοῦτον.
·
Ἀκόλουθον δὲ τοῖς εἰρημένοις ἐστὶ τὸ διῃρῆσθαι καλῶς
5
τὰ περὶ τὰς ἀρχάς, πόσαι καὶ τίνες καὶ τίνων, καθάπερ
·
εἴρηται καὶ πρότερον. τῶν μὲν γὰρ ἀναγκαίων ἀρχῶν χω‐
·
ρὶς ἀδύνατον εἶναι πόλιν, τῶν δὲ πρὸς εὐταξίαν καὶ κό‐
·
σμον ἀδύνατον οἰκεῖσθαι καλῶς. ἔτι δ’ ἀναγκαῖον ἐν μὲν
·
ταῖς μικραῖς ἐλάττους εἶναι τὰς ἀρχάς, ἐν δὲ ταῖς μεγά‐
10
λαις πλείους, ὥσπερ τυγχάνει πρότερον εἰρημένον· ποίας
·
οὖν ἁρμόττει συνάγειν καὶ ποίας χωρίζειν, δεῖ μὴ λανθά‐
·
νειν. πρώτη μὲν οὖν ἐπιμέλεια τῶν ἀναγκαίων ἡ περὶ τὴν
·
ἀγοράν, ἐφ’ ᾗ δεῖ τινα ἀρχὴν εἶναι τὴν ἐφορῶσαν περί τε
·
τὰ συμβόλαια καὶ τὴν εὐκοσμίαν· σχεδὸν γὰρ ἀναγκαῖον
15
πάσαις ταῖς πόλεσι τὰ μὲν ὠνεῖσθαι τὰ δὲ πωλεῖν πρὸς
·
τὴν ἀλλήλων ἀναγκαίαν χρείαν, καὶ τοῦτ’ ἐστὶν ὑπογυιότα‐
·
τον πρὸς αὐτάρκειαν, δι’ ἣν δοκοῦσιν εἰς μίαν πολιτείαν
·
συνελθεῖν. ἑτέρα δὲ ἐπιμέλεια ταύτης ἐχομένη καὶ σύν‐
·
εγγυς ἡ τῶν περὶ τὸ ἄστυ δημοσίων καὶ ἰδίων, ὅπως
20
εὐκοσμία ᾖ, καὶ τῶν πιπτόντων οἰκοδομημάτων καὶ ὁδῶν
·
σωτηρία καὶ διόρθωσις, καὶ τῶν ὁρίων τῶν πρὸς ἀλλήλους,
·
ὅπως ἀνεγκλήτως ἔχωσιν, καὶ ὅσα τούτοις ἄλλα τῆς ἐπι‐
·
μελείας ὁμοιότροπα. καλοῦσι δ’ ἀστυνομίαν οἱ πλεῖστοι τὴν
·
τοιαύτην ἀρχήν, ἔχει δὲ μόρια πλείω τὸν ἀριθμόν, ὧν
25
ἑτέρους ἐφ’ ἕτερα καθιστᾶσιν ἐν ταῖς πολυανθρωποτέραις πό‐
·
λεσιν, οἷον τειχοποιοὺς καὶ κρηνῶν ἐπιμελητὰς καὶ λιμένων
·
φύλακας. ἄλλη δ’ ἀναγκαία τε καὶ παραπλησία ταύτῃ·
·
περὶ τῶν αὐτῶν μὲν γάρ, ἀλλὰ περὶ τὴν χώραν ἐστὶ καὶ
·
[τὰ] περὶ τὰ ἔξω τοῦ ἄστεως· καλοῦσι δὲ τοὺς ἄρχοντας τούτους
30
οἱ μὲν ἀγρονόμους οἱ δ’ ὑλωρούς. αὗται μὲν οὖν ἐπιμέλειαί
·
εἰσι τούτων τρεῖς, ἄλλη δ’ ἀρχὴ πρὸς ἣν αἱ πρόσοδοι τῶν
·
κοινῶν ἀναφέρονται, παρ’ ὧν φυλαττόντων μερίζονται πρὸς
·
ἑκάστην διοίκησιν· καλοῦσι δ’ ἀποδέκτας τούτους καὶ ταμίας.
·
ἑτέρα δ’ ἀρχὴ πρὸς ἣν ἀναγράφεσθαι δεῖ τά τε ἴδια συμ‐
35
βόλαια καὶ τὰς κρίσεις [ἐκ] τῶν δικαστηρίων· παρὰ δὲ τοῖς
·
αὐτοῖς τούτοις καὶ τὰς γραφὰς τῶν δικῶν γίνεσθαι δεῖ καὶ
·
τὰς εἰσαγωγάς. ἐνιαχοῦ μὲν οὖν μερίζουσι καὶ ταύτην εἰς
·
πλείους, ἔστι δ’ 〈οὗ〉 μία κυρία τούτων πάντων· καλοῦνται δὲ
·
ἱερομνήμονες καὶ ἐπιστάται καὶ μνήμονες καὶ τούτοις ἄλλα
40
ὀνόματα σύνεγγυς.
40
μετὰ δὲ ταύτην ἐχομένη μὲν ἀναγκαιο‐
·
τάτη δὲ σχεδὸν καὶ χαλεπωτάτη τῶν ἀρχῶν ἐστιν ἡ περὶ
·
τὰς πράξεις τῶν καταδικασθέντων καὶ τῶν προτιθεμένων
0086 035 Pol1322a
·
κατὰ τὰς ἐγγραφὰς καὶ περὶ τὰς φυλακὰς τῶν σωμάτων.
·
χαλεπὴ μὲν οὖν ἐστι διὰ τὸ πολλὴν ἔχειν ἀπέχθειαν, ὥστε
·
ὅπου μὴ μεγάλα ἔστι κερδαίνειν, οὔτ’ ἄρχειν ὑπομένουσιν
·
αὐτὴν οὔθ’ ὑπομείναντες ἐθέλουσι πράττειν κατὰ τοὺς νόμους·
5
ἀναγκαία δ’ ἐστίν, ὅτι οὐδὲν ὄφελος γίνεσθαι μὲν δίκας περὶ
·
τῶν δικαίων, ταύτας δὲ μὴ λαμβάνειν τέλος, ὥστ’ εἰ μὴ
·
γιγνομένων κοινωνεῖν ἀδύνατον ἀλλήλοις, καὶ πράξεων μὴ
·
γιγνομένων. διὸ βέλτιον μὴ μίαν εἶναι ταύτην τὴν ἀρχήν,
·
ἀλλ’ ἄλλους ἐξ ἄλλων δικαστηρίων, καὶ περὶ τὰς προθέσεις
10
τῶν ἀναγεγραμμένων ὡσαύτως πειρᾶσθαι διαιρεῖν, ἔτι δ’
·
ἔνια πράττεσθαι καὶ τὰς ἀρχὰς τάς τε ἄλλας καὶ τὰς
·
τῶν ἔνων μᾶλλον τὰς νέας, καὶ τὰς τῶν ἐνεστώτων ἑτέρας
·
καταδικασάσης ἑτέραν εἶναι τὴν πραττομένην, οἷον ἀστυ‐
·
νόμους τὰς παρὰ τῶν ἀγορανόμων, τὰς δὲ παρὰ τούτων ἑ‐
15
τέρους. ὅσῳ γὰρ ἂν ἐλάττων ἀπέχθεια ἐνῇ τοῖς πραττομένοις,
·
τοσούτῳ μᾶλλον λήψονται τέλος αἱ πράξεις· τὸ μὲν οὖν τοὺς
·
αὐτοὺς εἶναι τοὺς καταδικάσαντας καὶ πραττομένους ἀπέχθειαν
·
ἔχει διπλῆν, τὸ δὲ περὶ πάντων τοὺς αὐτοὺς 〈ποιεῖ αὐτοὺς〉 πολε‐
·
μίους πᾶσιν. πολλαχοῦ δὲ δὴ διῄρηται καὶ ἡ φυλάττουσα πρὸς τὴν
20
πραττομένην, οἷον Ἀθήνησιν 〈ἡ〉 τῶν Ἕνδεκα καλουμένων. διὸ
·
βέλτιον καὶ ταύτην χωρίζειν, καὶ τὸ 〈αὐτὸ〉 σόφισμα ζητεῖν καὶ
·
περὶ ταύτην. ἀναγκαία μὲν γάρ ἐστιν οὐχ ἧττον τῆς εἰρημένης,
·
συμβαίνει δὲ τοὺς μὲν ἐπιεικεῖς φεύγειν μάλιστα ταύτην τὴν
·
ἀρχήν, τοὺς δὲ μοχθηροὺς οὐκ ἀσφαλὲς ποιεῖν κυρίους· αὐτοὶ
25
γὰρ δέονται φυλακῆς μᾶλλον ἢ φυλάττειν ἄλλους δύναν‐
·
ται. διὸ δεῖ μὴ μίαν ἀποτεταγμένην ἀρχὴν εἶναι πρὸς
·
αὐτούς, μηδὲ συνεχῶς τὴν αὐτήν, ἀλλὰ τῶν τε νέων, ὅπου
·
τις ἐφήβων ἢ φρουρῶν ἔστι τάξις, καὶ τῶν ἀρχῶν δεῖ κατὰ
·
μέρη ποιεῖσθαι τὴν ἐπιμέλειαν ἑτέρους.
·
ταύτας μὲν οὖν τὰς
30
ἀρχὰς ὡς ἀναγκαιοτάτας θετέον εἶναι πρώτας, μετὰ δὲ
·
ταύτας τὰς ἀναγκαίας μὲν οὐθὲν ἧττον, ἐν σχήματι δὲ μεί‐
·
ζονι τεταγμένας· καὶ γὰρ ἐμπειρίας καὶ πίστεως δέονται
·
πολλῆς. τοιαῦται δ’ εἶεν ἂν αἵ τε περὶ τὴν φυλακὴν τῆς πό‐
·
λεως, καὶ ὅσαι τάττονται πρὸς τὰς πολεμικὰς χρείας. δεῖ
35
δὲ καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ πυλῶν τε καὶ τειχῶν φυ‐
·
λακῆς ὁμοίως ἐπιμελητὰς εἶναι καὶ ἐξετάσεως καὶ συν‐
·
τάξεως τῶν πολιτῶν. ἔνθα μὲν οὖν ἐπὶ πᾶσι τούτοις ἀρχαὶ
·
πλείους εἰσίν, ἔνθα δ’ ἐλάττους, οἷον ἐν ταῖς μικραῖς πόλεσι
·
μία περὶ πάντων. καλοῦσι δὲ στρατηγοὺς καὶ πολεμάρχους
0086 035 Pol1322b
·
τοὺς τοιούτους. ἔτι δὲ κἂν ὦσιν ἱππεῖς ἢ ψιλοὶ ἢ τοξόται ἢ
·
ναυτικόν, καὶ ἐπὶ τούτων ἑκάστων ἐνίοτε καθίσταται ἀρχή,
·
αἳ καλοῦνται ναυαρχίαι καὶ ἱππαρχίαι καὶ ταξιαρχίαι, καὶ
·
κατὰ μέρος δὲ αἱ ὑπὸ ταύτας τριηραρχίαι καὶ λοχαγίαι
5
καὶ φυλαρχίαι καὶ ὅσα τούτων μόρια. τὸ δὲ πᾶν ἕν τι τού‐
·
του ἐστὶν εἶδος, ἐπιμελείας πολεμικῶν.
·
περὶ μὲν οὖν ταύτην
·
τὴν ἀρχὴν ἔχει τὸν τρόπον τοῦτον· ἐπεὶ δὲ ἔνιαι τῶν ἀρχῶν,
·
εἰ καὶ μὴ πᾶσαι, διαχειρίζουσι πολλὰ τῶν κοινῶν, ἀναγ‐
·
καῖον ἑτέραν εἶναι τὴν ληψομένην λογισμὸν καὶ προσευθυ‐
10
νοῦσαν, αὐτὴν μηθὲν διαχειρίζουσαν ἕτερον· καλοῦσι δὲ τούτους
·
οἱ μὲν εὐθύνους οἱ δὲ λογιστὰς οἱ δ’ ἐξεταστὰς οἱ δὲ συν‐
·
ηγόρους. παρὰ πάσας δὲ ταύτας τὰς ἀρχὰς ἡ μάλιστα κυ‐
·
ρία πάντων ἐστίν· ἡ γὰρ αὐτὴ πολλάκις ἔχει τὸ τέλος καὶ
·
τὴν εἰσφορὰν ἣ προκάθηται τοῦ πλήθους, ὅπου κύριός ἐστιν ὁ
15
δῆμος· δεῖ γὰρ εἶναι τὸ συνάγον τὸ κύριον τῆς πολιτείας.
·
καλεῖται δὲ ἔνθα μὲν πρόβουλοι διὰ τὸ προβουλεύειν, ὅπου
·
δὲ πλῆθός ἐστι, βουλὴ μᾶλλον. αἱ μὲν οὖν πολιτικαὶ τῶν
·
ἀρχῶν σχεδὸν τοσαῦταί τινές εἰσιν· ἄλλο δ’ εἶδος ἐπι‐
·
μελείας ἡ περὶ τοὺς θεούς, οἷον ἱερεῖς τε καὶ ἐπιμεληταὶ τῶν
20
περὶ τὰ ἱερὰ τοῦ σῴζεσθαί τε τὰ ὑπάρχοντα καὶ ἀνορθοῦσθαι
·
τὰ πίπτοντα τῶν οἰκοδομημάτων καὶ τῶν ἄλλων ὅσα τέτα‐
·
κται πρὸς τοὺς θεούς. συμβαίνει δὲ τὴν ἐπιμέλειαν ταύτην
·
ἐνιαχοῦ μὲν εἶναι μίαν, οἷον ἐν ταῖς μικραῖς πόλεσιν, ἐνι‐
·
αχοῦ δὲ πολλὰς καὶ κεχωρισμένας τῆς ἱερωσύνης, οἷον ἱερο‐
25
ποιοὺς καὶ ναοφύλακας καὶ ταμίας τῶν ἱερῶν χρημάτων.
·
ἐχομένη δὲ ταύτης ἡ πρὸς τὰς θυσίας ἀφωρισμένη τὰς κοι‐
·
νὰς πάσας, ὅσας μὴ τοῖς ἱερεῦσιν ἀποδίδωσιν ὁ νόμος, ἀλλ’
·
ἀπὸ τῆς κοινῆς ἑστίας ἔχουσι τὴν τιμήν· καλοῦσι δ’ οἱ μὲν
·
ἄρχοντας τούτους οἱ δὲ βασιλεῖς οἱ δὲ πρυτάνεις.
·
αἱ μὲν
30
οὖν ἀναγκαῖαι ἐπιμέλειαί εἰσι περὶ τούτων, ὡς εἰπεῖν συγ‐
·
κεφαλαιωσαμένους, περί τε τὰ δαιμόνια καὶ τὰ πολεμικὰ
·
καὶ περὶ τὰς προσόδους καὶ τὰ ἀναλισκόμενα, καὶ περὶ
·
ἀγορὰν καὶ περὶ τὸ ἄστυ καὶ λιμένας καὶ τὴν χώραν, ἔτι
·
περὶ τὰ δικαστήρια, καὶ συναλλαγμάτων ἀναγραφὰς
35
καὶ πράξεις καὶ φυλακὰς καὶ ἐπιλογισμούς τε καὶ ἐξετά‐
·
σεις καὶ προσευθύνας τῶν ἀρχόντων, καὶ τέλος αἳ περὶ τὸ
·
βουλευόμενόν εἰσι 〈περὶ〉 τῶν κοινῶν· ἴδιαι δὲ ταῖς σχολαστι‐
·
κωτέραις καὶ μᾶλλον εὐημερούσαις πόλεσιν, ἔτι δὲ φροντι‐
·
ζούσαις εὐκοσμίας, γυναικονομία νομοφυλακία παιδονομία
0086 035 Pol1323a
·
γυμνασιαρχία, πρὸς δὲ τούτοις περὶ ἀγῶνας ἐπιμέλεια γυ‐
·
μνικοὺς καὶ Διονυσιακούς, κἂν εἴ τινας ἑτέρας συμβαίνει
·
τοιαύτας γίνεσθαι θεωρίας. τούτων δ’ ἔνιαι φανερῶς εἰσιν οὐ
·
δημοτικαὶ τῶν ἀρχῶν, οἷον γυναικονομία καὶ παιδονομία·
5
τοῖς γὰρ ἀπόροις ἀνάγκη χρῆσθαι καὶ γυναιξὶ καὶ παισὶν
·
ὥσπερ ἀκολούθοις διὰ τὴν ἀδουλίαν. τριῶν δ’ οὐσῶν ἀρχῶν
·
καθ’ ἃς αἱροῦνταί τινες ἀρχὰς τὰς κυρίους, νομοφυλάκων προ‐
·
βούλων βουλῆς, οἱ μὲν νομοφύλακες ἀριστοκρατικόν, ὀλιγαρ‐
·
χικὸν δ’ οἱ πρόβουλοι, βουλὴ δὲ δημοτικόν. περὶ μὲν οὖν τῶν
10
ἀρχῶν, ὡς ἐν τύπῳ, σχεδὸν εἴρηται περὶ πασῶν.
·
Η
·
Περὶ δὲ πολιτείας ἀρίστης τὸν μέλλοντα ποιήσασθαι τὴν
15
προσήκουσαν ζήτησιν ἀνάγκη διορίσασθαι πρῶτον τίς αἱρε‐
·
τώτατος βίος. ἀδήλου γὰρ ὄντος τούτου καὶ τὴν ἀρίστην
·
ἀναγκαῖον ἄδηλον εἶναι πολιτείαν· ἄριστα γὰρ πράττειν
·
προσήκει τοὺς ἄριστα πολιτευομένους ἐκ τῶν ὑπαρχόντων
·
αὐτοῖς, ἐὰν μή τι γίγνηται παράλογον. διὸ δεῖ πρῶτον
20
ὁμολογεῖσθαι τίς ὁ πᾶσιν ὡς εἰπεῖν αἱρετώτατος βίος, μετὰ
·
δὲ τοῦτο πότερον κοινῇ καὶ χωρὶς ὁ αὐτὸς ἢ ἕτερος. νομί‐
·
σαντας οὖν ἱκανῶς πολλὰ λέγεσθαι καὶ τῶν ἐν τοῖς ἐξωτερι‐
·
κοῖς λόγοις περὶ τῆς ἀρίστης ζωῆς, καὶ νῦν χρηστέον αὐτοῖς.
·
ὡς ἀληθῶς γὰρ πρός γε μίαν διαίρεσιν οὐδεὶς ἀμφισβητή‐
25
σειεν ἂν ὡς οὐ, τριῶν οὐσῶν μερίδων, τῶν τε ἐκτὸς καὶ τῶν ἐν
·
τῷ σώματι καὶ τῶν ἐν τῇ ψυχῇ, πάντα ταῦτα ὑπάρχειν
·
τοῖς μακαρίοις χρή. οὐδεὶς γὰρ ἂν φαίη μακάριον τὸν μηθὲν
·
μόριον ἔχοντα ἀνδρείας μηδὲ σωφροσύνης μηδὲ δικαιοσύνης
·
μηδὲ φρονήσεως, ἀλλὰ δεδιότα μὲν τὰς παραπετομένας
30
μυίας, ἀπεχόμενον δὲ μηθενός, ἂν ἐπιθυμήσῃ τοῦ φαγεῖν ἢ
·
πιεῖν, τῶν ἐσχάτων, ἕνεκα δὲ τεταρτημορίου διαφθείροντα
·
τοὺς φιλτάτους φίλους, ὁμοίως δὲ καὶ τὰ περὶ τὴν διάνοιαν
·
οὕτως ἄφρονα καὶ διεψευσμένον ὥσπερ τι παιδίον ἢ μαινό‐
·
μενον. ἀλλὰ ταῦτα μὲν λεγόμενα ὥσπερ πάντες ἂν συγ‐
35
χωρήσειαν, διαφέρονται δ’ ἐν τῷ ποσῷ καὶ ταῖς ὑπεροχαῖς.
·
τῆς μὲν γὰρ ἀρετῆς ἔχειν ἱκανὸν εἶναι νομίζουσιν ὁποσονοῦν,
·
πλούτου δὲ καὶ χρημάτων καὶ δυνάμεως καὶ δόξης καὶ πάν‐
·
των τῶν τοιούτων εἰς ἄπειρον ζητοῦσι τὴν ὑπερβολήν. ἡμεῖς
·
δὲ αὐτοῖς ἐροῦμεν ὅτι ῥᾴδιον μὲν περὶ τούτων καὶ διὰ τῶν
40
ἔργων λαμβάνειν τὴν πίστιν, ὁρῶντας ὅτι κτῶνται καὶ
·
φυλάττουσιν οὐ τὰς ἀρετὰς τοῖς ἐκτὸς ἀλλ’ ἐκεῖνα ταύταις,
0086 035 Pol1323b
·
καὶ τὸ ζῆν εὐδαιμόνως, εἴτ’ ἐν τῷ χαίρειν ἐστὶν εἴτ’ ἐν ἀρετῇ
·
τοῖς ἀνθρώποις εἴτ’ ἐν ἀμφοῖν, ὅτι μᾶλλον ὑπάρχει τοῖς τὸ
·
ἦθος μὲν καὶ τὴν διάνοιαν κεκοσμημένοις εἰς ὑπερβολήν,
·
περὶ δὲ τὴν ἔξω κτῆσιν τῶν ἀγαθῶν μετριάζουσιν, ἢ τοῖς
5
ἐκεῖνα μὲν κεκτημένοις πλείω τῶν χρησίμων, ἐν δὲ τούτοις
·
ἐλλείπουσιν· οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν λόγον σκοπουμέ‐
·
νοις εὐσύνοπτόν ἐστιν. τὰ μὲν γὰρ ἐκτὸς ἔχει πέρας, ὥσπερ ὄρ‐
·
γανόν τι, πᾶν τε τὸ χρήσιμον εἴς τι· ὧν τὴν ὑπερ‐
·
βολὴν ἢ βλάπτειν ἀναγκαῖον ἢ μηθὲν ὄφελος εἶναι τοῖς
10
ἔχουσιν, τῶν δὲ περὶ ψυχὴν ἕκαστον ἀγαθῶν, ὅσῳ περ ἂν
·
ὑπερβάλλῃ, τοσούτῳ μᾶλλον χρήσιμον εἶναι, εἰ δεῖ καὶ τού‐
·
τοις ἐπιλέγειν μὴ μόνον τὸ καλὸν ἀλλὰ καὶ τὸ χρήσιμον.
·
ὅλως τε δῆλον ὡς ἀκολουθεῖν φήσομεν τὴν διάθεσιν τὴν ἀρί‐
·
στην ἑκάστου πράγματος πρὸς ἄλληλα κατὰ τὴν ὑπεροχὴν
15
ἥνπερ εἴληχε ταῦτα ὧν φαμεν αὐτὰς εἶναι διαθέσεις
·
[ταύτας]. ὥστ’ εἴπερ ἐστὶν ἡ ψυχὴ καὶ τῆς κτήσεως καὶ τοῦ
·
σώματος τιμιώτερον καὶ ἁπλῶς καὶ ἡμῖν, ἀνάγκη καὶ τὴν
·
διάθεσιν τὴν ἀρίστην ἑκάστου ἀνάλογον τούτων ἔχειν. ἔτι δὲ
·
τῆς ψυχῆς ἕνεκεν ταῦτα πέφυκεν αἱρετὰ καὶ δεῖ πάντας
20
αἱρεῖσθαι τοὺς εὖ φρονοῦντας, ἀλλ’ οὐκ ἐκείνων ἕνεκεν τὴν ψυ‐
·
χήν.
·
ὅτι μὲν οὖν ἑκάστῳ τῆς εὐδαιμονίας ἐπιβάλλει τοσοῦτον
·
ὅσον περ ἀρετῆς καὶ φρονήσεως καὶ τοῦ πράττειν κατὰ ταύ‐
·
τας, ἔστω συνωμολογημένον ἡμῖν, μάρτυρι τῷ θεῷ χρωμέ‐
·
νοις, ὃς εὐδαίμων μέν ἐστι καὶ μακάριος, δι’ οὐθὲν δὲ τῶν
25
ἐξωτερικῶν ἀγαθῶν ἀλλὰ δι’ αὑτὸν αὐτὸς καὶ τῷ ποιός τις
·
εἶναι τὴν φύσιν, ἐπεὶ καὶ τὴν εὐτυχίαν τῆς εὐδαιμονίας διὰ
·
ταῦτ’ ἀναγκαῖον ἑτέραν εἶναι (τῶν μὲν γὰρ ἐκτὸς ἀγαθῶν
·
τῆς ψυχῆς αἴτιον ταὐτόματον καὶ ἡ τύχη, δίκαιος δ’ οὐδεὶς
·
οὐδὲ σώφρων ἀπὸ τύχης οὐδὲ διὰ τὴν τύχην ἐστίν)· ἐχόμενον
30
δ’ ἐστὶ καὶ τῶν αὐτῶν λόγων δεόμενον καὶ πόλιν εὐδαίμονα
·
τὴν ἀρίστην εἶναι καὶ πράττουσαν καλῶς. ἀδύνατον δὲ καλῶς
·
πράττειν τοῖς μὴ τὰ καλὰ πράττουσιν· οὐθὲν δὲ καλὸν ἔργον
·
οὔτ’ ἀνδρὸς οὔτε πόλεως χωρὶς ἀρετῆς καὶ φρονήσεως· ἀνδρεία
·
δὲ πόλεως καὶ δικαιοσύνη καὶ φρόνησις 〈καὶ σωφροσύνη〉
35
τὴν αὐτὴν ἔχει δύναμιν καὶ μορφὴν ὧν μετασχὼν ἕκαστος
·
τῶν ἀνθρώπων λέγεται 〈ἀνδρεῖος καὶ〉 δίκαιος καὶ
·
φρόνιμος καὶ σώφρων. ἀλλὰ γὰρ
·
ταῦτα μὲν ἐπὶ τοσοῦτον ἔστω πεφροιμιασμένα τῷ λόγῳ· οὔτε
·
γὰρ μὴ θιγγάνειν αὐτῶν δυνατόν, οὔτε πάντας τοὺς οἰκείους
·
ἐπεξελθεῖν ἐνδέχεται λόγους, ἑτέρας γάρ ἐστιν ἔργον σχολῆς
40
ταῦτα· νῦν δὲ ὑποκείσθω τοσοῦτον, ὅτι βίος μὲν ἄριστος, καὶ
·
χωρὶς ἑκάστῳ καὶ κοινῇ ταῖς πόλεσιν, ὁ μετ’ ἀρετῆς κεχορη‐
0086 035 Pol1324a
·
γημένης ἐπὶ τοσοῦτον ὥστε μετέχειν τῶν κατ’ ἀρετὴν πρά‐
·
ξεων, πρὸς δὲ τοὺς ἀμφισβητοῦντας, ἐάσαντας ἐπὶ τῆς νῦν
·
μεθόδου, διασκεπτέον ὕστερον, εἴ τις τοῖς εἰρημένοις τυγχά‐
·
νει μὴ πειθόμενος.
5
Πότερον δὲ τὴν εὐδαιμονίαν τὴν αὐτὴν εἶναι φατέον
·
ἑνός τε ἑκάστου τῶν ἀνθρώπων καὶ πόλεως ἢ μὴ τὴν αὐτήν,
·
λοιπόν ἐστιν εἰπεῖν. φανερὸν δὲ καὶ τοῦτο. πάντες γὰρ ἂν
·
ὁμολογήσειαν εἶναι τὴν αὐτήν. ὅσοι γὰρ ἐν πλούτῳ τὸ ζῆν
·
εὖ τίθενται ἐφ’ ἑνός, οὗτοι καὶ τὴν πόλιν ὅλην, ἐὰν ᾖ πλου‐
10
σία, μακαρίζουσιν· ὅσοι τε τὸν τυραννικὸν βίον μάλιστα τιμῶ‐
·
σιν, οὗτοι καὶ πόλιν τὴν πλείστων ἄρχουσαν εὐδαιμονεστά‐
·
την ἂν εἶναι φαῖεν· εἴ τέ τις τὸν ἕνα δι’ ἀρετὴν ἀποδέχεται,
·
καὶ πόλιν εὐδαιμονεστέραν φήσει τὴν σπουδαιοτέραν. ἀλλὰ
·
ταῦτ’ ἤδη δύο ἐστὶν ἃ δεῖται σκέψεως, ἓν μὲν πότερος αἱρε‐
15
τώτερος βίος, ὁ διὰ τοῦ συμπολιτεύεσθαι καὶ κοινωνεῖν πό‐
·
λεως ἢ μᾶλλον ὁ ξενικὸς καὶ τῆς πολιτικῆς κοινωνίας ἀπο‐
·
λελυμένος, ἔτι δὲ τίνα πολιτείαν θετέον καὶ ποίαν διάθεσιν
·
πόλεως ἀρίστην, εἴτε πᾶσιν ὄντος αἱρετοῦ 〈τοῦ〉 κοινωνεῖν πό‐
·
λεως εἴτε καὶ τισὶ μὲν μὴ τοῖς δὲ πλείστοις. ἐπεὶ δὲ τῆς πολι‐
20
τικῆς διανοίας καὶ θεωρίας τοῦτ’ ἐστὶν ἔργον, ἀλλ’ οὐ τὸ περὶ
·
ἕκαστον αἱρετόν, ἡμεῖς δὲ ταύτην προῃρήμεθα νῦν τὴν σκέ‐
·
ψιν, ἐκεῖνο μὲν πάρεργον ἂν εἴη, τοῦτο δὲ ἔργον τῆς μεθόδου
·
ταύτης. ὅτι μὲν οὖν ἀναγκαῖον εἶναι πολιτείαν ἀρίστην ταύ‐
·
την 〈τὴν〉 τάξιν καθ’ ἣν κἂν ὁστισοῦν ἄριστα πράττοι καὶ ζῴη
25
μακαρίως, φανερόν ἐστιν· ἀμφισβητεῖται δὲ παρ’ αὐτῶν τῶν
·
ὁμολογούντων τὸν μετ’ ἀρετῆς εἶναι βίον αἱρετώτατον πό‐
·
τερον ὁ πολιτικὸς καὶ πρακτικὸς βίος αἱρετὸς ἢ μᾶλλον ὁ
·
πάντων τῶν ἐκτὸς ἀπολελυμένος, οἷον θεωρητικός τις, ὃν
·
μόνον τινές φασιν εἶναι φιλοσόφου. σχεδὸν γὰρ τούτους τοὺς
30
δύο βίους τῶν ἀνθρώπων οἱ φιλοτιμότατοι πρὸς ἀρετὴν φαί‐
·
νονται προαιρούμενοι, καὶ τῶν προτέρων καὶ τῶν νῦν· λέγω
·
δὲ δύο τόν τε πολιτικὸν καὶ τὸν φιλόσοφον. διαφέρει δὲ οὐ
·
μικρὸν ποτέρως ἔχει τὸ ἀληθές· ἀνάγκη γὰρ τόν γε εὖ
·
φρονοῦντα πρὸς τὸν βελτίω σκοπὸν συντάττεσθαι, καὶ τῶν
35
ἀνθρώπων ἕκαστον καὶ κοινῇ τὴν πολιτείαν. νομίζουσι δ’ οἱ
·
μὲν τὸ τῶν πέλας ἄρχειν δεσποτικῶς μὲν γιγνόμενον μετ’
·
ἀδικίας τινὸς εἶναι τῆς μεγίστης, πολιτικῶς δὲ τὸ μὲν ἄδικον
·
οὐκ ἔχειν, ἐμπόδιον δὲ ἔχειν τῇ περὶ αὐτὸν εὐημερίᾳ· τούτων
·
δ’ ὥσπερ ἐξ ἐναντίας ἕτεροι τυγχάνουσι δοξάζοντες· μόνον
40
γὰρ ἀνδρὸς τὸν πρακτικὸν εἶναι βίον καὶ πολιτικόν· ἀφ’
·
ἑκάστης γὰρ ἀρετῆς οὐκ εἶναι πράξεις μᾶλλον τοῖς ἰδιώταις
0086 035 Pol1324b
·
ἢ τοῖς τὰ κοινὰ πράττουσι καὶ πολιτευομένοις. οἱ μὲν οὖν
·
οὕτως ὑπολαμβάνουσιν, οἱ δὲ τὸν δεσποτικὸν καὶ τυραννικὸν
·
τρόπον τῆς πολιτείας εἶναι μόνον εὐδαίμονά φασιν. παρ’
·
ἐνίοις δ’ οὗτος καὶ τῶν νόμων καὶ τῆς πολιτείας ὅρος, ὅπως δε‐
5
σπόζωσι τῶν πέλας. διὸ καὶ τῶν πλείστων νομίμων χύδην
·
ὡς εἰπεῖν κειμένων παρὰ τοῖς πλείστοις, ὅμως εἴ πού τι πρὸς
·
ἓν οἱ νόμοι βλέπουσι, τοῦ κρατεῖν στοχάζονται πάντες, ὥσπερ
·
ἐν Λακεδαίμονι καὶ Κρήτῃ πρὸς τοὺς πολέμους συντέτακται
·
σχεδὸν ἥ τε παιδεία καὶ τὸ τῶν νόμων πλῆθος· ἔτι δ’ ἐν
10
τοῖς ἔθνεσι πᾶσι τοῖς δυναμένοις πλεονεκτεῖν ἡ τοιαύτη τετί‐
·
μηται δύναμις, οἷον ἐν Σκύθαις καὶ Πέρσαις καὶ Θρᾳξὶ
·
καὶ Κελτοῖς. ἐν ἐνίοις γὰρ καὶ νόμοι τινές εἰσι παροξύνον‐
·
τες πρὸς τὴν ἀρετὴν ταύτην, καθάπερ ἐν Καρχηδόνι φασὶ
·
τὸν ἐκ τῶν κρίκων κόσμον λαμβάνειν ὅσας ἂν στρατεύσων‐
15
ται στρατείας· ἦν δέ ποτε καὶ περὶ Μακεδονίαν νόμος τὸν
·
μηθένα ἀπεκταγκότα πολέμιον ἄνδρα περιεζῶσθαι τὴν φορ‐
·
βειάν· ἐν δὲ Σκύθαις οὐκ ἐξῆν πίνειν ἐν ἑορτῇ τινι σκύφον
·
περιφερόμενον τῷ μηθένα ἀπεκταγκότι πολέμιον· ἐν δὲ
·
τοῖς Ἴβηρσιν, ἔθνει πολεμικῷ, τοσούτους τὸν ἀριθμὸν ὀβελί‐
20
σκους καταπηγνύουσι περὶ τὸν τάφον ὅσους ἂν διαφθείρῃ τῶν
·
πολεμίων· καὶ ἕτερα δὴ παρ’ ἑτέροις ἔστι τοιαῦτα πολλά,
·
τὰ μὲν νόμοις κατειλημμένα τὰ δὲ ἔθεσιν.
·
καίτοι δόξειεν
·
ἂν ἄγαν ἄτοπον ἴσως εἶναι τοῖς βουλομένοις ἐπισκοπεῖν, εἰ
·
τοῦτ’ ἐστὶν ἔργον τοῦ πολιτικοῦ, τὸ δύνασθαι θεωρεῖν ὅπως ἄρχῃ
25
καὶ δεσπόζῃ τῶν πλησίον, καὶ βουλομένων καὶ μὴ βουλομέ‐
·
νων. πῶς γὰρ ἂν εἴη τοῦτο πολιτικὸν ἢ νομοθετικόν, ὅ γε
·
μηδὲ νόμιμόν ἐστιν; οὐ νόμιμον δὲ τὸ μὴ μόνον δικαίως
·
ἀλλὰ καὶ ἀδίκως ἄρχειν, κρατεῖν δ’ ἔστι καὶ μὴ δικαίως.
·
ἀλλὰ μὴν οὐδ’ ἐν ταῖς ἄλλαις ἐπιστήμαις τοῦτο ὁρῶμεν· οὔτε
30
γὰρ τοῦ ἰατροῦ οὔτε τοῦ κυβερνήτου ἔργον ἐστὶ τὸ ἢ πεῖσαι ἢ
·
βιάσασθαι τοῦ μὲν τοὺς θεραπευομένους τοῦ δὲ τοὺς πλωτῆρας.
·
ἀλλ’ ἐοίκασιν οἱ πολλοὶ τὴν δεσποτικὴν πολιτικὴν οἴεσθαι
·
εἶναι, καὶ ὅπερ αὑτοῖς ἕκαστοι οὔ φασιν εἶναι δίκαιον οὐδὲ
·
συμφέρον, τοῦτ’ οὐκ αἰσχύνονται πρὸς τοὺς ἄλλους ἀσκοῦντες·
35
αὐτοὶ μὲν γὰρ παρ’ αὑτοῖς τὸ δικαίως ἄρχειν ζητοῦσι, πρὸς
·
δὲ τοὺς ἄλλους οὐδὲν μέλει τῶν δικαίων. ἄτοπον δὲ εἰ μὴ
·
φύσει τὸ μὲν δεσποστόν ἐστι τὸ δὲ οὐ δεσποστόν, ὥστε εἴπερ
·
ἔχει τὸν τρόπον τοῦτον, οὐ δεῖ πάντων πειρᾶσθαι δεσπόζειν,
·
ἀλλὰ τῶν δεσποστῶν, ὥσπερ οὐδὲ θηρεύειν ἐπὶ θοίνην ἢ θυ‐
40
σίαν ἀνθρώπους, ἀλλὰ τὸ πρὸς τοῦτο θηρευτόν· ἔστι δὲ θηρευ‐
·
τὸν ὃ ἂν ἄγριον ᾖ ἐδεστὸν ζῷον. ἀλλὰ μὴν εἴη γ’ ἂν καὶ
0086 035 Pol1325a
·
καθ’ ἑαυτὴν μία πόλις εὐδαίμων, ἣ πολιτεύεται δηλονότι
·
καλῶς, εἴπερ ἐνδέχεται πόλιν οἰκεῖσθαί που καθ’ ἑαυτὴν νό‐
·
μοις χρωμένην σπουδαίοις, ἧς τῆς πολιτείας ἡ σύνταξις οὐ
·
πρὸς πόλεμον οὐδὲ πρὸς τὸ κρατεῖν ἔσται τῶν πολεμίων·
5
μηθὲν γὰρ ὑπαρχέτω τοιοῦτον. δῆλον ἄρα ὅτι πάσας τὰς
·
πρὸς τὸν πόλεμον ἐπιμελείας καλὰς μὲν θετέον, οὐχ ὡς
·
τέλος δὲ πάντων ἀκρότατον, ἀλλ’ ἐκείνου χάριν ταύτας. τοῦ
·
δὲ νομοθέτου τοῦ σπουδαίου ἐστὶ τὸ θεάσασθαι πόλιν καὶ γένος
·
ἀνθρώπων καὶ πᾶσαν ἄλλην κοινωνίαν, ζωῆς ἀγαθῆς πῶς
10
μεθέξουσι καὶ τῆς ἐνδεχομένης αὐτοῖς εὐδαιμονίας. διοίσει
·
μέντοι τῶν ταττομένων ἔνια νομίμων· καὶ τοῦτο τῆς νομο‐
·
θετικῆς ἐστιν ἰδεῖν, ἐάν τινες ὑπάρχωσι γειτνιῶντες, ποῖα
·
πρὸς ποίους ἀσκητέον καὶ πῶς τοῖς καθήκουσι πρὸς ἑκάστους
·
χρηστέον. ἀλλὰ τοῦτο μὲν κἂν ὕστερον τύχοι τῆς προσηκούσης
15
σκέψεως, πρὸς τί τέλος δεῖ τὴν ἀρίστην πολιτείαν συντείνειν·
·
πρὸς δὲ τοὺς ὁμολογοῦντας μὲν τὸν μετ’ ἀρετῆς εἶναι
·
βίον αἱρετώτατον, διαφερομένους δὲ περὶ τῆς χρήσεως αὐτοῦ,
·
λεκτέον ἡμῖν πρὸς ἀμφοτέρους αὐτούς (οἱ μὲν γὰρ ἀποδοκι‐
·
μάζουσι τὰς πολιτικὰς ἀρχάς, νομίζοντες τόν τε τοῦ ἐλευθέρου
20
βίον ἕτερόν τινα εἶναι τοῦ πολιτικοῦ καὶ πάντων αἱρετώτατον,
·
οἱ δὲ τοῦτον ἄριστον· ἀδύνατον γὰρ τὸν μηθὲν πράττοντα
·
πράττειν εὖ, τὴν δ’ εὐπραγίαν καὶ τὴν εὐδαιμονίαν εἶναι
·
ταὐτόν) ὅτι τὰ μὲν ἀμφότεροι λέγουσιν ὀρθῶς τὰ δὲ οὐκ
·
ὀρθῶς, οἱ μὲν ὅτι ὁ τοῦ ἐλευθέρου βίος τοῦ δεσποτικοῦ ἀμείνων.
25
τοῦτο γὰρ ἀληθές· οὐθὲν γὰρ τό γε δούλῳ ᾗ δοῦλος χρῆσθαι
·
σεμνόν· ἡ γὰρ ἐπίταξις ἡ περὶ τῶν ἀναγκαίων οὐδενὸς μετ‐
·
έχει τῶν καλῶν. τὸ μέντοι νομίζειν πᾶσαν ἀρχὴν εἶναι
·
δεσποτείαν οὐκ ὀρθόν· οὐ γὰρ ἔλαττον διέστηκεν ἡ τῶν ἐλευ‐
·
θέρων ἀρχὴ τῆς τῶν δούλων ἢ αὐτὸ τὸ φύσει ἐλεύθερον τοῦ
30
φύσει δούλου. διώρισται δὲ περὶ αὐτῶν ἱκανῶς ἐν τοῖς πρώ‐
·
τοις λόγοις. τὸ δὲ μᾶλλον ἐπαινεῖν τὸ ἀπρακτεῖν τοῦ πράτ‐
·
τειν οὐκ ἀληθές· ἡ γὰρ εὐδαιμονία πρᾶξίς ἐστιν, ἔτι δὲ πολ‐
·
λῶν καὶ καλῶν τέλος ἔχουσιν αἱ τῶν δικαίων καὶ σωφρόνων
·
πράξεις.
·
καίτοι τάχ’ ἂν ὑπολάβοι τις τούτων οὕτω διωρι‐
35
σμένων ὅτι τὸ κύριον εἶναι πάντων ἄριστον· οὕτω γὰρ ἂν
·
πλείστων καὶ καλλίστων κύριος εἴη πράξεων. ὥστε οὐ δεῖ τὸν
·
δυνάμενον ἄρχειν παριέναι τῷ πλησίον, ἀλλὰ μᾶλλον
·
ἀφαιρεῖσθαι, καὶ μήτε πατέρα παίδων μήτε παῖδας πα‐
·
τρὸς μήθ’ ὅλως φίλον φίλου μηθένα ὑπόλογον 〈ἔχειν〉 μηδὲ
40
πρὸς τοῦτο φροντίζειν· τὸ γὰρ ἄριστον αἱρετώτατον, τὸ δ’ εὖ
·
πράττειν ἄριστον. τοῦτο μὲν οὖν ἀληθῶς ἴσως λέγουσιν, εἴπερ
0086 035 Pol1325b
·
ὑπάρξει τοῖς ἀποστεροῦσι καὶ βιαζομένοις τὸ τῶν ὄντων αἱρε‐
·
τώτατον· ἀλλ’ ἴσως οὐχ οἷόν τε ὑπάρχειν, ἀλλ’ ὑποτίθενται
·
τοῦτο ψεῦδος. οὐ γὰρ ἔτι καλὰς τὰς πράξεις ἐνδέχεται εἶναι
·
τῷ μὴ διαφέροντι τοσοῦτον ὅσον ἀνὴρ γυναικὸς ἢ πατὴρ
5
τέκνων ἢ δεσπότης δούλων· ὥστε ὁ παραβαίνων οὐθὲν ἂν τη‐
·
λικοῦτον κατορθώσειεν ὕστερον ὅσον ἤδη παρεκβέβηκε τῆς
·
ἀρετῆς. τοῖς γὰρ ὁμοίοις τὸ καλὸν καὶ τὸ δίκαιον ἐν τῷ
·
〈ἐν〉 μέρει, τοῦτο γὰρ ἴσον καὶ ὅμοιον· τὸ δὲ μὴ ἴσον τοῖς ἴσοις
·
καὶ τὸ μὴ ὅμοιον τοῖς ὁμοίοις παρὰ φύσιν, οὐδὲν δὲ τῶν
10
παρὰ φύσιν καλόν. διὸ κἂν ἄλλος τις ᾖ κρείττων κατ’
·
ἀρετὴν καὶ κατὰ δύναμιν τὴν πρακτικὴν τῶν ἀρίστων, τούτῳ
·
καλὸν ἀκολουθεῖν καὶ τούτῳ πείθεσθαι δίκαιον. δεῖ δ’ οὐ μό‐
·
νον ἀρετὴν ἀλλὰ καὶ δύναμιν ὑπάρχειν, καθ’ ἣν ἔσται πρα‐
·
κτικός. ἀλλ’ εἰ ταῦτα λέγεται καλῶς καὶ τὴν εὐδαιμονίαν
15
εὐπραγίαν θετέον, καὶ κοινῇ πάσης πόλεως ἂν εἴη καὶ καθ’
·
ἕκαστον ἄριστος βίος ὁ πρακτικός. ἀλλὰ τὸν πρακτικὸν οὐκ
·
ἀναγκαῖον εἶναι πρὸς ἑτέρους, καθάπερ οἴονταί τινες, οὐδὲ τὰς
·
διανοίας εἶναι μόνας ταύτας πρακτικάς, τὰς τῶν ἀποβαι‐
·
νόντων χάριν γιγνομένας ἐκ τοῦ πράττειν, ἀλλὰ πολὺ μᾶλ‐
20
λον τὰς αὐτοτελεῖς καὶ τὰς αὑτῶν ἕνεκεν θεωρίας καὶ δια‐
·
νοήσεις· ἡ γὰρ εὐπραξία τέλος, ὥστε καὶ πρᾶξίς τις. μά‐
·
λιστα δὲ καὶ πράττειν λέγομεν κυρίως καὶ τῶν ἐξωτερικῶν
·
πράξεων τοὺς ταῖς διανοίαις ἀρχιτέκτονας. ἀλλὰ μὴν οὐδ’
·
ἀπρακτεῖν ἀναγκαῖον τὰς καθ’ αὑτὰς πόλεις ἱδρυμένας καὶ
25
ζῆν οὕτω προῃρημένας· ἐνδέχεται γὰρ κατὰ μέρη καὶ τοῦτο
·
συμβαίνειν· πολλαὶ γὰρ κοινωνίαι πρὸς ἄλληλα τοῖς μέ‐
·
ρεσι τῆς πόλεώς εἰσιν. ὁμοίως δὲ τοῦτο ὑπάρχει καὶ καθ’
·
ἑνὸς ὁτουοῦν τῶν ἀνθρώπων· σχολῇ γὰρ ἂν ὁ θεὸς ἔχοι κα‐
·
λῶς καὶ πᾶς ὁ κόσμος, οἷς οὐκ εἰσὶν ἐξωτερικαὶ πράξεις
30
παρὰ τὰς οἰκείας τὰς αὐτῶν. ὅτι μὲν οὖν τὸν αὐτὸν βίον
·
ἀναγκαῖον εἶναι τὸν ἄριστον ἑκάστῳ τε τῶν ἀνθρώπων καὶ
·
κοινῇ ταῖς πόλεσι καὶ τοῖς ἀνθρώποις, φανερόν ἐστιν.
·
Ἐπεὶ δὲ πεφροιμίασται τὰ νῦν εἰρημένα περὶ αὐτῶν,
·
καὶ περὶ τὰς ἄλλας πολιτείας ἡμῖν τεθεώρηται πρότερον,
35
ἀρχὴ τῶν λοιπῶν εἰπεῖν πρῶτον ποίας τινὰς δεῖ τὰς ὑπο‐
·
θέσεις εἶναι περὶ τῆς μελλούσης κατ’ εὐχὴν συνεστάναι πόλεως.
·
οὐ γὰρ οἷόν τε πολιτείαν γενέσθαι τὴν ἀρίστην ἄνευ συμ‐
·
μέτρου χορηγίας. διὸ δεῖ πολλὰ προϋποτεθεῖσθαι καθάπερ
·
εὐχομένους, εἶναι μέντοι μηθὲν τούτων ἀδύνατον· λέγω δὲ
40
οἷον περί τε πλήθους πολιτῶν καὶ χώρας. ὥσπερ γὰρ καὶ
·
τοῖς ἄλλοις δημιουργοῖς, οἷον ὑφάντῃ καὶ ναυπηγῷ, δεῖ τὴν
0086 035 Pol1326a
·
ὕλην ὑπάρχειν ἐπιτηδείαν οὖσαν πρὸς τὴν ἐργασίαν (ὅσῳ
·
γὰρ ἂν αὕτη τυγχάνῃ παρεσκευασμένη βέλτιον, ἀνάγκη
·
καὶ τὸ γιγνόμενον ὑπὸ τῆς τέχνης εἶναι κάλλιον), οὕτω καὶ
·
τῷ πολιτικῷ καὶ τῷ νομοθέτῃ δεῖ τὴν οἰκείαν ὕλην ὑπ‐
5
άρχειν ἐπιτηδείως ἔχουσαν.
5
ἔστι δὲ πολιτικῆς χορηγίας πρῶτον
·
τό τε πλῆθος τῶν ἀνθρώπων, πόσους τε καὶ ποίους τινὰς
·
ὑπάρχειν δεῖ φύσει, καὶ κατὰ τὴν χώραν ὡσαύτως, πόσην
·
τε εἶναι καὶ ποίαν τινὰ ταύτην. οἴονται μὲν οὖν οἱ πλεῖστοι
·
προσήκειν μεγάλην εἶναι τὴν εὐδαίμονα πόλιν· εἰ δὲ τοῦτ’
10
ἀληθές, ἀγνοοῦσι ποία μεγάλη καὶ ποία μικρὰ πόλις. κατ’
·
ἀριθμοῦ γὰρ πλῆθος τῶν ἐνοικούντων κρίνουσι τὴν μεγάλην,
·
δεῖ δὲ μᾶλλον μὴ εἰς τὸ πλῆθος εἰς δὲ δύναμιν ἀποβλέ‐
·
πειν. ἔστι γάρ τι καὶ πόλεως ἔργον, ὥστε τὴν δυναμένην
·
τοῦτο μάλιστ’ ἀποτελεῖν, ταύτην οἰητέον εἶναι μεγίστην, οἷον
15
Ἱπποκράτην οὐκ ἄνθρωπον ἀλλ’ ἰατρὸν εἶναι μείζω φήσειεν
·
ἄν τις τοῦ διαφέροντος κατὰ τὸ μέγεθος τοῦ σώματος. οὐ
·
μὴν ἀλλὰ κἂν εἰ δεῖ κρίνειν πρὸς τὸ πλῆθος ἀποβλέποντας,
·
οὐ κατὰ τὸ τυχὸν πλῆθος τοῦτο ποιητέον (ἀναγκαῖον γὰρ
·
ἐν ταῖς πόλεσιν ἴσως ὑπάρχειν καὶ δούλων ἀριθμὸν πολλῶν
20
καὶ μετοίκων καὶ ξένων), ἀλλ’ ὅσοι πόλεώς εἰσι μέρος καὶ
·
ἐξ ὧν συνίσταται πόλις οἰκείων μορίων· ἡ γὰρ τούτων ὑπερ‐
·
οχὴ τοῦ πλήθους μεγάλης πόλεως σημεῖον, ἐξ ἧς δὲ βάναυ‐
·
σοι μὲν ἐξέρχονται πολλοὶ τὸν ἀριθμὸν ὁπλῖται δὲ ὀλίγοι,
·
ταύτην ἀδύνατον εἶναι μεγάλην· οὐ γὰρ ταὐτὸν μεγάλη τε
25
πόλις καὶ πολυάνθρωπος.
25
ἀλλὰ μὴν καὶ τοῦτό γε ἐκ τῶν
·
ἔργων φανερόν, ὅτι χαλεπόν, ἴσως δ’ ἀδύνατον, εὐνομεῖσθαι
·
τὴν λίαν πολυάνθρωπον· τῶν γοῦν δοκουσῶν πολιτεύεσθαι
·
καλῶς οὐδεμίαν ὁρῶμεν οὖσαν ἀνειμένην πρὸς τὸ πλῆθος.
·
τοῦτο δὲ δῆλον καὶ διὰ τῆς τῶν λόγων πίστεως. ὅ τε γὰρ
30
νόμος τάξις τίς ἐστι, καὶ τὴν εὐνομίαν ἀναγκαῖον εὐταξίαν
·
εἶναι, ὁ δὲ λίαν ὑπερβάλλων ἀριθμὸς οὐ δύναται μετέχειν
·
τάξεως· θείας γὰρ δὴ τοῦτο δυνάμεως ἔργον, ἥτις καὶ τόδε
·
συνέχει τὸ πᾶν· ἐπεὶ τό γε καλὸν ἐν πλήθει καὶ μεγέθει
·
εἴωθε γίνεσθαι. διὸ καὶ πόλιν ᾗ μετὰ μεγέθους ὁ λεχθεὶς
35
ὅρος ὑπάρχει, ταύτην εἶναι καλλίστην ἀναγκαῖον. ἀλλ’ ἔστι
·
τι καὶ πόλεως μεγέθους μέτρον, ὥσπερ καὶ τῶν ἄλλων πάν‐
·
των, ζῴων φυτῶν ὀργάνων· καὶ γὰρ τούτων ἕκαστον οὔτε λίαν
·
μικρὸν οὔτε κατὰ μέγεθος ὑπερβάλλον ἕξει τὴν αὑτοῦ δύνα‐
·
μιν, ἀλλ’ ὁτὲ μὲν ὅλως ἐστερημένον ἔσται τῆς φύσεως ὁτὲ
40
δὲ φαύλως ἔχον, οἷον πλοῖον σπιθαμιαῖον μὲν οὐκ ἔσται
·
πλοῖον ὅλως, οὐδὲ δυοῖν σταδίοιν, εἰς δὲ τὶ μέγεθος ἐλθὸν ὁτὲ
0086 035 Pol1326b
·
μὲν διὰ σμικρότητα φαύλην ποιήσει τὴν ναυτιλίαν, ὁτὲ δὲ
·
διὰ τὴν ὑπερβολήν· ὁμοίως δὲ καὶ πόλις ἡ μὲν ἐξ ὀλίγων
·
λίαν οὐκ αὐτάρκης (ἡ δὲ πόλις αὔταρκες), ἡ δὲ ἐκ πολλῶν
·
ἄγαν ἐν μὲν τοῖς ἀναγκαίοις αὐτάρκης ὥσπερ ἔθνος, ἀλλ’
5
οὐ πόλις· πολιτείαν γὰρ οὐ ῥᾴδιον ὑπάρχειν· τίς γὰρ στρατη‐
·
γὸς ἔσται τοῦ λίαν ὑπερβάλλοντος πλήθους, ἢ τίς κῆρυξ μὴ
·
Στεντόρειος; διὸ πρώτην μὲν εἶναι πόλιν ἀναγκαῖον τὴν ἐκ
·
τοσούτου πλήθους ὃ πρῶτον πλῆθος αὔταρκες πρὸς τὸ εὖ
·
ζῆν ἐστι κατὰ τὴν πολιτικὴν κοινωνίαν· ἐνδέχεται δὲ καὶ τὴν
10
ταύτης ὑπερβάλλουσαν κατὰ πλῆθος εἶναι μείζω πόλιν,
·
ἀλλὰ τοῦτ’ οὐκ ἔστιν, ὥσπερ εἴπομεν, ἀόριστον. τίς δ’ ἐστὶν ὁ
·
τῆς ὑπερβολῆς ὅρος, ἐκ τῶν ἔργων ἰδεῖν ῥᾴδιον. εἰσὶ γὰρ αἱ
·
πράξεις τῆς πόλεως τῶν μὲν ἀρχόντων τῶν δ’ ἀρχομένων,
·
ἄρχοντος δ’ ἐπίταξις καὶ κρίσις ἔργον· πρὸς δὲ τὸ κρίνειν
15
περὶ τῶν δικαίων καὶ πρὸς τὸ τὰς ἀρχὰς διανέμειν κατ’
·
ἀξίαν ἀναγκαῖον γνωρίζειν ἀλλήλους, ποῖοί τινές εἰσι, τοὺς
·
πολίτας, ὡς ὅπου τοῦτο μὴ συμβαίνει γίγνεσθαι, φαύλως
·
ἀνάγκη γίγνεσθαι τὰ περὶ τὰς ἀρχὰς καὶ τὰς κρίσεις.
·
περὶ ἀμφότερα γὰρ οὐ δίκαιον αὐτοσχεδιάζειν, ὅπερ ἐν
20
τῇ πολυανθρωπίᾳ τῇ λίαν ὑπάρχει φανερῶς. ἔτι δὲ ξένοις
·
καὶ μετοίκοις ῥᾴδιον μεταλαμβάνειν τῆς πολιτείας· οὐ γὰρ
·
χαλεπὸν τὸ λανθάνειν διὰ τὴν ὑπερβολὴν τοῦ πλήθους. δῆ‐
·
λον τοίνυν ὡς οὗτός ἐστι πόλεως ὅρος ἄριστος, ἡ μεγίστη τοῦ
·
πλήθους ὑπερβολὴ πρὸς αὐτάρκειαν ζωῆς εὐσύνοπτος. περὶ
25
μὲν οὖν μεγέθους πόλεως διωρίσθω τὸν τρόπον τοῦτον.
·
Παραπλησίως δὲ καὶ τὰ περὶ τῆς χώρας ἔχει. περὶ
·
μὲν γὰρ τοῦ ποίαν τινά, δῆλον ὅτι τὴν αὐταρκεστάτην πᾶς
·
τις ἂν ἐπαινέσειεν (τοιαύτην δ’ ἀναγκαῖον εἶναι τὴν παντο‐
·
φόρον· τὸ γὰρ πάντα ὑπάρχειν καὶ δεῖσθαι μηθενὸς
30
αὔταρκες)· πλήθει δὲ καὶ μεγέθει τοσαύτην ὥστε δύνασθαι
·
τοὺς οἰκοῦντας ζῆν σχολάζοντας ἐλευθερίως ἅμα καὶ σω‐
·
φρόνως. τοῦτον δὲ τὸν ὅρον εἰ καλῶς ἢ μὴ καλῶς λέγο‐
·
μεν, ὕστερον ἐπισκεπτέον ἀκριβέστερον, ὅταν ὅλως περὶ κτή‐
·
σεως καὶ τῆς περὶ τὴν οὐσίαν εὐπορίας συμβαίνῃ ποιεῖσθαι
35
μνείαν, πῶς δεῖ καὶ τίνα τρόπον ἔχειν πρὸς τὴν χρῆσιν
·
αὐτῆς· πολλαὶ γὰρ περὶ τὴν σκέψιν ταύτην εἰσὶν ἀμφις‐
·
βητήσεις διὰ τοὺς ἕλκοντας ἐφ’ ἑκατέραν τοῦ βίου τὴν ὑπερ‐
·
βολήν, τοὺς μὲν ἐπὶ τὴν γλισχρότητα τοὺς δὲ ἐπὶ τὴν τρυ‐
·
φήν. τὸ δ’ εἶδος τῆς χώρας οὐ χαλεπὸν εἰπεῖν (δεῖ δ’ ἔνια
40
πείθεσθαι καὶ τοῖς περὶ τὴν στρατηγίαν ἐμπείροις), ὅτι χρὴ
·
τοῖς μὲν πολεμίοις εἶναι δυσέμβολον αὐτοῖς δ’ εὐέξοδον.
0086 035 Pol1327a
·
ἔτι δ’ ὥσπερ τὸ πλῆθος τὸ τῶν ἀνθρώπων εὐσύνοπτον ἔφα‐
·
μεν εἶναι δεῖν, οὕτω καὶ τὴν χώραν· τὸ δ’ εὐσύνοπτον τὸ
·
εὐβοήθητον εἶναι τὴν χώραν ἐστίν. τῆς δὲ πόλεως τὴν θέσιν
·
εἰ χρὴ ποιεῖν κατ’ εὐχήν, πρός τε τὴν θάλατταν προσήκει
5
κεῖσθαι καλῶς πρός τε τὴν χώραν. εἷς μὲν 〈οὖν〉 ὁ λεχθεὶς
·
ὅρος (δεῖ γὰρ πρὸς τὰς ἐκβοηθείας κοινὴν εἶναι τῶν τόπων
·
ἁπάντων)· ὁ δὲ λοιπὸς πρὸς τὰς τῶν γινομένων καρπῶν
·
παραπομπάς, ἔτι δὲ τῆς περὶ ξύλα ὕλης, κἂν εἴ τινα
·
ἄλλην ἐργασίαν ἡ χώρα τυγχάνοι κεκτημένη τοιαύτην
10
εὐπαρακόμιστον.
·
Περὶ δὲ τῆς πρὸς τὴν θάλατταν κοινωνίας, πότερον
·
ὠφέλιμος ταῖς εὐνομουμέναις πόλεσιν ἢ βλαβερά, πολλὰ
·
τυγχάνουσιν ἀμφισβητοῦντες· τό τε γὰρ ἐπιξενοῦσθαί τινας
·
ἐν ἄλλοις τεθραμμένους νόμοις ἀσύμφορον εἶναί φασι πρὸς
15
τὴν εὐνομίαν, καὶ τὴν πολυανθρωπίαν· γίνεσθαι μὲν γὰρ
·
ἐκ τοῦ χρῆσθαι τῇ θαλάττῃ διαπέμποντας καὶ δεχομένους
·
ἐμπόρων πλῆθος, ὑπεναντίαν δ’ εἶναι πρὸς τὸ πολιτεύεσθαι
·
καλῶς. ὅτι μὲν οὖν, εἰ ταῦτα μὴ συμβαίνει, βέλτιον καὶ
·
πρὸς ἀσφάλειαν καὶ πρὸς εὐπορίαν τῶν ἀναγκαίων μετ‐
20
έχειν τὴν πόλιν καὶ τὴν χώραν τῆς θαλάττης, οὐκ ἄδηλον.
·
καὶ γὰρ πρὸς τὸ ῥᾷον φέρειν τοὺς πολέμους εὐβοηθήτους
·
εἶναι δεῖ κατ’ ἀμφότερα τοὺς σωθησομένους, καὶ κατὰ γῆν
·
καὶ κατὰ θάλατταν, καὶ [πρὸς] τὸ βλάψαι τοὺς ἐπιτιθεμέ‐
·
νους, εἰ μὴ κατ’ ἄμφω δυνατόν, ἀλλὰ κατὰ θάτερον ὑπ‐
25
άρξει μᾶλλον ἀμφοτέρων μετέχουσιν. ὅσα τ’ ἂν μὴ τυγχάνῃ
·
παρ’ αὐτοῖς ὄντα, δέξασθαι ταῦτα, καὶ τὰ πλεονάζοντα
·
τῶν γιγνομένων ἐκπέμψασθαι τῶν ἀναγκαίων ἐστίν. αὑτῇ
·
γὰρ ἐμπορικήν, ἀλλ’ οὐ τοῖς ἄλλοις, δεῖ εἶναι τὴν πόλιν·
·
οἱ δὲ παρέχοντες σφᾶς αὐτοὺς πᾶσιν ἀγορὰν προσόδου
30
χάριν ταῦτα πράττουσιν· ἣν δὲ μὴ δεῖ πόλιν τοιαύτης
·
μετέχειν πλεονεξίας, οὐδ’ ἐμπόριον δεῖ κεκτῆσθαι τοιοῦτον.
·
ἐπεὶ δὲ καὶ νῦν ὁρῶμεν πολλαῖς ὑπάρχοντα καὶ χώραις
·
καὶ πόλεσιν ἐπίνεια καὶ λιμένας εὐφυῶς κείμενα πρὸς τὴν
·
πόλιν, ὥστε μήτε τὸ αὐτὸ νέμειν ἄστυ μήτε πόρρω λίαν,
35
ἀλλὰ κρατεῖσθαι τείχεσι καὶ τοιούτοις ἄλλοις ἐρύμασι,
·
φανερὸν ὡς εἰ μὲν ἀγαθόν τι συμβαίνει γίνεσθαι διὰ τῆς
·
κοινωνίας αὐτῶν, ὑπάρξει τῇ πόλει τοῦτο τὸ ἀγαθόν, εἰ δέ
·
τι βλαβερόν, φυλάξασθαι ῥᾴδιον τοῖς νόμοις φράζοντας
·
καὶ διορίζοντας τίνας οὐ δεῖ καὶ τίνας ἐπιμίσγεσθαι δεῖ
40
πρὸς ἀλλήλους.
40
περὶ δὲ τῆς ναυτικῆς δυνάμεως, ὅτι μὲν
·
βέλτιστον ὑπάρχειν μέχρι τινὸς πλήθους, οὐκ ἄδηλον (οὐ γὰρ
0086 035 Pol1327b
·
μόνον αὑτοῖς ἀλλὰ καὶ τῶν πλησίον τισὶ δεῖ καὶ φοβεροὺς
·
εἶναι καὶ δύνασθαι βοηθεῖν, ὥσπερ κατὰ γῆν, καὶ κατὰ
·
θάλατταν)· περὶ δὲ πλήθους ἤδη καὶ μεγέθους τῆς δυνάμεως
·
ταύτης πρὸς τὸν βίον ἀποσκεπτέον τῆς πόλεως. εἰ μὲν γὰρ
5
ἡγεμονικὸν καὶ πολιτικὸν ζήσεται βίον, ἀναγκαῖον καὶ ταύ‐
·
την τὴν δύναμιν ὑπάρχειν πρὸς τὰς πράξεις σύμμετρον.
·
τὴν δὲ πολυανθρωπίαν τὴν γιγνομένην περὶ τὸν ναυτικὸν
·
ὄχλον οὐκ ἀναγκαῖον ὑπάρχειν ταῖς πόλεσιν· οὐθὲν γὰρ
·
αὐτοὺς μέρος εἶναι δεῖ τῆς πόλεως. τὸ μὲν γὰρ ἐπιβατι‐
10
κὸν ἐλεύθερον καὶ τῶν πεζευόντων ἐστίν, ὃ κύριόν ἐστι καὶ
·
κρατεῖ τῆς ναυτιλίας· πλήθους δὲ ὑπάρχοντος περιοίκων
·
καὶ τῶν τὴν χώραν γεωργούντων, ἀφθονίαν ἀναγκαῖον εἶναι
·
καὶ ναυτῶν. ὁρῶμεν δὲ τοῦτο καὶ νῦν ὑπάρχον τισίν,
·
οἷον τῇ πόλει τῶν Ἡρακλεωτῶν· πολλὰς γὰρ ἐκπληροῦσι
15
τριήρεις, κεκτημένοι τῷ μεγέθει πόλιν ἑτέρων ἐμμελεστέραν.
·
περὶ μὲν οὖν χώρας καὶ λιμένων καὶ πόλεων καὶ
·
θαλάττης καὶ περὶ τῆς ναυτικῆς δυνάμεως ἔστω διωρισμένα
·
τὸν τρόπον τοῦτον· περὶ δὲ τοῦ πολιτικοῦ πλήθους, τίνα μὲν
·
ὅρον ὑπάρχειν χρή, πρότερον εἴπομεν, ποίους δέ τινας
20
τὴν φύσιν εἶναι δεῖ, νῦν λέγωμεν. σχεδὸν δὴ κατανοήσειεν ἄν
·
τις τοῦτό γε, βλέψας ἐπί τε τὰς πόλεις τὰς εὐδοκιμούσας
·
τῶν Ἑλλήνων καὶ πρὸς πᾶσαν τὴν οἰκουμένην, ὡς διείλη‐
·
πται τοῖς ἔθνεσιν. τὰ μὲν γὰρ ἐν τοῖς ψυχροῖς τόποις ἔθνη
·
καὶ τὰ περὶ τὴν Εὐρώπην θυμοῦ μέν ἐστι πλήρη, διανοίας
25
δὲ ἐνδεέστερα καὶ τέχνης, διόπερ ἐλεύθερα μὲν διατελεῖ
·
μᾶλλον, ἀπολίτευτα δὲ καὶ τῶν πλησίον ἄρχειν οὐ δυνά‐
·
μενα· τὰ δὲ περὶ τὴν Ἀσίαν διανοητικὰ μὲν καὶ τεχνικὰ
·
τὴν ψυχήν, ἄθυμα δέ, διόπερ ἀρχόμενα καὶ δουλεύοντα
·
διατελεῖ· τὸ δὲ τῶν Ἑλλήνων γένος, ὥσπερ μεσεύει κατὰ
30
τοὺς τόπους, οὕτως ἀμφοῖν μετέχει. καὶ γὰρ ἔνθυμον καὶ
·
διανοητικόν ἐστιν· διόπερ ἐλεύθερόν τε διατελεῖ καὶ βέλ‐
·
τιστα πολιτευόμενον καὶ δυνάμενον ἄρχειν πάντων, μιᾶς
·
τυγχάνον πολιτείας. τὴν αὐτὴν δ’ ἔχει διαφορὰν καὶ τὰ
·
τῶν Ἑλλήνων ἔθνη πρὸς ἄλληλα· τὰ μὲν γὰρ ἔχει
35
τὴν φύσιν μονόκωλον, τὰ δὲ εὖ κέκραται πρὸς ἀμφο‐
·
τέρας τὰς δυνάμεις ταύτας. φανερὸν τοίνυν ὅτι δεῖ δια‐
·
νοητικούς τε εἶναι καὶ θυμοειδεῖς τὴν φύσιν τοὺς μέλλοντας
·
εὐαγώγους ἔσεσθαι τῷ νομοθέτῃ πρὸς τὴν ἀρετήν. ὅπερ γάρ
·
φασί τινες δεῖν ὑπάρχειν τοῖς φύλαξι, τὸ φιλητικοὺς μὲν
40
εἶναι τῶν γνωρίμων πρὸς δὲ τοὺς ἀγνῶτας ἀγρίους, ὁ θυμός
·
ἐστιν ὁ ποιῶν τὸ φιλητικόν· αὕτη γάρ ἐστιν ἡ τῆς ψυχῆς
0086 035 Pol1328a
·
δύναμις ᾗ φιλοῦμεν. σημεῖον δέ· πρὸς γὰρ τοὺς συνήθεις
·
καὶ φίλους ὁ θυμὸς αἴρεται μᾶλλον ἢ πρὸς τοὺς ἀγνῶτας,
·
ὀλιγωρεῖσθαι νομίσας. διὸ καὶ Ἀρχίλοχος προσηκόντως
·
τοῖς φίλοις ἐγκαλῶν διαλέγεται πρὸς τὸν θυμόν·
5
σὺ γὰρ δὴ παρὰ φίλων ἀπάγχεαι.
·
καὶ τὸ ἄρχον δὲ καὶ τὸ ἐλεύθερον ἀπὸ τῆς δυνάμεως ταύ‐
·
της ὑπάρχει πᾶσιν· ἀρχικὸν γὰρ καὶ ἀήττητον ὁ θυμός.
·
οὐ καλῶς δ’ ἔχει λέγειν χαλεποὺς εἶναι πρὸς τοὺς ἀγνῶτας·
·
πρὸς οὐθένα γὰρ εἶναι χρὴ τοιοῦτον, οὐδέ εἰσιν οἱ μεγαλό‐
10
ψυχοι τὴν φύσιν ἄγριοι, πλὴν πρὸς τοὺς ἀδικοῦντας. τοῦτο δὲ
·
μᾶλλον ἔτι πρὸς τοὺς συνήθεις πάσχουσιν, ὅπερ εἴρηται
·
πρότερον, ἂν ἀδικεῖσθαι νομίσωσιν. καὶ τοῦτο συμβαίνει
·
κατὰ λόγον· παρ’ οἷς γὰρ ὀφείλεσθαι τὴν εὐεργεσίαν
·
ὑπολαμβάνουσι, πρὸς τῷ βλάβει καὶ ταύτης ἀποστερεῖσθαι
15
νομίζουσιν· ὅθεν εἴρηται “χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν”
·
καὶ ”οἵ τοι πέρᾳ στέρξαντες, οἵδε καὶ πέρᾳ μισοῦσιν”.
·
περὶ μὲν οὖν τῶν πολιτευομένων, πόσους τε ὑπάρχειν
·
δεῖ καὶ ποίους τινὰς τὴν φύσιν, ἔτι δὲ τὴν χώραν πόσην
·
τέ τινα καὶ ποίαν τινά, διώρισται σχεδόν (οὐ γὰρ τὴν
20
αὐτὴν ἀκρίβειαν δεῖ ζητεῖν ἐπί τε τῶν λόγων καὶ τῶν
·
γιγνομένων διὰ τῆς αἰσθήσεως). Ἐπεὶ δ’ ὥσπερ τῶν
·
ἄλλων τῶν κατὰ φύσιν συνεστώτων οὐ ταῦτά ἐστι μόρια τῆς
·
ὅλης συστάσεως ὧν ἄνευ τὸ ὅλον οὐκ ἂν εἴη, δῆλον ὡς οὐ‐
·
δὲ πόλεως μέρη θετέον ὅσα ταῖς πόλεσιν ἀναγκαῖον ὑπάρ‐
25
χειν, οὐδ’ ἄλλης κοινωνίας οὐδεμιᾶς ἐξ ἧς ἕν τι τὸ γένος (ἓν
·
γάρ τι καὶ κοινὸν εἶναι δεῖ καὶ ταὐτὸ τοῖς κοινωνοῖς, ἄν τε ἴσον
·
ἄν τε ἄνισον μεταλαμβάνωσιν)· οἷον εἴτε τροφὴ τοῦτό ἐστιν
·
εἴτε χώρας πλῆθος εἴτ’ ἄλλο τι τῶν τοιούτων ἐστίν. ὅταν
·
δ’ ᾖ τὸ μὲν τούτου ἕνεκεν τὸ δ’ οὗ ἕνεκεν, οὐθέν [ἔν] γε τούτοις
30
κοινὸν ἀλλ’ ἢ τῷ μὲν ποιῆσαι τῷ δὲ λαβεῖν· λέγω δ’ οἷον
·
ὀργάνῳ τε παντὶ πρὸς τὸ γιγνόμενον ἔργον καὶ τοῖς δημιουρ‐
·
γοῖς· οἰκίᾳ γὰρ πρὸς οἰκοδόμον οὐθέν ἐστιν ὃ γίγνεται κοινόν,
·
ἀλλ’ ἔστι τῆς οἰκίας χάριν ἡ τῶν οἰκοδόμων τέχνη. διὸ κτή‐
·
σεως μὲν δεῖ ταῖς πόλεσιν, οὐδὲν δ’ ἐστὶν ἡ κτῆσις μέρος τῆς
35
πόλεως· πολλὰ δ’ ἔμψυχα μέρη τῆς κτήσεώς ἐστιν· ἡ δὲ
·
πόλις κοινωνία τίς ἐστι τῶν ὁμοίων, ἕνεκεν δὲ ζωῆς τῆς ἐν‐
·
δεχομένης ἀρίστης. ἐπεὶ δ’ ἐστὶν εὐδαιμονία τὸ ἄριστον, αὕτη δὲ
·
ἀρετῆς ἐνέργεια καὶ χρῆσίς τις τέλειος, συμβέβηκε δὲ οὕτως
·
ὥστε τοὺς μὲν ἐνδέχεσθαι μετέχειν αὐτῆς τοὺς δὲ μικρὸν ἢ
40
μηδέν, δῆλον ὡς τοῦτ’ αἴτιον τοῦ γίγνεσθαι πόλεως εἴδη καὶ
·
διαφορὰς καὶ πολιτείας πλείους· ἄλλον γὰρ τρόπον καὶ δι’
0086 035 Pol1328b
·
ἄλλων ἕκαστοι τοῦτο θηρεύοντες τούς τε βίους ἑτέρους ποιοῦνται
·
καὶ τὰς πολιτείας. ἐπισκεπτέον δὲ καὶ πόσα ταυτί ἐστιν ὧν
·
ἄνευ πόλις οὐκ ἂν εἴη· καὶ γὰρ ἃ λέγομεν εἶναι μέρη πό‐
·
λεως ἐν τούτοις ἂν εἴη ἀναγκαῖον ὑπάρχειν. ληπτέον τοίνυν
5
τῶν ἔργων τὸν ἀριθμόν· ἐκ τούτων γὰρ ἔσται δῆλον. πρῶτον
·
μὲν οὖν ὑπάρχειν δεῖ τροφήν, ἔπειτα τέχνας (πολλῶν γὰρ
·
ὀργάνων δεῖται τὸ ζῆν), τρίτον δὲ ὅπλα (τοὺς γὰρ κοινωνοῦν‐
·
τας ἀναγκαῖον καὶ ἐν αὑτοῖς ἔχειν ὅπλα πρός τε τὴν ἀρ‐
·
χήν, τῶν ἀπειθούντων χάριν, καὶ πρὸς τοὺς ἔξωθεν ἀδικεῖν
10
ἐπιχειροῦντας), ἔτι χρημάτων τινὰ εὐπορίαν, ὅπως ἔχωσι καὶ
·
πρὸς τὰς καθ’ αὑτοὺς χρείας καὶ πρὸς 〈τὰς〉 πολεμικάς, πέμ‐
·
πτον δὲ καὶ πρῶτον τὴν περὶ τὸ θεῖον ἐπιμέλειαν, ἣν καλοῦ‐
·
σιν ἱερατείαν, ἕκτον δὲ τὸν ἀριθμὸν καὶ πάντων ἀναγκαιό‐
·
τατον κρίσιν περὶ τῶν συμφερόντων καὶ τῶν δικαίων τῶν
15
πρὸς ἀλλήλους. τὰ μὲν οὖν ἔργα ταῦτ’ ἐστὶν ὧν δεῖται πᾶσα
·
πόλις ὡς εἰπεῖν (ἡ γὰρ πόλις πλῆθός ἐστιν οὐ τὸ τυχὸν
·
ἀλλὰ πρὸς ζωὴν αὔταρκες, ὥς φαμεν, ἐὰν δέ τι τυγ‐
·
χάνῃ τούτων ἐκλεῖπον, ἀδύνατον ἁπλῶς αὐτάρκη τὴν κοι‐
·
νωνίαν εἶναι ταύτην)· ἀνάγκη τοίνυν κατὰ τὰς ἐργασίας
20
ταύτας συνεστάναι πόλιν· δεῖ ἄρα γεωργῶν τ’ εἶναι πλῆ‐
·
θος, οἳ παρασκευάσουσι τὴν τροφήν, καὶ τεχνίτας, καὶ τὸ
·
μάχιμον, καὶ τὸ εὔπορον, καὶ ἱερεῖς, καὶ κριτὰς τῶν
·
ἀναγκαίων καὶ συμφερόντων.
·
Διωρισμένων δὲ τούτων λοιπὸν σκέψασθαι πότερον πᾶσι
25
κοινωνητέον πάντων τούτων (ἐνδέχεται γὰρ τοὺς αὐτοὺς ἅπαν‐
·
τας εἶναι καὶ γεωργοὺς καὶ τεχνίτας καὶ τοὺς βουλευομένους
·
καὶ δικάζοντας), ἢ καθ’ ἕκαστον ἔργον τῶν εἰρημένων ἄλλους
·
ὑποθετέον, ἢ τὰ μὲν ἴδια τὰ δὲ κοινὰ τούτων ἐξ ἀνάγκης
·
ἐστίν. οὐκ ἐν πάσῃ δὲ ταὐτὸ πολιτείᾳ. καθάπερ γὰρ εἴπομεν,
30
ἐνδέχεται καὶ πάντας κοινωνεῖν πάντων καὶ μὴ πάντας
·
πάντων ἀλλὰ τινὰς τινῶν. ταῦτα γὰρ καὶ ποιεῖ τὰς πολι‐
·
τείας ἑτέρας· ἐν μὲν γὰρ ταῖς δημοκρατίαις μετέχουσι
·
πάντες πάντων, ἐν δὲ ταῖς ὀλιγαρχίαις τοὐναντίον. ἐπεὶ
·
δὲ τυγχάνομεν σκοποῦντες περὶ τῆς ἀρίστης πολιτείας, αὕτη
35
δ’ ἐστὶ καθ’ ἣν ἡ πόλις ἂν εἴη μάλιστ’ εὐδαίμων, τὴν δ’
·
εὐδαιμονίαν ὅτι χωρὶς ἀρετῆς ἀδύνατον ὑπάρχειν εἴρηται
·
πρότερον, φανερὸν ἐκ τούτων ὡς ἐν τῇ κάλλιστα πολιτευο‐
·
μένῃ πόλει καὶ τῇ κεκτημένῃ δικαίους ἄνδρας ἁπλῶς, ἀλλὰ
·
μὴ πρὸς τὴν ὑπόθεσιν, οὔτε βάναυσον βίον οὔτ’ ἀγοραῖον δεῖ
40
ζῆν τοὺς πολίτας (ἀγεννὴς γὰρ ὁ τοιοῦτος βίος καὶ πρὸς
·
ἀρετὴν ὑπεναντίος), οὐδὲ δὴ γεωργοὺς εἶναι τοὺς μέλλοντας
0086 035 Pol1329a
·
ἔσεσθαι (δεῖ γὰρ σχολῆς καὶ πρὸς τὴν γένεσιν τῆς ἀρετῆς
·
καὶ πρὸς τὰς πράξεις τὰς πολιτικάς).
·
ἐπεὶ δὲ καὶ τὸ πο‐
·
λεμικὸν καὶ τὸ βουλευόμενον περὶ τῶν συμφερόντων καὶ
·
κρῖνον περὶ τῶν δικαίων ἐνυπάρχει καὶ μέρη φαίνεται τῆς
5
πόλεως μάλιστα ὄντα, πότερον 〈ἑτέροις〉 ἕτερα καὶ ταῦτα θετέον
·
ἢ τοῖς αὐτοῖς ἀποδοτέον ἄμφω; φανερὸν δὲ καὶ τοῦτο, διότι
·
τρόπον μέν τινα τοῖς αὐτοῖς τρόπον δέ τινα καὶ ἑτέροις.
·
ᾗ μὲν γὰρ ἑτέρας ἀκμῆς ἑκάτερον τῶν ἔργων, καὶ τὸ μὲν
·
δεῖται φρονήσεως τὸ δὲ δυνάμεως, ἑτέροις· ᾗ δὲ τῶν ἀδυ‐
10
νάτων ἐστὶ τοὺς δυναμένους βιάζεσθαι καὶ κωλύειν, τούτους
·
ὑπομένειν ἀρχομένους ἀεί, ταύτῃ δὲ τοῖς αὐτοῖς. οἱ γὰρ τῶν
·
ὅπλων κύριοι καὶ 〈τοῦ〉 μένειν ἢ μὴ μένειν κύριοι τὴν πολιτείαν.
·
λείπεται τοίνυν τοῖς αὐτοῖς μὲν ἀμφότερα ἀποδιδόναι τὴν
·
πολιτείαν ταῦτα, μὴ ἅμα δέ, ἀλλ’ ὥσπερ πέφυκεν ἡ
15
μὲν δύναμις ἐν νεωτέροις, ἡ δὲ φρόνησις ἐν πρεσβυτέροις
·
εἶναι· οὐκοῦν οὕτως ἀμφοῖν νενεμῆσθαι συμφέρει καὶ δίκαιόν
·
ἐστιν· ἔχει γὰρ αὕτη ἡ διαίρεσις τὸ κατ’ ἀξίαν. ἀλλὰ
·
μὴν καὶ τὰς κτήσεις δεῖ εἶναι περὶ τούτους. ἀναγκαῖον γὰρ
·
εὐπορίαν ὑπάρχειν τοῖς πολίταις, πολῖται δὲ οὗτοι. τὸ γὰρ
20
βάναυσον οὐ μετέχει τῆς πόλεως, οὐδ’ ἄλλο οὐθὲν γένος ὃ
·
μὴ τῆς ἀρετῆς δημιουργόν ἐστιν. τοῦτο δὲ δῆλον ἐκ τῆς ὑπο‐
·
θέσεως· τὸ μὲν γὰρ εὐδαιμονεῖν ἀναγκαῖον ὑπάρχειν μετὰ
·
τῆς ἀρετῆς, εὐδαίμονα δὲ πόλιν οὐκ εἰς μέρος τι βλέψαν‐
·
τας δεῖ λέγειν αὐτῆς, ἀλλ’ εἰς πάντας τοὺς πολίτας. φανε‐
25
ρὸν δὲ καὶ ὅτι δεῖ τὰς κτήσεις εἶναι τούτων, εἴπερ ἀναγ‐
·
καῖον εἶναι τοὺς γεωργοὺς δούλους ἢ βαρβάρους [ἢ] περιοίκους.
·
λοιπὸν δ’ ἐκ τῶν καταριθμηθέντων τὸ τῶν ἱερέων γένος.
·
φανερὰ δὲ καὶ ἡ τούτων τάξις. οὔτε γὰρ γεωργὸν οὔτε βά‐
·
ναυσον ἱερέα καταστατέον (ὑπὸ γὰρ τῶν πολιτῶν πρέπει
30
τιμᾶσθαι τοὺς θεούς)· ἐπεὶ δὲ διῄρηται τὸ πολιτικὸν εἰς δύο
·
μέρη, τοῦτ’ ἐστὶ τό τε ὁπλιτικὸν καὶ τὸ βουλευτικόν, πρέπει
·
δὲ τήν τε θεραπείαν ἀποδιδόναι τοῖς θεοῖς καὶ [τὴν] ἀνάπαυσιν
·
ἔχειν [περὶ αὐτοὺς] τοὺς διὰ τὸν χρόνον ἀπειρηκότας, τούτοις ἂν
·
εἴη τὰς 〈περὶ αὐτοὺς〉 ἱερωσύνας ἀποδοτέον.
·
ὧν μὲν τοίνυν ἄνευ
35
πόλις οὐ συνίσταται καὶ ὅσα μέρη πόλεως, εἴρηται (γεωρ‐
·
γοὺς μὲν γὰρ καὶ τεχνίτας καὶ πᾶν τὸ θητικὸν ἀναγκαῖον
·
ὑπάρχειν ταῖς πόλεσιν, μέρη δὲ τῆς πόλεως τό τε ὁπλι‐
·
τικὸν καὶ βουλευτικόν), καὶ κεχώρισται δὴ τούτων ἕκαστον,
·
τὸ μὲν ἀεὶ τὸ δὲ κατὰ μέρος.
40
Ἔοικε δὲ οὐ νῦν οὐδὲ νεωστὶ τοῦτ’ εἶναι γνώριμον τοῖς περὶ
·
πολιτείας φιλοσοφοῦσιν, ὅτι δεῖ διῃρῆσθαι χωρὶς κατὰ γένη
0086 035 Pol1329b
·
τὴν πόλιν καὶ τό τε μάχιμον ἕτερον εἶναι καὶ τὸ γεωρ‐
·
γοῦν. ἐν Αἰγύπτῳ τε γὰρ ἔχει τὸν τρόπον τοῦτον ἔτι καὶ
·
νῦν, τά τε περὶ τὴν Κρήτην, τὰ μὲν οὖν περὶ Αἴγυπτον
·
Σεσώστριος, ὥς φασιν, οὕτω νομοθετήσαντος, Μίνω δὲ τὰ
5
περὶ Κρήτην. ἀρχαία δὲ ἔοικεν εἶναι καὶ τῶν συσσιτίων ἡ
·
τάξις, τὰ μὲν περὶ Κρήτην γενόμενα περὶ τὴν Μίνω βα‐
·
σιλείαν, τὰ δὲ περὶ τὴν Ἰταλίαν πολλῷ παλαιότερα τού‐
·
των. φασὶ γὰρ οἱ λόγιοι τῶν ἐκεῖ κατοικούντων Ἰταλόν
·
τινα γενέσθαι βασιλέα τῆς Οἰνωτρίας, ἀφ’ οὗ τό τε ὄνομα
10
μεταβαλόντας Ἰταλοὺς ἀντ’ Οἰνωτρῶν κληθῆναι καὶ τὴν
·
ἀκτὴν ταύτην τῆς Εὐρώπης Ἰταλίαν τοὔνομα λαβεῖν, ὅση
·
τετύχηκεν ἐντὸς οὖσα τοῦ κόλπου τοῦ Σκυλλητικοῦ καὶ τοῦ
·
Λαμητικοῦ· ἀπέχει δὲ ταῦτα ἀπ’ ἀλλήλων ὁδὸν ἡμι‐
·
σείας ἡμέρας. τοῦτον δὴ λέγουσι τὸν Ἰταλὸν νομάδας τοὺς
15
Οἰνωτροὺς ὄντας ποιῆσαι γεωργούς, καὶ νόμους ἄλλους τε
·
αὐτοῖς θέσθαι καὶ τὰ συσσίτια καταστῆσαι πρῶτον· διὸ
·
καὶ νῦν ἔτι τῶν ἀπ’ ἐκείνου τινὲς χρῶνται τοῖς συσσιτίοις
·
καὶ τῶν νόμων ἐνίοις. ᾤκουν δὲ τὸ μὲν πρὸς τὴν Τυρρη‐
·
νίαν Ὀπικοὶ καὶ πρότερον καὶ νῦν καλούμενοι τὴν ἐπωνυ‐
20
μίαν Αὔσονες, τὸ δὲ πρὸς τὴν Ἰαπυγίαν καὶ τὸν Ἰόνιον
·
Χῶνες, τὴν καλουμένην Σιρῖτιν· ἦσαν δὲ καὶ οἱ Χῶνες
·
Οἰνωτροὶ τὸ γένος. ἡ μὲν οὖν τῶν συσσιτίων τάξις ἐντεῦθεν
·
γέγονε πρῶτον, ὁ δὲ χωρισμὸς ὁ κατὰ γένος τοῦ πολιτικοῦ
·
πλήθους ἐξ Αἰγύπτου· πολὺ γὰρ ὑπερτείνει τοῖς χρόνοις τὴν
25
Μίνω βασιλείαν ἡ Σεσώστριος. σχεδὸν μὲν οὖν καὶ τὰ
·
ἄλλα δεῖ νομίζειν εὑρῆσθαι πολλάκις ἐν τῷ πολλῷ χρόνῳ,
·
μᾶλλον δ’ ἀπειράκις. τὰ μὲν γὰρ ἀναγκαῖα τὴν χρείαν
·
διδάσκειν εἰκὸς αὐτήν, τὰ δ’ εἰς εὐσχημοσύνην καὶ περι‐
·
ουσίαν ὑπαρχόντων ἤδη τούτων εὔλογον λαμβάνειν τὴν αὔξη‐
30
σιν· ὥστε καὶ τὰ περὶ τὰς πολιτείας οἴεσθαι δεῖ τὸν αὐτὸν
·
ἔχειν τρόπον. ὅτι δὲ πάντα ἀρχαῖα, σημεῖον τὰ περὶ
·
Αἴγυπτόν ἐστιν· οὗτοι γὰρ ἀρχαιότατοι μὲν δοκοῦσιν εἶναι,
·
νόμων δὲ τετυχήκασιν 〈ἀεὶ〉 καὶ τάξεως πολιτικῆς. διὸ δεῖ τοῖς
·
μὲν εὑρημένοις ἱκανῶς χρῆσθαι, τὰ δὲ παραλελειμμένα
35
πειρᾶσθαι ζητεῖν.
·
ὅτι μὲν οὖν δεῖ τὴν χώραν εἶναι τῶν ὅπλα κεκτη‐
·
μένων καὶ τῶν τῆς πολιτείας μετεχόντων, εἴρηται πρό‐
·
τερον, καὶ διότι τοὺς γεωργοῦντας αὐτῶν ἑτέρους εἶναι δεῖ, καὶ
·
πόσην τινὰ χρὴ καὶ ποίαν εἶναι τὴν χώραν· περὶ δὲ τῆς
40
διανομῆς καὶ τῶν γεωργούντων, τίνας καὶ ποίους εἶναι χρή,
·
λεκτέον πρῶτον, ἐπειδὴ οὔτε κοινήν φαμεν εἶναι δεῖν τὴν
0086 035 Pol1330a
·
κτῆσιν ὥσπερ τινὲς εἰρήκασιν, ἀλλὰ τῇ χρήσει φιλικῶς
·
γινομένῃ κοινήν, οὔτ’ ἀπορεῖν οὐθένα τῶν πολιτῶν τροφῆς.
·
περὶ συσσιτίων τε συνδοκεῖ πᾶσι χρήσιμον εἶναι ταῖς εὖ
·
κατεσκευασμέναις πόλεσιν ὑπάρχειν· δι’ ἣν δ’ αἰτίαν συν‐
5
δοκεῖ καὶ ἡμῖν, ὕστερον ἐροῦμεν. δεῖ δὲ τούτων κοινωνεῖν
·
πάντας τοὺς πολίτας, οὐ ῥᾴδιον δὲ τοὺς ἀπόρους ἀπὸ τῶν
·
ἰδίων τε εἰσφέρειν τὸ συντεταγμένον καὶ διοικεῖν τὴν ἄλ‐
·
λην οἰκίαν. ἔτι δὲ τὰ πρὸς τοὺς θεοὺς δαπανήματα κοινὰ
·
πάσης τῆς πόλεώς ἐστιν. ἀναγκαῖον τοίνυν εἰς δύο μέρη
10
διῃρῆσθαι τὴν χώραν, καὶ τὴν μὲν εἶναι κοινὴν τὴν δὲ τῶν
·
ἰδιωτῶν, καὶ τούτων ἑκατέραν διῃρῆσθαι δίχα πάλιν, τῆς
·
μὲν κοινῆς τὸ μὲν ἕτερον μέρος εἰς τὰς πρὸς τοὺς θεοὺς
·
λειτουργίας τὸ δὲ ἕτερον εἰς τὴν τῶν συσσιτίων δαπάνην,
·
τῆς δὲ τῶν ἰδιωτῶν τὸ ἕτερον μέρος [τὸ] πρὸς τὰς ἐσχα‐
15
τιάς, τὸ δὲ ἕτερον πρὸς πόλιν, ἵνα δύο κλήρων ἑκάστῳ
·
νεμηθέντων ἀμφοτέρων τῶν τόπων πάντες μετέχωσιν. τό
·
τε γὰρ ἴσον οὕτως ἔχει καὶ τὸ δίκαιον καὶ τὸ πρὸς τοὺς
·
ἀστυγείτονας πολέμους ὁμονοητικώτερον. ὅπου γὰρ μὴ τοῦτον
·
ἔχει τὸν τρόπον, οἱ μὲν ὀλιγωροῦσι τῆς πρὸς τοὺς ὁμόρους
20
ἔχθρας, οἱ δὲ λίαν φροντίζουσι καὶ παρὰ τὸ καλόν. διὸ παρ’
·
ἐνίοις νόμος ἐστὶ τοὺς γειτνιῶντας τοῖς ὁμόροις μὴ συμμετέχειν
·
βουλῆς 〈περὶ〉 τῶν πρὸς αὐτοὺς πολέμων, ὡς διὰ τὸ ἴδιον
·
οὐκ ἂν δυναμένους βουλεύσασθαι καλῶς. τὴν μὲν οὖν χώραν
·
ἀνάγκη διῃρῆσθαι τὸν τρόπον τοῦτον διὰ τὰς προειρημένας
25
αἰτίας· τοὺς δὲ γεωργήσοντας μάλιστα μέν, εἰ δεῖ κατ’
·
εὐχήν, δούλους εἶναι, μήτε ὁμοφύλων πάντων 〈ὄντων〉 μήτε
·
θυμοειδῶν (οὕτω γὰρ ἂν πρός τε τὴν ἐργασίαν εἶεν χρήσιμοι
·
καὶ πρὸς τὸ μηδὲν νεωτερίζειν ἀσφαλεῖς), δεύτερον δὲ
·
βαρβάρους περιοίκους παραπλησίους τοῖς εἰρημένοις τὴν φύ‐
30
σιν, τούτων δὲ τοὺς μὲν ἐν τοῖς ἰδίοις εἶναι ἰδίους τῶν κε‐
·
κτημένων τὰς οὐσίας, τοὺς δ’ ἐπὶ τῇ κοινῇ γῇ κοινούς. τίνα
·
δὲ δεῖ τρόπον χρῆσθαι δούλοις, καὶ διότι βέλτιον πᾶσι τοῖς
·
δούλοις ἆθλον προκεῖσθαι τὴν ἐλευθερίαν, ὕστερον ἐροῦμεν.
·
Τὴν δὲ πόλιν ὅτι μὲν δεῖ κοινὴν εἶναι τῆς ἠπείρου τε
35
καὶ τῆς θαλάττης καὶ τῆς χώρας ἁπάσης ὁμοίως ἐκ τῶν
·
ἐνδεχομένων, εἴρηται πρότερον· αὐτῆς δὲ προσάντη εἶναι
·
τὴν θέσιν εὔχεσθαι δεῖ κατ’ εὐχήν, πρὸς τέτταρα βλέ‐
·
ποντας· πρῶτον μὲν ὡς ἀναγκαῖον πρὸς ὑγίειαν (αἵ τε
·
γὰρ πρὸς ἕω τὴν ἔγκλισιν ἔχουσαι καὶ πρὸς τὰ πνεύματα
40
τὰ πνέοντα ἀπὸ τῆς ἀνατολῆς ὑγιεινότεραι, δεύτερον δ’ 〈αἱ〉
·
κατὰ βορέαν· εὐχείμεροι γὰρ αὗται μᾶλλον)· τῶν δὲ λοι‐
0086 035 Pol1330b
·
πῶν πρὸς τὸ τὰς πολιτικὰς πράξεις καὶ πολεμικὰς καλῶς
·
ἔχειν. πρὸς μὲν οὖν τὰς πολεμικὰς αὐτοῖς μὲν εὐέξοδον
·
εἶναι χρή, τοῖς δ’ ἐναντίοις δυσπρόσοδον καὶ δυσπερίληπτον,
·
ὑδάτων τε καὶ ναμάτων μάλιστα μὲν ὑπάρχειν πλῆθος
5
οἰκεῖον, εἰ δὲ μή, τοῦτό γε εὕρηται διὰ τοῦ κατασκευάζειν
·
ὑποδοχὰς ὀμβρίοις ὕδασιν ἀφθόνους καὶ μεγάλας, ὥστε
·
μηδέποτε ὑπολείπειν εἰργομένους τῆς χώρας διὰ πόλεμον·
·
ἐπεὶ δὲ δεῖ περὶ ὑγιείας φροντίζειν τῶν ἐνοικούντων, τοῦτο
·
δ’ ἐστὶν ἐν τῷ κεῖσθαι τὸν τόπον ἔν τε τοιούτῳ καὶ πρὸς
10
τοιοῦτον καλῶς, δεύτερον δὲ ὕδασιν ὑγιεινοῖς χρῆσθαι, καὶ
·
τούτου τὴν ἐπιμέλειαν ἔχειν μὴ παρέργως. οἷς γὰρ πλείστοις
·
χρώμεθα πρὸς τὸ σῶμα καὶ πλειστάκις, ταῦτα πλεῖστον
·
συμβάλλεται πρὸς τὴν ὑγίειαν· ἡ δὲ τῶν ὑδάτων καὶ τοῦ
·
πνεύματος δύναμις τοιαύτην ἔχει τὴν φύσιν. διόπερ ἐν
15
ταῖς εὖ φρονούσαις δεῖ διωρίσθαι πόλεσιν, ἐὰν μὴ πάνθ’
·
ὅμοια μηδ’ ἀφθονία τοιούτων ᾖ ναμάτων, χωρὶς τά τε εἰς
·
τροφὴν ὕδατα καὶ τὰ πρὸς τὴν ἄλλην χρείαν.
·
περὶ δὲ
·
τόπων ἐρυμνῶν οὐ πάσαις ὁμοίως ἔχει τὸ συμφέρον
·
ταῖς πολιτείαις· οἷον ἀκρόπολις ὀλιγαρχικὸν καὶ μοναρχι‐
20
κόν, δημοκρατικὸν δ’ ὁμαλότης, ἀριστοκρατικὸν δὲ οὐδέτερον,
·
ἀλλὰ μᾶλλον ἰσχυροὶ τόποι πλείους. ἡ δὲ τῶν ἰδίων οἰκή‐
·
σεων διάθεσις ἡδίων μὲν νομίζεται καὶ χρησιμωτέρα πρὸς
·
τὰς ἄλλας πράξεις, ἂν εὔτομος ᾖ καὶ κατὰ τὸν νεώτερον
·
καὶ τὸν Ἱπποδάμειον τρόπον, πρὸς δὲ τὰς πολεμικὰς
25
ἀσφαλείας τοὐναντίον ὡς εἶχον κατὰ τὸν ἀρχαῖον χρόνον·
·
δυσείσοδος γὰρ ἐκείνη τοῖς ξενικοῖς καὶ δυσεξερεύνητος [τοῖς]
·
ἐπιτιθεμένοις. διὸ δεῖ τούτων ἀμφοτέρων μετέχειν (ἐνδέχε‐
·
ται γάρ, ἄν τις οὕτως κατασκευάζῃ καθάπερ ἐν τοῖς γεωρ‐
·
γίοις ἃς καλοῦσί τινες τῶν ἀμπέλων συστάδας), καὶ τὴν μὲν
30
ὅλην μὴ ποιεῖν πόλιν εὔτομον, κατὰ μέρη δὲ καὶ τόπους·
·
οὕτω γὰρ καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς κόσμον ἕξει καλῶς.
·
περὶ δὲ τειχῶν, οἱ μὴ φάσκοντες δεῖν ἔχειν τὰς τῆς ἀρε‐
·
τῆς ἀντιποιουμένας πόλεις λίαν ἀρχαίως ὑπολαμβάνουσιν,
·
καὶ ταῦθ’ ὁρῶντες ἐλεγχομένας ἔργῳ τὰς ἐκείνως καλλωπι‐
35
σαμένας. ἔστι δὲ πρὸς μὲν τοὺς ὁμοίους καὶ μὴ πολὺ τῷ
·
πλήθει διαφέροντας οὐ καλὸν τὸ πειρᾶσθαι σῴζεσθαι διὰ
·
τῆς τῶν τειχῶν ἐρυμνότητος· ἐπεὶ δὲ καὶ συμβαίνειν ἐν‐
·
δέχεται πλείω τὴν ὑπεροχὴν γίγνεσθαι τῶν ἐπιόντων καὶ
·
τῆς ἀνθρωπίνης καὶ τῆς ἐν τοῖς ὀλίγοις ἀρετῆς, εἰ δεῖ σῴ‐
40
ζεσθαι καὶ μὴ πάσχειν κακῶς μηδὲ ὑβρίζεσθαι, τὴν
·
ἀσφαλεστάτην ἐρυμνότητα τῶν τειχῶν οἰητέον εἶναι πολεμι‐
0086 035 Pol1331a
·
κωτάτην, ἄλλως τε καὶ νῦν εὑρημένων τῶν περὶ τὰ
·
βέλη καὶ τὰς μηχανὰς εἰς ἀκρίβειαν πρὸς τὰς πολιορκίας.
·
ὅμοιον γὰρ τὸ τείχη μὴ περιβάλλειν ταῖς πόλεσιν ἀξιοῦν
·
καὶ τὸ τὴν χώραν εὐέμβολον ζητεῖν καὶ περιαιρεῖν τοὺς
5
ὀρεινοὺς τόπους, ὁμοίως δὲ καὶ ταῖς οἰκήσεσι ταῖς ἰδίαις μὴ
·
περιβάλλειν τοίχους ὡς ἀνάνδρων ἐσομένων τῶν κατοικούν‐
·
των. ἀλλὰ μὴν οὐδὲ τοῦτό γε δεῖ λανθάνειν, ὅτι τοῖς μὲν
·
περιβεβλημένοις τείχη περὶ τὴν πόλιν ἔξεστιν ἀμφοτέρως
·
χρῆσθαι ταῖς πόλεσιν, καὶ ὡς ἐχούσαις τείχη καὶ ὡς μὴ
10
ἐχούσαις, τοῖς δὲ μὴ κεκτημένοις οὐκ ἔξεστιν. εἰ δὴ τοῦτον
·
ἔχει τὸν τρόπον, οὐχ ὅτι τείχη μόνον περιβλητέον, ἀλλὰ
·
καὶ τούτων ἐπιμελητέον, ὅπως καὶ πρὸς κόσμον ἔχῃ τῇ
·
πόλει πρεπόντως καὶ πρὸς τὰς πολεμικὰς χρείας, τάς τε
·
ἄλλας καὶ τὰς νῦν ἐπεξευρημένας. ὥσπερ γὰρ τοῖς ἐπι‐
15
τιθεμένοις ἐπιμελές ἐστι δι’ ὧν τρόπων πλεονεκτήσουσιν, οὕτω
·
τὰ μὲν εὕρηται τὰ δὲ δεῖ ζητεῖν καὶ φιλοσοφεῖν καὶ τοὺς
·
φυλαττομένους· ἀρχὴν γὰρ οὐδ’ ἐπιχειροῦσιν ἐπιτίθεσθαι τοῖς
·
εὖ παρεσκευασμένοις.
·
Ἐπεὶ δὲ δεῖ τὸ μὲν πλῆθος τῶν πολιτῶν ἐν συς‐
20
σιτίοις κατανενεμῆσθαι, τὰ δὲ τείχη διειλῆφθαι φυλακτη‐
·
ρίοις καὶ πύργοις κατὰ τόπους ἐπικαίρους, δῆλον ὡς ταῦτα
·
προκαλεῖται παρασκευάζειν ἔνια τῶν συσσιτίων ἐν τούτοις
·
τοῖς φυλακτηρίοις. καὶ ταῦτα μὲν δὴ τοῦτον ἄν τις δια‐
·
κοσμήσειε τὸν τρόπον· τὰς δὲ τοῖς θείοις ἀποδεδομένας οἰκή‐
25
σεις καὶ τὰ κυριώτατα τῶν ἀρχείων συσσίτια ἁρμόττει
·
τόπον ἐπιτήδειόν τε ἔχειν καὶ τὸν αὐτόν, ὅσα μὴ τῶν
·
ἱερῶν ὁ νόμος ἀφορίζει χωρὶς ἤ τι μαντεῖον ἄλλο πυθό‐
·
χρηστον. εἴη δ’ ἂν τοιοῦτος ὁ τόπος ὅστις ἐπιφάνειάν τε ἔχει
·
πρὸς τὴν τῆς θέσεως ἀρετὴν ἱκανῶς καὶ πρὸς τὰ γειτνιῶντα
30
μέρη τῆς πόλεως ἐρυμνοτέρως. πρέπει δ’ ὑπὸ μὲν τοῦτον
·
τὸν τόπον τοιαύτης ἀγορᾶς εἶναι κατασκευὴν οἵαν καὶ περὶ
·
Θετταλίαν νομίζουσιν, ἣν ἐλευθέραν καλοῦσιν, αὕτη δ’
·
ἐστὶν ἣν δεῖ καθαρὰν εἶναι τῶν ὠνίων πάντων, καὶ μήτε
·
βάναυσον μήτε γεωργὸν μήτ’ ἄλλον μηδένα τοιοῦτον παρα‐
35
βάλλειν μὴ καλούμενον ὑπὸ τῶν ἀρχόντων. εἴη δ’ ἂν
·
εὔχαρις ὁ τόπος, εἰ καὶ τὰ γυμνάσια τῶν πρεσβυτέρων
·
ἔχοι τὴν τάξιν ἐνταῦθα· πρέπει γὰρ διῃρῆσθαι κατὰ τὰς
·
ἡλικίας καὶ τοῦτον τὸν κόσμον, καὶ παρὰ μὲν τοῖς νεωτέ‐
·
ροις ἄρχοντάς τινας διατρίβειν, τοὺς δὲ πρεσβυτέρους παρὰ
40
τοῖς ἄρχουσιν· ἡ γὰρ ἐν ὀφθαλμοῖς τῶν ἀρχόντων παρ‐
·
ουσία μάλιστα ἐμποιεῖ τὴν ἀληθινὴν αἰδῶ καὶ τὸν τῶν ἐλευ‐
0086 035 Pol1331b
·
θέρων φόβον. τὴν δὲ τῶν ὠνίων ἀγορὰν ἑτέραν τε δεῖ ταύ‐
·
της εἶναι καὶ χωρίς, ἔχουσαν τόπον εὐσυνάγωγον τοῖς τε
·
ἀπὸ τῆς θαλάττης πεμπομένοις καὶ τοῖς ἀπὸ τῆς χώρας
·
πᾶσιν.
·
ἐπεὶ δὲ τὸ προεστὸς διαιρεῖται τῆς πόλεως εἰς ἱερεῖς
5
καὶ ἄρχοντας, πρέπει καὶ τῶν ἱερέων συσσίτια περὶ τὴν τῶν
·
ἱερῶν οἰκοδομημάτων ἔχειν τὴν τάξιν. τῶν δ’ ἀρχείων ὅσα
·
περὶ τὰ συμβόλαια ποιεῖται τὴν ἐπιμέλειαν, περί τε γρα‐
·
φὰς δικῶν καὶ τὰς κλήσεις καὶ τὴν ἄλλην τὴν τοιαύτην
·
διοίκησιν, ἔτι δὲ περὶ τὴν ἀγορανομίαν καὶ τὴν καλουμένην
10
ἀστυνομίαν, πρὸς ἀγορᾷ μὲν δεῖ καὶ συνόδῳ τινὶ κοινῇ κατ‐
·
εσκευάσθαι, τοιοῦτος δ’ ὁ περὶ τὴν ἀναγκαίαν ἀγοράν ἐστι
·
τόπος· ἐνσχολάζειν μὲν γὰρ τὴν ἄνω τίθεμεν, ταύτην δὲ
·
πρὸς τὰς ἀναγκαίας πράξεις. νενεμῆσθαι δὲ χρὴ τὴν εἰρη‐
·
μένην τάξιν καὶ τὰ περὶ τὴν χώραν· καὶ γὰρ ἐκεῖ τοῖς
15
ἄρχουσιν οὓς καλοῦσιν οἱ μὲν ὑλωροὺς οἱ δὲ ἀγρονόμους καὶ
·
φυλακτήρια καὶ συσσίτια πρὸς φυλακὴν ἀναγκαῖον ὑπάρ‐
·
χειν, ἔτι δὲ ἱερὰ κατὰ τὴν χώραν εἶναι νενεμημένα, τὰ
·
μὲν θεοῖς τὰ δὲ ἥρωσιν. ἀλλὰ τὸ διατρίβειν νῦν ἀκριβο‐
·
λογουμένους καὶ λέγοντας περὶ τῶν τοιούτων ἀργόν ἐστιν· οὐ
20
γὰρ χαλεπόν ἐστι τὰ τοιαῦτα νοῆσαι, ἀλλὰ ποιῆσαι μᾶλ‐
·
λον· τὸ μὲν γὰρ λέγειν εὐχῆς ἔργον ἐστί, τὸ δὲ συμβῆναι
·
τύχης. διὸ περὶ μὲν τῶν τοιούτων τό γε ἐπὶ πλεῖον ἀφ‐
·
είσθω τὰ νῦν.
·
Περὶ δὲ τῆς πολιτείας αὐτῆς, ἐκ τίνων καὶ ποίων
25
δεῖ συνεστάναι τὴν μέλλουσαν ἔσεσθαι πόλιν μακαρίαν καὶ
·
πολιτεύσεσθαι καλῶς, λεκτέον. ἐπεὶ δὲ δύ’ ἐστὶν ἐν οἷς γί‐
·
γνεται τὸ εὖ πᾶσι, τούτοιν δ’ ἐστὶν ἓν μὲν ἐν τῷ τὸν σκο‐
·
πὸν κεῖσθαι καὶ τὸ τέλος τῶν πράξεων ὀρθῶς, ἓν δὲ τὰς
·
πρὸς τὸ τέλος φερούσας πράξεις εὑρίσκειν (ἐνδέχεται γὰρ
30
ταῦτα καὶ διαφωνεῖν ἀλλήλοις καὶ συμφωνεῖν· ἐνίοτε γὰρ
·
ὁ μὲν σκοπὸς ἔκκειται καλῶς, ἐν δὲ τῷ πράττειν τοῦ τυ‐
·
χεῖν αὐτοῦ διαμαρτάνουσιν, ὁτὲ δὲ τῶν μὲν πρὸς τὸ τέλος
·
πάντων ἐπιτυγχάνουσιν, ἀλλὰ τὸ τέλος ἔθεντο φαῦλον,
·
ὁτὲ δὲ ἑκατέρου διαμαρτάνουσιν, οἷον περὶ ἰατρικήν· οὔτε γὰρ
35
ποῖόν τι δεῖ τὸ ὑγιαῖνον εἶναι σῶμα κρίνουσιν ἐνίοτε καλῶς,
·
οὔτε πρὸς τὸν ὑποκείμενον αὐτοῖς ὅρον τυγχάνουσι τῶν ποιη‐
·
τικῶν· δεῖ δ’ ἐν ταῖς τέχναις καὶ ἐπιστήμαις ταῦτα ἀμφό‐
·
τερα κρατεῖσθαι, τὸ τέλος καὶ τὰς εἰς τὸ τέλος πράξεις),
·
ὅτι μὲν οὖν τοῦ τε εὖ ζῆν καὶ τῆς εὐδαιμονίας ἐφίενται
40
πάντες, φανερόν, ἀλλὰ τούτων τοῖς μὲν ἐξουσία τυγχάνει
·
τοῖς δὲ οὔ, διά τινα τύχην ἢ φύσιν (δεῖται γὰρ καὶ χο‐
0086 035 Pol1332a
·
ρηγίας τινὸς τὸ ζῆν καλῶς, τούτου δὲ ἐλάττονος μὲν τοῖς
·
ἄμεινον διακειμένοις, πλείονος δὲ τοῖς χεῖρον), οἱ δ’ εὐθὺς
·
οὐκ ὀρθῶς ζητοῦσι τὴν εὐδαιμονίαν, ἐξουσίας ὑπαρχούσης. ἐπεὶ
·
δὲ τὸ προκείμενόν ἐστι τὴν ἀρίστην πολιτείαν ἰδεῖν, αὕτη δ’
5
ἐστὶ καθ’ ἣν ἄριστ’ ἂν πολιτεύοιτο πόλις, ἄριστα δ’ ἂν πολι‐
·
τεύοιτο καθ’ ἣν εὐδαιμονεῖν μάλιστα ἐνδέχεται τὴν πόλιν,
·
δῆλον ὅτι τὴν εὐδαιμονίαν δεῖ, τί ἐστι, μὴ λανθάνειν.
·
φαμὲν
·
δὲ (καὶ διωρίσμεθα ἐν τοῖς Ἠθικοῖς, εἴ τι τῶν λόγων ἐκείνων
·
ὄφελος) ἐνέργειαν εἶναι καὶ χρῆσιν ἀρετῆς τελείαν, καὶ ταύ‐
10
την οὐκ ἐξ ὑποθέσεως ἀλλ’ ἁπλῶς. λέγω δ’ ἐξ ὑποθέσεως
·
τἀναγκαῖα, τὸ δ’ ἁπλῶς τὸ καλῶς· οἷον τὰ περὶ τὰς δι‐
·
καίας πράξεις· αἱ 〈γὰρ〉 δίκαιαι τιμωρίαι καὶ κολάσεις ἀπ’ ἀρε‐
·
τῆς μέν εἰσιν, ἀναγκαῖαι δέ, καὶ τὸ καλῶς ἀναγκαίως
·
ἔχουσιν (αἱρετώτερον μὲν γὰρ μηδενὸς δεῖσθαι τῶν τοιούτων
15
μήτε τὸν ἄνδρα μήτε τὴν πόλιν), αἱ δ’ ἐπὶ τὰς τιμὰς καὶ
·
τὰς εὐπορίας ἁπλῶς εἰσι κάλλισται πράξεις. τὸ μὲν γὰρ
·
ἕτερον κακοῦ τινος ἀναίρεσίς ἐστιν, αἱ τοιαῦται δὲ πράξεις
·
τοὐναντίον· κατασκευαὶ γὰρ ἀγαθῶν εἰσι καὶ γεννήσεις.
·
χρήσαιτο δ’ ἂν ὁ σπουδαῖος ἀνὴρ καὶ πενίᾳ καὶ νόσῳ καὶ
20
ταῖς ἄλλαις τύχαις ταῖς φαύλαις καλῶς· ἀλλὰ τὸ μα‐
·
κάριον ἐν τοῖς ἐναντίοις ἐστίν (καὶ γὰρ τοῦτο διώρισται κατὰ
·
τοὺς ἠθικοὺς λόγους, ὅτι τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ᾧ διὰ τὴν
·
ἀρετὴν [τὰ] ἀγαθά ἐστι τὰ ἁπλῶς ἀγαθά, δῆλον δ’ ὅτι καὶ
·
τὰς χρήσεις ἀναγκαῖον σπουδαίας καὶ καλὰς εἶναι ταύτας
25
ἁπλῶς)· διὸ καὶ νομίζουσιν ἄνθρωποι τῆς εὐδαιμονίας αἴτια
·
τὰ ἐκτὸς εἶναι τῶν ἀγαθῶν, ὥσπερ εἰ τοῦ κιθαρίζειν λαμ‐
·
πρὸν καὶ καλῶς αἰτιῷντο τὴν λύραν μᾶλλον τῆς τέχνης.
·
ἀναγκαῖον τοίνυν ἐκ τῶν εἰρημένων τὰ μὲν ὑπάρχειν, τὰ
·
δὲ παρασκευάσαι τὸν νομοθέτην. διὸ κατ’ εὐχὴν εὐχόμεθα
30
τῇ τῆς πόλεως συστάσει ὧν ἡ τύχη κυρία (κυρίαν γὰρ
·
ὑπάρχειν τίθεμεν)· τὸ δὲ σπουδαίαν εἶναι τὴν πόλιν
·
οὐκέτι τύχης ἔργον ἀλλ’ ἐπιστήμης καὶ προαιρέσεως. ἀλλὰ
·
μὴν σπουδαία γε πόλις ἐστὶ τῷ τοὺς πολίτας τοὺς μετέχοντας
·
τῆς πολιτείας εἶναι σπουδαίους· ἡμῖν δὲ πάντες οἱ πολῖται
35
μετέχουσι τῆς πολιτείας. τοῦτ’ ἄρα σκεπτέον, πῶς ἀνὴρ γί‐
·
νεται σπουδαῖος. καὶ γὰρ εἰ πάντας ἐνδέχεται σπουδαίους
·
εἶναι, μὴ καθ’ ἕκαστον δὲ τῶν πολιτῶν, οὕτως αἱρετώτερον·
·
ἀκολουθεῖ γὰρ τῷ καθ’ ἕκαστον καὶ τὸ πάντας. ἀλλὰ μὴν
·
ἀγαθοί γε καὶ σπουδαῖοι γίγνονται διὰ τριῶν. τὰ τρία δὲ
40
ταῦτά ἐστι φύσις ἔθος λόγος. καὶ γὰρ φῦναι δεῖ πρῶτον,
·
οἷον ἄνθρωπον ἀλλὰ μὴ τῶν ἄλλων τι ζῴων· οὕτω καὶ
·
ποιόν τινα τὸ σῶμα καὶ τὴν ψυχήν. ἔνια δὲ οὐθὲν ὄφελος
0086 035 Pol1332b
·
φῦναι· τὰ γὰρ ἔθη μεταβαλεῖν ποιεῖ· ἔνια γὰρ εἶσι, διὰ
·
τῆς φύσεως ἐπαμφοτερίζοντα, διὰ τῶν ἐθῶν ἐπὶ τὸ χεῖρον
·
καὶ τὸ βέλτιον. τὰ μὲν οὖν ἄλλα τῶν ζῴων μάλιστα μὲν
·
τῇ φύσει ζῇ, μικρὰ δ’ ἔνια καὶ τοῖς ἔθεσιν, ἄνθρωπος δὲ
5
καὶ λόγῳ· μόνος γὰρ ἔχει λόγον· ὥστε δεῖ ταῦτα συμ‐
·
φωνεῖν ἀλλήλοις. πολλὰ γὰρ παρὰ τοὺς ἐθισμοὺς καὶ τὴν
·
φύσιν πράττουσι διὰ τὸν λόγον, ἐὰν πεισθῶσιν ἄλλως ἔχειν
·
βέλτιον. τὴν μὲν τοίνυν φύσιν οἵους εἶναι δεῖ τοὺς μέλλον‐
·
τας εὐχειρώτους ἔσεσθαι τῷ νομοθέτῃ, διωρίσμεθα πρότερον·
10
τὸ δὲ λοιπὸν ἔργον ἤδη παιδείας. τὰ μὲν γὰρ ἐθιζόμενοι
·
μανθάνουσι τὰ δ’ ἀκούοντες.
·
Ἐπεὶ δὲ πᾶσα πολιτικὴ κοινωνία συνέστηκεν ἐξ ἀρχόν‐
·
των καὶ ἀρχομένων, τοῦτο δὴ σκεπτέον, εἰ ἑτέρους εἶναι
·
δεῖ τοὺς ἄρχοντας καὶ τοὺς ἀρχομένους ἢ τοὺς αὐτοὺς διὰ
15
βίου· δῆλον γὰρ ὡς ἀκολουθεῖν δεήσει καὶ τὴν παιδείαν
·
κατὰ τὴν διαίρεσιν ταύτην. εἰ μὲν τοίνυν εἴησαν τοσοῦτον
·
διαφέροντες ἅτεροι τῶν ἄλλων ὅσον τοὺς θεοὺς καὶ τοὺς
·
ἥρωας ἡγούμεθα τῶν ἀνθρώπων διαφέρειν, εὐθὺς πρῶτον
·
κατὰ τὸ σῶμα πολλὴν ἔχοντας ὑπερβολήν, εἶτα κατὰ
20
τὴν ψυχήν, ὥστε ἀναμφισβήτητον εἶναι καὶ φανερὰν τὴν
·
ὑπεροχὴν τοῖς ἀρχομένοις τὴν τῶν ἀρχόντων, δῆλον ὅτι
·
βέλτιον ἀεὶ τοὺς αὐτοὺς τοὺς μὲν ἄρχειν τοὺς δ’ ἄρχεσθαι
·
καθάπαξ· ἐπεὶ δὲ τοῦτ’ οὐ ῥᾴδιον λαβεῖν οὐδ’ ἔστιν ὥσπερ ἐν
·
Ἰνδοῖς φησι Σκύλαξ εἶναι τοὺς βασιλέας τοσοῦτον δια‐
25
φέροντας τῶν ἀρχομένων, φανερὸν ὅτι διὰ πολλὰς αἰτίας
·
ἀναγκαῖον πάντας ὁμοίως κοινωνεῖν τοῦ κατὰ μέρος ἄρχειν
·
καὶ ἄρχεσθαι. τό τε γὰρ ἴσον ταὐτὸν τοῖς ὁμοίοις, καὶ
·
χαλεπὸν μένειν τὴν πολιτείαν τὴν συνεστηκυῖαν παρὰ τὸ
·
δίκαιον. μετὰ γὰρ τῶν ἀρχομένων ὑπάρχουσι νεωτερίζειν
30
βουλόμενοι πάντες οἱ κατὰ τὴν χώραν, τοσούτους τε εἶναι
·
τοὺς ἐν τῷ πολιτεύματι τὸ πλῆθος ὥστ’ εἶναι κρείττους πάν‐
·
των τούτων ἕν τι τῶν ἀδυνάτων ἐστίν. ἀλλὰ μὴν ὅτι γε
·
δεῖ τοὺς ἄρχοντας διαφέρειν τῶν ἀρχομένων, ἀναμφις‐
·
βήτητον. πῶς οὖν ταῦτ’ ἔσται καὶ πῶς μεθέξουσι, δεῖ σκέψα‐
35
σθαι τὸν νομοθέτην. εἴρηται δὲ πρότερον περὶ αὐτοῦ. ἡ γὰρ
·
φύσις δέδωκε τὴν αἵρεσιν, ποιήσασα αὐτὸ τὸ γένει ταὐτὸ
·
τὸ μὲν νεώτερον τὸ δὲ πρεσβύτερον, ὧν τοῖς μὲν ἄρ‐
·
χεσθαι πρέπει τοῖς δ’ ἄρχειν· ἀγανακτεῖ δὲ οὐδεὶς καθ’
·
ἡλικίαν ἀρχόμενος, οὐδὲ νομίζει εἶναι κρείττων, ἄλλως τε
40
καὶ μέλλων ἀντιλαμβάνειν τοῦτον τὸν ἔρανον ὅταν τύχῃ
·
τῆς ἱκνουμένης ἡλικίας.
·
ἔστι μὲν ἄρα ὡς τοὺς αὐτοὺς ἄρχειν
·
καὶ ἄρχεσθαι φατέον, ἔστι δὲ ὡς ἑτέρους. ὥστε καὶ τὴν
0086 035 Pol1333a
·
παιδείαν ἔστιν ὡς τὴν αὐτὴν ἀναγκαῖον, ἔστιδ’ ὡς ἑτέραν
·
εἶναι. τὸν [τε] γὰρ μέλλοντα καλῶς ἄρχειν ἀρχθῆναί φασι
·
δεῖν πρῶτον. (ἔστι δὲ ἀρχή, καθάπερ ἐν τοῖς πρώτοις εἴρη‐
·
ται λόγοις, ἡ μὲν τοῦ ἄρχοντος χάριν ἡ δὲ τοῦ ἀρχομένου.
5
τούτων δὲ τὴν μὲν δεσποτικὴν εἶναί φαμεν, τὴν δὲ τῶν
·
ἐλευθέρων. διαφέρει δ’ ἔνια τῶν ἐπιταττομένων οὐ τοῖς ἔργοις
·
ἀλλὰ τῷ τίνος ἕνεκα. διὸ πολλὰ τῶν εἶναι δοκούντων δι‐
·
ακονικῶν ἔργων καὶ τῶν νέων τοῖς ἐλευθέροις καλὸν διακο‐
·
νεῖν· πρὸς γὰρ τὸ καλὸν καὶ τὸ μὴ καλὸν οὐχ οὕτω δια‐
10
φέρουσιν αἱ πράξεις καθ’ αὑτὰς ὡς ἐν τῷ τέλει καὶ τῷ
·
τίνος ἕνεκεν.) ἐπεὶ δὲ πολίτου καὶ ἄρχοντος τὴν αὐτὴν
·
ἀρετὴν εἶναί φαμεν καὶ τοῦ ἀρίστου ἀνδρός, τὸν δ’ αὐτὸν
·
ἀρχόμενόν τε δεῖν γίγνεσθαι πρότερον καὶ ἄρχοντα ὕστερον,
·
τοῦτ’ ἂν εἴη τῷ νομοθέτῃ πραγματευτέον, ὅπως ἄνδρες ἀγα‐
15
θοὶ γίγνωνται, καὶ διὰ τίνων ἐπιτηδευμάτων, καὶ τί τὸ
·
τέλος τῆς ἀρίστης ζωῆς.
·
διῄρηται δὲ δύο μέρη τῆς ψυχῆς,
·
ὧν τὸ μὲν ἔχει λόγον καθ’ αὑτό, τὸ δ’ οὐκ ἔχει μὲν καθ’
·
αὑτό, λόγῳ δ’ ὑπακούειν δυνάμενον· ὧν φαμεν τὰς ἀρε‐
·
τὰς εἶναι καθ’ ἃς ἀνὴρ ἀγαθὸς λέγεταί πως. τούτων δὲ ἐν
20
ποτέρῳ μᾶλλον τὸ τέλος, τοῖς μὲν οὕτω διαιροῦσιν ὡς ἡμεῖς
·
φαμεν οὐκ ἄδηλον πῶς λεκτέον. αἰεὶ γὰρ τὸ χεῖρον τοῦ
·
βελτίονός ἐστιν ἕνεκεν, καὶ τοῦτο φανερὸν ὁμοίως ἔν τε τοῖς
·
κατὰ τέχνην καὶ τοῖς κατὰ φύσιν· βέλτιον δὲ τὸ λόγον
·
ἔχον. διῄρηταί τε διχῇ, καθ’ ὅνπερ εἰώθαμεν τρόπον δι‐
25
αιρεῖν· ὁ μὲν γὰρ πρακτικός ἐστι λόγος ὁ δὲ θεωρητικός.
·
ὡσαύτως οὖν ἀνάγκη διῃρῆσθαι καὶ τοῦτο τὸ μέρος δηλον‐
·
ότι. καὶ τὰς πράξεις δ’ ἀνάλογον ἐροῦμεν ἔχειν, καὶ δεῖ τὰς
·
τοῦ φύσει βελτίονος αἱρετωτέρας εἶναι τοῖς δυναμένοις τυγ‐
·
χάνειν ἢ πασῶν ἢ τοῖν δυοῖν· αἰεὶ γὰρ ἑκάστῳ τοῦθ’ αἱρε‐
30
τώτατον οὗ τυχεῖν ἔστιν ἀκροτάτου. διῄρηται δὲ καὶ πᾶς ὁ
·
βίος εἰς ἀσχολίαν καὶ σχολὴν καὶ εἰς πόλεμον καὶ εἰρή‐
·
νην, καὶ τῶν πρακτῶν τὰ μὲν [εἰς τὰ] ἀναγκαῖα καὶ χρή‐
·
σιμα τὰ δὲ [εἰς τὰ] καλά. περὶ ὧν ἀνάγκη τὴν αὐτὴν
·
αἵρεσιν εἶναι καὶ τοῖς τῆς ψυχῆς μέρεσι καὶ ταῖς πράξε‐
35
σιν αὐτῶν, πόλεμον μὲν εἰρήνης χάριν, ἀσχολίαν δὲ
·
σχολῆς, τὰ δ’ ἀναγκαῖα καὶ χρήσιμα τῶν καλῶν ἕνεκεν.
·
πρὸς πάντα μὲν τοίνυν τῷ πολιτικῷ βλέποντι νομοθετητέον,
·
καὶ κατὰ τὰ μέρη τῆς ψυχῆς καὶ κατὰ τὰς πράξεις
·
αὐτῶν, μᾶλλον δὲ πρὸς τὰ βελτίω καὶ τὰ τέλη. τὸν
40
αὐτὸν δὲ τρόπον καὶ περὶ τοὺς βίους καὶ τὰς τῶν πραγμά‐
·
των αἱρέσεις· δεῖ μὲν γὰρ ἀσχολεῖν δύνασθαι καὶ πολε‐
0086 035 Pol1333b
·
μεῖν, μᾶλλον δ’ εἰρήνην ἄγειν καὶ σχολάζειν, καὶ τἀ‐
·
ναγκαῖα καὶ τὰ χρήσιμα δὲ πράττειν, τὰ δὲ καλὰ δεῖ
·
μᾶλλον. ὥστε πρὸς τούτους τοὺς σκοποὺς καὶ παῖδας ἔτι
·
ὄντας παιδευτέον καὶ τὰς ἄλλας ἡλικίας, ὅσαι δέονται
5
παιδείας.
5
οἱ δὲ νῦν ἄριστα δοκοῦντες πολιτεύεσθαι τῶν Ἑλ‐
·
λήνων, καὶ τῶν νομοθετῶν οἱ ταύτας καταστήσαντες τὰς
·
πολιτείας, οὔτε πρὸς τὸ βέλτιστον τέλος φαίνονται συντάξαν‐
·
τες τὰ περὶ τὰς πολιτείας οὔτε πρὸς πάσας τὰς ἀρετὰς
·
τοὺς νόμους καὶ τὴν παιδείαν, ἀλλὰ φορτικῶς ἀπέκλιναν
10
πρὸς τὰς χρησίμους εἶναι δοκούσας καὶ πλεονεκτικωτέρας.
·
παραπλησίως δὲ τούτοις καὶ τῶν ὕστερόν τινες γραψάντων
·
ἀπεφήναντο τὴν αὐτὴν δόξαν· ἐπαινοῦντες γὰρ τὴν Λακε‐
·
δαιμονίων πολιτείαν ἄγανται τοῦ νομοθέτου τὸν σκοπόν, ὅτι
·
πάντα πρὸς τὸ κρατεῖν καὶ πρὸς πόλεμον ἐνομοθέτησεν. ἃ
15
καὶ κατὰ τὸν λόγον ἐστὶν εὐέλεγκτα καὶ τοῖς ἔργοις ἐξ‐
·
ελήλεγκται νῦν. ὥσπερ γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων ζη‐
·
λοῦσι τὸ πολλῶν δεσπόζειν, ὅτι πολλὴ χορηγία γίγνεται
·
τῶν εὐτυχημάτων, οὕτω καὶ Θίβρων ἀγάμενος φαίνεται
·
τὸν τῶν Λακώνων νομοθέτην, καὶ τῶν ἄλλων ἕκαστος τῶν
20
γραφόντων περὶ 〈τῆς〉 πολιτείας αὐτῶν, ὅτι διὰ τὸ γεγυμνάσθαι
·
πρὸς τοὺς κινδύνους πολλῶν ἦρχον· καίτοι δῆλον ὡς ἐπειδὴ
·
νῦν γε οὐκέτι ὑπάρχει τοῖς Λάκωσι τὸ ἄρχειν, οὐκ εὐδαί‐
·
μονες, οὐδ’ ὁ νομοθέτης ἀγαθός. ἔτι δὲ τοῦτο γελοῖον, εἰ
·
μένοντες ἐν τοῖς νόμοις αὐτοῦ, καὶ μηδενὸς ἐμποδίζοντος
25
πρὸς τὸ χρῆσθαι τοῖς νόμοις, ἀποβεβλήκασι τὸ ζῆν κα‐
·
λῶς. οὐκ ὀρθῶς δ’ ὑπολαμβάνουσιν οὐδὲ περὶ τῆς ἀρχῆς ἣν
·
δεῖ τιμῶντα φαίνεσθαι τὸν νομοθέτην· τοῦ γὰρ δεσποτικῶς
·
ἄρχειν ἡ τῶν ἐλευθέρων ἀρχὴ καλλίων καὶ μᾶλλον μετ’
·
ἀρετῆς. ἔτι δὲ οὐ διὰ τοῦτο δεῖ τὴν πόλιν εὐδαίμονα νομί‐
30
ζειν καὶ τὸν νομοθέτην ἐπαινεῖν, ὅτι κρατεῖν ἤσκησεν ἐπὶ τὸ
·
τῶν πέλας ἄρχειν· ταῦτα γὰρ μεγάλην ἔχει βλάβην.
·
δῆλον γὰρ ὅτι καὶ τῶν πολιτῶν τῷ δυναμένῳ τοῦτο πειρα‐
·
τέον διώκειν, ὅπως δύνηται τῆς οἰκείας πόλεως ἄρχειν·
·
ὅπερ ἐγκαλοῦσιν οἱ Λάκωνες Παυσανίᾳ τῷ βασιλεῖ, καί‐
35
περ ἔχοντι τηλικαύτην τιμήν.
35
οὔτε δὴ πολιτικὸς τῶν τοιού‐
·
των λόγων καὶ νόμων οὐθεὶς οὔτε ὠφέλιμος οὔτε ἀληθής ἐστιν.
·
ταὐτὰ γὰρ ἄριστα καὶ ἰδίᾳ καὶ κοινῇ, τόν 〈τε〉 νομοθέτην ἐμ‐
·
ποιεῖν δεῖ ταῦτα ταῖς ψυχαῖς τῶν ἀνθρώπων· τήν τε τῶν
·
πολεμικῶν ἄσκησιν οὐ τούτου χάριν δεῖ μελετᾶν, ἵνα κατα‐
40
δουλώσωνται τοὺς ἀναξίους, ἀλλ’ ἵνα πρῶτον μὲν αὐτοὶ μὴ
·
δουλεύσωσιν ἑτέροις, ἔπειτα ὅπως ζητῶσι τὴν ἡγεμονίαν τῆς
0086 035 Pol1334a
·
ὠφελείας ἕνεκα τῶν ἀρχομένων, ἀλλὰ μὴ πάντων δεσπο‐
·
τείας· τρίτον δὲ τὸ δεσπόζειν τῶν ἀξίων δουλεύειν. ὅτι δὲ
·
δεῖ τὸν νομοθέτην μᾶλλον σπουδάζειν ὅπως καὶ τὴν περὶ
·
τὰ πολεμικὰ καὶ τὴν ἄλλην νομοθεσίαν τοῦ σχολάζειν
5
ἕνεκεν τάξῃ καὶ τῆς εἰρήνης, μαρτυρεῖ τὰ γιγνόμενα τοῖς
·
λόγοις. αἱ γὰρ πλεῖσται τῶν τοιούτων πόλεων πολεμοῦσαι
·
μὲν σῴζονται, κατακτησάμεναι δὲ τὴν ἀρχὴν ἀπόλλυνται.
·
τὴν γὰρ βαφὴν ἀνιᾶσιν, ὥσπερ ὁ σίδηρος, εἰρήνην ἄγον‐
·
τες. αἴτιος δ’ ὁ νομοθέτης οὐ παιδεύσας δύνασθαι σχο‐
10
λάζειν.
·
Ἐπεὶ δὲ τὸ αὐτὸ τέλος εἶναι φαίνεται καὶ κοινῇ καὶ
·
ἰδίᾳ τοῖς ἀνθρώποις, καὶ τὸν αὐτὸν ὅρον ἀναγκαῖον εἶναι
·
τῷ τε ἀρίστῳ ἀνδρὶ καὶ τῇ ἀρίστῃ πολιτείᾳ, φανερὸν ὅτι
·
δεῖ τὰς εἰς τὴν σχολὴν ἀρετὰς ὑπάρχειν· τέλος γάρ,
15
ὥσπερ εἴρηται πολλάκις, εἰρήνη μὲν πολέμου σχολὴ δ’
·
ἀσχολίας. χρήσιμοι δὲ τῶν ἀρετῶν εἰσι πρὸς τὴν σχολὴν
·
καὶ διαγωγὴν ὧν τε ἐν τῇ σχολῇ τὸ ἔργον καὶ ὧν ἐν τῇ
·
ἀσχολίᾳ. δεῖ γὰρ πολλὰ τῶν ἀναγκαίων ὑπάρχειν ὅπως
·
ἐξῇ σχολάζειν· διὸ σώφρονα τὴν πόλιν εἶναι προσήκει
20
καὶ ἀνδρείαν καὶ καρτερικήν· κατὰ γὰρ τὴν παροιμίαν, οὐ
·
σχολὴ δούλοις, οἱ δὲ μὴ δυνάμενοι κινδυνεύειν ἀνδρείως
·
δοῦλοι τῶν ἐπιόντων εἰσίν. ἀνδρείας μὲν οὖν καὶ καρτερίας
·
δεῖ πρὸς τὴν ἀσχολίαν, φιλοσοφίας δὲ πρὸς τὴν σχολήν,
·
σωφροσύνης δὲ καὶ δικαιοσύνης ἐν ἀμφοτέροις τοῖς χρό‐
25
νοις, καὶ μᾶλλον εἰρήνην ἄγουσι καὶ σχολάζουσιν· ὁ μὲν
·
γὰρ πόλεμος ἀναγκάζει δικαίους εἶναι καὶ σωφρονεῖν, ἡ δὲ
·
τῆς εὐτυχίας ἀπόλαυσις καὶ τὸ σχολάζειν μετ’ εἰρήνης
·
ὑβριστὰς ποιεῖ μᾶλλον. πολλῆς οὖν δεῖ δικαιοσύνης καὶ
·
πολλῆς σωφροσύνης 〈μετέχειν〉 τοὺς ἄριστα δοκοῦντας πράττειν
30
καὶ πάντων τῶν μακαριζομένων ἀπολαύοντας, οἷον εἴ τινές
·
εἰσιν, ὥσπερ οἱ ποιηταί φασιν, ἐν μακάρων νήσοις· μάλιστα
·
γὰρ οὗτοι δεήσονται φιλοσοφίας καὶ σωφροσύνης καὶ δικαι‐
·
οσύνης, ὅσῳ μᾶλλον σχολάζουσιν ἐν ἀφθονίᾳ τῶν τοι‐
·
ούτων ἀγαθῶν. διότι μὲν οὖν τὴν μέλλουσαν εὐδαιμονήσειν
35
καὶ σπουδαίαν ἔσεσθαι πόλιν τούτων δεῖ τῶν ἀρετῶν μετέχειν,
·
φανερόν. αἰσχροῦ γὰρ ὄντος 〈τοῦ〉 μὴ δύνασθαι χρῆσθαι
·
τοῖς ἀγαθοῖς, ἔτι μᾶλλον τὸ μὴ δύνασθαι ἐν τῷ σχολάζειν
·
χρῆσθαι, ἀλλ’ ἀσχολοῦντας μὲν καὶ πολεμοῦντας φαίνεσθαι
·
ἀγαθούς, εἰρήνην δ’ ἄγοντας καὶ σχολάζοντας ἀνδραποδώ‐
40
δεις. διὸ δεῖ μὴ καθάπερ ἡ Λακεδαιμονίων πόλις τὴν ἀρε‐
·
τὴν ἀσκεῖν. ἐκεῖνοι μὲν γὰρ οὐ ταύτῃ διαφέρουσι τῶν ἄλ‐
0086 035 Pol1334b
·
λων, τῷ μὴ νομίζειν ταὐτὰ τοῖς ἄλλοις μέγιστα τῶν
·
ἀγαθῶν, ἀλλὰ τῷ γίνεσθαι ταῦτα μᾶλλον διὰ τινὸς ἀρε‐
·
τῆς· ἐπεὶ δὲ μείζω τε ἀγαθὰ ταῦτα καὶ τὴν ἀπόλαυσιν τὴν
·
τούτων ἢ τὴν τῶν ἀρετῶν **. ** καὶ ὅτι δι’ αὑτήν, φανερὸν
5
ἐκ τούτων· πῶς δὲ καὶ διὰ τίνων ἔσται, τοῦτο δὴ θεωρητέον.
·
τυγχάνομεν δὴ διῃρημένοι πρότερον ὅτι φύσεως καὶ ἔθους
·
καὶ λόγου δεῖ. τούτων δὲ ποίους μέν τινας εἶναι χρὴ τὴν
·
φύσιν, διώρισται πρότερον, λοιπὸν δὲ θεωρῆσαι πότερον παι‐
·
δευτέοι τῷ λόγῳ πρότερον ἢ τοῖς ἔθεσιν. ταῦτα γὰρ δεῖ
10
πρὸς ἄλληλα συμφωνεῖν συμφωνίαν τὴν ἀρίστην· ἐνδέχε‐
·
ται γὰρ διημαρτηκέναι τὸν λόγον τῆς βελτίστης ὑπο‐
·
θέσεως, καὶ διὰ τῶν ἐθῶν ὁμοίως ἦχθαι. φανερὸν δὴ τοῦτό
·
γε πρῶτον μέν, καθάπερ ἐν τοῖς ἄλλοις, ὡς ἡ γένεσις ἀπ’
·
ἀρχῆς ἐστι, καὶ τὸ τέλος ἀπό τινος ἀρχῆς 〈ἀρχὴ〉 ἄλλου τέλους,
15
ὁ δὲ λόγος ἡμῖν καὶ ὁ νοῦς τῆς φύσεως τέλος, ὥστε πρὸς
·
τούτους τὴν γένεσιν καὶ τὴν τῶν ἐθῶν δεῖ παρασκευάζειν
·
μελέτην· ἔπειτα ὥσπερ ψυχὴ καὶ σῶμα δύ’ ἐστίν, οὕτω
·
καὶ τῆς ψυχῆς ὁρῶμεν δύο μέρη, τό τε ἄλογον καὶ τὸ
·
λόγον ἔχον, καὶ τὰς ἕξεις τὰς τούτων δύο τὸν ἀριθμόν,
20
ὧν τὸ μέν ἐστιν ὄρεξις τὸ δὲ νοῦς, ὥσπερ δὲ τὸ σῶμα
·
πρότερον τῇ γενέσει τῆς ψυχῆς, οὕτω καὶ τὸ ἄλογον τοῦ
·
λόγον ἔχοντος. φανερὸν δὲ καὶ τοῦτο· θυμὸς γὰρ καὶ βού‐
·
λησις, ἔτι δὲ ἐπιθυμία, καὶ γενομένοις εὐθὺς ὑπάρχει τοῖς
·
παιδίοις, ὁ δὲ λογισμὸς καὶ ὁ νοῦς προϊοῦσιν ἐγγίγνεσθαι
25
πέφυκεν. διὸ πρῶτον μὲν τοῦ σώματος τὴν ἐπιμέλειαν
·
ἀναγκαῖον εἶναι προτέραν ἢ τὴν τῆς ψυχῆς, ἔπειτα τὴν
·
τῆς ὀρέξεως, ἕνεκα μέντοι τοῦ νοῦ τὴν τῆς ὀρέξεως, τὴν δὲ
·
τοῦ σώματος τῆς ψυχῆς.
·
Εἴπερ οὖν ἀπ’ ἀρχῆς τὸν νομοθέτην ὁρᾶν δεῖ ὅπως
30
βέλτιστα τὰ σώματα γένηται τῶν τρεφομένων, πρῶτον μὲν
·
ἐπιμελητέον περὶ τὴν σύζευξιν, πότε καὶ ποίους τινὰς ὄντας
·
χρὴ ποιεῖσθαι πρὸς ἀλλήλους τὴν γαμικὴν ὁμιλίαν. δεῖ δ’
·
ἀποβλέποντα νομοθετεῖν ταύτην τὴν κοινωνίαν πρὸς αὐτούς
·
τε καὶ τὸν τοῦ ζῆν χρόνον, ἵνα συγκαταβαίνωσι ταῖς ἡλι‐
35
κίαις ἐπὶ τὸν αὐτὸν καιρὸν καὶ μὴ διαφωνῶσιν αἱ δυνά‐
·
μεις τοῦ μὲν ἔτι δυναμένου γεννᾶν τῆς δὲ μὴ δυναμένης,
·
ἢ ταύτης μὲν τοῦ δ’ ἀνδρὸς μή (ταῦτα γὰρ ποιεῖ καὶ στά‐
·
σεις πρὸς ἀλλήλους καὶ διαφοράς)· ἔπειτα καὶ πρὸς τὴν
·
τῶν τέκνων διαδοχήν, δεῖ γὰρ οὔτε λίαν ὑπολείπεσθαι ταῖς
40
ἡλικίαις τὰ τέκνα τῶν πατέρων (ἀνόνητος γὰρ τοῖς μὲν
·
πρεσβυτέροις ἡ χάρις παρὰ τῶν τέκνων, ἡ δὲ παρὰ τῶν
0086 035 Pol1335a
·
πατέρων βοήθεια τοῖς τέκνοις), οὔτε λίαν πάρεγγυς εἶναι
·
(πολλὴν γὰρ ἔχει δυσχέρειαν· ἥ τε γὰρ αἰδὼς ἧττον ὑπάρχει
·
τοῖς τοιούτοις, ὥσπερ ἡλικιώταις, καὶ περὶ τὴν οἰκονομίαν
·
ἐγκληματικὸν τὸ πάρεγγυς)· ἔτι δ’, ὅθεν ἀρχόμενοι δεῦρο
5
μετέβημεν, ὅπως τὰ σώματα τῶν γεννωμένων ὑπάρχῃ
·
πρὸς τὴν τοῦ νομοθέτου βούλησιν.
·
σχεδὸν δὴ πάντα ταῦτα
·
συμβαίνει κατὰ μίαν ἐπιμέλειαν. ἐπεὶ γὰρ ὥρισται τέλος
·
τῆς γεννήσεως ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν ἀνδράσι μὲν ὁ
·
τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμὸς ἔσχατος, πεντήκοντα δὲ
10
γυναιξί, δεῖ τὴν ἀρχὴν τῆς συζεύξεως κατὰ τὴν ἡλικίαν
·
εἰς τοὺς χρόνους καταβαίνειν τούτους. ἔστι δ’ ὁ τῶν νέων συν‐
·
δυασμὸς φαῦλος πρὸς τὴν τεκνοποιίαν· ἐν γὰρ πᾶσι ζῴοις
·
ἀτελῆ τὰ τῶν νέων ἔκγονα, καὶ θηλυτόκα μᾶλλον καὶ
·
μικρὰ τὴν μορφήν, ὥστ’ ἀναγκαῖον ταὐτὸ τοῦτο συμβαίνειν
15
καὶ ἐπὶ τῶν ἀνθρώπων. τεκμήριον δέ· ἐν ὅσαις γὰρ τῶν
·
πόλεων ἐπιχωριάζει τὸ νέους συζευγνύναι καὶ νέας, ἀτε‐
·
λεῖς καὶ μικροὶ τὰ σώματά εἰσιν. ἔτι δὲ ἐν τοῖς τόκοις
·
αἱ νέαι πονοῦσί τε μᾶλλον καὶ διαφθείρονται πλείους· διὸ
·
καὶ τὸν χρησμὸν γενέσθαι τινές φασι διὰ τοιαύτην αἰτίαν
20
τοῖς Τροιζηνίοις, ὡς πολλῶν διαφθειρομένων διὰ τὸ γαμί‐
·
σκεσθαι τὰς νεωτέρας, ἀλλ’ οὐ πρὸς τὴν τῶν καρπῶν κο‐
·
μιδήν. ἔτι δὲ καὶ πρὸς σωφροσύνην συμφέρει τὰς ἐκ‐
·
δόσεις ποιεῖσθαι πρεσβυτέραις· ἀκολαστότεραι γὰρ εἶναι δο‐
·
κοῦσι νέαι χρησάμεναι ταῖς συνουσίαις. καὶ τὰ τῶν ἀρρένων
25
δὲ σώματα βλάπτεσθαι δοκεῖ πρὸς τὴν αὔξησιν, ἐὰν ἔτι
·
τοῦ σπέρματος αὐξανομένου ποιῶνται τὴν συνουσίαν· καὶ γὰρ
·
τούτου τις ὡρισμένος χρόνος, ὃν οὐχ ὑπερβαίνει πληθύον ἔτι, 〈ἢ
·
μικρόν〉· διὸ τὰς μὲν ἁρμόττει περὶ τὴν τῶν ὀκτωκαίδεκα ἐτῶν
·
ἡλικίαν συζευγνύναι, τοὺς δ’ ἑπτὰ καὶ τριάκοντα [ἢ μικρόν].
30
ἐν τοσούτῳ γὰρ ἀκμάζουσί τε τοῖς σώμασιν 〈ἡ〉 σύζευξις
·
ἔσται, καὶ πρὸς τὴν παῦλαν τῆς τεκνοποιίας συγκαταβήσεται
·
τοῖς χρόνοις εὐκαίρως· ἔτι δὲ ἡ διαδοχὴ τῶν τέκνων τοῖς
·
μὲν ἀρχομένοις ἔσται τῆς ἀκμῆς, ἐὰν γίγνηται κατὰ λό‐
·
γον εὐθὺς ἡ γένεσις, τοῖς δὲ ἤδη καταλελυμένης τῆς ἡλι‐
35
κίας πρὸς τὸν τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμόν.
35
περὶ μὲν
·
οὖν τοῦ πότε δεῖ ποιεῖσθαι τὴν σύζευξιν εἴρηται, τοῖς δὲ
·
περὶ τὴν ὥραν χρόνοις δεῖ χρῆσθαι οἷς οἱ πολλοὶ χρῶνται, καλῶς
·
καὶ νῦν ὁρίσαντες χειμῶνος τὴν συναυλίαν ποιεῖσθαι ταύτην.
·
δεῖ δὲ καὶ αὐτοὺς ἤδη θεωρεῖν πρὸς τὴν τεκνοποιίαν τά τε
40
παρὰ τῶν ἰατρῶν λεγόμενα καὶ τὰ παρὰ τῶν φυσικῶν·
·
οἵ τε γὰρ ἰατροὶ τοὺς καιροὺς τῶν σωμάτων ἱκανῶς λέγουσι,
0086 035 Pol1335b
·
καὶ περὶ τῶν πνευμάτων οἱ φυσικοί, τὰ βόρεια τῶν νο‐
·
τίων ἐπαινοῦντες μᾶλλον. ποίων δέ τινων τῶν σωμάτων
·
ὑπαρχόντων μάλιστ’ ἂν ὄφελος εἴη τοῖς γεννωμένοις, ἐπιστή‐
·
σασι μὲν μᾶλλον λεκτέον ἐν τοῖς περὶ τῆς παιδονομίας,
5
τύπῳ δὲ ἱκανὸν εἰπεῖν καὶ νῦν. οὔτε γὰρ ἡ τῶν ἀθλητῶν
·
χρήσιμος ἕξις πρὸς πολιτικὴν εὐεξίαν οὐδὲ πρὸς ὑγίειαν
·
καὶ τεκνοποιίαν, οὔτε ἡ θεραπευτικὴ καὶ κακοπονητικὴ λίαν,
·
ἀλλ’ ἡ μέση τούτων. πεπονημένην μὲν οὖν ἔχειν δεῖ τὴν
·
ἕξιν, πεπονημένην δὲ πόνοις μὴ βιαίοις, μηδὲ πρὸς ἓν
10
μόνον, ὥσπερ ἡ τῶν ἀθλητῶν ἕξις, ἀλλὰ πρὸς τὰς τῶν
·
ἐλευθερίων πράξεις. ὁμοίως δὲ δεῖ ταῦτα ὑπάρχειν ἀν‐
·
δράσι καὶ γυναιξίν.
·
χρὴ δὲ καὶ τὰς ἐγκύους ἐπιμελεῖσθαι
·
τῶν σωμάτων, μὴ ῥᾳθυμούσας μηδ’ ἀραιᾷ τροφῇ χρωμέ‐
·
νας. τοῦτο δὲ ῥᾴδιον τῷ νομοθέτῃ ποιῆσαι προστάξαντι καθ’
15
ἡμέραν τινὰ ποιεῖσθαι πορείαν πρὸς θεῶν ἀποθεραπείαν τῶν
·
εἰληχότων τὴν περὶ τῆς γενέσεως τιμήν. τὴν μέντοι διά‐
·
νοιαν τοὐναντίον τῶν σωμάτων ῥᾳθυμοτέρως ἁρμόττει δι‐
·
άγειν· ἀπολαύοντα γὰρ φαίνεται τὰ γεννώμενα τῆς ἐχούσης
·
ὥσπερ τὰ φυόμενα τῆς γῆς. περὶ δὲ ἀποθέσεως καὶ
20
τροφῆς τῶν γιγνομένων ἔστω νόμος μηδὲν πεπηρωμένον
·
τρέφειν, διὰ δὲ πλῆθος τέκνων ἡ τάξις τῶν ἐθῶν
·
κελεύει μηθὲν ἀποτίθεσθαι τῶν γιγνομένων· ὁρισθῆναι δὲ
·
δεῖ τῆς τεκνοποιίας τὸ πλῆθος, ἐὰν δέ τισι γίγνηται παρὰ
·
ταῦτα συνδυασθέντων, πρὶν αἴσθησιν ἐγγενέσθαι καὶ ζωὴν
25
ἐμποιεῖσθαι δεῖ τὴν ἄμβλωσιν· τὸ γὰρ ὅσιον καὶ τὸ μὴ
·
διωρισμένον τῇ αἰσθήσει καὶ τῷ ζῆν ἔσται. ἐπεὶ δ’ ἡ μὲν
·
ἀρχὴ τῆς ἡλικίας ἀνδρὶ καὶ γυναικὶ διώρισται, πότε ἄρχε‐
·
σθαι χρὴ τῆς συζεύξεως, καὶ πόσον χρόνον λειτουργεῖν ἁρ‐
·
μόττει πρὸς τεκνοποιίαν ὡρίσθω. τὰ γὰρ τῶν πρεσβυτέρων
30
ἔκγονα, καθάπερ τὰ τῶν νεωτέρων, ἀτελῆ γίγνεται καὶ τοῖς
·
σώμασι καὶ ταῖς διανοίαις, τὰ δὲ τῶν γεγηρακότων ἀσθενῆ·
·
διὸ κατὰ τὴν τῆς διανοίας ἀκμήν. αὕτη δ’ ἐστὶν ἐν τοῖς
·
πλείστοις ἥνπερ τῶν ποιητῶν τινες εἰρήκασιν οἱ μετροῦντες
·
ταῖς ἑβδομάσι τὴν ἡλικίαν, περὶ τὸν χρόνον τὸν τῶν πεν‐
35
τήκοντα ἐτῶν. ὥστε τέτταρσιν ἢ πέντε ἔτεσιν ὑπερβάλλοντα
·
τὴν ἡλικίαν ταύτην ἀφεῖσθαι δεῖ τῆς εἰς τὸ φανερὸν γεν‐
·
νήσεως· τὸ δὲ λοιπὸν ὑγιείας χάριν ἤ τινος ἄλλης τοιαύ‐
·
της αἰτίας φαίνεσθαι δεῖ ποιουμένους τὴν ὁμιλίαν. περὶ δὲ
·
τῆς πρὸς ἄλλην ἢ πρὸς ἄλλον, ἔστω μὲν ἁπλῶς μὴ καλὸν
40
ἁπτόμενον φαίνεσθαι μηδαμῇ μηδαμῶς, ὅταν 〈ἀνὴρ〉 ᾖ καὶ
·
προσαγορευθῇ πόσις· περὶ δὲ τὸν χρόνον τὸν τῆς τεκνοποιίας
0086 035 Pol1336a
·
ἐάν τις φαίνηται τοιοῦτόν τι δρῶν, ἀτιμίᾳ ζημιούσθω πρε‐
·
πούσῃ πρὸς τὴν ἁμαρτίαν.
·
Γενομένων δὲ τῶν τέκνων οἴεσθαι 〈δεῖ〉 μεγάλην εἶναι δια‐
·
φορὰν πρὸς τὴν τῶν σωμάτων δύναμιν τὴν τροφήν, ὁποία
5
τις ἂν ᾖ. φαίνεται δὲ διά τε τῶν ἄλλων ζῴων ἐπισκο‐
·
ποῦσι, καὶ διὰ τῶν ἐθνῶν οἷς ἐπιμελές ἐστιν εἰσάγειν τὴν
·
πολεμικὴν ἕξιν, ἡ τοῦ γάλακτος πλήθουσα τροφὴ μάλιστ’
·
οἰκεία τοῖς σώμασιν, 〈ἡ〉 ἀοινοτέρα δὲ διὰ τὰ νοσήματα. ἔτι
·
δὲ καὶ κινήσεις ὅσας ἐνδέχεται ποιεῖσθαι τηλικούτων συμ‐
10
φέρει. πρὸς δὲ τὸ μὴ διαστρέφεσθαι τὰ μέλη δι’ ἁπαλότη‐
·
τα χρῶνται καὶ νῦν ἔνια τῶν ἐθνῶν ὀργάνοις τισὶ μηχανι‐
·
κοῖς, ἃ τὸ σῶμα ποιεῖ τῶν τοιούτων ἀστραβές. συμ‐
·
φέρει δ’ εὐθὺς καὶ πρὸς τὰ ψύχη συνεθίζειν ἐκ μικρῶν
·
παίδων· τοῦτο γὰρ καὶ πρὸς ὑγίειαν καὶ πρὸς πολεμικὰς
15
πράξεις εὐχρηστότατον. διὸ παρὰ πολλοῖς ἐστι τῶν βαρ‐
·
βάρων ἔθος τοῖς μὲν εἰς ποταμὸν ἀποβάπτειν τὰ γιγνό‐
·
μενα ψυχρόν, τοῖς δὲ σκέπασμα μικρὸν ἀμπίσχειν, οἷον
·
Κελτοῖς. πάντα γὰρ ὅσα δυνατὸν ἐθίζειν, εὐθὺς ἀρχο‐
·
μένων βέλτιον ἐθίζειν μέν, ἐκ προσαγωγῆς δ’ ἐθίζειν·
20
εὐφυὴς δ’ ἡ τῶν παίδων ἕξις διὰ θερμότητα πρὸς τὴν τῶν
·
ψυχρῶν ἄσκησιν.
·
περὶ μὲν οὖν τὴν πρώτην συμφέρει ποιεῖ‐
·
σθαι τὴν ἐπιμέλειαν τοιαύτην τε καὶ τὴν ταύτῃ παραπλη‐
·
σίαν· τὴν δ’ ἐχομένην ταύτης ἡλικίαν μέχρι πέντε ἐτῶν,
·
ἣν οὔτε πω πρὸς μάθησιν καλῶς ἔχει προσάγειν οὐδεμίαν
25
οὔτε πρὸς ἀναγκαίους πόνους, ὅπως μὴ τὴν αὔξησιν ἐμποδί‐
·
ζωσιν, δεῖ τοσαύτης τυγχάνειν κινήσεως ὥστε διαφεύγειν
·
τὴν ἀργίαν τῶν σωμάτων· ἣν χρὴ παρασκευάζειν καὶ δι’
·
ἄλλων πράξεων καὶ διὰ τῆς παιδιᾶς. δεῖ δὲ καὶ τὰς
·
παιδιὰς εἶναι μήτε ἀνελευθέρους μήτε ἐπιπόνους μήτε ἀν‐
30
ειμένας. καὶ περὶ λόγων δὲ καὶ μύθων, ποίους τινὰς ἀκούειν
·
δεῖ τοὺς τηλικούτους, ἐπιμελὲς ἔστω τοῖς ἄρχουσιν οὓς καλοῦσι
·
παιδονόμους. πάντα γὰρ δεῖ τὰ τοιαῦτα προοδοποιεῖν πρὸς
·
τὰς ὕστερον διατριβάς· διὸ τὰς παιδιὰς εἶναι δεῖ τὰς πολ‐
·
λὰς μιμήσεις τῶν ὕστερον σπουδαζομένων. τὰς δὲ διατάσεις
35
τῶν παίδων καὶ τοὺς κλαυθμοὺς οὐκ ὀρθῶς ἀπαγορεύουσιν
·
οἱ κωλύοντες ἐν τοῖς νόμοις· συμφέρουσι γὰρ πρὸς αὔξησιν·
·
γίγνεται γὰρ τρόπον τινὰ γυμνασία τοῖς σώμασιν· ἡ γὰρ
·
τοῦ πνεύματος κάθεξις ποιεῖ τὴν ἰσχὺν τοῖς πονοῦσιν, ὃ
·
συμβαίνει καὶ τοῖς παιδίοις διατεινομένοις.
·
ἐπισκεπτέον δὲ
40
τοῖς παιδονόμοις τὴν τούτων διαγωγήν, τήν τ’ ἄλλην καὶ
·
ὅπως ὅτι ἥκιστα μετὰ δούλων ἔσται. ταύτην γὰρ τὴν ἡλι‐
0086 035 Pol1336b
·
κίαν, καὶ μέχρι τῶν ἑπτὰ ἐτῶν, ἀναγκαῖον οἴκοι τὴν τρο‐
·
φὴν ἔχειν. εὔλογον οὖν ἀπολαύειν ἀπὸ τῶν ἀκουσμάτων
·
καὶ τῶν ὁραμάτων ἀνελευθερίαν καὶ τηλικούτους ὄντας. ὅλως
·
μὲν οὖν αἰσχρολογίαν ἐκ τῆς πόλεως, ὥσπερ ἄλλο τι, δεῖ
5
τὸν νομοθέτην ἐξορίζειν (ἐκ τοῦ γὰρ εὐχερῶς λέγειν ὁτιοῦν
·
τῶν αἰσχρῶν γίνεται καὶ τὸ ποιεῖν σύνεγγυς)· μάλιστα
·
μὲν οὖν ἐκ τῶν νέων, ὅπως μήτε λέγωσι μήτε ἀκούωσι μη‐
·
δὲν τοιοῦτον· ἐὰν δέ τις φαίνηταί τι λέγων ἢ πράττων τῶν
·
ἀπηγορευμένων, τὸν μὲν ἐλεύθερον μήπω δὲ κατακλίσεως
10
ἠξιωμένον ἐν τοῖς συσσιτίοις ἀτιμίαις κολάζειν καὶ πλη‐
·
γαῖς, τὸν δὲ πρεσβύτερον τῆς ἡλικίας ταύτης ἀτιμίαις
·
ἀνελευθέροις ἀνδραποδωδίας χάριν. ἐπεὶ δὲ τὸ λέγειν τι
·
τῶν τοιούτων ἐξορίζομεν, φανερὸν ὅτι καὶ τὸ θεωρεῖν ἢ
·
γραφὰς ἢ λόγους ἀσχήμονας. ἐπιμελὲς μὲν οὖν ἔστω τοῖς
15
ἄρχουσι μηθέν, μήτε ἄγαλμα μήτε γραφήν, εἶναι τοιούτων
·
πράξεων μίμησιν, εἰ μὴ παρά τισι θεοῖς τοιούτοις οἷς καὶ
·
τὸν τωθασμὸν ἀποδίδωσιν ὁ νόμος. πρὸς δὲ τούτοις ἀφίησιν
·
ὁ νόμος τοὺς τὴν ἡλικίαν ἔχοντας [ἔτι] τὴν ἱκνουμένην καὶ
·
ὑπὲρ αὑτῶν καὶ τέκνων καὶ γυναικῶν τιμαλφεῖν τοὺς θεούς·
20
τοὺς δὲ νεωτέρους οὔτ’ ἰάμβων οὔτε κωμῳδίας θεατὰς θε‐
·
τέον, πρὶν ἢ τὴν ἡλικίαν λάβωσιν ἐν ᾗ καὶ κατακλίσεως
·
ὑπάρξει κοινωνεῖν ἤδη καὶ μέθης, καὶ τῆς ἀπὸ τῶν τοιούτων
·
γιγνομένης βλάβης ἀπαθεῖς ἡ παιδεία ποιήσει πάντως.
·
νῦν μὲν οὖν ἐν παραδρομῇ τοῦτον πεποιήμεθα τὸν λόγον·
25
ὕστερον δ’ ἐπιστήσαντας δεῖ διορίσαι μᾶλλον, εἴτε μὴ δεῖ
·
πρῶτον εἴτε δεῖ διαπορήσαντας, καὶ πῶς δεῖ· κατὰ δὲ τὸν
·
παρόντα καιρὸν ἐμνήσθημεν ὅσον ἀναγκαῖον. ἴσως γὰρ οὐ
·
κακῶς ἔλεγε τὸ τοιοῦτον Θεόδωρος ὁ τῆς τραγῳδίας ὑπο‐
·
κριτής· οὐθενὶ γὰρ πώποτε παρῆκεν ἑαυτοῦ προεισάγειν, οὐδὲ
30
τῶν εὐτελῶν ὑποκριτῶν, ὡς οἰκειουμένων τῶν θεατῶν ταῖς
·
πρώταις ἀκοαῖς· συμβαίνει δὲ ταὐτὸ τοῦτο καὶ πρὸς τὰς
·
τῶν ἀνθρώπων ὁμιλίας καὶ πρὸς τὰς τῶν πραγμάτων·
·
πάντα γὰρ στέργομεν τὰ πρῶτα μᾶλλον. διὸ δεῖ τοῖς
·
νέοις πάντα ποιεῖν ξένα τὰ φαῦλα, μάλιστα δ’ αὐτῶν ὅσα
35
ἔχει ἢ μοχθηρίαν ἢ δυσμένειαν. διελθόντων δὲ τῶν πέντε
·
ἐτῶν τὰ δύο μέχρι τῶν ἑπτὰ δεῖ θεωροὺς ἤδη γίγνεσθαι
·
τῶν μαθήσεων ἃς δεήσει μανθάνειν αὐτούς. δύο δ’ εἰσὶν
·
ἡλικίαι πρὸς ἃς ἀναγκαῖον διῃρῆσθαι τὴν παιδείαν, πρὸς
·
τὴν ἀπὸ τῶν ἑπτὰ μέχρι ἥβης καὶ πάλιν πρὸς τὴν ἀφ’
40
ἥβης μέχρι τῶν ἑνὸς καὶ εἴκοσιν ἐτῶν. οἱ γὰρ ταῖς ἑβδο‐
·
μάσι διαιροῦντες τὰς ἡλικίας ὡς ἐπὶ τὸ πολὺ λέγουσιν οὐ
0086 035 Pol1337a
·
κακῶς, δεῖ δὲ τῇ διαιρέσει τῆς φύσεως ἐπακολουθεῖν· πᾶσα
·
γὰρ τέχνη καὶ παιδεία τὸ προσλεῖπον βούλεται τῆς φύ‐
·
σεως ἀναπληροῦν. πρῶτον μὲν οὖν σκεπτέον εἰ ποιητέον
·
τάξιν τινὰ περὶ τοὺς παῖδας, ἔπειτα πότερον συμφέρει κοινῇ
5
ποιεῖσθαι τὴν ἐπιμέλειαν αὐτῶν ἢ κατ’ ἴδιον τρόπον (ὃ
·
γίγνεται καὶ νῦν ἐν ταῖς πλείσταις τῶν πόλεων), τρίτον δὲ
·
ποίαν τινὰ δεῖ ταύτην 〈εἶναι〉.
·
Θ
·
Ὅτι μὲν οὖν τῷ νομοθέτῃ μάλιστα πραγματευτέον
·
περὶ τὴν τῶν νέων παιδείαν, οὐδεὶς ἂν ἀμφισβητήσειε· καὶ
·
γὰρ ἐν ταῖς πόλεσιν οὐ γιγνόμενον τοῦτο βλάπτει τὰς πολι‐
·
τείας· δεῖ γὰρ πρὸς ἑκάστην παιδεύεσθαι· τὸ γὰρ ἦθος
15
τῆς πολιτείας ἑκάστης τὸ οἰκεῖον καὶ φυλάττειν εἴωθε τὴν
·
πολιτείαν καὶ καθίστησιν ἐξ ἀρχῆς, οἷον τὸ μὲν δημοκρα‐
·
τικὸν δημοκρατίαν τὸ δ’ ὀλιγαρχικὸν ὀλιγαρχίαν· ἀεὶ δὲ
·
τὸ βέλτιον ἦθος βελτίονος αἴτιον πολιτείας. ἔτι δὲ πρὸς
·
πάσας δυνάμεις καὶ τέχνας ἔστιν ἃ δεῖ προπαιδεύεσθαι
20
καὶ προεθίζεσθαι πρὸς τὰς ἑκάστων ἐργασίας, ὥστε δῆλον
·
ὅτι καὶ πρὸς τὰς τῆς ἀρετῆς πράξεις· ἐπεὶ δ’ ἓν τὸ τέλος
·
τῇ πόλει πάσῃ, φανερὸν ὅτι καὶ τὴν παιδείαν μίαν καὶ
·
τὴν αὐτὴν ἀναγκαῖον εἶναι πάντων, καὶ ταύτης τὴν ἐπι‐
·
μέλειαν εἶναι κοινὴν καὶ μὴ κατ’ ἰδίαν, ὃν τρόπον νῦν
25
ἕκαστος ἐπιμελεῖται τῶν αὑτοῦ τέκνων ἰδίᾳ τε καὶ μάθησιν
·
ἰδίαν, ἣν ἂν δόξῃ, διδάσκων. δεῖ δὲ τῶν κοινῶν κοινὴν
·
ποιεῖσθαι καὶ τὴν ἄσκησιν. ἅμα δὲ οὐδὲ χρὴ νομίζειν
·
αὐτὸν αὑτοῦ τινα εἶναι τῶν πολιτῶν, ἀλλὰ πάντας τῆς
·
πόλεως, μόριον γὰρ ἕκαστος τῆς πόλεως· ἡ δ’ ἐπιμέλεια
30
πέφυκεν ἑκάστου μορίου βλέπειν πρὸς τὴν τοῦ ὅλου ἐπιμέλειαν.
·
ἐπαινέσειε δ’ ἄν τις κατὰ τοῦτο Λακεδαιμονίους· καὶ γὰρ
·
πλείστην ποιοῦνται σπουδὴν περὶ τοὺς παῖδας καὶ κοινῇ ταύτην.
·
Ὅτι μὲν οὖν νομοθετητέον περὶ παιδείας καὶ ταύτην
·
κοινὴν ποιητέον, φανερόν· τίς δ’ ἔσται ἡ παιδεία καὶ πῶς
35
χρὴ παιδεύεσθαι, δεῖ μὴ λανθάνειν. νῦν γὰρ ἀμφις‐
·
βητεῖται περὶ τῶν ἔργων. οὐ γὰρ ταὐτὰ πάντες ὑπολαμβά‐
·
νουσι δεῖν μανθάνειν τοὺς νέους οὔτε πρὸς ἀρετὴν οὔτε πρὸς τὸν
·
βίον τὸν ἄριστον, οὐδὲ φανερὸν πότερον πρὸς τὴν διάνοιαν
·
πρέπει μᾶλλον ἢ πρὸς τὸ τῆς ψυχῆς ἦθος· ἔκ τε τῆς ἐμ‐
40
ποδὼν παιδείας ταραχώδης ἡ σκέψις καὶ δῆλον οὐδὲν πό‐
·
τερον ἀσκεῖν δεῖ τὰ χρήσιμα πρὸς τὸν βίον ἢ τὰ τείνοντα
·
πρὸς ἀρετὴν ἢ τὰ περιττά (πάντα γὰρ εἴληφε ταῦτα κρι‐
0086 035 Pol1337b
·
τάς τινας)· περί τε τῶν πρὸς ἀρετὴν οὐθέν ἐστιν ὁμολογούμε‐
·
νον (καὶ γὰρ τὴν ἀρετὴν οὐ τὴν αὐτὴν εὐθὺς πάντες τιμῶ‐
·
σιν, ὥστ’ εὐλόγως διαφέρονται καὶ πρὸς τὴν ἄσκησιν αὐτῆς).
·
ὅτι μὲν οὖν τὰ ἀναγκαῖα δεῖ διδάσκεσθαι τῶν χρησίμων,
5
οὐκ ἄδηλον· ὅτι δὲ οὐ πάντα, διῃρημένων τῶν τε ἐλευθερίων
·
ἔργων καὶ τῶν ἀνελευθερίων φανερόν, 〈καὶ〉 ὅτι τῶν τοιούτων
·
δεῖ μετέχειν ὅσα τῶν χρησίμων ποιήσει τὸν μετέχοντα μὴ
·
βάναυσον. βάναυσον δ’ ἔργον εἶναι δεῖ τοῦτο νομίζειν καὶ
·
τέχνην ταύτην καὶ μάθησιν, ὅσαι πρὸς τὰς χρήσεις καὶ
10
τὰς πράξεις τὰς τῆς ἀρετῆς ἄχρηστον ἀπεργάζονται τὸ
·
σῶμα τῶν ἐλευθέρων [ἢ τὴν ψυχὴν] ἢ τὴν διάνοιαν. διὸ
·
τάς τε τοιαύτας τέχνας ὅσαι τὸ σῶμα παρασκευάζουσι
·
χεῖρον διακεῖσθαι βαναύσους καλοῦμεν, καὶ τὰς μισθαρνι‐
·
κὰς ἐργασίας· ἄσχολον γὰρ ποιοῦσι τὴν διάνοιαν καὶ ταπει‐
15
νήν. ἔστι δὲ καὶ τῶν ἐλευθερίων ἐπιστημῶν μέχρι μὲν
·
τινὸς ἐνίων μετέχειν οὐκ ἀνελεύθερον, τὸ δὲ προσεδρεύειν λίαν
·
πρὸς ἀκρίβειαν ἔνοχον ταῖς εἰρημέναις βλάβαις. ἔχει δὲ
·
πολλὴν διαφορὰν καὶ τὸ τίνος ἕνεκεν πράττει τις ἢ μαν‐
·
θάνει· τὸ μὲν γὰρ αὑτοῦ χάριν ἢ φίλων ἢ δι’ ἀρετὴν οὐκ ἀν‐
20
ελεύθερον, ὁ δὲ αὐτὸ τοῦτο πράττων δι’ ἄλλους πολλάκις
·
θητικὸν καὶ δουλικὸν δόξειεν ἂν πράττειν.
·
αἱ μὲν οὖν καταβεβλημέναι νῦν μαθήσεις, καθάπερ ἐλέχθη
·
πρότερον, ἐπαμφοτερίζουσιν· ἔστι δὲ τέτταρα σχεδὸν ἃ παιδεύ‐
·
ειν εἰώθασι, γράμματα καὶ γυμναστικὴν καὶ μουσικὴν καὶ
25
τέταρτον ἔνιοι γραφικήν, τὴν μὲν γραμματικὴν καὶ γραφι‐
·
κὴν ὡς χρησίμους πρὸς τὸν βίον οὔσας καὶ πολυχρήστους, τὴν
·
δὲ γυμναστικὴν ὡς συντείνουσαν πρὸς ἀνδρείαν· τὴν δὲ μουσικὴν
·
ἤδη διαπορήσειεν ἄν τις. νῦν μὲν γὰρ ὡς ἡδονῆς χάριν οἱ
·
πλεῖστοι μετέχουσιν αὐτῆς· οἱ δ’ ἐξ ἀρχῆς ἔταξαν ἐν παι‐
30
δείᾳ διὰ τὸ τὴν φύσιν αὐτὴν ζητεῖν, ὅπερ πολλάκις εἴρη‐
·
ται, μὴ μόνον ἀσχολεῖν ὀρθῶς ἀλλὰ καὶ σχολάζειν δύ‐
·
νασθαι καλῶς. αὕτη γὰρ ἀρχὴ πάντων μία· καὶ πάλιν
·
εἴπωμεν περὶ αὐτῆς. εἰ δ’ ἄμφω μὲν δεῖ, μᾶλλον δὲ
·
αἱρετὸν τὸ σχολάζειν τῆς ἀσχολίας καὶ τέλος, ζητητέον
35
ὅ τι δεῖ ποιοῦντας σχολάζειν. οὐ γὰρ δὴ παίζοντας· τέλος
·
γὰρ ἀναγκαῖον εἶναι τοῦ βίου τὴν παιδιὰν ἡμῖν. εἰ δὲ τοῦτο
·
ἀδύνατον, καὶ μᾶλλον ἐν ταῖς ἀσχολίαις χρηστέον ταῖς
·
παιδιαῖς (ὁ γὰρ πονῶν δεῖται τῆς ἀναπαύσεως, ἡ δὲ παι‐
·
διὰ χάριν ἀναπαύσεώς ἐστιν· τὸ δ’ ἀσχολεῖν συμβαίνει
40
μετὰ πόνου καὶ συντονίας), διὰ τοῦτο δεῖ παιδιὰς εἰσάγε‐
·
σθαι καιροφυλακοῦντας τὴν χρῆσιν, ὡς προσάγοντας φαρμα‐
·
κείας χάριν. ἄνεσις γὰρ ἡ τοιαύτη κίνησις τῆς ψυχῆς,
0086 035 Pol1338a
·
καὶ διὰ τὴν ἡδονὴν ἀνάπαυσις. τὸ δὲ σχολάζειν ἔχειν
·
αὐτὸ δοκεῖ τὴν ἡδονὴν καὶ τὴν εὐδαιμονίαν καὶ τὸ ζῆν
·
μακαρίως. τοῦτο δ’ οὐ τοῖς ἀσχολοῦσιν ὑπάρχει ἀλλὰ τοῖς
·
σχολάζουσιν· ὁ μὲν γὰρ ἀσχολῶν ἕνεκα τινος ἀσχολεῖ
5
τέλους ὡς οὐχ ὑπάρχοντος, ἡ δ’ εὐδαιμονία τέλος ἐστίν, ἣν
·
οὐ μετὰ λύπης ἀλλὰ μεθ’ ἡδονῆς οἴονται πάντες εἶναι.
·
ταύτην μέντοι τὴν ἡδονὴν οὐκέτι τὴν αὐτὴν τιθέασιν, ἀλλὰ
·
καθ’ ἑαυτοὺς ἕκαστος καὶ τὴν ἕξιν τὴν αὑτῶν, ὁ δ’ ἄριστος
·
τὴν ἀρίστην καὶ τὴν ἀπὸ τῶν καλλίστων. ὥστε φανερὸν ὅτι
10
δεῖ καὶ πρὸς τὴν ἐν τῇ διαγωγῇ σχολὴν μανθάνειν ἄττα
·
καὶ παιδεύεσθαι, καὶ ταῦτα μὲν τὰ παιδεύματα καὶ ταύ‐
·
τας τὰς μαθήσεις ἑαυτῶν εἶναι χάριν, τὰς δὲ πρὸς τὴν
·
ἀσχολίαν ὡς ἀναγκαίας καὶ χάριν ἄλλων. διὸ καὶ τὴν
·
μουσικὴν οἱ πρότερον εἰς παιδείαν ἔταξαν οὐχ ὡς ἀναγκαῖον
15
(οὐδὲν γὰρ ἔχει τοιοῦτον), οὐδ’ ὡς χρήσιμον (ὥσπερ τὰ γράμ‐
·
ματα πρὸς χρηματισμὸν καὶ πρὸς οἰκονομίαν καὶ πρὸς
·
μάθησιν καὶ πρὸς πολιτικὰς πράξεις πολλάς, δοκεῖ δὲ
·
καὶ γραφικὴ χρήσιμος εἶναι πρὸς τὸ κρίνειν τὰ τῶν τεχνι‐
·
τῶν ἔργα κάλλιον), οὐδ’ αὖ καθάπερ ἡ γυμναστικὴ πρὸς
20
ὑγίειαν καὶ ἀλκήν (οὐδέτερον γὰρ τούτων ὁρῶμεν γιγνόμενον
·
ἐκ τῆς μουσικῆς)· λείπεται τοίνυν πρὸς τὴν ἐν τῇ σχολῇ
·
διαγωγήν, εἰς ὅπερ καὶ φαίνονται παράγοντες αὐτήν. ἣν
·
γὰρ οἴονται διαγωγὴν εἶναι τῶν ἐλευθέρων, ἐν ταύτῃ τάτ‐
·
τουσιν. διόπερ Ὅμηρος οὕτως ἐποίησεν
25
ἀλλ’ οἶον †μέν ἐστι† καλεῖν ἐπὶ δαῖτα θαλείην,
·
καὶ οὕτω προειπὼν ἑτέρους τινὰς “οἳ καλέουσιν ἀοιδόν” φη‐
·
σίν, ”ὅ κεν τέρπῃσιν ἅπαντας”. καὶ ἐν ἄλλοις δέ φησιν 〈ὁ〉
·
Ὀδυσσεὺς ταύτην ἀρίστην εἶναι διαγωγήν, ὅταν εὐφραινο‐
·
μένων τῶν ἀνθρώπων ”δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζων‐
30
ται ἀοιδοῦ ἥμενοι ἑξείης”.
30
ὅτι μὲν τοίνυν ἔστι παιδεία τις
·
ἣν οὐχ ὡς χρησίμην παιδευτέον τοὺς υἱεῖς οὐδ’ ὡς ἀναγκαίαν
·
ἀλλ’ ὡς ἐλευθέριον καὶ καλήν, φανερόν ἐστιν· πότερον δὲ
·
μία τὸν ἀριθμὸν ἢ πλείους, καὶ τίνες αὗται καὶ πῶς, ὕστε‐
·
ρον λεκτέον περὶ αὐτῶν. νῦν δὲ τοσοῦτον ἡμῖν εἶναι πρὸ
35
ὁδοῦ γέγονεν, ὅτι καὶ παρὰ τῶν ἀρχαίων ἔχομέν τινα
·
μαρτυρίαν ἐκ τῶν καταβεβλημένων παιδευμάτων· ἡ γὰρ
·
μουσικὴ τοῦτο ποιεῖ δῆλον. ἔτι δὲ καὶ τῶν χρησίμων ὅτι
·
δεῖ τινα παιδεύεσθαι τοὺς παῖδας οὐ μόνον διὰ τὸ χρήσιμον,
·
οἷον τὴν τῶν γραμμάτων μάθησιν, ἀλλὰ καὶ διὰ τὸ πολ‐
40
λὰς ἐνδέχεσθαι γίγνεσθαι δι’ αὐτῶν μαθήσεις ἑτέρας, ὁμοίως
·
δὲ καὶ τὴν γραφικὴν οὐχ ἵνα ἐν τοῖς ἰδίοις ὠνίοις μὴ δι‐
·
αμαρτάνωσιν ἀλλ’ ὦσιν ἀνεξαπάτητοι πρὸς τὴν τῶν σκευῶν
0086 035 Pol1338b
·
ὠνήν τε καὶ πρᾶσιν, μᾶλλον δ’ ὅτι ποιεῖ θεωρητικὸν τοῦ
·
περὶ τὰ σώματα κάλλους. τὸ δὲ ζητεῖν πανταχοῦ τὸ χρή‐
·
σιμον ἥκιστα ἁρμόττει τοῖς μεγαλοψύχοις καὶ τοῖς ἐλευ‐
·
θερίοις. ἐπεὶ δὲ φανερὸν 〈τὸ〉 πρότερον τοῖς ἔθεσιν ἢ τῷ λόγῳ
5
παιδευτέον εἶναι, καὶ περὶ τὸ σῶμα πρότερον ἢ τὴν διά‐
·
νοιαν, δῆλον ἐκ τούτων ὅτι παραδοτέον τοὺς παῖδας γυμνα‐
·
στικῇ καὶ παιδοτριβικῇ· τούτων γὰρ ἡ μὲν ποιάν τινα ποιεῖ
·
τὴν ἕξιν τοῦ σώματος, ἡ δὲ τὰ ἔργα.
·
Νῦν μὲν οὖν αἱ μάλιστα δοκοῦσαι τῶν πόλεων ἐπι‐
10
μελεῖσθαι τῶν παίδων αἱ μὲν ἀθλητικὴν ἕξιν ἐμποιοῦσι, λω‐
·
βώμεναι τά τε εἴδη καὶ τὴν αὔξησιν τῶν σωμάτων, οἱ
·
δὲ Λάκωνες ταύτην μὲν οὐχ ἥμαρτον τὴν ἁμαρτίαν, θηρι‐
·
ώδεις δ’ ἀπεργάζονται τοῖς πόνοις, ὡς τοῦτο πρὸς ἀνδρείαν
·
μάλιστα συμφέρον. καίτοι, καθάπερ εἴρηται πολλάκις, οὔτε
15
πρὸς μίαν οὔτε πρὸς μάλιστα ταύτην βλέποντα ποιητέον
·
τὴν ἐπιμέλειαν· εἰ δὲ καὶ πρὸς ταύτην, οὐδὲ τοῦτο ἐξευρί‐
·
σκουσιν. οὔτε γὰρ ἐν τοῖς ἄλλοις ζῴοις οὔτε ἐπὶ τῶν ἐθνῶν
·
ὁρῶμεν τὴν ἀνδρείαν ἀκολουθοῦσαν τοῖς ἀγριωτάτοις, ἀλλὰ
·
μᾶλλον τοῖς ἡμερωτέροις καὶ λεοντώδεσιν ἤθεσιν. πολλὰ
20
δ’ ἔστι τῶν ἐθνῶν ἃ πρὸς τὸ κτείνειν καὶ πρὸς τὴν ἀνθρωπο‐
·
φαγίαν εὐχερῶς ἔχει, καθάπερ τῶν περὶ τὸν Πόντον
·
Ἀχαιοί τε καὶ Ἡνίοχοι καὶ τῶν ἠπειρωτικῶν ἐθνῶν ἕτερα,
·
τὰ μὲν ὁμοίως τούτοις τὰ δὲ μᾶλλον, ἃ λῃστρικὰ μέν ἐστιν,
·
ἀνδρείας δ’ οὐ μετειλήφασιν. ἔτι δ’ αὐτοὺς τοὺς Λάκωνας
25
ἴσμεν, ἕως μὲν αὐτοὶ προσήδρευον ταῖς φιλοπονίαις, ὑπερ‐
·
έχοντας τῶν ἄλλων, νῦν δὲ κἀν τοῖς γυμνικοῖς ἀγῶσι κἀν τοῖς
·
πολεμικοῖς λειπομένους ἑτέρων· οὐ γὰρ τῷ τοὺς νέους
·
γυμνάζειν τὸν τρόπον τοῦτον διέφερον, ἀλλὰ τῷ μόνους μὴ
·
πρὸς ἀσκοῦντας ἀσκεῖν. ὥστε τὸ καλὸν ἀλλ’ οὐ τὸ θηριῶδες
30
δεῖ πρωταγωνιστεῖν· οὐδὲ γὰρ λύκος οὐδ’ 〈οὐδὲν〉 τῶν ἄλλων
·
θηρίων ἀγωνίσαιτο ἂν οὐθένα καλὸν κίνδυνον, ἀλλὰ μᾶλλον
·
ἀνὴρ ἀγαθός, οἱ δὲ λίαν εἰς ταῦτα ἀνέντες τοὺς παῖδας,
·
καὶ τῶν ἀναγκαίων ἀπαιδαγωγήτους ποιήσαντες, βαναύσους
·
κατεργάζονται κατά γε τὸ ἀληθές, πρὸς ἕν τε μόνον ἔρ‐
35
γον τῆς πολιτικῆς χρησίμους ποιήσαντες, καὶ πρὸς τοῦτο χεῖ‐
·
ρον, ὥς φησιν ὁ λόγος, ἑτέρων. δεῖ δὲ οὐκ ἐκ τῶν προ‐
·
τέρων ἔργων κρίνειν, ἀλλ’ ἐκ τῶν νῦν· ἀνταγωνιστὰς γὰρ τῆς
·
παιδείας νῦν ἔχουσι, πρότερον δ’ οὐκ εἶχον.
·
ὅτι μὲν οὖν χρη‐
·
στέον τῇ γυμναστικῇ, καὶ πῶς χρηστέον, ὁμολογούμενόν ἐστιν
40
(μέχρι μὲν γὰρ ἥβης κουφότερα γυμνάσια προσοιστέον, τὴν
·
βίαιον τροφὴν καὶ τοὺς πρὸς ἀνάγκην πόνους ἀπείργοντας,
·
ἵνα μηθὲν ἐμπόδιον ᾖ πρὸς τὴν αὔξησιν· σημεῖον γὰρ οὐ
0086 035 Pol1339a
·
μικρὸν ὅτι δύνανται τοῦτο παρασκευάζειν, ἐν γὰρ τοῖς ὀλυμ‐
·
πιονίκαις δύο τις ἂν ἢ τρεῖς εὕροι τοὺς αὐτοὺς νενικηκότας
·
ἄνδρας τε καὶ παῖδας, διὰ τὸ νέους ἀσκοῦντας ἀφαιρεῖσθαι
·
τὴν δύναμιν ὑπὸ τῶν ἀναγκαίων γυμνασίων· ὅταν δ’ ἀφ’
5
ἥβης ἔτη τρία πρὸς τοῖς ἄλλοις μαθήμασι γένωνται, τότε
·
ἁρμόττει καὶ τοῖς πόνοις καὶ ταῖς ἀναγκοφαγίαις κατα‐
·
λαμβάνειν τὴν ἐχομένην ἡλικίαν· ἅμα γὰρ τῇ τε διανοίᾳ
·
καὶ τῷ σώματι διαπονεῖν οὐ δεῖ, τοὐναντίον γὰρ ἑκάτερος
·
ἀπεργάζεσθαι πέφυκε τῶν πόνων, ἐμποδίζων ὁ μὲν τοῦ
10
σώματος πόνος τὴν διάνοιαν ὁ δὲ ταύτης τὸ σῶμα).
·
Περὶ δὲ μουσικῆς ἔνια μὲν διηπορήκαμεν τῷ λόγῳ
·
καὶ πρότερον, καλῶς δ’ ἔχει καὶ νῦν ἀναλαβόντας αὐτὰ
·
προαγαγεῖν, ἵνα ὥσπερ ἐνδόσιμον γένηται τοῖς λόγοις οὓς
·
ἄν τις εἴπειεν ἀποφαινόμενος περὶ αὐτῆς. οὔτε γὰρ τίνα
15
ἔχει δύναμιν ῥᾴδιον περὶ αὐτῆς διελεῖν, οὔτε τίνος δεῖ χά‐
·
ριν μετέχειν αὐτῆς, πότερον παιδιᾶς ἕνεκα καὶ ἀνα‐
·
παύσεως, καθάπερ ὕπνου καὶ μέθης (ταῦτα γὰρ καθ’ αὑτὰ
·
μὲν οὐδὲ τῶν σπουδαίων, ἀλλ’ ἡδέα, καὶ ἅμα παύει μέρι‐
·
μναν, ὥς φησιν Εὐριπίδης· διὸ καὶ τάττουσιν αὐτὴν καὶ
20
χρῶνται πᾶσι τούτοις ὁμοίως, ὕπνῳ καὶ μέθῃ καὶ μουσικῇ·
·
τιθέασι δὲ καὶ τὴν ὄρχησιν ἐν τούτοις), ἢ μᾶλλον οἰητέον
·
πρὸς ἀρετήν τι τείνειν τὴν μουσικήν, ὡς δυναμένην, καθάπερ
·
ἡ γυμναστικὴ τὸ σῶμα ποιόν τι παρασκευάζει, καὶ τὴν
·
μουσικὴν τὸ ἦθος ποιόν τι ποιεῖν, ἐθίζουσαν δύνασθαι χαί‐
25
ρειν ὀρθῶς, ἢ πρὸς διαγωγήν τι συμβάλλεται καὶ πρὸς
·
φρόνησιν (καὶ γὰρ τοῦτο τρίτον θετέον τῶν εἰρημένων). ὅτι
·
μὲν οὖν δεῖ τοὺς νέους μὴ παιδιᾶς ἕνεκα παιδεύειν, οὐκ ἄδη‐
·
λον (οὐ γὰρ παίζουσι μανθάνοντες· μετὰ λύπης γὰρ ἡ
·
μάθησις)· ἀλλὰ μὴν οὐδὲ διαγωγήν γε παισὶν ἁρμόττει
30
καὶ ταῖς ἡλικίαις ἀποδιδόναι ταῖς τοιαύταις (οὐθενὶ γὰρ
·
ἀτελεῖ προσήκει τέλος). ἀλλ’ ἴσως ἂν δόξειεν ἡ τῶν παί‐
·
δων σπουδὴ παιδιᾶς εἶναι χάριν ἀνδράσι γενομένοις καὶ
·
τελειωθεῖσιν. ἀλλ’ εἰ τοῦτ’ ἐστὶ τοιοῦτον, τίνος ἂν ἕνεκα δέοι
·
μανθάνειν αὐτούς, ἀλλὰ μή, καθάπερ οἱ τῶν Περσῶν καὶ
35
Μήδων βασιλεῖς, δι’ ἄλλων αὐτὸ ποιούντων μεταλαμβάνειν
·
τῆς ἡδονῆς καὶ τῆς μαθήσεως; καὶ γὰρ ἀναγκαῖον βέλτιον
·
ἀπεργάζεσθαι τοὺς αὐτὸ τοῦτο πεποιημένους ἔργον καὶ τέχνην
·
τῶν τοσοῦτον χρόνον ἐπιμελουμένων ὅσον πρὸς μάθησιν μόνον.
·
εἰ δὲ δεῖ τὰ τοιαῦτα διαπονεῖν αὐτούς, καὶ περὶ τὴν τῶν
40
ὄψων πραγματείαν αὐτοὺς ἂν δέοι παρασκευάζειν· ἀλλ’
·
ἄτοπον. τὴν δ’ αὐτὴν ἀπορίαν ἔχει καὶ εἰ δύναται τὰ ἤθη
·
βελτίω ποιεῖν· ταῦτα γὰρ τί δεῖ μανθάνειν αὐτούς, ἀλλ’
0086 035 Pol1339b
·
οὐχ ἑτέρων ἀκούοντας ὀρθῶς τε χαίρειν καὶ δύνασθαι κρίνειν,
·
ὥσπερ οἱ Λάκωνες; ἐκεῖνοι γὰρ οὐ μανθάνοντες ὅμως δύ‐
·
νανται κρίνειν ὀρθῶς, ὥς φασι, τὰ χρηστὰ καὶ τὰ μὴ
·
χρηστὰ τῶν μελῶν. ὁ δ’ αὐτὸς λόγος κἂν εἰ πρὸς εὐημε‐
5
ρίαν καὶ διαγωγὴν ἐλευθέριον χρηστέον αὐτῇ· τί δεῖ μαν‐
·
θάνειν αὐτούς, ἀλλ’ οὐχ ἑτέρων χρωμένων ἀπολαύειν; σκο‐
·
πεῖν δ’ ἔξεστι τὴν ὑπόληψιν ἣν ἔχομεν περὶ τῶν θεῶν· οὐ
·
γὰρ ὁ Ζεὺς αὐτὸς ἀείδει καὶ κιθαρίζει τοῖς ποιηταῖς, ἀλλὰ
·
καὶ βαναύσους καλοῦμεν τοὺς τοιούτους καὶ τὸ πράττειν οὐκ
10
ἀνδρὸς μὴ μεθύοντος ἢ παίζοντος.
10
ἀλλ’ ἴσως περὶ μὲν
·
τούτων ὕστερον ἐπισκεπτέον· ἡ δὲ πρώτη ζήτησίς ἐστι πότε‐
·
ρον οὐ θετέον εἰς παιδείαν τὴν μουσικὴν ἢ θετέον, καὶ τί
·
δύναται τῶν διαπορηθέντων τριῶν, πότερον παιδείαν ἢ παι‐
·
διὰν ἢ διαγωγήν. εὐλόγως δ’ εἰς πάντα τάττεται καὶ
15
φαίνεται μετέχειν. ἥ τε γὰρ παιδιὰ χάριν ἀναπαύσεώς
·
ἐστι, τὴν δ’ ἀνάπαυσιν ἀναγκαῖον ἡδεῖαν εἶναι (τῆς γὰρ
·
διὰ τῶν πόνων λύπης ἰατρεία τίς ἐστιν), καὶ τὴν διαγωγὴν
·
ὁμολογουμένως δεῖ μὴ μόνον ἔχειν τὸ καλὸν ἀλλὰ καὶ
·
τὴν ἡδονήν (τὸ γὰρ εὐδαιμονεῖν ἐξ ἀμφοτέρων τούτων ἐστίν)·
20
τὴν δὲ μουσικὴν πάντες εἶναί φαμεν τῶν ἡδίστων, καὶ ψι‐
·
λὴν οὖσαν καὶ μετὰ μελῳδίας (φησὶ γοῦν καὶ Μουσαῖος
·
εἶναι ‘βροτοῖς ἥδιστον ἀείδειν’· διὸ καὶ εἰς τὰς συνουσίας καὶ
·
διαγωγὰς εὐλόγως παραλαμβάνουσιν αὐτὴν ὡς δυναμένην
·
εὐφραίνειν), ὥστε καὶ ἐντεῦθεν ἄν τις ὑπολάβοι παιδεύε‐
25
σθαι δεῖν αὐτὴν τοὺς νεωτέρους. ὅσα γὰρ ἀβλαβῆ τῶν
·
ἡδέων, οὐ μόνον ἁρμόττει πρὸς τὸ τέλος ἀλλὰ καὶ πρὸς
·
τὴν ἀνάπαυσιν· ἐπεὶ δ’ ἐν μὲν τῷ τέλει συμβαίνει τοῖς
·
ἀνθρώποις ὀλιγάκις γίγνεσθαι, πολλάκις δὲ ἀναπαύονται
·
καὶ χρῶνται ταῖς παιδιαῖς οὐχ ὅσον ἐπὶ πλέον ἀλλὰ καὶ
30
διὰ τὴν ἡδονήν, χρήσιμον ἂν εἴη διαναπαύειν ἐν ταῖς ἀπὸ
·
ταύτης ἡδοναῖς.
·
συμβέβηκε δὲ τοῖς ἀνθρώποις ποιεῖσθαι
·
τὰς παιδιὰς τέλος· ἔχει γὰρ ἴσως ἡδονήν τινα καὶ τὸ
·
τέλος, ἀλλ’ οὐ τὴν τυχοῦσαν, ζητοῦντες δὲ ταύτην λαμβά‐
·
νουσιν ὡς ταύτην ἐκείνην, διὰ τὸ τῷ τέλει τῶν πράξεων
35
ἔχειν ὁμοίωμά τι. τό τε γὰρ τέλος οὐθενὸς τῶν ἐσομένων
·
χάριν αἱρετόν, καὶ αἱ τοιαῦται τῶν ἡδονῶν οὐθενός εἰσι τῶν
·
ἐσομένων ἕνεκεν, ἀλλὰ τῶν γεγονότων, οἷον πόνων καὶ λύ‐
·
πης. δι’ ἣν μὲν οὖν αἰτίαν ζητοῦσι τὴν εὐδαιμονίαν γίγνε‐
·
σθαι διὰ τούτων τῶν ἡδονῶν, ταύτην εἰκότως ἄν τις ὑπο‐
40
λάβοι τὴν αἰτίαν· περὶ δὲ τοῦ κοινωνεῖν τῆς μουσικῆς, 〈ὅτι〉 οὐ
·
διὰ ταύτην μόνην, ἀλλὰ καὶ διὰ τὸ χρήσιμον εἶναι πρὸς
·
τὰς ἀναπαύσεις, ὡς ἔοικεν. οὐ μὴν ἀλλὰ ζητητέον μή ποτε
0086 035 Pol1340a
·
τοῦτο μὲν συμβέβηκε, τιμιωτέρα δ’ αὐτῆς ἡ φύσις ἐστὶν ἢ
·
κατὰ τὴν εἰρημένην χρείαν, καὶ δεῖ μὴ μόνον τῆς κοινῆς
·
ἡδονῆς μετέχειν ἀπ’ αὐτῆς, ἧς ἔχουσι πάντες αἴσθησιν (ἔχει
·
γὰρ ἡ μουσική τιν’ ἡδονὴν φυσικήν, διὸ πάσαις ἡλικίαις
5
καὶ πᾶσιν ἤθεσιν ἡ χρῆσις αὐτῆς ἐστι προσφιλής), ἀλλ’
·
ὁρᾶν εἴ πῃ καὶ πρὸς τὸ ἦθος συντείνει καὶ πρὸς τὴν ψυχήν.
·
τοῦτο δ’ ἂν εἴη δῆλον, εἰ ποιοί τινες τὰ ἤθη γιγνόμεθα δι’
·
αὐτῆς. ἀλλὰ μὴν ὅτι γιγνόμεθα ποιοί τινες, φανερὸν διὰ
·
πολλῶν μὲν καὶ ἑτέρων, οὐχ ἥκιστα δὲ καὶ διὰ τῶν Ὀλύμ‐
10
που μελῶν· ταῦτα γὰρ ὁμολογουμένως ποιεῖ τὰς ψυχὰς
·
ἐνθουσιαστικάς, ὁ δ’ ἐνθουσιασμὸς τοῦ περὶ τὴν ψυχὴν ἤθους
·
πάθος ἐστίν. ἔτι δὲ ἀκροώμενοι τῶν μιμήσεων γίγνονται
·
πάντες συμπαθεῖς, καὶ χωρὶς τῶν ῥυθμῶν καὶ τῶν μελῶν
·
αὐτῶν.
·
ἐπεὶ δὲ συμβέβηκεν εἶναι τὴν μουσικὴν τῶν ἡδέων,
15
τὴν δ’ ἀρετὴν περὶ τὸ χαίρειν ὀρθῶς καὶ φιλεῖν καὶ μισεῖν,
·
δεῖ δηλονότι μανθάνειν καὶ συνεθίζεσθαι μηθὲν οὕτως ὡς
·
τὸ κρίνειν ὀρθῶς καὶ τὸ χαίρειν τοῖς ἐπιεικέσιν ἤθεσι καὶ
·
ταῖς καλαῖς πράξεσιν· ἔστι δὲ ὁμοιώματα μάλιστα παρὰ
·
τὰς ἀληθινὰς φύσεις ἐν τοῖς ῥυθμοῖς καὶ τοῖς μέλεσιν ὀργῆς
20
καὶ πραότητος, ἔτι δ’ ἀνδρείας καὶ σωφροσύνης καὶ πάντων
·
τῶν ἐναντίων τούτοις καὶ τῶν ἄλλων ἠθῶν (δῆλον δὲ ἐκ
·
τῶν ἔργων· μεταβάλλομεν γὰρ τὴν ψυχὴν ἀκροώμενοι
·
τοιούτων)· ὁ δ’ ἐν τοῖς ὁμοίοις ἐθισμὸς τοῦ λυπεῖσθαι καὶ
·
χαίρειν ἐγγύς ἐστι τῷ πρὸς τὴν ἀλήθειαν τὸν αὐτὸν ἔχειν
25
τρόπον (οἷον εἴ τις χαίρει τὴν εἰκόνα τινὸς θεώμενος μὴ
·
δι’ ἄλλην αἰτίαν ἀλλὰ διὰ τὴν μορφὴν αὐτήν, ἀναγκαῖον
·
τούτῳ καὶ αὐτοῦ ἐκείνου τὴν θεωρίαν, οὗ τὴν εἰκόνα θεωρεῖ,
·
ἡδεῖαν εἶναι). συμβέβηκε δὲ τῶν αἰσθητῶν ἐν μὲν τοῖς
·
ἄλλοις μηδὲν ὑπάρχειν ὁμοίωμα τοῖς ἤθεσιν, οἷον ἐν τοῖς
30
ἁπτοῖς καὶ τοῖς γευστοῖς, ἀλλ’ ἐν τοῖς ὁρατοῖς ἠρέμα
·
(σχήματα γὰρ ἔστι τοιαῦτα, ἀλλ’ ἐπὶ μικρόν, καὶ 〈οὐ〉 πάντες
·
τῆς τοιαύτης αἰσθήσεως κοινωνοῦσιν· ἔτι δὲ οὐκ ἔστι ταῦτα
·
ὁμοιώματα τῶν ἠθῶν, ἀλλὰ σημεῖα μᾶλλον τὰ γιγνόμενα
·
σχήματα καὶ χρώματα τῶν ἠθῶν, καὶ ταῦτ’ ἐστὶν ἐπί‐
35
σημα ἐν τοῖς πάθεσιν· οὐ μὴν ἀλλ’ ὅσον διαφέρει καὶ
·
περὶ τὴν τούτων θεωρίαν, δεῖ μὴ τὰ Παύσωνος θεωρεῖν τοὺς
·
νέους, ἀλλὰ τὰ Πολυγνώτου κἂν εἴ τις ἄλλος τῶν γρα‐
·
φέων ἢ τῶν ἀγαλματοποιῶν ἐστιν ἠθικός), ἐν δὲ τοῖς μέ‐
·
λεσιν αὐτοῖς ἔστι μιμήματα τῶν ἠθῶν (καὶ τοῦτ’ ἐστὶ φανε‐
40
ρόν· εὐθὺς γὰρ ἡ τῶν ἁρμονιῶν διέστηκε φύσις, ὥστε ἀκούον‐
·
τας ἄλλως διατίθεσθαι καὶ μὴ τὸν αὐτὸν ἔχειν τρόπον
·
πρὸς ἑκάστην αὐτῶν, ἀλλὰ πρὸς μὲν ἐνίας ὀδυρτικωτέρως
0086 035 Pol1340b
·
καὶ συνεστηκότως μᾶλλον, οἷον πρὸς τὴν μιξολυδιστὶ καλου‐
·
μένην, πρὸς δὲ τὰς μαλακωτέρως τὴν διάνοιαν, οἷον πρὸς
·
τὰς ἀνειμένας, μέσως δὲ καὶ καθεστηκότως μάλιστα πρὸς
·
ἑτέραν, οἷον δοκεῖ ποιεῖν ἡ δωριστὶ μόνη τῶν ἁρμονιῶν, ἐνθου‐
5
σιαστικοὺς δ’ ἡ φρυγιστί. ταῦτα γὰρ καλῶς λέγουσιν οἱ περὶ
·
τὴν παιδείαν ταύτην πεφιλοσοφηκότες· λαμβάνουσι γὰρ τὰ
·
μαρτύρια τῶν λόγων ἐξ αὐτῶν τῶν ἔργων). τὸν αὐτὸν δὲ
·
τρόπον ἔχει καὶ τὰ περὶ τοὺς ῥυθμούς (οἱ μὲν γὰρ ἦθος ἔχουσι
·
στασιμώτερον οἱ δὲ κινητικόν, καὶ τούτων οἱ μὲν φορ‐
10
τικωτέρας ἔχουσι τὰς κινήσεις οἱ δὲ ἐλευθεριωτέρας). ἐκ
·
μὲν οὖν τούτων φανερὸν ὅτι δύναται ποιόν τι τὸ τῆς ψυχῆς
·
ἦθος ἡ μουσικὴ παρασκευάζειν, εἰ δὲ τοῦτο δύναται ποιεῖν,
·
δῆλον ὅτι προσακτέον καὶ παιδευτέον ἐν αὐτῇ τοὺς νέους.
·
ἔστι δὲ ἁρμόττουσα πρὸς τὴν φύσιν τὴν τηλικαύτην ἡ δι‐
15
δασκαλία τῆς μουσικῆς· οἱ μὲν γὰρ νέοι διὰ τὴν ἡλικίαν
·
ἀνήδυντον οὐθὲν ὑπομένουσιν ἑκόντες, ἡ δὲ μουσικὴ φύσει τῶν
·
ἡδυσμάτων ἐστίν. καί τις ἔοικε συγγένεια ταῖς ἁρμονίαις
·
καὶ τοῖς ῥυθμοῖς εἶναι· διὸ πολλοί φασι τῶν σοφῶν οἱ
·
μὲν ἁρμονίαν εἶναι τὴν ψυχήν, οἱ δ’ ἔχειν ἁρμονίαν.
20
Πότερον δὲ δεῖ μανθάνειν αὐτοὺς ᾄδοντάς τε καὶ χει‐
·
ρουργοῦντας ἢ μή, καθάπερ ἠπορήθη πρότερον, νῦν λεκτέον
·
οὐκ ἄδηλον δὴ ὅτι πολλὴν ἔχει διαφορὰν πρὸς τὸ γίγνε‐
·
σθαι ποιούς τινας, ἐάν τις αὐτὸς κοινωνῇ τῶν ἔργων· ἓν
·
γάρ τι τῶν ἀδυνάτων ἢ χαλεπῶν ἐστι μὴ κοινωνήσαντας
25
τῶν ἔργων κριτὰς γενέσθαι σπουδαίους. ἅμα δὲ καὶ δεῖ τοὺς
·
παῖδας ἔχειν τινὰ διατριβήν, καὶ τὴν Ἀρχύτου πλαταγὴν
·
οἴεσθαι γενέσθαι καλῶς, ἣν διδόασι τοῖς παιδίοις, ὅπως
·
χρώμενοι ταύτῃ μηδὲν καταγνύωσι τῶν κατὰ τὴν οἰκίαν·
·
οὐ γὰρ δύναται τὸ νέον ἡσυχάζειν. αὕτη μὲν οὖν ἐστι τοῖς
30
νηπίοις ἁρμόττουσα τῶν παιδίων, ἡ δὲ παιδεία πλαταγὴ
·
τοῖς μείζοσι τῶν νέων. ὅτι μὲν οὖν παιδευτέον τὴν μουσικὴν
·
οὕτως ὥστε καὶ κοινωνεῖν τῶν ἔργων, φανερὸν ἐκ τῶν τοιού‐
·
των· τὸ δὲ πρέπον καὶ τὸ μὴ πρέπον ταῖς ἡλικίαις οὐ
·
χαλεπὸν διορίσαι, καὶ λῦσαι πρὸς τοὺς φάσκοντας βάναυ‐
35
σον εἶναι τὴν ἐπιμέλειαν. πρῶτον μὲν γάρ, ἐπεὶ τοῦ κρίνειν
·
χάριν μετέχειν δεῖ τῶν ἔργων, διὰ τοῦτο χρὴ νέους μὲν
·
ὄντας χρῆσθαι τοῖς ἔργοις, πρεσβυτέρους δὲ γενομένους τῶν
·
μὲν ἔργων ἀφεῖσθαι, δύνασθαι δὲ τὰ καλὰ κρίνειν καὶ
·
χαίρειν ὀρθῶς διὰ τὴν μάθησιν τὴν γενομένην ἐν τῇ νεότητι·
40
περὶ δὲ τῆς ἐπιτιμήσεως ἥν τινες ἐπιτιμῶσιν ὡς ποιούσης
·
τῆς μουσικῆς βαναύσους, οὐ χαλεπὸν λῦσαι σκεψαμένους
·
μέχρι τε πόσου τῶν ἔργων κοινωνητέον τοῖς πρὸς ἀρετὴν
0086 035 Pol1341a
·
παιδευομένοις πολιτικήν, καὶ ποίων μελῶν καὶ ποίων ῥυ‐
·
θμῶν κοινωνητέον, ἔτι δὲ ἐν ποίοις ὀργάνοις τὴν μάθησιν
·
ποιητέον, καὶ γὰρ τοῦτο διαφέρειν εἰκός. ἐν τούτοις γὰρ ἡ
·
λύσις ἐστὶ τῆς ἐπιτιμήσεως· οὐδὲν γὰρ κωλύει τρόπους τινὰς
5
τῆς μουσικῆς ἀπεργάζεσθαι τὸ λεχθέν. φανερὸν τοίνυν ὅτι
·
δεῖ τὴν μάθησιν αὐτῆς μήτε ἐμποδίζειν πρὸς τὰς ὕστερον
·
πράξεις, μήτε τὸ σῶμα ποιεῖν βάναυσον καὶ ἄχρηστον πρὸς
·
τὰς πολεμικὰς καὶ πολιτικὰς ἀσκήσεις, πρὸς μὲν τὰς μαθή‐
·
σεις ἤδη, πρὸς δὲ τὰς χρήσεις ὕστερον.
·
συμβαίνοι δ’ ἂν
10
περὶ τὴν μάθησιν, εἰ μήτε τὰ πρὸς τοὺς ἀγῶνας τοὺς τεχνι‐
·
κοὺς συντείνοντα διαπονοῖεν, μήτε τὰ θαυμάσια καὶ περιττὰ
·
τῶν ἔργων, ἃ νῦν ἐλήλυθεν εἰς τοὺς ἀγῶνας ἐκ δὲ τῶν
·
ἀγώνων εἰς τὴν παιδείαν, ἀλλὰ τὰ 〈μὴ〉 τοιαῦτα μέχρι
·
περ ἂν δύνωνται χαίρειν τοῖς καλοῖς μέλεσι καὶ ῥυθμοῖς,
15
καὶ μὴ μόνον τῷ κοινῷ τῆς μουσικῆς, ὥσπερ καὶ τῶν ἄλ‐
·
λων ἔνια ζῴων, ἔτι δὲ καὶ πλῆθος ἀνδραπόδων καὶ παι‐
·
δίων. δῆλον δὲ ἐκ τούτων καὶ ποίοις ὀργάνοις χρηστέον.
·
οὔτε γὰρ αὐλοὺς εἰς παιδείαν ἀκτέον οὔτ’ ἄλλο τι τεχνικὸν
·
ὄργανον, οἷον κιθάραν κἂν εἴ τι τοιοῦτον ἕτερον ἔστιν, ἀλλ’
20
ὅσα ποιήσει τούτων ἀκροατὰς ἀγαθοὺς ἢ τῆς μουσικῆς παι‐
·
δείας ἢ τῆς ἄλλης· ἔτι δὲ οὐκ ἔστιν ὁ αὐλὸς ἠθικὸν ἀλλὰ
·
μᾶλλον ὀργιαστικόν, ὥστε πρὸς τοὺς τοιούτους αὐτῷ καιροὺς
·
χρηστέον ἐν οἷς ἡ θεωρία κάθαρσιν μᾶλλον δύναται ἢ μά‐
·
θησιν. προσθῶμεν δὲ ὅτι συμβέβηκεν ἐναντίον αὐτῷ πρὸς
25
παιδείαν καὶ τὸ κωλύειν τῷ λόγῳ χρῆσθαι τὴν αὔλησιν.
·
διὸ καλῶς ἀπεδοκίμασαν οἱ πρότερον αὐτοῦ τὴν χρῆσιν ἐκ
·
τῶν νέων καὶ τῶν ἐλευθέρων, καίπερ χρησάμενοι τὸ πρῶ‐
·
τον αὐτῷ. σχολαστικώτεροι γὰρ γιγνόμενοι διὰ τὰς εὐπορίας
·
καὶ μεγαλοψυχότεροι πρὸς τὴν ἀρετήν, ἔτι τε 〈καὶ〉 πρότερον
30
καὶ μετὰ τὰ Μηδικὰ φρονηματισθέντες ἐκ τῶν ἔργων,
·
πάσης ἥπτοντο μαθήσεως, οὐδὲν διακρίνοντες ἀλλ’ ἐπι‐
·
ζητοῦντες. διὸ καὶ τὴν αὐλητικὴν ἤγαγον πρὸς τὰς μαθήσεις.
·
καὶ γὰρ ἐν Λακεδαίμονί τις χορηγὸς αὐτὸς ηὔλησε τῷ
·
χορῷ, καὶ περὶ Ἀθήνας οὕτως ἐπεχωρίασεν ὥστε σχεδὸν οἱ
35
πολλοὶ τῶν ἐλευθέρων μετεῖχον αὐτῆς· δῆλον δὲ ἐκ τοῦ
·
πίνακος ὃν ἀνέθηκε Θράσιππος Ἐκφαντίδῃ χορηγήσας.
·
ὕστερον δ’ ἀπεδοκιμάσθη διὰ τῆς πείρας αὐτῆς, βέλτιον
·
δυναμένων κρίνειν τὸ πρὸς ἀρετὴν καὶ τὸ μὴ πρὸς ἀρετὴν
·
συντεῖνον· ὁμοίως δὲ καὶ πολλὰ τῶν ὀργάνων τῶν ἀρχαίων,
40
οἷον πηκτίδες καὶ βάρβιτοι καὶ τὰ πρὸς ἡδονὴν συντείνοντα
·
τοῖς ἀκούουσι τῶν χρωμένων, ἑπτάγωνα καὶ τρίγωνα καὶ
0086 035 Pol1341b
·
σαμβῦκαι, καὶ πάντα τὰ δεόμενα χειρουργικῆς ἐπιστήμης.
·
εὐλόγως δ’ ἔχει καὶ τὸ περὶ τῶν αὐλῶν ὑπὸ τῶν ἀρχαίων
·
μεμυθολογημένον. φασὶ γὰρ δὴ τὴν Ἀθηνᾶν εὑροῦσαν ἀπο‐
·
βαλεῖν τοὺς αὐλούς. οὐ κακῶς μὲν οὖν ἔχει φάναι καὶ διὰ
5
τὴν ἀσχημοσύνην τοῦ προσώπου τοῦτο ποιῆσαι δυσχεράνασαν
·
τὴν θεόν· οὐ μὴν ἀλλὰ μᾶλλον εἰκὸς ὅτι πρὸς τὴν διάνοιαν
·
οὐθέν ἐστιν ἡ παιδεία τῆς αὐλήσεως, τῇ δὲ Ἀθηνᾷ τὴν ἐπ‐
·
ιστήμην περιτίθεμεν καὶ τὴν τέχνην. ἐπεὶ δὲ τῶν τε ὀργά‐
·
νων καὶ τῆς ἐργασίας ἀποδοκιμάζομεν τὴν τεχνικὴν παι‐
10
δείαν (τεχνικὴν δὲ τίθεμεν τὴν πρὸς τοὺς ἀγῶνας· ἐν ταύτῃ
·
γὰρ ὁ πράττων οὐ τῆς αὑτοῦ μεταχειρίζεται χάριν ἀρετῆς,
·
ἀλλὰ τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ ταύτης φορτικῆς,
·
διόπερ οὐ τῶν ἐλευθέρων κρίνομεν εἶναι τὴν ἐργασίαν, ἀλλὰ
·
θητικωτέραν· καὶ βαναύσους δὴ συμβαίνει γίγνεσθαι· πο‐
15
νηρὸς γὰρ ὁ σκοπὸς πρὸς ὃν ποιοῦνται τὸ τέλος· ὁ γὰρ
·
θεατὴς φορτικὸς ὢν μεταβάλλειν εἴωθε τὴν μουσικήν, ὥστε
·
καὶ τοὺς τεχνίτας τοὺς πρὸς αὐτὸν μελετῶντας αὐτούς τε
·
ποιούς τινας ποιεῖ καὶ τὰ σώματα διὰ τὰς κινήσεις),
·
σκεπτέον ἔτι περί τε τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς,
20
καὶ πρὸς παιδείαν πότερον πάσαις χρηστέον ταῖς ἁρμονίαις
·
καὶ πᾶσι τοῖς ῥυθμοῖς ἢ διαιρετέον, ἔπειτα τοῖς πρὸς παι‐
·
δείαν διαπονοῦσι πότερον τὸν αὐτὸν διορισμὸν θήσομεν ἢ
·
[τρίτον] δεῖ τινα ἕτερον. ἐπεὶ δὴ τὴν μὲν μουσικὴν ὁρῶμεν διὰ
·
μελοποιίας καὶ ῥυθμῶν οὖσαν, τούτων δ’ ἑκάτερον οὐ δεῖ λε‐
25
ληθέναι τίνα δύναμιν ἔχει πρὸς παιδείαν, καὶ πότερον
·
προαιρετέον μᾶλλον τὴν εὐμελῆ μουσικὴν ἢ τὴν εὔρυθμον,
·
νομίσαντες οὖν πολλὰ καλῶς λέγειν περὶ τούτων τῶν τε νῦν
·
μουσικῶν ἐνίους καὶ τῶν ἐκ φιλοσοφίας ὅσοι τυγχάνουσιν
·
ἐμπείρως ἔχοντες τῆς περὶ τὴν μουσικὴν παιδείας, τὴν μὲν
30
καθ’ ἕκαστον ἀκριβολογίαν ἀποδώσομεν ζητεῖν τοῖς βουλο‐
·
μένοις παρ’ ἐκείνων, νῦν δὲ νομικῶς διέλωμεν, τοὺς τύπους
·
μόνον εἰπόντες περὶ αὐτῶν.
·
ἐπεὶ δὲ τὴν διαίρεσιν ἀπο‐
·
δεχόμεθα τῶν μελῶν ὡς διαιροῦσί τινες τῶν ἐν φιλοσοφίᾳ,
·
τὰ μὲν ἠθικὰ τὰ δὲ πρακτικὰ τὰ δ’ ἐνθουσιαστικὰ τιθέντες,
35
καὶ τῶν ἁρμονιῶν τὴν φύσιν 〈τὴν〉 πρὸς ἕκαστα τούτων οἰκείαν,
·
ἄλλην πρὸς ἄλλο μέλος, τιθέασι, φαμὲν δ’ οὐ μιᾶς ἕνεκεν
·
ὠφελείας τῇ μουσικῇ χρῆσθαι δεῖν ἀλλὰ καὶ πλειόνων χά‐
·
ριν (καὶ γὰρ παιδείας ἕνεκεν καὶ καθάρσεως—τί δὲ λέ‐
·
γομεν τὴν κάθαρσιν, νῦν μὲν ἁπλῶς, πάλιν δ’ ἐν τοῖς περὶ
40
ποιητικῆς ἐροῦμεν σαφέστερον—τρίτον δὲ πρὸς διαγωγὴν
·
πρὸς ἄνεσίν τε καὶ πρὸς τὴν τῆς συντονίας ἀνάπαυσιν),
0086 035 Pol1342a
·
φανερὸν ὅτι χρηστέον μὲν πάσαις ταῖς ἁρμονίαις, οὐ τὸν
·
αὐτὸν δὲ τρόπον πάσαις χρηστέον, ἀλλὰ πρὸς μὲν τὴν
·
παιδείαν ταῖς ἠθικωτάταις, πρὸς δὲ ἀκρόασιν ἑτέρων χει‐
·
ρουργούντων καὶ ταῖς πρακτικαῖς καὶ ταῖς ἐνθουσιαστικαῖς. ὃ
5
γὰρ περὶ ἐνίας συμβαίνει πάθος ψυχὰς ἰσχυρῶς, τοῦτο ἐν
·
πάσαις ὑπάρχει, τῷ δὲ ἧττον διαφέρει καὶ τῷ μᾶλλον,
·
οἷον ἔλεος καὶ φόβος, ἔτι δ’ ἐνθουσιασμός· καὶ γὰρ ὑπὸ
·
ταύτης τῆς κινήσεως κατοκώχιμοί τινές εἰσιν, ἐκ τῶν δ’
·
ἱερῶν μελῶν ὁρῶμεν τούτους, ὅταν χρήσωνται τοῖς ἐξοργιά‐
10
ζουσι τὴν ψυχὴν μέλεσι, καθισταμένους ὥσπερ ἰατρείας τυ‐
·
χόντας καὶ καθάρσεως· ταὐτὸ δὴ τοῦτο ἀναγκαῖον πάσχειν
·
καὶ τοὺς ἐλεήμονας καὶ τοὺς φοβητικοὺς καὶ τοὺς ὅλως πα‐
·
θητικούς, τοὺς δ’ ἄλλους καθ’ ὅσον ἐπιβάλλει τῶν τοιούτων
·
ἑκάστῳ, καὶ πᾶσι γίγνεσθαί τινα κάθαρσιν καὶ κουφίζεσθαι
15
μεθ’ ἡδονῆς. ὁμοίως δὲ καὶ τὰ μέλη τὰ πρακτικὰ παρ‐
·
έχει χαρὰν ἀβλαβῆ τοῖς ἀνθρώποις· διὸ ταῖς μὲν τοιαύταις
·
ἁρμονίαις καὶ τοῖς τοιούτοις μέλεσιν ἐατέον 〈χρῆσθαι〉 τοὺς τὴν
·
θεατρικὴν μουσικὴν μεταχειριζομένους ἀγωνιστάς· ἐπεὶ δ’ ὁ
·
θεατὴς διττός, ὁ μὲν ἐλεύθερος καὶ πεπαιδευμένος, ὁ δὲ
20
φορτικὸς ἐκ βαναύσων καὶ θητῶν καὶ ἄλλων τοιούτων συγ‐
·
κείμενος, ἀποδοτέον ἀγῶνας καὶ θεωρίας καὶ τοῖς τοιούτοις
·
πρὸς ἀνάπαυσιν· εἰσὶ δὲ ὥσπερ αὐτῶν αἱ ψυχαὶ παρ‐
·
εστραμμέναι τῆς κατὰ φύσιν ἕξεως—οὕτω καὶ τῶν ἁρμονιῶν
·
παρεκβάσεις εἰσὶ καὶ τῶν μελῶν τὰ σύντονα καὶ παρα‐
25
κεχρωσμένα, ποιεῖ δὲ τὴν ἡδονὴν ἑκάστοις τὸ κατὰ φύσιν
·
οἰκεῖον, διόπερ ἀποδοτέον ἐξουσίαν τοῖς ἀγωνιζομένοις πρὸς
·
τὸν θεατὴν τὸν τοιοῦτον τοιούτῳ τινὶ χρῆσθαι τῷ γένει τῆς
·
μουσικῆς. πρὸς δὲ παιδείαν, ὥσπερ εἴρηται, τοῖς ἠθικοῖς τῶν
·
μελῶν χρηστέον καὶ ταῖς ἁρμονίαις ταῖς τοιαύταις. τοιαύτη
30
δ’ ἡ δωριστί, καθάπερ εἴπομεν πρότερον· δέχεσθαι δὲ δεῖ
·
κἄν τινα ἄλλην ἡμῖν δοκιμάζωσιν οἱ κοινωνοὶ τῆς ἐν φιλο‐
·
σοφίᾳ διατριβῆς καὶ τῆς περὶ τὴν μουσικὴν παιδείας. ὁ
·
δ’ ἐν τῇ Πολιτείᾳ Σωκράτης οὐ καλῶς τὴν φρυγιστὶ μόνην
·
καταλείπει μετὰ τῆς δωριστί, καὶ ταῦτα ἀποδοκιμάσας
0086 035 Pol1342b
·
τῶν ὀργάνων τὸν αὐλόν. ἔχει γὰρ τὴν αὐτὴν δύναμιν ἡ
·
φρυγιστὶ τῶν ἁρμονιῶν ἥνπερ αὐλὸς ἐν τοῖς ὀργάνοις·
·
ἄμφω γὰρ ὀργιαστικὰ καὶ παθητικά· [δηλοῖ δ’ ἡ ποίη‐
·
σις]. πᾶσα γὰρ βακχεία καὶ πᾶσα ἡ τοιαύτη κίνησις
5
μάλιστα τῶν ὀργάνων ἐστὶν ἐν τοῖς αὐλοῖς, τῶν δ’ ἁρμο‐
·
νιῶν ἐν τοῖς φρυγιστὶ μέλεσι λαμβάνει ταῦτα τὸ πρέπον.
·
〈δηλοῖ δ’ ἡ ποίησις,〉
·
οἷον ὁ διθύραμβος ὁμολογουμένως εἶναι δοκεῖ Φρύγιον.
·
καὶ τούτου πολλὰ παραδείγματα λέγουσιν οἱ περὶ τὴν σύν‐
·
εσιν ταύτην, ἄλλα τε καὶ ὅτι Φιλόξενος ἐγχειρήσας ἐν
10
τῇ δωριστὶ ποιῆσαι [διθύραμβον] τοὺς Μυσοὺς οὐχ οἷός τ’ ἦν,
·
ἀλλ’ ὑπὸ τῆς φύσεως αὐτῆς ἐξέπεσεν εἰς τὴν φρυγιστὶ τὴν
·
προσήκουσαν ἁρμονίαν πάλιν. περὶ δὲ τῆς δωριστὶ πάντες
·
ὁμολογοῦσιν ὡς στασιμωτάτης οὔσης καὶ μάλιστα ἦθος ἐχούσης
·
ἀνδρεῖον. ἔτι δὲ ἐπεὶ τὸ μέσον μὲν τῶν ὑπερβολῶν ἐπ‐
15
αινοῦμεν καὶ χρῆναι διώκειν φαμέν, ἡ δὲ δωριστὶ ταύτην ἔχει
·
τὴν φύσιν πρὸς τὰς ἄλλας ἁρμονίας, φανερὸν ὅτι τὰ Δώ‐
·
ρια μέλη πρέπει παιδεύεσθαι μᾶλλον τοῖς νεωτέροις.
·
εἰσὶ
·
δὲ δύο σκοποί, τό τε δυνατὸν καὶ τὸ πρέπον· καὶ γὰρ τὰ
·
δυνατὰ δεῖ μεταχειρίζεσθαι μᾶλλον καὶ τὰ πρέποντα ἑκά‐
20
στους. ἔστι δὲ καὶ ταῦτα ὡρισμένα ταῖς ἡλικίαις, οἷον τοῖς
·
ἀπειρηκόσι διὰ χρόνον οὐ ῥᾴδιον ᾄδειν τὰς συντόνους ἁρμο‐
·
νίας, ἀλλὰ τὰς ἀνειμένας ἡ φύσις ὑποβάλλει τοῖς τηλι‐
·
κούτοις. διὸ καλῶς ἐπιτιμῶσι καὶ τοῦτο Σωκράτει τῶν περὶ
·
τὴν μουσικήν τινες, ὅτι τὰς ἀνειμένας ἁρμονίας ἀποδοκι‐
25
μάσειεν εἰς τὴν παιδείαν, οὐ κατὰ τὴν τῆς μέθης δύναμιν,
·
ὡς μεθυστικὰς λαμβάνων αὐτάς (βακχευτικὸν γὰρ ἥ γε
·
μέθη ποιεῖ μᾶλλον), ἀλλ’ ἀπειρηκυίας. ὥστε καὶ πρὸς τὴν
·
ἐσομένην ἡλικίαν, τὴν τῶν πρεσβυτέρων, δεῖ καὶ τῶν τοιού‐
·
των ἁρμονιῶν ἅπτεσθαι καὶ τῶν μελῶν τῶν τοιούτων, ἔτι
30
δ’ εἴ τίς ἐστι τοιαύτη τῶν ἁρμονιῶν ἣ πρέπει τῇ τῶν παί‐
·
δων ἡλικίᾳ διὰ τὸ δύνασθαι κόσμον τ’ ἔχειν ἅμα καὶ
·
παιδείαν, οἷον ἡ λυδιστὶ φαίνεται πεπονθέναι μάλιστα τῶν
·
ἁρμονιῶν. δῆλον 〈οὖν〉 ὅτι τούτους ὅρους τρεῖς ποιητέον εἰς τὴν
·
παιδείαν, τό τε μέσον καὶ τὸ δυνατὸν καὶ τὸ πρέπον.